Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Παρασκευή, Φεβρουαρίου 17, 2012

Τυπικόν της 18ης Φεβρουαρίου 2012


Σάββατον: Πρό τῆς Ἀπόκρεω (Ψυχοσάββατον).
 Ἐν ᾧ μνήμην ἐπιτελοῦμεν πάντων τῶν 
ἀπ’ αἰῶνος κεκοιμημένων Ὀρθοδόξων Χριστιανῶν,
 πατέρων καί ἀδελφῶν ἡμῶν. Τοῦ ἐν Ἁγίοις Πατρός
 ἡμῶν Λέοντος, Πάπα Ῥώμης. Ἀγαπητοῦ, 
Ἐπισκόπου Σιναίου, τοῦ Ὁμολογητοῦ (δ΄ αἰ.). 
 
Τῇ Παρασκευῇ ἑσπέρας: Θ΄ ΩΡΑ
Ἀπολυτίκιον: 
«Μεγάλα τά τῆς πίστεως...».
Κοντάκιον: 
«Πίστιν Χριστοῦ...».
Ἀπόλυσις:
 Μικρά.
ΕΣΠΕΡΙΝΟΣ
Προοιμιακός – Ψαλτήριον.
Εἰς τό· «Κύριε, ἐκέκραξα...».
Ἑσπέρια: 
1.– Τά 3 Στιχηρά Μαρτυρικά τοῦ β΄ ἤχου·«Οἱ τήν ἐπίγειον ἀπόλαυσιν...
 – Τῶν ἁγίων Μαρτύρων... – Χοροί Μαρτύρων...»,
 ζήτει ταῦτα ἐν τέλει τοῦ Τριῳδίου, Παρασκευή ἑσπέρας καί
 2.– Τά 3 Στιχηρά Προσόμοια τοῦ Τριῳδίου·
«Τῶν ἀπ’ αἰῶνος σήμερον νεκρῶν...
 – Ὁ τῷ οἰκείῳ αἵματι βροτούς... 
– Τῇ ἐκ νεκρῶν ἐγέρσει σου...».
Δόξα: 
Τό Νεκρώσιμον Ἰδιόμελον· «Θρηνῶ καί ὀδύρομαι...».
Καί νῦν:
 Τό α΄ Θεοτοκίον τοῦ ἤχου·«Παρῆλθεν ἡ σκιά τοῦ νόμου...».
Ἄνευ Εἰσόδου:
 «Φῶς ἱλαρόν...» καί ἀντί τοῦ Προκειμένου τῆς ἡμέρας 
εἰς ἦχον πλ. δ΄ τό· «Ἀλληλούϊα» γ΄, μετά τῶν πρό 
αὐτῶν στίχων εἰς τό β΄·«Μακάριοι οὕς ἐξελέξω καί προσελάβου, 
Κύριε» καί εἰς τό γ΄· «Καί τό μνημόσυνον αὐτῶν εἰς γενεάν καί γενεά».
Ἀπόστιχα: Τά 4 Στιχηρά Μαρτυρικά τοῦ β΄ ἤχου.
 1.– Ἄνευ στίχου· «Ὑπέρ Χριστοῦ παθόντες..». 
2.– Στίχ. «Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεός Ἰσραήλ.
 –Τόν Σταυρόν τοῦ Χριστοῦ λαβόντες...».
 3.– Στίχ. «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν 
ὁ Κύριος πάντα τά θελήματα αὐτοῦ ἐν αὐτοῖς.  
– Τῶν ἁγίων σου τά πλήθη...» καί 
4.– Στίχ. «Ἐκέκραξαν οἱ δίκαιοι καί ὁ Κύριος εἰσ­ήκουσεν αὐτῶν.
 – Πᾶσα πόλις καί χώρα...», ζήτει ταῦτα ἐν τέλει τοῦ Τριῳδίου,
 ἦχος β΄, Σαββάτῳ πρωΐ εἰς τούς Αἴνους.
Δόξα: 
Τό ἕτερον Νεκρώσιμον Ἰδιόμελον· «Ἀρχή μοι καί ὑπόστασις...».
Καί νῦν: 
Τό ὁμόηχον Θεοτοκίον αὐτοῦ· «Πρεσβείαις τῆς τεκούσης σε...».
Μετά τό·«Νῦν ἀπολύεις...» ψάλλεται ὁ Νεκρώσιμος Κανών τοῦ 
πλ. β΄ ἤχου, ζήτει τοῦτον εἰς τήν Παρακλητικήν, τῷ Σαββάτῳ 
πρωΐ ἤ εἰς τό Πεντηκοστάριον, μετά τόν Ἑσπερινόν τοῦ 
Σαββάτου τῆς ζ΄ Ἑβδομάδος· «Ἐν οὐρανίοις θαλάμοις...», ἄνευ 
τῶν Εἱρμῶν, μετά τῶν στίχων: εἰς τό α΄ τροπάριον ἑκάστης ᾨδῆς·
«Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον
 τάς ψυχάς τῶν δούλων σου», εἰς τό β΄ τροπάριον·
«Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται», εἰς τό 
γ΄, Δόξα καί εἰς τό δ΄, Καί νῦν. Εἰς τό τέλος τῆς θ΄
 ᾨδῆς ὁ Εἱρμός αὐτῆς· «Θεόν ἀνθρώποις ἰδεῖν ἀδύνατον...».
Τρισάγιον.
Ἀπολυτίκια: 
1.
 Τό Νεκρώσιμον· «Ὁ βάθει σοφίας...».
 2.
 Δόξα, τό ἀκροτελεύτιον αὐτοῦ· «Ἐν σοί γάρ τήν ἐλπίδα...» καί
 3
.– Καί νῦν, τό Θεοτοκίον· «Σέ καί τεῖχος...».
Ἡ Ἐκτενής καί μετά τήν ἐκφώνησιν· «Ὅτι ἐλεήμων...», 
ψάλλονται τά Τροπάρια·«Μετά πνευμάτων δικαίων...» 
κτλ. καί ἄρχεται τό μνημόσυνον τῶν Κεκοιμημένων ὡς ἑξῆς:
Ὁ Ἱερεύς:
 «Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, 
ἐπάκουσον καί ἐλέησον».
Ὁ Χορός: 
«Κύριε, ἐλέησον» γ΄ (χῦμα).
Ὁ Ἱερεύς: 
«Ἔτι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως 
πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων 
εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, 
ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, 
πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων,
 τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι
 τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα
 ἑκούσιόν τε καί ἀκούσιον».


Ὁ Χορός: 
«Κύριε, ἐλέησον», γ΄ (χῦμα).
Ὁ Ἱερεύς: 
«Ὅπως, Κύριος ὁ Θεός, τάξῃ τάς ψυχάς αὐτῶν ἔνθα οἱ δίκαιοι
 ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν 
καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ
 βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα».
Ὁ Ἱερεύς:
 «Τοῦ Κυρίου δεηθῶμεν.»·
Ὁ Χορός: 
«Κύριε, ἐλέησον», ἅπαξ.
Ὁ Ἱερεύς: 
Τήν εὐχήν: «Ὁ Θεός τῶν πνευμάτων καί πάσης σαρκός, 
ὁ τόν θάνατον καταπατήσας, τόν δέ διάβολον καταργήσας καί 
ζωήν τῷ κόσμῳ σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον 
καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων σου, βασιλέων, 
πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων,
 μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως
 περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων
 χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, 
γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν 
τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, 
ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό
 παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός
 καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, 
ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· σύ γάρ μόνος ἐκτός
 ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τόν αἰῶνα 
καί ὁ λόγος σου ἀλήθεια».

Ὁ Ἱερεύς: 
«Τοῦ Κυρίου δεηθῶμεν».
Ὁ Χορός:
 «Κύριε, ἐλέησον», ἅπαξ.
Ὁ Ἱερεύς: 
«Ὅτι σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν 
κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός
 ἡμῶν καί σοί τήν δόξαν ἀναπέμπομεν σύν τῷ ἀνάρχῳ σου Πατρί...».
Ὁ Χορός: 
«Αἰωνία ἡ μνήμη», ἐκ τρίτου. Εἶτα·
Ὁ Ἱερεύς: 
«Σοφία». «Ὁ ὤν εὐλογητός...», κτλ. καί ἐκφωνεῖ τήν συνήθη Ἀπόλυσιν.
Τῷ Σαββάτῳ πρωΐ: ΜΕΣΟΝΥΚΤΙΚΟΝ
Τοῦ Σαββάτου, ὡς εἴθισται.
Ἀπολυτίκιον, τό Νεκρώσιμον· «Ὁ βάθει σοφίας...».
ΟΡΘΡΟΣ
Ἑξάψαλμος.
Ἀντί τοῦ· «Θεός Κύριος...», εἰς ἦχον πλ. δ΄ τό· «Ἀλληλούϊα» γ΄, 
\τετράκις, δίς ἄνευ στίχων καί δίς, μετά τῶν πρό αὐτῶν στίχων.
Ἀπολυτίκια: 
Τά τοῦ Ἑσπερινοῦ.
Καθίσματα:
 Τά Μαρτυρικά τοῦ β΄ ἤχου· «Ὁ φαιδρύνας τούς ἁγίους σου... 
– Ἀθλοφόροι Κυρίου... – Ἀπόστολοι, Μάρτυρες...», 
μετά τῶν πρό αὐτῶν στίχων εἰς τά δύο τελευταῖα, 
Δόξα, τό Νεκρώσιμον· «Ἡ μνήμη τῶν κεκοιμημένων, Κύριε..»,
 Καί νῦν, τό Θεοτοκίον αὐτοῦ· «Μήτηρ ἁγία...», 
ἅ ζήτει ἅπαντα, εἰς τό τέλος τοῦ Τριῳδίου τῷ Σαββάτῳ πρωΐ, ἦχος β΄.
Εὐλογητάρια: 
Τά Νεκρώσιμα, μεθ’ ἅ ὁ Ἱερεύς ἐξερχόμενος εἰς τά Βημόθυρα
 καί ἱστάμενος πρό τῆς εἰκόνος τοῦ Χριστοῦ, 
ἐκφωνεῖ τό μνημόσυνον τῶν Κεκοιμημένων, 
ὡς ἐσημειώθη, ἐν τῷ Ἑσπερινῷ. 
Ἐν συνεχείᾳ τό ἐν τῷ Τριῳδίῳ Κάθισμα· «Ἀνάπαυσον...».
 Δόξα, τό ἀκροτελεύτιον αὐτοῦ·«Καί πάντα τά ἐν ἀγνοίᾳ...»
. Καί νῦν, τό Θεοτοκίον αὐτοῦ· «Ὁ ἐκ Παρθένου ἀνατείλας...».
Ὁ Ν΄ Ψαλμός: (Χῦμα).
Κανών:
 Ὁ τοῦ Τριῳδίου· «ᾎσμα ἀναπέμψωμεν...»
μετά τῶν Εἱρμῶν αὐτοῦ.
Ἀπό γ΄ ᾨδῆς·
Ὁ Εἱρμός αὐτῆς·
 «Ὁ στερεώσας ἐν τῇ χειρί σου...» καί τό·
Μεσῴδιον Κάθισμα:
 Τοῦ Τριῳδίου· «Ὁ δι’ ἡμᾶς ὑπομείνας...», 
μετά τοῦ Θεοτοκίου αὐτοῦ· «Τήν ταχείαν σου σκέπην...».
Ἀφ’ ς΄ ᾨδῆς·
Ὁ Εἱρμός αὐτῆς· 
«Συνεχόμενον δέξαι με...» καί τά·
Κοντάκιον – Οἶκος: 
Τά Νεκρώσιμα, ὡς ἐν τῷ Τριῳδίῳ.
Συναξάριον: 
Τῆς ἡμέρας καί τό Ὑπόμνημα τοῦ Τριῳδίου.
Εἱρμός η΄ ᾨδῆς: 
«Αἰνοῦμεν, εὐλογοῦμεν... – Τόν ἐν ὄρει, ἁγίῳ...».
Ἡ Τιμιωτέρα.
Εἱρμός θ΄ ᾨδῆς: 
«Τόν προδηλωθέντα ἐν ὄρει...» καί εὐθύς τό· «Ἄξιόν ἐστιν...».
Ἐξαποστειλάρια: 
1.– Τό Νεκρώσιμον· «Ὁ καί νεκρῶν καί ζώντων...».
 2.«Ἀνάπαυσον τούς δούλους σου...» καί 
3.– Τό Θεοτοκίον αὐτοῦ· «Μαρία θεονύμφευτε...».
Αἶνοι:
 Τά 4 Νεκρώσιμα Στιχηρά Προσόμοια· 
«Δεῦτε πρό τέλους... 
– Τί ἀπατᾶται ἄνθρωπος... 
– Ὁ τῇ χειρί σου πλάσας...
 – Χριστός ἀνέστη...».
Δόξα: 
Τό Νεκρώσιμον Ἰδιόμελον αὐτῶν· «Ὡς ἄνθος μαραίνεται...».
Καί νῦν: 
Τό Θεοτοκίον αὐτοῦ· «Χαῖρε, Μαρία Θεοτόκε...».
«Σοί δόξα πρέπει...».
Δοξολογία:
 (Χῦμα).
Πληρωτικά.
Ἀπόστιχα: 
Τά 3 Νεκρώσιμα Στιχηρά Προσόμοια τοῦ Θεοφάνους 
τοῦ β΄ ἤχου·«Ῥύμην, τοῦ θανάτου καί φθοράν... 
– Ἵνα, τούς ἀνθρώπους κοινωνούς... 
 Σῶσαι, τό σόν πλάσμα βουληθείς...», μετά τῶν πρό αὐτῶν
 στίχων εἰς τά δύο τελευταῖα, ἅ ζήτει, εἰς τό τέλος τοῦ Τριῳδίου
 τῷ Σαββάτῳ πρωΐ, ἦχος β΄.
 Δόξα: 
Τό Νεκρώσιμον Ἰδιόμελον· «Ἄλγος τῷ Ἀδάμ...».
Καί νῦν:
 Τό ὁμόηχον Θεοτοκίον αὐτοῦ· «Σύ εἶ ὁ Θεός ἡμῶν...».
«Ἀγαθόν τό ἐξομολογεῖσθαι...».
Τρισάγιον.
Ἀπολυτίκια: 
Τοῦ Ἑσπερινοῦ. 
ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ
«Ὁ βάθει σοφίας...».
Εἴσοδος.
Εἰσοδικόν: 
«Δεῦτε προσκυνήσωμεν... ὁ ἐν ἁγίοις θαυμαστός...».
Μετά τήν Εἴσοδον.
Ἀπολυτίκια:
 1. – Τό Νεκρώσιμον·«Ὁ βάθει σοφίας...» καί 
2. – Τοῦ Ναοῦ.
Κοντάκιον: 
Τό Νεκρώσιμον· «Μετά τῶν ἁγίων...».
Τρισάγιον.
Ἀπόστολος:
 Τῶν Κεκοιμημένων· 
«Οὐ θέλω ὑμᾶς ἀγνοεῖν...» (Α΄ Θεσ. δ΄ 13-17).
Εὐαγγέλιον: 
Τῆς ἡμέρας· Σαββάτου ἑβδομάδος Ἀπόκρεω· 
«Βλέπετε μή πλανηθεῖτε...» (Λουκ. κα΄ 8-9, 25-27, 33-36).
Εἰς τό Ἐξαιρέτως:
 «Ἄξιόν ἐστιν...».
Κοινωνικόν: 
Τῆς ἡμέρας· «Μακάριοι οὕς ἐξελέξω...».
«Εἴδομεν τό φῶς...», κτλ.
Μετά τό· «Εἴη τό ὄνομα Κυρίου...», ψάλλονται τά Νεκρώσιμα 
τροπάρια· «Μετά πνευμάτων δικαίων...», κτλ. καί τελεῖται 
τό μνημόσυνον τῶν Κεκοιμημένων, ὡς ἐν τῷ Ἑσπερινῷ. 
Μετά τό· «Αἰωνία ἡ μνήμη...» ὁ Ἱερεύς· 
«Τοῦ Κυρίου δεηθῶμεν... Εὐλογία Κυρίου καί ἔλεος...» 
καί ἡ συνήθης Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...