Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Σάββατο, 8 Σεπτεμβρίου 2012

ΙΩΑΚΕΙΜ ΚΑΙ Η ΑΝΝΑ ΠΑΝΗΓΥΡΙΖΟΥΣΙ

Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας,
 τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζομεν σήμερον, τὴν ἐκ τῆς ῥίζης 
ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζοντες Παρθένον ἁγνήν.

Ἐξ Ἄννης σήμερον ῥάβδος, φυτὸν θεόσδοτον, ἡ Θεοτόκος ἔφυ, σωτηρία

 ἀνθρώπων· ἐξ ἧς ὁ τῶν ἁπάντων Δημιουργός, γεννηθεὶς ὑπὲρ ἔννοιαν, 
τὴν τοῦ Ἀδὰμ ἐκκαθαίρει ὡς ἀγαθός, πᾶσαν λύμην ἀγαθότητι.

Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, 

τοῦ Δαυΐδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ, Ἰωακείμ, καὶ τῆς Ἄννης 
τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, 
ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ· καὶ ἐξ ἀκάρπου μήτρας,

καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει, θαῦμα φρικτόν! ἡ τροφὸς τῆς 
ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ.

Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε

πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς,
 τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου 
πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου