Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Κυριακή, 4 Μαρτίου 2012

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΕΡΑΣΙΜΟΥ ΤΟΥ ΕΝ ΙΟΡΔΑΝΗ



Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνῃ.

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου 
τοῦ ἐν τῷ Ἰορδάνῃ.

Ὑπηρέτης θὴρ τῷ Γερασίμῳ γέρας,
Θῆρας παθῶν κτείναντι πρὶν λῆξαι βίου.
Τῇ δὲ τετάρτῃ Γεράσιμος βιότοιο ἀπέπτη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου καὶ Ἰουλιανῆς 
τῆς αὐτοῦ ἀδελφῆς.

Ὁ κείμενος μὲν Παῦλος, ἡ δὲ κειμένη
Ἰουλιανή, σύγγονοι τετμημένοι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἀνωτέρω, Κοδρᾶτος, Ἀκάκιος καὶ Στρατόνικος οἱ ἀπὸ δημίων,
 ξίφει τελειοῦνται.

Τρεῖς ἐκχέαντες αἷμα πολλῶν ὡς ὕδωρ,
Σοφῶν αἷμα, Χριστὲ σοὶ χέουσιν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος Κύπρου, ἐν εἰρήνῃ τελειοῦται.

Ἐλαφος ὥσπερ ἐκ βρόχου ῥυσθεὶς βίου,
Ἄνεισι Γρηγόριος, ἔνθα ζῶν ὕδωρ.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου