Σάββατο, Νοεμβρίου 12, 2011

Ὁμιλία εἰς τὴν παραβολὴν τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς. Κυριακὴ Η΄ Λουκᾶ. Ἁγίου Ἰωάννου Χρυσοστόμου

Ἁγίου Ἰωάννου Χρυσοστόμου


Ὁμιλία εἰς τὴν παραβολὴν τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς
Κυριακὴ Η΄ Λουκᾶ.




Ἠκούσαμεν, ἀδελφοί, ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, ὅτι Ἄνθρωπός τις κατέβαινεν ἀπό Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λη­σταῖς περιέπεσεν· οἷ ἐκδύ­σαντες αὐτόν,καὶ πληγὰς ἐπι­θέντες κατέλι­πον ἡμιθανῆ τυ­γχάνοντα. Ἱερεὺς δὲ καὶ Λευ­ΐτης διερχόμενοι διὰ τῆς ὁδοῦ ἐκείνης, καὶ ἰδόντες αὐ­τὸν, ἀντιπαρῆλθον. Σαμαρεί­της δέ τις ἐλθὼν ἐπὶ τὸν τόπον, καὶ ἰδὼν αὐτὸν, ἐσπλαχνίσθη ἐπ’ αὐτόν, καὶ σὺν ἐλαίῳ οἶνον βαλὼν καὶ ἀναμί­ξας ἐπέχεεν αὐτῷ καὶ κατέδησε τὰ τραύ­ματα αὐτοῦ, καὶ ἀναλαβὼν αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον καὶ ἔδωκε τῷ πανδο­χεῖ δὺο δηνά­ρια, εἰπὼν· Ἐπιμελήθητι τοῦ ἀνθρώπου τούτου, καὶ εἴ τι προσδαπανή­σης, ἐγὼ ἐν τῷ ἐπανέρχεθαί με ἀποδώσω σοι. Ἴδωμεν οὖν τὴν τούτων παρα­βολὴν, ἵνα συ­νιέντες καρδίᾳ συνετῇ γνωρ­ίσωμεν τοῦ Θεοῦ τὰ μυστήρια. Ἄνθρω­πος ἐστιν ὁ Ἀδὰμ, Ἰερουσαλὴ δὲ ἡ ἐπου­ράνιος πολιτεία καὶ ἡ φρόνη­σις, Ἱεριχὼ δὲ ὁ κόσμος. Ἐφ’ ὅσον τοίνυν ὁ Ἀδὰμ πρὸ τῆς παρακοῆς εἶχε τὸ ἐπουράνιον φρόνημα, καὶ τὴν ἰσάγγελον πολιτείαν, ἀκώλυτον εἶχε τὴν εἴδοδον ἐν τῇ ἐπουρα­νίῳ πόλει Ἱερουσαλήμ, καὶ τὴν κατοικίαν καὶ διατριβὴν ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ ποι­ούμενος, ὑπ’ οὐδενὸς ἐνικᾶτο, οὐδὲ ἐτραυματίζετο· ὅτε δὲ παρήκου­σε τοῦ Θεοῦ, καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν, ἀλλ’ ἀπηνέχθη τῇ ἀπάτῃ τοῦ ὄφεως, τότε κατέβη εἰς Ἱεριχώ, τοὐτέστιν εἰς τῆν γῆν, καὶ τὰ τῆς γῆς εἰργάζετο· Ἱερουασλὴμ γὰρ ἀνάβασις ἑρμηνεύεται, Ἱερι­χὼ δὲ κατα­κλυσμός. Κατέβη οὖν ὡς ἀπὸ Ἱερουασλὴμ εἰς Ἱεριχώ, οὕτως ἀπὸ τοῦ ἐπουρανίου πολιτεύ­ματος, ἐπὶ τὸ τῆς ἀπάτης τοῦ διαβόλου πολίτευμα. Ὅτε γάρ τις φυλάσσει τὰς ἐντολὰς τοῦ Θεοῦ, τότε ἐν οὐρανοῖς πολι­τεύεται, καθά φησιν ὁ Ἀπόστο­λος · Ἠμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπά­ρχει. Κατέβη ἀπὸ δόξης εἰς ἀδο­ξίαν, ἀπὸ παραδεί­σου τρυφῆς εἰς ἀκανθηφόρον γῆν, ἀπὸ ζωῆς εἰς θάνατον· Ἐν γάρ, φησί, φάγε­σθε ἐκ τοῦ ξύλου, θανάτῳ ἀποθα­νεῖσθε τοὐτέστι, τῇ ἁμαρτίᾳ· θά­να­τος γὰρ ψυχῆς ἁμαρτία τὸ πα­ρακοῦσαι Θεῷ. Κατέβη ἀπὸ δικαι­οσύνης τῆς ἐν τῷ παραδείσῳ, ἀπὸ ἁγιωσύνης τῆς ἐν οὐρανοῖς, καὶ ἦλθεν εἰς Ἱεριχώ, τοὐτέστιν, εἰς τὸ πτῶμα τῆς παρακοῆς, εἰς τὸν θάνατον τῆς ἁμαρτίας. Καὶ ἐμπίπτει εἰς τοὺς ληστάς, τοὐτέστιν, εἰς τὸν διάβολον καὶ τὰς ἀντικεμένας αὐτῷ δυνάμεις. Ὁδὸς δέ ἐστιν ὁ βίος οὗτος, ὅπου περιπατήσας ὁ Ἀδὰμ ἔπεσεν εἰς τοὺς ληστάς, καὶ ἐκδιδύσκουσιν αὐτόν. Καὶ τί αὐτὸν ἐξέδυσαν; Τὴν στολὴν τῆς ὑπακοῆς, τὴν μετ’ ἀγγέλων φιλίαν, τὴν ἀκήρατον δόξαν, τὴν μετὰ Χριστοῦ διατριβήν, τὴν ἐν παραδείσῳ τρυφήν, τὴν ἐπουράνιον ζωήν. Ταύτην αὐτὸν ἐξέδυσαν τὴν στολὴν. Καὶ πληγὰς αὐτῷ ἐπέθηκαν, τοὐτέστι, τὰς ἁμαρτίας, πορνείας, μοιχείας, εἰδωλολατρείας, φαρμακείας, φόνους, φθόνους, ἔρεις, θυμόν, καὶ πᾶσαν τὴν λοιπὴν τῶν κακῶν ἐργασίαν. Ταῦτα γὰρ τὰ ἔργα μαστιγοῦσι τὸν ἄνθρωπον, ταῦτα δυσωδίαν καὶ φθορὰν ἐμποιοῦσι. Καὶ ὅτι ἔστι τοῦτο ἀκριβῶς,, μάθε παρὰ τοῦ Δαυΐδ, πῶς τὰς τοῦ Ἀδάμ πληγὰς εἰς ἑαυτὸν εἰκονογραφῶν, μώλωπας αὐτὰς καλεῖ λέγων· Προσώζεσαι καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προφώπου τῆς ἀφροσύνης μου. Πᾶσα δὲ ἁμαρτία μώλαπα καὶ τραῦμα ἐργάζεται. Ἑτραυματίσθη τοίνυν διὰ τῆς παρακοῆς, ἐπλήγη διὰ τῶν ἀνομιῶν, ὥς φησιν ὁ προφήτης· Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξη­ράνθη ἡ καρδία μου, ὅτι ἐπε­λαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· τοὐτέστιν, τοῦ φυ­λάξαι τὴν ἐντολὴν τοῦ Θεοῦ. Ἡμιθανῆ δὲ, φυσί, τοῦτον κατέ­λιπον, οὐχ ὡς μὴ βουλό­μενοι τοῦτον ἀναιρεῖν, ἀλλ’ ὡς τοῦ Θεοῦ μὴ συγχω­ροῦντος. Οὐ βούλομαι γάρ, φησί, τὸν θάνα­τον τοῦ ἁμαρτω­λοῦ, ὡς τὴν μετάνοιαν. Καὶ ποῦ αὐτὸν καταλείπουσιν; Εἰς τὴν ὁδόν, τοὐτέστιν, εἰς τὸν βίον τοῦτον· ὁδὸς γὰρ λέγεται ὁ αἰὼν οὗτος, ἐπειδὴ πάντες ἄνθρωποι δι’ αὐτοῦ διέρχονται. Καταλα­βὼν δὲ, φησίν, ὁ ἱερεῦς ἐν τῇ ὁδῷ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆ­λθεν. Ἱερέα δὲ λέγει τὸν μακά­ριον Μωϋσῆν καὶ Ἀαρών. Μαρτυ­ρεῖ γὰρ ὁ Δαυΐδ λέγων, Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Οὗτος οὖν ὁ θαυμαστὸς Μωϋσῆς ἔνδοξος γενόμενος, ὁ δεκαπλήγῳ μάστιγι τοὺς Αἰγυπτίους ἐτάσας, ὁ τὴν Ἐρυθρὰν θάλασσαν σχίσας καὶ ἀποξηράνας καὶ διαγὼν τὸν λαὸν δι’ αὐτῆς ὁ τὸ ἐν Μαρρὰ ὕδωρ γλυκάνας, ὁ τῷ Θεῷ διὰ νέφους προσομιλήσας, ὅ πολλὰ θαύματα ἐργασάμενος, ὁδεύων τὴν ὁδὸν τοῦ βίου τούτου, καὶ ἰδὼν τὸν ἄνθρωπον κείμενον τετραυματισμένον, παρῆλθεν αὐτὸν, καὶ οὐκ ἀνέ­στησεν. Ὁμοίως δὲ καὶ Λευΐτης, τοὐτέστι, τὸ προφητικὸν τάγμα. Καὶ γὰρ ἐκεῖνα ὕστερον μετὰ τὸν Μωϋσῆν γενόμενοι, καὶ τὴν αὐτὴν ὁδὸν τοῦ βίου βαδίσα­ντες, εὑρόντες τετραυμα­τισμέον ἄνθρωπον τὸν Ἀδάμ, οὐκ ἀνέ­στησαν. Οὔτε Μωϋσῆς διὰ νό­μου, οὔτε προφῆται διὰ σημεί­ων, οὐδεὶς αὐτὸν ἤγειρε, οὐδεὶς αὐτῷ ζωὴν ἐχαρίσατο, οὐδεὶς αὐτὸν ἐκ θανάτου ἐλυτρώσατο, οὐδεὶς ἔστειλε τῆς ἁμαρτίας τὸ τραῦμα· καὶ γὰρ αὐτοὶ ἐν ἁμα­ρτίας κατείχοντο. Εἰ διὰ σεμνὴν πολιτείαν Θεοῦ φίλοι ἐγένοντο, ἀλλὰ διὰ τὸ ὁμοσά­ρκους εἶναι τῷ Ἀδάμ, καὶ ἀπὸ τῆς ρίζης τῆς νεκρᾶς φέρε­σθαι, οὐκ ἠδύναντο κλάδου ὄντες τὴν ρίζαν ἀνα­σπάσαι ἀπὸ τῆς ἁμα­ρτίας. Σαμαρείτης δὲ τις, φησί, σπου­δαῖος τοῖς ἔργοις, εὔσπλα­χνος τὴν προαίρεσιν, συμπαθὴς περὶ τοὺς ὁμοδούλους, ἐλθὼν ἐπὶ τὸν τόπον, καὶ ἰδὼν αὐτὸν τετραυ­ματισμένον ἐσπλα­χνίσθη καὶ ἐπέθηκεν, ἔλαιον καὶ οἶνον, καὶ κατέδησε τὰ τραύμα­τα αὐ­τοῦ, τοὐτέστι, τούτου τὰς ἀμα­ρτίας. Πρόσωπον καὶ εἰκόνα ἀναλα­μβάνει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς Σαμαρείτου. Ἀλλ’ ἐρεῖ τις τῶν ἀκροατῶν τί; τὸν Κύριον Σαμαρείτην λέγεις; Ναὶ, Σαμαρείτην λέγων αὐτόν, οὐ τῇ φύσει τῆς θεότητος, ἀλλὰ τῇ μιμήσει τῆς εὐσπλαχνίας. Ὥσπερ γὰρ ὁ Σαμαρείτης τῇ μὲν φύσει τοῦ σώματος ὅμοιος τοῖς ἄλλοις ὑπῆρχε, τῇ δὲ προαιρέ­σει τῆς εὐσπλαχνίας οὐχ ὄμοιος, ἀλλὰ κρείττων ἐφάνη· οὕτω καὶ ὁ Κύριος ἄνθρωπος μὲν τῇ θεωρίᾳ τοῦ σώματος ἐφάνη ὅμοιος προφήταις, πατριάρχαις κατὰ τὸν ἐκ Μαρίας ἄνθρωπον, τῇ δυνάμει δὲ τῆς θεότητος μείζων πάντων ἀνεδείχθη· ἴσο τῷ ἀνθρωπίνῳ σχήματι, οὐκ ἴσος τῇ ὑπερκοσμίῳ ξόξῃ.
Ἐκεῖνοι ἀμε­λείᾳ καὶ ἀσπλαχνία χρησάμενοι, ἀνηλεῶς παρῆλθον τὸν τετραυ­μα­τι­­σμέ­νον· ὁ δὲ Σαμαρείτης εὐσπλαχνότερος καὶ εὐσεβέ­στερος καὶ ἐλεήμων ἐφάνη.
Οὕτω καὶ ὁ Χριστὸς, πατρι­αρχῶν καὶ προφητῶν ὑπεριδό­ντων τὸν διὰ παρακοῆς ἐκπεσό­ντα ἄνθρωπον, μόνος οἰκτίρμων καὶ ἐλεήμων ἐφάνη, κατὰ τὸν προφήτην τὸν λέγοντα·
Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος καὶ πάλιν, Ὅτι σὺ, Κύριε, εὔσπλαχνος.
Καὶ ὥσπερ ὁ Σαμαρείτης οὐκ ἦν τοῦ ἔθνους τῶν Ἰουδαίων, ἀλλ’ ἐξ ἄλλης χώρας ὡρμᾶτο, οὕτω καὶ ὁ Χριστὸς οὐκ ἦν ἀπὸ τοῦ κόσμου, ἀλλ’ ἐξ οὐρανοῦ.
Ἦλθεν ἐπὶ τῆς γῆς· Θεὸς ὤν, ἄνθρωπος γέγονε δι’ ἡμᾶς· Δεσπότης ὤν, τὴν τοῦ δούλου μορφὴν ἐνεδύσατο.
Ἐσπλαχνίσθη περὶ ἡμῶν κατῆλθεν ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆς, εἶδε ἄνθρωπον ἐρριμμένον, ἐσκυλεμένον, τετραυματισμένον ἐκ πορνείας, εἰδωλολατρείας, μοιχείας, φόνοις· εἶδε, καὶ ἐσπλαχνίσθη ἐπὶ τὸ ἴδιον πλάσμα, καὶ ἐπέβαλεν οἶνον σὺν ἐλαίῳ· τοὐ­τέ­στι, καὶ μίξας ἀμφοτέρα ἐποί­ησεν βροχήν, καὶ ἐπέθηκε τῷ ἀνθρώπῳ.
Τί ἐστι, μίξας οἶνον σὺν ἐλαίω; Τοὐτέστιν, μίξας τὴν θεότητα μετὰ τὴς ἀνθρωπό­τη­τος, μίξας τὴν εὐσπλαχνίαν μετὰ τῆς σωτηρίας, ἔσωσε τὸν ἄνθρωπον. Μίξας οἶνον σὺν ἐλαίῳ, τοὐτέστι, μίξας, Πνεῦμα ἅγιον τῷ αἵματι αὐτοῦ, ἐζωοποίησε τὸν ἄνθρω­πον, Τοῦ γὰρ αἵματος τοῦ Κυρίου στάξαντος ἀπὸ τῆς πλευ­ρᾶς ἐπὶ τὴν γῆν, ἀπέπλυνεν ἡμῶν τὸ χειρόγραφον ἀπὸ τῶν ἁμα­ρτι­ῶν.
Τὶ δὲ ἐστι, Κατέδησε τὰ τραύματα αὐτοῦ; Τοὐτέστιν, ἔδησε τὸν διάβολον, καὶ ἔλυσε τὸν ἄνθρωπον· ἔδησε τὸ σκάφος, καὶ ἐζωοποίησε τὸ ναυαρχῆσαν πλοῖον· κατέδησε καὶ ἐδούλωσε τὰς δυνάμεις τοῦ πονηροῦ, καὶ ἠλευθέρωσε τὸν ἄνθρωπον. Εἰ δὲ θέλεις καὶ ἑτέρως νοεῖν, ἀκουε. Μίξας οἶνον σὺν ἐλαίῳ· ἔλαιον ἐπάγει τὸν παρακλητικὸν λόγον, οἶνον δὲ τὸν στυπτικὸν καταδευόμενος, τὴν διδασκαλί­αν τὴν συνάγουσιν τὴν διεσκο­ρπι­σμένην διάνοιαν, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου·
Ἔλεγξον, ἐπτίμησον παρακάλεσον. Ἔθηκε δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος· τοὐτέστι, λαβὼν ὁ Χριστὸς τὴν σάρκα ἐπὶ τοὺς ἰδίους ὤμους τῆς θεότητος, ἀνήνεγκε τῷ Πατρὶ εἰς οὐρανούς. Οὐ γὰρ χρυσὸν, ἤ ἄργυρον, ἤ λίθους τιμίους ἀνήνεγκεν, ἀλλὰ τὸν κατ’ εἰκόνα ἄνθρωπον ἀνήνεγκεν ἀπὸ τῆς εἰς οὐρανούς, εἰς τὸ μέγα θαυμα­στὸν εὐρύχωρων πανδοχεῖον, εἰς ταύτην τὴν καθολικὴν Ἐκκλησί­αν.
Καὶ παρέδωκε τῷ πανδοχεῖ τῷ μακαρίῳ Παύλῳ τῷ στύλῳ τῶν Χριστιανῶν τῷ γνησίῳ πανδοχεῖ, δοὺς αὐτῷ δύο δηνάρια, διὰ δὲ Παύλου τοῖς καθ’ ἑκάστην Ἐκκλησίαν ἀριχερεῦσι καὶ διδασκάλους καὶ λειτουργοῖς· δύο δηνάρια, Παλαιά τε καὶ Καινὴν Διαθή­κην, εἰπών· Ἐπιμελήθητι τοῦ ἀνθρώπου τούτου, καὶ εἴ τι δ’ ἄν προσδαπανήσῃς ἐγὼ ἐλθὼν ἀποδώσω σοι.
Ὅ δὲ λέγει, τοῦτό ἐστιν· Ἐπιμέλησαι, φησὶ, τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν ὅν σοι παρέδωκα ἐν τῇ Ἐκκλησίᾳ.
Ἐπειδὴ ἀσθενοῦσιν οἱ ἄνθρωποι τετραυματισμένοι ὑπὸ τῶν ἁμαρτιῶν, θεράπευσον αὐτούς, ἐπιτιθεὶς αὐτοῖς λίθον ἐμπλά­στρου, τὰ προφητικὰ ρήματα καὶ τὰ εὐαγγελικὰ διδάγματα, ὑγιαίνων αὐτοὺς διὰ τῶν τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης νουθεσιῶν καὶ παρακλήσεων, πείθων αὐτοὺς ἀποστῆναι τῆς ἁμαρτίας, καὶ καταλεῖψαι τὴν τοῦ διαβόλου πλάνην.
Ἐὰν δὲ καὶ οὕτως ἀδιόρθωτοι μείνωσι, πεῖσον αὐτοὺς ἀπὸ τῶν σῶν κατορθωμάτων, κάμψον αὐτοὺς διὰ τῶν αὐστηρῶν σου λόγων· τύπος αὐτῶν γενοῦ, καὶ ὑπο­γραμ­μὸς ἀγαθός, ἐν λόγῳ, ἐν ἔργῳ , ἐν ἀναστροφῇ, ἐν πίστει, ἐν ἀγάπῃ, ἐν σεμνότητι, ἵνα τῷ σῷ τύπῳ ἐξακολουθήσῳσι, καὶ μιμηταί σου γίνωνται τῆς ἀγα­θῆς πολιτείας.
Καὶ τοῦτον ἄν ποιήσῃς καὶ ἰδίαν τινὰ προσθήκην λόγων ἤ ἔργων παράσχης, εἴ τι ἄν προσδαπανήσῃς, ἐγὼ ἐπανελθὼν ἀποδόσω σοι· τοὐτέστιν, ἐν τῇ δευτέρᾳ μου παρουσίᾳ τῆς ἀνταποδόσεως ἄξιον τῶν καμάτων σου ἀποδόσω σοι τὸν μισθόν.
Διὰ τοῦτο Παῦλος θαρρῶν ταῖς ὑποσχέσεσι ταύταις λέγει· Ἐγὼ δὲ ἥδιστα ὑπὲρ Χριστοῦ δαπανήσω, καὶ ἐκδαπανήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν τὴν εἰς τὰ ἔθνη λέγων διδασκαλίαν καὶ τὴν διακονίαν τοῦ λόγου.
Αὐτὸς γάρ ἐστιν ὁ τὰς Ἐκκλησίας τοῦ Θεοῦ ἐποικοδομῶν καὶ στηρίζων, καὶ πάντας ἀνθρώπους θεραπεύων διὰ τῶν πνευματικῶν νουθεσιῶν, ἑκάστῳ τὰ πρόσφορα νέμων, ὁδηγεῖ τὰς ψυχὰς ἡμῶν εἰς ζωὴν αἰώνιον.
Τοῖς πᾶσι γάρ, φησί, γέγοναι τὰ πάντα, ἵνα τοῦς πάντας σώσω.
Οὗτός ἐστιν ὁ καλὸς τῆς Ἐκκλη­σίας πανδοχεύων, πάντας δέχεται καὶ πάντας ἐπιμελεῖται· οὐ πόρνον ἀπωθεῖται, οὐκ εἰδωλαλάτρην βδελύσσεται, οὐχ ἔτερον τινα ἀσεβῆ καὶ ἀκάθαρτον ἀποδιώκει, ἀλλὰ τοὺς πάντας δέχεται.
Καθάπερ ἰατρὸς ἀποπλύνει τὰ τραύματα, καὶ διὰ λουτροῦ τῆς ἀναγεννήσεως ἀποσμήχει καὶ καθαίρει, καὶ προσφέρει τὰ στυπτικὰ ρήματα, ὥσπερ οἶνον πρὸς τὸ μὴ ἄγεσθαι ταῖς κατὰ ἄγνοιαν πραχθείσαις ἁμαρτίαις ἤτοι κακίας.
Καὶ πάλιν θεραπεύει διὰ παρακλήσεως, δίκην ἐλαίου ἀλείφων τὰς ψυχὰς ἡμῶν· λέγει γὰρ οὗτος· Παρακαλοῦμεν δὲ ὑμᾶς ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν.
Ὅσοι τοίνυν τῶν τοῦ Παύλου ρημάτων μαθηταὶ τυγχάνετε, τὰς ἐντολὰς τοῦ Χριστοῦ φυλάξωμεν· ἵνα μὴ τῆς ἐπουρανίου Ἱερουσαλήμ ἐκπέσωμεν καὶ πόλεως Θεοῦ ζῶντος.
Γένοιτο δὲ θεραπευθέντας ἡμᾶς καὶ ψυχῆς καὶ σώματος τραύματα, ἐν ὑγείᾳ καὶ τελειότητι πίστεως παραστῆναι τῷ Χριστῷ σώους καὶ ἀνεκλύτους, μὴ λειπομένους ἐν παντὶ ἔργῳ ἀγαθῶ, καὶ ἀπολαῦσαι τῆς ἐν οὐρανοῖς ἀγαθῆς ἐπαγγελίας χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, σὺν τῶ Παναγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.






Ἀκούσαμε, ἀδελφοί μου, στό Εὐαγγέλιο τόν Κύριό μας Ἰησοῦ Χριστὸ νὰ μᾶς λέη: «Κατέβαινε κάποιος ἀπό τὴν Ἱερουσαλήμ στήν Ἱεριχὼ κι ἔπεσε στά χέρια ληστῶν. Τοῦ πῆραν τὰ ροῦχα,τὸν ἐχτυπη­σαν καὶ τὸν πα­ράτησαν μισοπεθα­μένο. Ἕνας ἱερεὺς κι ἔνας Λευΐτης περνώντας ἀπὸ κεῖ τὸν εἶδαν ἀλλὰ συνέχισαν τὸ δρόμο τους. Ἕνας Σαμαρείτης ὅμως ποὺ ἦθρε στὸ μέρος αὐτὸ τὸν εἶδε καὶ τὸν λυπήθηκε. Ἀνακάτεψε λοιπὸν κρασὶ καὶ λάδι κι ἔβαλε στὶς πληγὲς, τὶς ἔδεσε κι’ ἀφοῦ τὸν ἔβαλε πάνω στὸ ζῶο του, τὸν ἔφερε στὸ πανδοχεῖο. Ἔδωσε στὸν πανδοχέα δυὸ δηνάρια καὶ τοῦ εἶπε. Περιποιήσου τὸν ἄνθρω­πο κι ἄν ξοδέψης περισ­σότερα, στὴν ἐπιστροφή θὰ σοῦ τὰ δώ­σω ἐγώ». Ἄς δοῦμε λοι­πὸν τὸ νόημα τῆς παραβολῆς καὶ μὲ γνωστικὴ ψυχὴ κατα­νοῶντας το, ἄς γνωρίσωμε τὰ μυστήρια τοῦ Θεοῦ. Ἄνθρωπος εἶναι ὁ Ἀδάμ, Ἱερουσαλήμ ἡ πολιτεία τῶν οὐρανῶν καὶ ἡ σύνεση, Ἰεριχῶ ὁ κόσμος. Ὅσο λοιπόν ὁ Ἀδάμ, πρὶν ἀπὸ τὴν παρακοή, εἶχε φρόνημα τῶν οὐρανῶν καὶ ἀγγελικὴ ζωή, εἶχε ἀνεμπόδιστη εἴσοδο στὴν ἐπουράνια πόλη Ἱερουασαλήμ. Κατοικῶντας, ζῶντας μέσα στὶς ἐντολὲς τοῦ Θεοῦ τίποτα δὲν τὸν νικοῦσε οὔτε τὸν τραυμάτιζε. Ὅταν ὅμως παράκουσε στὸ Θεὸ καὶ δὲν φύλαξε τὶς ἐντολὲς του, ἀλλὰ παρασύρθηκε ἀπὸ τό φίδι, τότε κατέβηκε στὴν Ἱερι­χὼ δηλαδή στὴ γῆ, κι’ ἀσχολή­θηκε μὲ τὰ ἔργα τῆς γῆς. Γιατὶ Ἱερουσαλήμ σημαίνει ἀνάβαση, ἐνῶ Ἱεριχὼ κατακλυσμός. Κα­τέ­βηκε λοιπόν ἀπό τὴν Ἰερου­σαλήμ στὴν Ἱεριχὼ, ἀπό τὴ ζωὴ δηλαδὴ τῶν οὐρανῶν στὴ ζωὴ ὅπου ἐπικρατεῖ ἡ ἀπάτη τοῦ διαβόλου. Ὅταν κάποιος τηρῆ τὶς ἐντολὲς τοῦ Θεοῦ, τότε ζῆ στοὺς οὐρανοὺς, ὅπως λέει ὁ Ἀπόστολος· Ἡ δική μας πολι­τεία εἶναι στὸν οὐρανό. Κατέ­βηκε ἀπὸ τή δόξα στὴν ἀδοξία, ἀπὸ τὸν παράδεισο τῆς ἀπο­λαύ­σεως στὴ γῆ μὲ τ’ ἀγκάθια, ἀπὸ τὴ ζωῆ στό θάνα­το. Ὅταν φᾶτ­ε, λέει, ἀπὸ τὸ δένδρο, θὰ σᾶς κυριαρχήση ὁ θάνατος, δη­λα­δὴ ἡ ἁμαρτία. Γιατὶ ἡ ἁμα­ρτία, ἡ παρακοῆ στὸ θέλημα τοῦ Θεοῦ εἶναι θάνατος ψυχῆς. Κατέβηκε ἀπὸ τὴ δικαιοσύνη τοῦ Παραδείσου, ἀπὸ τὴν ἁγιωσύνη τοῦ οὐρανοῦ καὶ ἦρθε στὴν Ἱεριχὼ δηλαδὴ στὸ βάραθρο τῆς παρακοῆς, στὸ θάνατο τῆς ἁμαρτίας. Καὶ πέφτει στὰ χέρια τῶν ληστῶν, παναπῆ τοῦ διαβόλου καὶ τῶν δυνάμεών του. Δρόμος, εἶναι ἡ ζωὴ αὐτὴ ὅπου βάδισε ὁ Ἀδάμ κι’ ἔπεσε στὰ χέρια τῶν ληστῶν καὶ τὸν ἀπογύμνωσαν. Καὶ ποιὰ στολὴ τοῦ ἔβγαλαν; Τὴ στολὴ τῆς ὑπακοῆς, τὴ φιλία μὲ τοὺς ἀγγέλους, τὴν ἀθάνατη δόξα, τὴ συναναστροφὴ μὲ τὸ Χριστὸ, τὴν παραδεισένια χαρά, τὴν οὐράνια ζωή. Αὐτὴ τὴ στολὴ τοῦ ἔβγαλαν. Καὶ τοῦ προξένησαν πληγές, δηλαδή ἁμαρτίες, πορνεῖες, μοιχεῖες, εἰδωλολατρεῖες, φαρμακώματα, δολοφο­νίες,φιλονικίες, θυμὸ κι ὅλη τὴν ὑπόλοιπη σειρὰ τῶν κακῶν. Αὐτὰ τὰ ἔργα πληγώνουν τὸν ἄνθρωπο, αὐτὰ προξενοῦν τὴ δυσωδία καὶ τὴ φθορά. Κι ὅτι εἶναι ἀκριβῶς αὐτό, κατανοῆστε το ἀπὸ τὸ Δαβίδ, πῶς ἀπεικονίζοντας στὸν ἑαυτό του τὶς πληγὲς τοῦ Ἀδάμ τὶς ἀποκαλεῖ μώλωπες καὶ λέει ὀρθά· Ἐβρώμησαν καὶ σάπισαν τὰ χτυπήματά του ἐξ αἰτίας τῆς ἀπιστίας μου. Κάθε ἁμαρτία προκαλεῖ μώλωπα καὶ τραῦμα. Λαβώθηκε λοιπὸν ἀπὸ τὴν παρακοή, χτυπήθηκε γιὰ τὶς ἀνομίες, ὅπως λέει ὁ προφήτης· Χτυπήθηκα σὰν τὸ χόρτο καὶ ἡ καρδιά μου ξηράθηκε, γιατὶ λησμόνησα νὰ φάω τὸ ψωμί μου· νὰ φυλάξω δηλαδὴ τὴν ἐντολὴ τοῦ Θεοῦ. Τὸν ἄφησαν, λέει, μισοπεθαμένο, ὄχι γιατὶ δἐν ἤθελαν νὰ τὸν σκοτώσουν, ἀλλὰ δὲν ἄφησε ὁ Θεός. Δὲ θέλω, λέγει, τὸ θάνατο τοῦ ἁμαρτωλοῦ, ὅσο τὴ μετάνοιά του. Καὶ ποῦ τὸν ἀφήνουν; Στὸ δρόμο, δηλαδὴ στὴ ζωὴ αὐτή· δρόμος λέγεται τούτη ἡ ζωή, ἐπειδὴ ὅλοι οἱ ἄνθρωποι πενροῦν ἀπ’αὐτή. Κι ὅταν ἔφτασε στὸ δρόμο ὁ ἱερεύς καὶ τὸν εἶδε, τὸν προσπέρασε. Ἱερέα ὀνομάζει τό μακάριο Μωϋσῆ καὶ Ἀαρών. Σ’ αὐτὸ μαρτυρεῖ κι ὁ Δαβὶδ λέγοντος ὅτι ὁ Μωϋσῆς κι ὁ Ἀαρὼν εἶναι ἀπὸ τοὺς ἱερεῖς του κι ὁ Σαμουήλ ἀπ’ αὐτοὺς ποὺ ἐπικαλοῦνται τ’ ὄνομά του. Εἶναι τοῦτος λοιπὸν ὁ ἀξιοθαύ­μαστος Μωϋσῆς ποὺ δοξάστηκε, ποὺ μὲ τὴ δεκαπλῆ μάστιγά του χτύπησε τοὺς Αἰγυπτίους· αὐτὸς ποὺ ἔσχισε καὶ ξέρανε τὴν Ἐρυθ­ρὰ καὶ πέρασε ἀπ’ αὐτή τὸ λαό, αὐτὸς ποὺ γλύκανε τὸ νερὸ στὸ Μαρρᾶ καὶ πίσω ἀπὸ τὸ σύννε­φο μίλησε μὲ τὸ Θεό· αὐτὸς ποὺ ἔκαμε πολλὰ ἀξιοθαύμαστα· αὐτὸς βαδίζοντας τὸ δρόμο τῆς ζωῆς καὶ ἀφοῦ εἶδε τὸν ἄνθρωπο πληγωμένο στὴ γῆ, τὸν προσπέρασε, χωρὶς νὰ τὸν σηκώση. Ὅμοια κι ὁ Λευΐτης, ἡ τάξη τῶν προφητῶν. Γιατὶ αὐτοί, ποὺ ἦρθαν ὕστερα ἀπὸ τὸ Μωϋσῆ, ἀφοῦ ἐβάδισαν τὸν ἴδιο δρόμο καὶ συνάντησαν πληγωμένο τὸν ἄνθρωπο, δὲν τὸν ἐσήκωσαν. Οὔτε ὁ Μωϋσῆς μὲ τὰ θαύματά του, οὔτε οἱ προφῆτες μὲ τὰ σημεῖα τους, κανένας δὲν τὸν ἐλύτρωσε ἀπὸ τὸ θάνατο, κανένας δὲν ἔκλεισε τὸ τραῦμα τῆς ἁμαρτίας. Γιατὶ οἱ ἴδιοι ἦσαν τῆς ἁμα­ρτίας δεσμῶτες. Μ’ ὅλο ποὺ μὲ τὴ σεμνὴ ζωή τους ἔγιναν φίλοι τοῦ Θεοῦ, ἐπειδὴ ἦσαν ὁμόσα­ρκοι μὲ τὸν Ἀδὰμ καὶ προέρχονταν ἀπὸ τὴν νεκρὴ ρίζα, δὲν μποροῦσαν, κλαδιὰ αὐτοὶ, νὰ ἀποσπάσουν τὴ ρίζα τῆς ἁμαρτίας. Κάποιος ὅμως Σαμαρείτης μὲ ἔργα ὄχι τυχαῖα, προαίρεση σπλαχνική, φίλος τῶν ὁμοδούλων του, ὅταν ἤρθε στὸ μέρος αὐτὸ καὶ τὸν εἶδε πληγωμένο, τὸν λυπήθηκε, τοῦ ἔβαλε λάδι καὶ κρασὶ καὶ ἔδεσε τὶς πληγὲς τους, τὶς ἁμαρτίες του. Τό πρόσωπο καὶ τὴ μορφὴ τοῦ Σαμαρείτη παίρνει ὁ Κύριός μας Ἰησοῦς Χριστός. Ἀλλὰ θὰ πῆ κάποιος ἀπὸ τοὺς ἀκροατάς· Γιατί ἀποκαλεῖς τὸν Κύριο Σαμαρείτη; Ναί, Σαμαρείτη τόν λέγω ὄχι γιὰ τὴ φύση τῆς θεότητός του ἀλλὰ γιὰ τὸ σπλαχνικό τρόπο του. Ὁ Σαμαρείτης μὲ τὴν φύση τοῦ σώματός τους ἦταν ὅμοιος μὲ τοὺς ἄλλους, κατὰ τὴ σπλαχνικὴ προαίρεσή του ὅμως δὲν ἤσαν ὅμοιος· φάνηκε ἀνώτερός τους. Ἔτσι κι ὁ Κύριος παρουσιάστη­κε σὰν ἄνθρωπος μὲ τὴ σωματι­κή του μορφή, ὅμοιος μὲ τοῦς προφῆτες καὶ τοὺς πατριάρχες κατὰ τὴν ἀνθρωπίνη φύση ποὺ ἔλαβε ἀπὸ τὴ Μαρία. Μὲ τὴ δύναμη τῆς θεότητός του ὅμως στάθηκε ἀπ’ ὅλους ἀνώτερος. Ἴσος μ’ αὐτοὺς στὸ ἀνθρώπινο σχῆμα, ὄχι ἴσος στὴν ὑπερκόσμια δόξα. Ἐκεῖνοι ἀπὸ ἀδιαφορία καὶ σκληρότητα προσπέρασαν ἄσπλαχνα τὸν πληγωμένο. Ὁ Σαμαρείτης ὅμως φάνηκε πιὸ σπλαχνικὸς καὶ πιὸ εὐσεβὴς καὶ ἐλεητικός. Ὅμοια κι ὁ Χριστός. Οἱ πατριάρχες κι οἱ προφῆτες ἀδιαφόρησαν γιὰ τὸν ἄνθρωπο, ποὺ ξέπεσε μὲ τὴν παρακοή του. Ἐκεῖνος μόνο ἀποδείχθηκε σπλαχνικὸς κι ἐλεητικός, κατὰ τὸ λόγο τοῦ προφήτη· Σπλαχνικὸς καὶ ἐλεητικὸς εἶναι ὁ Κύριος, μακρόθυμος καὶ πολυέλαιος· καὶ πάλι· Γιατὶ σύ, Κύριε, εἶσαι σπλαχνικός. Κι ὅπως ὁ Σαμαρείτης δὲν ἦταν ἀπὸ τὸ Ἰσραηλιτικὸ ἔθνος ἀλλὰ προερχόταν ἀπὸ ἄλλη χώρα, ἔτσι κι ὁ Χριστὸς δὲν ἦταν ἀπὸ τὴ γῆ ἀλλὰ ἀπὸ τὸν οὐρανό. Ἦθε στὴ γῆ· ἦταν Θεὸς κι ἔγινε ἄνθρωπος γιὰ χάρη μας Ἦταν Κύριος καὶ ντύθηκε τὴ μορφὴ τοῦ δούλου. Ἔνιωσε συμπάθεια γιὰ μᾶς ἀπὸ τὸν οὐρανὸ κατέβηκε στὴ γῆ, εἶδε τὸν ἄνθρωπο ριγμένο, ληστευμένο, λαβωμένο ἀπὸ τὶς πορνεῖες, τὶς εἰδωλολατρεῖες, τὶς μοιχεῖες, τοὺς φόνους· εἶδε καὶ σπλαχνίσθηκε τὸ πλάσμα του καὶ τοῦ ἔβαλε κρασὶ καὶ λάδι, ἀφοῦ δηλαδὴ ἀνάμειξε τὰ δύο ἔκαμε ἀλοιφὴ καὶ τὰ ἔβαλε στὸν ἄνθρωπο. Τὶ σημαίνει ἀφοῦ ἀνέμειξε κρασὶ καὶ λάδι; Ἀφοῦ συνδύασε τὴ θεία φύση μὲ τὴν ἀνθρώπινη, ἀφοῦ συνταίριασε τὴν εὐσπλαχνία μὲ τὴ σωτηρία ἔσωσε τὸν ἄνθρωπο. Ἀφοῦ ἐνέμειξε κρασὶ καὶ λάδι, ἀφοῦ ἕνωσε τὸ ἅγιο Πνεῦμα μὲ τὸ αἷμα του, ἔδωσε στὸν ἄνθρωπο ζωή. Γιατὶ μόλις ἔσταξε τὸ αἷμα τοῦ Κυρίου μας ἀπὸ τὴν πλευρὰ του ξεπλύθηκαν ἀπὸ τὸ χαρτὶ οἱ ἁμαρτίες μας. Τί σημαίνει τώρα· Ἔδεσε τὶς πληγὲς του; Τοῦτο· ἔδεσε τὸ διάβολο κι ἐλευθέρωσε τὸν ἄνθρωπο. Ἔδεσε τὸ σκάφος κι ἐζωοποίησε τοῦς ναυαγούς, ἐδέσμευσε καὶ ὑπόταξε τὶς δυνάμεις τοῦ πονηροῦ. Κι ἐλευθέρωσε τὸν ἄνθρωπο. Ἄν θέλης νὰ τὸ σκεφτῆς καὶ διαφο­ρετικά, ἄκου. Σὰ λάδι προσκο­μίζει τὸ λόγο τῆς παρακλήσεως, καὶ προσθέτει σὰν στυπτικό κρασὶ τὴ διδασκαλία, ποὺ μαζεύει τὴ σκορπισμένη σκέψη, κατὰ τὸ λόγο τοῦ Ἀποστόλου· Ἔλεγξε, ἐπιτήμησε, πρακάλεσε. Καὶ τὸν ἀνέβασε στὸ ἴδιο του τὸ ζῶο, πῆρε δηλαδὴ ὁ Χριστὸς τὴ σάρκα πάνω στοὺς ὤμους τῆς θεότητός του καὶ τὴν ἀνέβασε ἀπὸ τὴ γῆ στὸν οὐρανό, οὔτε χρυσό, ἤ ἄργυρο, ἤ πολύτιμους λίθους ἀνέβασε ἀλλά τόν κατ’ εἰκόνα ἄνθρωπο ἀνέβασε ἀπό τους οὐρανούς, στὸ μεγάλο καὶ θαυμαστὸ καὶ ἁπλόχωρο πανδοχεῖο, σ’ αὐτὴν τὴν καθολικὴ Ἐκκλησία.
Καὶ τὴν παράδωσε στὸν πανδο­χέα, στὸ μακάριο Παῦλο, στὸ στῦλο τῶν Χριστιανῶν, τὸ γνήσιο πανδοχέα, διδοντάς του δυὸ δηνάρια καὶ διὰ μέσου τοῦ Παύλου σὲ κάθε μιᾶς Ἐκκλησίας τοῦς ἀρχιερεῖς καὶ τοὺς δασκά­λους καὶ τοὺς λειτουργούς. Δυὸ δηνάρια, τὴν Παλαιὰ καὶ τὴν Καινὴ Διαθήκη, λέγοντας· περι­ποιήσου τοῦτον τὸν ἄνθρω­πο, κι ἄν ξοδέψης κάτι ἀκόμα, ἐγὼ θἀ ἐπιστρέψω καὶ θὰ σοῦ τὸ δώσω. Ἐννοεῖ τοῦτο· Φρόντισε γιὰ τὸ λαὸ ποὺ προέρχεται ἀπὸ τὰ ἔθνη καὶ τὸν ἐμπιστεύτηκα σὲ σένα μέσα στὴν Ἐκκλησία. Ἐπειδὴ εἶναι ἄρρωστοι οἱ ἄνθρωποι, τραυματισμένοι ἀπὸ τῆς ἁμαρτί­ες, θεράπευσέ τους, θέτοντας ἐπάνω σὰν σιναπισμὸ τοὺς προφητικοὺς λόγους καὶ τὰ εὐαγγελικὰ διδάγματα ἀποκαθι­στῶντας τὴν ὑγεία τους μὲ τὶς νουθεσίες καὶ τὶς παρακλήσεις τῆς Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης καὶ πειθοντάς τους νὰ στέκονται μακρυὰ ἀπὸ τὴν ἁμα­ρτία καὶ νὰ ἀφήσουν τὴν πλάνη τῆς ἁμαρτίας. Ἄν ὅμως κι ἔτσι μείνουν ἀδιόρθωτοι, λύγισέ τους μὲ τοὺς αὐστηροὺς λόγους σου. Γίνε τὸ πρότυπο καὶ τὸ παρά­δειγμά τους, μὲ τοὺς λόγους, μὲ τὰ ἔργα σου, τὴ συμπεριφορὰ, τὴν πίστη, τὴν ἀγάπη, τὴ σεμνότητα, γιὰ νὰ ἀκολουθήσουν τὰ ἴχνη σου καὶ νὰ μιμηθοῦν τὴν ἐνάρετη ζωή σου. Κι ἄν κάμης τοῦτο, ἄν ἀπὸ λόγου σου κάμης κάποια προσθήκη λόγων ἤ ἔργων, ἄν δαπανήσης κάτι ἀκόμα, θὰ σοῦ τὸ δώσω στὴ ἐπιστροφὴ δηλαδὴ στὴ δευτέρα παρουσία μου, τὴν ἀνταποδοτική· θὰ σοῦ δώσω μισθὸ τῶν κόπων σου ἄξιο. Γι’ αὐτὸ κι ὁ Παῦλος μὲ τὸ θάρρος τῶν ὑποσχέσων αὐτῶν λέει· Μὲ πολλὴ χαρὰ θὰ ξοδέψω γιὰ χάρη τοῦ Χριστοῦ καὶ θὰ ἀναλωθῶ γιὰ τὶς ψυχὲς σας, ἐννοῶντας τὴ διδασκαλία του πρὸς τοὺς ἐθνι­κοὺς καὶ τὴν κηρυκτική του διακονία. Γιατὶ αὐτὸ εἶναι ποὺ οἰκοδομεῖ καὶ στηρίζει τὶς Ἐκκλησίες τοῦ Θεοῦ καὶ μὲ τὶς πνευματικὲς ὑποδείξεις του θεραπεύει ὅλους τοὺς ἀνθρώπους καὶ μοιράζοντας τὸ ὠφέλιμο στὸν καθένα, ὁδηγεῖ τὶς ψυχὲς στὴν αἰώνια ζωή. Στοὺς πάντες ἔγινα, λέει, τὰ πάντα, γιὰ νὰ σώσω τοὺς πάντες. Αὐτὸς εἶναι τῆς Ἐκκλησίας ὁ καλὸς πανδοχέας, ὅλους τοὺς δέχεται κι ὅλους τοὺς φροντίζει· δὲν ἀπομακρύνει τὸν πόρνο, δὲν ἀπεχθάνεται τὸν εἰδωλολάτρη, κανένα ἄλλον ἀσεβῆ κι ἀκάθαρτο δὲν ἀποδιώχνει, τοὺς δέχεται ὅλους. Σὰν γιατρὸς πλύνει τὶς πληγές, τὶς καθαρίζει καὶ τὶς σφογγίζει μὲ λουτρὸ ξαναγεννημοῦ. Προσφέρει τούς στυφτικούς λόγους, ὅπως τὸ καρσί, γιὰ νὰ μῆν παρασυρώμαστε ἀπὸ τὶς ἁμαρτίες τῆς ἅγνοιάς μας ἤ τὶς κακίες μας. Καὶ πάλι μᾶς θεραπεύει μὲ παράληση, σὰν μὲ λάδι ἀλείφοντας τὶς ψυχές μας. Μᾶς λέει ὁ Παῦλος· Σᾶς παρακαλοῦμε, ἀδελφοί μου, μὲ τὴν εὐσπλαχνία τοῦ Θεοῦ νὰ προσφέρετε τὰ σώματά σας θυσία ζωντανή, ἁγία, ἀρεστή, ὅπως πρέπει νὰ εἶναι ἡ λογική σας λατρεία. Ὅσοι λοιπὸν τυχαίνει νὰ εἴμαστε μαθηταὶ τῶν λόγων τοῦ Παύλου, ἄς φυλάξω­μεν τὶς ἐντολὲς τοῦ Χριστοῦ, γιὰ νὰ μὴν ξεπέσωμε ἀπὸ τὴν Ἱερου­σαλήμ τῶν οὐρανῶν, τὴν πόλη τοῦ ἀληθινοῦ Θεοῦ. Καὶ μακάρι, μὲ θεραπευμένα τὰ τραύματα τῆς ψυχῆς καὶ τοῦ σώματός μας, ὑγιεῖς καὶ τέλειοι στὴν πίστη νὰ παρουσιαστοῦμε στὸ Χριστό, σῶοι καὶ θαρραλέοι, χωρὶς νὰ μειονεχτοῦμε σὲ κανένα καλὸ ἔργο καὶ ν’ ἀπολαύσωμε τὴν ἀγαθὴ ὑπόσχεση στοὺς οὐρα­νοὺς μὲ τὴ χάρη καὶ τὴ φιλα­νθρω­πία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Μαζὶ μ’ Ἐκεῖνον, στὸν Πατέρα καὶ τὸ Πανάγιο Πνεῦμα ἄς εἶναι δόξα τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες. Ἀμήν.


Αναβάσεις - http://anavaseis.blogspot.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά