Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Τετάρτη, 20 Μαρτίου 2013

ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΕΝ ΤΗ ΜΟΝΗ ΤΟΥ ΑΓΙΟΥ ΣΑΒΒΑ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ


Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν τῶν ἐν τῇ Μονῇ
 τοῦ Ἁγίου Σάββα ἀναιρεθέντων.

Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀββάδων

 τῶν ἀναιρεθεντων ὑπὸ τῶν 
Μαύρων ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα τοῦ Ἡγιασμένου.
Διπλοῦς στεφάνους χειρὸς ἐκ τοῦ Κυρίου,
Πόνων χάριν δέχεσθε καὶ τῶν αἱμάτων.
Εἰκάδι Ἀββάδες ἐκ χθονὸς οὐρανὸν ἤλυθον εὐρύν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Νικήτα, 

Ἐπισκόπου Ἀπολλωνιάδος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων γυναικῶν,

 τῶν ἐν Ἀμινσῷ, 
Ἀλεξανδρείας, Κλαυδίας, Εὐφρασίας, Ματρώνης, Ἰουλιανῆς, 
Εὐφημίας,
 καὶ Θεοδοσίας.

Δηλοῖ γυναικῶν τῶν πεπυρπολημένων,
Ἀριθμὸς ἑπτὰ παρθένος τῶν Παρθένων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Ῥοδιανὸς ξίφει τελειοῦται.
Ὁ Ῥοδιανός, ὡς ἐρυθρὸν σοι ῥόδον,
Χριστὲ προσήχθη, τὸ σῶμα βεβαμμένος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀκύλας ὁ Ἔπαρχος ξίφει τελειοῦται.

Ἄμωμον ἱερεῖον ὤφθης Ἀκύλα,
Τμηθεὶς ἀμώμῳ Δεσπότῃ διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Λολλίων πυγμαῖς βαλλόμενος τελειοῦται.
Ὁ Λολλίων ἕστηκε τὰς πυγμὰς φέρων,
Καὶ μὴ στεναγμόν, μηδὲ μυγμὸν ἐκφέρων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐμμανουὴλ ξίφει τελειοῦται.

Ξίφει χεθήτω, κἂν κοτύλη φησὶ μοι,
Ἐμμανουὴλ πέφυκεν αἵματος μία.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου