Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Τετάρτη, Ιανουαρίου 11, 2012

Ὁ Μητροπολίτης Ταμασοῦ καί Ὀρεινῆς Ἠσαΐας πρός τήν ἐν τῇ Ἱερᾷ Μονῇ Βατοπαιδίου Ἁγίου Ὄρους Μοναστικήν Ἀδελφότητα



Ἀδελφοί μου ἀγαπητοί,
«Χαίρετε ἐν Κυρίω πάντοτε• πάλιν ἐρῶ χαίρετε» (Φιλ. δ' 4)
«Ἀεί μεν μάλιστα δέ νῦν εὔκαιρός ἐστίν» ὁ παῦλειος οὖτος χαιρετισμός, κατά τό λόγιον τοῦ ἱεροῦ πατρός ἡμῶν Χρυσοστόμου.
Οἱ ἀρκυωρεῖς θλῖψιν πολλήν καί στενοχωρίαν ἀδιάλειπτον ὑπήνεγκον ἐν ταῖς καρδίαις ὑμῶν τε καί ἡμῶν, ἐπί τῇ ἀδίκῳ προφυλακίσει τοῦ Καθηγουμένου τῆς Ἱερᾶς ὑμῶν Μονῆς, Πανοσιολογιωτάτου Γέροντος Ἐφραίμ.
Ἀλλ' ἡ τοιαύτη ἀνεπίτρεπτος 

ἐνέργεια, ἡ ὠς μή ὤφειλε γενομένη, οὐδόλως δύναται νά ἐκπλήττῃ ἤ νά ἀποβαίνῃ πέτρα σκανδάλου, ἐφ' ὅσον τό άψευδές τοῦ Κυρίου στόμα διεμήνυσεν πρός τούς ὄντας καί γενησομένους αὐτοῦ μαθητάς, ὅτι «ἐν τῷ κόσμῳ θλίψιν ἔξετε» (Ἰω. ιστ’ 33) καί «εἰ ἐμέ ἐδίωξαν καί ὑμᾶς διώξουσι» (Ἰω. ιε' 20).
Συναλλήλως, ὄμως, τοῖς ἀνωτέρω, ὁ εὐαγγελικός λόγος οὐκ ἀφῆκεν ἡμᾶς ἀπαρακλήτους. Ἠμπορεῖ, οἱ δοκοῦντες ἄρχειν τοῦ κόσμου καί ὁ ἀντίδικος ἡμῶν διάβολος νά ἐπεχείρησαν «τοῦ συνιᾶσαι ἡμᾶς ὡς τόν σῖτον» (Ἰω. κβ' 31), ἀλλά διαχρονικῶς ἀπεδείχθη ὅτι κατίσχυσε τῶν ἰσχυρῶν τοῦ αἰῶνος τοῦτου ὁ Κύριος, καθ' ὅτι «μείζων ὁ ἐν ἡμῖν ἤ ὁ έν τῷ κόσμῳ» (Α' Ἰω. δ' 4). Καί, προσέτι, ὁ ἴδιος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ἐνεθάρρυνεν ἡμᾶς, λέγων; «Ἀλλά θαρσεῖτε, ἐγώ νενίκηκα τόν κόσμον» (Ἰω. ιστ' 33).
Διό, ὑμεῖς καί ἡμεῖς, ἐπί τῷ Κυρίῳ ἠλπικότες, τῇ δυναμένῃ ἡμᾶς ρύσαι ἐκ τῶν νοημάτων καί τῶν ἐπιβουλῶν καί τῶν ἔργων τοῦ πονηροῦ καί τῶν ἀγγέλων αὐτοῦ, τῶν κυριακῶν λόγων ἐνστερνιζόμενοι, διθυραμβικῶς ἀπαγγέλλομεν: «Τίς ἡμᾶς χωρίσει ἀπό τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἤ στενοχωρία ἤ διωγμός ἤ λιμός ἤ γυμνότης ἤ κίνδυνος ἤ μάχαιρα; Πεπείσμεθα γάρ ὅτι οὖτε θάνατος... οὖτε ὕψωμα οὖτε βάθος οὖτε τις κτίσις ἐτέρα δυνήσετε ἡμᾶς χωρήσαι ἀπό τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν» (Ρωμ. η' 35-39).
Ὄθεν, Ἀδελφοί μου αγαπητοί καί περιπόθητοι, «μή ταρασσέσθω ὑμῶν ἡ καρδία μηδέ δειλιάτω» (Ἰω. ιδ΄ 27). «Οὖτοι ἐν ἄρμασι καί οὖτοι ἐν ἴπποις, ἡμεῖς δέ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα» (Ψαλμ, 19, 8).
«Μαινέσθω, οὖν, ἡ θάλασσα• ἡμᾶς καταποντίσαι ὁ κλύδων οὐ δύναται», κατά τόν ἱερόν Χρυσόστομον. Βέβαιος οἰακοστρόφος τῆς ζωῆς ἡμῶν καί τῆς μοναστικῆς ὑμῶν ὀλκάδος εἶναι ὁ ἰσχυρός ἐν πολέμοις Κύριος.
Παραμείνατε ἐστερεωμένοι ἐπί τῷ θεμελίῳ τῆς πίστεως καί τῆς κλήσεως ἡμῶν, ἐξάρατε ἐκ τῶν καρδιῶν καί τῆς Μονῆς ὑμῶν τό πονηρόν καί ἔστε «σύμψυχοι τό ἕν φρονοῦντες» (Φιλ. β' 2).
Ὑπέρ πάντων, ὅμως, θέσθε εἰς τάς καρδίας ὑμῶν, ὅτι οἱ θεωροῦντες καί κρίνοντες ὡς δύσχρηστον καί ἐπικίνδυνον τόν δίκαιον, καί ἐπί τοῦ προκειμένου τόν ἄκακον καί πράον Γέροντα ὑμῶν Ἐφραίμ, οὔτοι ἀποβαίνουσιν ἀντίδικοι καί ἔνοχοι ἔναντι τοῦ χορηγοῦ καί προστάτου τοῦ δικαίου, Δικαιοκρίτου Θεοῦ.
Περαίνων, διαμηνύω πρός ὑμᾶς τόν τοῦ Ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου θεοτερπή λόγον: «Μακάριος ἀνήρ ὅς ὑπομένει πειρασμόν ὅτι δόκιμος γενόμενος λήψεται τόν στέφανον ὅν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπώσιν αὐτόν» (α' 12).

Μετά τῶν ἐν Κυρίω διαπύρων εὐχών καί προσευχῶν
ὁ Μητροπολίτης Ταμασοῦ καί Ὀρεινῆς Ἠσαΐας
καί οἱ σύν ἐμοί ἐν Χριστῷ κληρικοί, Μοναχοί καί λαϊκοί ἀδελφοί
τῆς Μητροπολιτικῆς Περιφέρειας Ταμασοῦ καί Ὀρεινῆς
Τ.Ὑ.
Ἐν τῇ Ἱερᾷ Μητροπόλει Ταμασοῦ καί Ὀρεινῆς
τῇ 6ῃ Ἰανουαρίου 2012
Ἐορτῇ τῶν Θεοφανείων

Σημ. Ἀκολουθεῖ πλῆθος ὑπογραφῶν † ὁ Τ.Ἠ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...