Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Τρίτη, 29 Ιανουαρίου 2013

ΑΝΑΚΟΜΙΔΗ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΓΝΑΤΙΟΥ ΤΟΥ ΘΕΟΦΟΡΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ

Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων

 τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.

Χάρις λέουσιν Ἰγνάτιε παμβόροις,
Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος.
Τῇ ἐνάτῃ ἐπάνοδος Ἰγνατίῳ εἰκάδι τύχθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις 

τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου, Ἀβίββου Ἰουλιανοῦ, Ῥωμανοῦ,
 Ἰακώβου καὶ Παρηγορίου.

Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου,
Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κάραι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σιλουανοῦ Ἐπισκόπου, Λουκᾶ Διακόνου, καὶ Μωκίου Ἀναγνώστου.

Σιλουανὸς Λουκᾶς τε σὺν Μωκίῳ,
Ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς

 ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου,
Ἐπισκόπου Ἐδέσσης.


Δοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος,
Σύνεστι βαστάσασιν ἡμέρας βάρος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀφραάτου.

Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἀφραάτης,
Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεἰς ἄπνους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου