Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Κυριακή, 14 Οκτωβρίου 2012

ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Ζ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

Tῶν Ἁγίων Πατέρων τῆς Ζ' οἰκουμενικῆς Συνόδου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ μακαρίων Πατέρων,

 τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δεύτερον, 
ἐπὶ τῶν εὐσεβῶν καὶ φιλοχρίστων Βασιλέων, 
Κωνσταντίνου καὶ Εἰρήνης, 
κατὰ τῶν δυσσεβῶς καὶ ἀμαθῶς καὶ ἀπερισκέπτως 
τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰδωλολατρεῖν εἰπόντων, 
καὶ τὰς σεπτὰς καὶ Ἁγίας εἰκόνας καταβαλόντων.

Ὑπέρμαχοι σοὶ τοῖς λόγων ὅπλοις, Λόγε,
Ἐχθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων.

Ταῖς τῶν Ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου