Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Δευτέρα, Μαρτίου 18, 2013

Τυπικόν της 18ης Μαρτίου 2013

Δευτέρα: Α΄ ἑβδομάδος Νηστειῶν. Καθαρά Δευτέρα. 
Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.
 

Ἄρχεται ἡ Ἁγία καί Μεγάλη Τεσσαρακοστή.
  Αἱ καθ’ ἡμέραν Ἀκολουθίαι κατά τήν διάρκειαν τῆς Ἁγίας
 καί Μεγάλης Τεσσαρακοστῆς τελοῦνται συμφώνως πρός τήν 
εἰς τό Τυπικόν τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας ἐκτιθεμένην
 τάξιν, σ. 325 κ.ἑξ. § 18 κ.ἑξ.
ΟΡΘΡΟΣ
 Καταλιμπάνεται τό Μεσονυκτικόν. Ὁ Ἱερεύς λέγει·
 «Εὐλογητός ὁ Θεός...»θυμιῶν σταυροειδῶς τήν Ἁγίαν Τράπεζαν.
 Τρισάγιον· «Ὅτι σοῦ ἐστιν...». «Κύριε, ἐλέησον», ιβ΄· 
«Δόξα τῇ ἁγίᾳ καί ὁμοουσίῳ...», ὁ Ἑξάψαλμος, τά Εἰρηνικά 
καί ἡ ἐκφώνησις· «Ὅτι πρέπει σοι...»
Εὐθύς τό Ἀλληλουϊάριον εἰς τόν ἦχον τῆς ἑβδομάδος
 (α΄ ἑβδομάς Νηστειῶν ἦχος πλ. δ΄) (ἐκ γ΄), τετράκις,
 μετά τῶν πρό αὐτοῦ στίχων, ὡς ἐν τῷ Ὡρολογίῳ. 
Ἀκολούθως ψάλλονται οἱ Τριαδικοί ὕμνοι 
(ὅρα τούτους εἰς τό Ὡρολόγιον ἤ εἰς τό τέλος τοῦ Τριῳδίου)
 τοῦ ἤχου τῆς ἑβδομάδος. Σήμερον καί δι’ ὅλην τήν 
ἑβδομάδα ψάλλονται οἱ τοῦ πλ δ΄ ἤχου· 
«Εἰς Οὐρανόν τάς καρδίας...». Δόξα· 
«Ὁρᾶν σε μή τολμῶντα...»
Καί νῦν· «Κατακαμπτόμενοι τῷ πλήθει...». Εἶτα μικρά Συναπτή 
καί ἐκφώνησις· «Ὅτι σόν τό κράτος...»
Μετά τήν ἐκφώνησιν, τά Κατανυκτικά Καθίσματα 
τῆς α΄ Στιχολογίας τοῦ ἤχου (ὅρα ταῦτα εἰς τό τέλος τοῦ Τριῳδίου), 
ἐξ ὧν τό β΄ μετά τοῦ οἰκείου στίχου καί τό γ΄ Δόξα,
 Καί νῦν, τό Θεοτοκίον ἤ Σταυροθεοτοκίον (Τετάρτῃ καί Παρασκευῇ) 
καί τῆς ἡμέρας τῆς β΄ Στιχολογίας· «Τῆς νηστείας τῇ θείᾳ ἀπαρχῇ...»
. Δόξα, Καί νῦν·«Εὐσπλαγχνίας ὑπάρχουσα πηγή...» καί 
τῆς γ΄ Στιχολογίας· «Τήν πάνσεπτον ἐγκράτειαν...»,
 Δόξα, Καί νῦν· «Τήν ἄμαχον πρεσβείαν σου...»
Ὁ Ν΄ Ψαλμός (χῦμα).«Σῶσον, ὁ Θεός, τόν λαόν σου...», 
«Κύριε, ἐλέησον», ιβ΄ καί ἡ ἐκφώνησις· «Ἐλέει καί οἰκτιρμοῖς...» 
καί εὐθύς ἡ Στιχολογία τῶν ἐννέα ᾨδῶν.
 Οἱ Κανόνες τοῦ Μηναίου καί τοῦ Τριῳδίου ἄνευ στίχων. 
Ἀπό γ΄ ᾨδῆς, ὁ Εἱρμός τῆς α΄ ᾨδῆς τοῦ β΄ Τριῳδίου. 
Αἴτησις καί ἐκφώνησις· «Ὅτι σύ εἶ ὁ Θεός ἡμῶν...» 
καί τό Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετά τοῦ Θεοτοκίου
 (διά τήν Τετάρτην καί Παρασκευήν Σταυροθεοτοκίον). 
Ἀφ’ ς΄ ᾨδῆς, ὁ Εἱρμός τοῦ Μηναίου. Αἴτησις καί ἐκφώνησις· 
«Σύ γάρ εἶ ὁ Βασιλεύς...», τό Μαρτυρικόν τοῦ ἤχου, ζήτει, 
εἰς τό τέλος τοῦ Τριῳδίου. Τό Συναξάριον. 
Ὁ Εἱρμός τῆς η΄ ᾨδῆς τοῦ β΄ Τριῳδίου μετά 
τοῦ·«Αἰνοῦμεν, εὐλογοῦμεν...» καί στιχολογεῖται ἡ· «Τιμιωτέρα...».
 Ὁ Εἱρμός τῆς θ΄ ᾨδῆς τοῦ β΄ Τριῳδίου καί εὐθύς τό· 
«Ἄξιόν ἐστιν...». Αἴτησις καί ἐκφώνησις· «Ὅτι σέ αἰνοῦσι...».
 Τό Φωταγωγικόν τοῦ τυχόντος ἤχου τῆς ἑβδομάδος,· 
διά τήν παροῦσαν ἑβδομάδα· «Φῶς ὑπάρχων, Χριστέ...»
(ἡ συμπλήρωσις τῶν φωταγωγικῶν γίνεται ὡς καί ἡ τῶν 
Τριαδικῶν ὕμνων)· «Σοί δόξα πρέπει...»
Ἡ Δοξολογία (χῦμα).«Πληρώσωμεν τήν ἑωθινήν...», 
κτλ. ὡς συνήθως. Εἰς τά Ἀπόστιχα· τό Στιχηρόν Ἰδιόμελον 
τοῦ Τριῳδίου· «Ἐλήλυθεν ἡ νηστεία...» (ἐπαναλαμβάνεται 
τό αὐτό μετά τοῦ στίχου· «Ἐνεπλήσθημεν τό πρωΐ τοῦ 
ἐλέους σου, Κύριε...»), τό Μαρτυρικόν μετά τοῦ στίχου· 
«Καί ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ...»,
 Δόξα, Καί νῦν, τό Θεοτοκίον· «Σέ τήν τοῦ Θεοῦ Μητέρα...» 
(διά τήν Τετάρτην καί Παρασκευήν τό Σταυροθεοτοκίον). 
«Ἀγαθόν τό ἐξομολογεῖσθαι...». Τρισάγιον. Ἀπολυτίκιον· 
«Ἐν τῷ ναῷ ἑστῶτες...». «Κύριε, ἐλέησον», μ΄. Δόξα,
 Καί νῦν· «Τήν Τιμιωτέραν... Ἐν ὀνόματι Κυρίου...». 
«Ὁ ὤν εὐλογητός... Ἐπουράνιε Βασιλεῦ...» καί εὐθύς·
 «Δεῦτε προσκυνήσωμεν...» καί ἀναγινώσκονται αἱ
 Ὧραι. Εἰς τήν Θ΄ Ὥραν, μετά τό τροπάριον· 
«Βλέπων ὁ λῃστής...», κτλ. τό· «Κύριε, ἐλέησον», μ΄.
 Δόξα, Καί νῦν· «Τήν Τιμιωτέραν... Δι’ εὐχῶν...»,
 τάς γ΄ μεγάλας μετανοίας μετά τῶν εὐχῶν καί εὐθύς οἱ 
Μακαρισμοί. Εἶτα τά τροπάρια· 
«Χορός ὁ ἐπουράνιος...», κτλ. τό· 
«Πιστεύω εἰς ἕνα Θεόν...», «Ἄνες, ἄφες...»,
 «Πάτερ ἡμῶν...», «Ὅτι σοῦ ἐστιν...»
 καί ἀναγιγνώσκονται τά Κοντάκια· «Ἐπί τοῦ ὄρους μετεμορφώθης...»
τῆς ἡμέρας, τοῦ Ἁγίου τοῦ Ναοῦ.
 Τό Μαρτυρικόν τοῦ ἤχου τῆς ἡμέρας τό πρό τοῦ Συναξαρίου 
ἀναγνωσθέν. Δόξα, τό Νεκρώσιμον· «Μετά τῶν ἁγίων...».
 Καί νῦν, Θεοτοκίον· «Προστασία τῶν Χριστιανῶν...»
«Κύριε, ἐλέησον», μ΄, «Ὁ ἐν παντί καιρῶ...»«Κύριε, ἐλέησον» γ΄,
 Δόξα, Καί νῦν· «Τήν Τιμιωτέραν...». «Ὁ Θεός, οἰκτειρήσαι ἡμᾶς...»
τάς τρεῖς μεγάλας μετανοίας, τήν εὐχήν τοῦ Ἁγίου Ἐφραίμ
 καί ἄρχεται ὁ Ἑσπερινός.
ΕΣΠΕΡΙΝΟΣ
Ὁ Προοιμιακός – Ψαλτήριον.
 Τά Εἰρηνικά. Εἰς τό· «Κύριε, ἐκέκραξα...». Τά 3 Στιχηρά Προσόμοια 
τοῦ Τριῳδίου καί τά 3 Στιχηρά Προσόμοια τοῦ Ἁγίου ἐκ τοῦ Μηναίου.
 Δόξα, Καί νῦν, τό συνακολουθοῦν Προσόμοιον Θεοτοκίον 
(Τρίτην καί Πέμπτην τό Σταυροθεοτοκίον καί τήν Παρασκευήν 
τό α΄ Θεοτοκίον τοῦ ἤχου). «Φῶς ἱλαρόν...». «Ἑσπέρας».
 Τά Ἀναγνώσματα μετά τῶν Προκειμένων καί τῶν
 στίχων, ὡς ἐν τῷ Τριῳδίῳ.«Καταξίωσον...». «Πληρώσωμεν τήν 
ἑσπερινήν δέησιν...», κτλ. Εἰς τά Ἀπόστιχα· τό Στιχηρόν 
Ἰδιόμελον τοῦ Τριῳδίου δίς, τό Μαρτυρικόν, μετά τῶν 
στίχων αὐτῶν·«Πρός σέ ᾖρα τούς ὀφθαλμούς μου...» καί· 
«Ἐλέησον ἡμᾶς, Κύριε...». Δόξα, Καί νῦν, τό ὁμόηχον 
Θεοτοκίον. «Νῦν ἀπολύεις...». Τρισάγιον. Τά τροπάρια· 
«Θεοτόκε Παρθένε...», «Βαπτιστά τοῦ Χριστοῦ...», Δόξα· 
«Ἱκετεύσατε ὑπέρ ἡμῶν...», Καί νῦν·«Ὑπό τήν σήν εὐσπλαγχνίαν...».
 «Κύριε, ἐλέησον», μ΄. Δόξα, Καί νῦν· «Τήν Τιμιωτέραν...», 
«Ὁ ὤν εὐλογητός...», τήν εὐχήν· «Ἐπουράνιε Βασιλεῦ...»
τάς τρεῖς μεγάλας μετανοίας, τήν εὐχήν τοῦ Ἁγίου Ἐφραίμ.
 Τρισάγιον. «Ὅτι σοῦ ἐστιν...», «Κύριε, ἐλέησον», ιβ΄ καί τήν εὐχήν· 
«Παναγία Τριάς...», «Εἴη τό ὄνομα Κυρίου...» γ΄, ἀναγινώσκεται 
ὁ 33ος Ψαλμός καί Ἀπόλυσις.
Τῷ ἑσπέρας: ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ
 Τό Μέγα Ἀπόδειπνον ψάλλεται κατά τήν ἐν τῷ Ὡρολογίῳ τάξιν.
 Μετά τό·«Εὐλογητός ὁ Θεός...», «Βασιλεῦ οὐράνιε...», 
Τρισάγιον, κτλ. «Δεῦτε προσκυνήσωμεν...» γ΄ καί ἀρχόμεθα τῆς 
ἀναγνώσεως τῶν Ψαλμῶν ἀπό τοῦ δ΄ Ψαλμοῦ· 
«Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου ὁ Θεός...».
 Μετά τήν Δοξολογίαν ψάλλεται διά τήν σήμερον τμῆμα τοῦ
 Μεγάλου Κανόνος, τό ἐν τῷ Τριῳδίῳ μετά στίχου· 
«Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με». Εἰς τό τέλος τῆς ς΄ 
ᾨδῆς ψάλλεται ἐμμελῶς τό Κοντάκιον· «Ψυχή μου, ψυχή μου...» 
καί εἰς τό τέλος τῆς θ΄ ᾨδῆς ἐπαναλαμβάνεται ἐμμελῶς ὁ 
Εἱρμός αὐτῆς· «Ἀσπόρου συλλήψεως...». Τρισάγιον. Τό Τροπάριον· 
«Κύριε τῶν δυνάμεων...» μετά τῶν στίχων τοῦ 150στοῦ Ψαλμοῦ
 καί ἐν συνεχείᾳ ἡ λοιπή Ἀκολουθία τοῦ Μεγάλου Ἀποδείπνου. 
Μετά τό· «Τήν πᾶσαν ἐλπίδα μου...», τό Εὐαγγέλιον τῆς 
Παννυχίδος τῆς Δευτέρας α΄ Ἑβδομάδος Νηστειῶν· 
«Εἶπεν ὁ Κύριος· βλέπετε μή πλανηθῆτε...» (Λουκ. κα΄ 8-36). 
Εὐθύς·«Εἰρήνη πᾶσι... – Τάς κεφαλάς ἡμῶν... 
– Δέσποτα Πολυέλεε...» καί τήν δέησιν·«Εὐξώμεθα...»
Τό· «Πάντων προστατεύεις...», παρέχεται συγχώρησις καί τό· 
«Δι’ εὐχῶν...».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

Μνήμη των αναιρεθέντων υπό του Ηρώδου αγίων νηπίων: Ο Ιερός Χρυσόστομος για την σφαγή των νηπίων

    Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΣΦΑΓΗ ΤΩΝ ΝΗΠΙΩΝ  [:Ματθ.2,13-23]     « Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποσ...