Σάββατο, Δεκεμβρίου 31, 2011

Κυριακή 1 Ιανουαρίου 2012 Τυπικόν

 1. ΚΥΡΙΑΚΗ. † Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥ­ΡΙ­ΟΥ Η­ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Βασιλείου ἀρχιεπι­σκό­που Και­σα­ρείας Καππαδοκίας τοῦ μεγάλου (†379). ῏Η­χος δ΄, ἑωθινὸν ζ΄ (Τυπικὸν 1ης ᾿Ιαν. §§4-6).

Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «῾Η γέννησίς σου, Χριστέ»· κον­τάκιον «῾Η παρ­θένος σήμερον»· ἀπόλυσις «῾Ο ἐν σπηλαίῳ γεννηθείς...»

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», εἰς στίχους 10, ἀναστάσιμα 4, τὰ 2 ἰδιόμελα τῆς ἑορ­τῆς «Συγ­κα­ταβαίνων ὁ σωτὴρ» (δὶς) καὶ «Οὐκ ἐπῃ­σχύν­θη» (ἅπαξ), καὶ τοῦ ἁγίου Βασιλείου 3 προσό­μοια «῾Ο ἐπω­νύ­­μως κλη­θεὶς» κ.λπ., Δόξα, τοῦ ἁγίου «Σοφίας ἐραστής», Καὶ νῦν, τὸ α΄ θεοτοκίον τοῦ ἤχου «῾Ο διὰ σὲ θεο­πά­τωρ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀ­να­γνώσματα*.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα στιχηρά*, Δόξα, τοῦ ἁγίου «῾Ο τὴν χάριν τῶν θαυμάτων», Καὶ νῦν, τῆς ἑορτῆς «Οὐκ ἐπῃ­σχύνθη».

ΑΠΟΛΥΤΙΚΙΑ «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», Δόξα, «Εἰς πᾶσαν τὴν γῆν», Καὶ νῦν, «Μορ­φὴν ἀναλλοιώτως».

ΑΠΟΛΥΣΙΣ «῾Ο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι κα­τα­δε­ξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν καὶ ἀναστὰς ἐκ νε­κρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν ὁ τριαδικὸς κα­νὼν τοῦ ἤχου, τὰ στιχηρὰ ἰδι­ό­μελα τῆς λιτῆς, ὡς ἐν τῷ Μη­ναί­ῳ, τὰ τριαδικὰ «῎Αξιον ἐστί», τρισάγιον κ.λπ. καὶ τὸ ἀπο­­λυ­τίκιον τῆς ἑορτῆς «Μορ­φὴν ἀν­αλλοιώτως».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύ­ρι­ος» ἀπολυτίκια ὡς ἐν τῷ ἑσπερινῷ. [Τὸ Ψαλτήριον καὶ ὁ Πο­λυ­έλεος.]

ΚΑΘΙΣΜΑΤΑ εἰς τὴν α΄ στιχολογίαν τὰ ἀναστάσιμα, ἀλλὰ εἰς τὸ Καὶ νῦν, τὸ τῆς ἑορτῆς «῾Ο πάντων ποιητής»· εἰς τὴν β΄ στι­χολογίαν τὰ ἀναστάσιμα, ἀλλὰ εἰς τὸ Καὶ νῦν, τὸ ὁμόηχον τῆς ἑορτῆς «῾Ως ὑπάρχων ἄβυσσος»· εἶτα τὰ διὰ τὸν πολυ­έ­λε­ον καθίσματα τοῦ μηναίου ὡς ἔχουσιν. Εὐλογητάρια. Ἡ ὑ­πα­κο­ή, οἱ ἀνα­βαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ζ΄) μετὰ πάσης τῆς συνήθους τά­ξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος, ὁ τῆς ἑορτῆς μετὰ στίχου «Δό­ξα σοι, ὁ Θεός», καὶ ὁ τοῦ ἁγίου μετὰ στίχου «῞Αγιε τοῦ Θε­οῦ»· ἀπὸ γ΄ ᾠδῆς τὸ ἀνα­στάσιμον κοντάκιον μετὰ τοῦ οἴ­κου, εἶτα τὰ μεσῴδια κα­θί­σματα τοῦ Μηναίου· ἀφ᾿ ϛ΄ κον­τάκιον καὶ οἶκος τοῦ ἁγίου καὶ τὸ μηνολόγιον τῆς ἡμέρας.

ΚΑΤΑΒΑΣΙΑΙ διπλαῖ* «Βυθοῦ ἀνεκάλυψε πυθμένα» καὶ «Στίβει θαλάσσης». Εἶτα ψάλλεται ἡ θ΄ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων τοῦ Μηναίου μετὰ τῶν μεγαλυναρίων, καὶ ἐν τέλει οἱ δύο εἱρμοὶ τῆς θ΄ ᾠδῆς «[Μεγάλυνον, ψυχή μου, τὴν τιμιω­τέραν...] ᾿Απο­ρεῖ πᾶσα γλῶσ­σα» καὶ «[Μεγάλυνον, ψυχή μου, τὴν λυ­τρω­σαμένην...] ῍Ω τῶν ὑπὲρ νοῦν».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ ζ΄ ἀναστάσιμον, τὸ τοῦ ἁγίου «Φιλοσοφίας ἔρωτι» καὶ τὸ τῆς ἑορτῆς «Τὴν σάρ­κα περιτέμνεται».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τὰ τοῦ Μη­ναίου 4 προσόμοια «Φέρει περιτομὴν» κ.λπ., εἰς στίχους τὰ δύο τελευταῖα «Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν», «Στόμα δικαίου μελετήσει σο­φί­αν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν», Δόξα, τοῦ Μηναί­ου «᾿Εξεχύθη ἡ χάρις», Καὶ νῦν, τῆς ἑορτῆς «Συγκαταβαίνων ὁ σωτήρ». Δοξο­λο­γία μεγάλη, «Σή­μερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα τὰ τῆς ἑορτῆς (εἰς τὸ β΄ ἀντίφωνον τὸ ἐφύμνιον αὐτοῦ «...ὁ σαρκὶ περιτμηθείς»).

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θε­οῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸ φαιδρόν», «Μορφὴν ἀναλλοιώ­τως», «Εἰς πᾶσαν τὴν γῆν» καὶ τὸ τοῦ ναοῦ· κον­τά­κιον «῾Ο τῶν ὅλων Κύριος» (ζήτει μετὰ τὴν γ΄ ᾠδήν). Τρισά­γιον.

ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Από­στολος: 1ης ᾿Ιαν., «Βλέπετε μή τις ὑμᾶς ἔσται» (Κολ. β΄ 8-12)· Εὐαγ­γέλιον: ὁμοίως, «῾Υπέστρεψαν οἱ ποιμένες» (Λουκ. β΄ 20-21, 40-52).

Καθεξῆς ἡ λειτουργία τοῦ μεγάλου Βασιλείου. Εἰς τὸ ᾿Εξ­αι­ρέτως «᾿Επὶ σοὶ χαίρει». [Κατὰ τὸ Τ.Μ.Ε., εἰς τὰ δίπτυ­χα, μετὰ τὸ «᾿Εν πρώτοις μνήσθητι», λέγεται τὸ παρὸν μεγα­λυ­νάριον τοῦ ἁγίου·

Τὸν οὐρανοφάντορα τοῦ Χριστοῦ, μύστην τοῦ Δεσπότου, τὸν φωστῆρα τὸν φαεινόν, τὸν ἐκ Καισαρείας καὶ Καππαδό­κων χώρας, Βασίλειον τὸν μέγαν, πάντες τιμήσωμεν.]

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς τὸ ἀ­πο­λυ­τίκιον «Μορ­φὴν ἀν­αλ­λοι­ώτως»· «Εἴη τὸ ὄνομα Κυ­ρί­ου» καὶ ἀπόλυσις ὡς ἐν τῷ ἑσπερινῷ.


᾿Ακολουθία τῆς δοξολογίας ἐπὶ τῇ ἐνάρξει τοῦ νέου ἔτους

Μετὰ τὸ «Εὐλογητὸς ὁ Θεός», ἀπολυτίκια:

τὸ ἀναστάσιμον «Τὸ φαιδρὸν τῆς ἀναστάσεως»,

τῆς ἑορτῆς «Μορφὴν ἀναλλοιώτως»,

καὶ τοῦ ἁγίου «Εἰς πᾶσαν τὴν γῆν»,

κοντάκιον τῆς ἰνδίκτου, ἦχος δ΄, πρὸς τὸ «῾Ο ὑψωθείς»,

῾Ο τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, ׀ Θεὲ τῶν ὅλων ὑπερ­ού­σιε ὄντως, ׀ τὴν ἐνιαύσιον εὐλόγησον περίοδον ׀ σῴ­ζων τῷ ἐλέει σου τῷ ἀπείρῳ, οἰκτίρμον, ׀ πάντας τοὺς λα­τρεύ­οντας σοὶ τῷ μόνῳ δε­σπότῃ ׀ καὶ ἐκβοῶντας φόβῳ· Λυτρωτά, ׀ εὔ­φο­ρον πᾶσι τὸ ἔτος χο­ρήγησον.

Εὐθὺς ἡ δοξολογία (ἐπιλογὴ στίχων), μεθ᾿ ἣν αἱ ἑξῆς αἰ­τή­σεις τῆς ἐκτε­νοῦς, τῶν χορῶν ψαλλόντων ἐκ περιτροπῆς ἀνὰ ἓν τριπλοῦν «Κύριε, ἐλέησον», ἐξαιρέσει τῆς ἕκτης αἰτήσεως «ὑπὲρ τοῦ διαφυλαχθῆναι», μεθ᾿ ἣν ψάλλουν αὐτὸ ἀνὰ δέ­κα ἀμοιβαδὸν τετράκις, πραείᾳ τῇ φωνῇ.

«᾿Ελέησον ἡμᾶς, ὁ Θεός...»

«῎Ετι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν...»

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν...»

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρ­χῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θά­λασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν».

«῎Ετι δεόμεθα ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρ­πῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν καὶ ὑπὲρ τοῦ εὐλο­γη­θῆ­ναι τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Κυρίου».

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλη­σί­αν...»

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι...»

«Τοῦ Κυρίου δεηθῶμεν» καὶ ὁ ἱερεὺς τὴν εὐχήν:

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐ­ξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος καὶ ἐπέκεινα παν­τὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτὸς με­ταβολῆς τε τῶν ὄν­των καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρό­νον τόν τε γεγονότα τόν τε ὄντα καὶ τὸν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνι­αυ­τὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰσελθεῖν, αὐτός, παν­ά­γαθε Δέσποτα, τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐ­λόγησον· ὄμβρους εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώ­ρη­σαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βε­βαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐ­σχη­μό­νως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας· τὸ εὐσεβὲς ἡμῶν ἔθνος τῇ δυνάμει σου κραταίωσον· τὴν νεότητα παιδα­γώ­γη­σον· τὸ γῆρας περικράτη­σον· τοὺς ὀλιγοψύχους παρα­μύ­θη­σον· τοὺς ἐσκορπισμένους ἐπι­συνάγαγε· τοὺς πεπλα­νημένους ἐπανά­γα­γε καὶ σύναψον τῇ ἁγίᾳ σου ᾿Εκκλησίᾳ, ἣν τῇ θείᾳ σου χά­ρι­τι καλῶς διαφύλαξον· λάλησον ἀγαθὰ ἐν ταῖς καρ­δίαις τῶν ἀρ­χόντων ἡμῶν, ἐνίσχυσον καὶ ἐνδυ­νάμωσον αὐ­τούς τε καὶ τὸν φιλόχριστον ἡμῶν στρατόν· ἐλθέτω ἐφ᾿ ἡμᾶς, Κύριε, ἡ βα­σιλεία σου, βασιλεία ἀγάπης, χρηστότητος, δι­και­οσύνης καὶ εἰ­ρήνης, καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρ­δί­ᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰ­ώ­νι­ον Θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

῾Ο χορὸς «᾿Αμήν», ὁ ἱερεὺς τὴν ἀπόλυσιν, ὡς εἰς τὸν ἑσπε­ρινόν, καὶ τὸ «Δι᾿ εὐχῶν».

Εἰδήσεις. 1. ᾿Απὸ τῆς ἑσπέρας τῆς σήμερον λέγονται εἰς πάσας τὰς τακτικὰς ἀκολουθίας οἱ εἰς τὸ Μηναῖον εὑρισκόμενοι προεόρτιοι ὕμνοι τῶν Φώτων, οἵ τινες ἀναπληροῦν ἐν ταῖς καθημεριναῖς τοὺς ὕμνους τῆς Παρακλητικῆς, δι᾿ ὃ καὶ σχολάζει αὕτη μέχρι τῆς 14ης τοῦ μηνὸς πλὴν τῶν Κυριακῶν.

2. Εἰς τοὺς ἑσπερινοὺς τῶν προεορτίων ἡμερῶν ψάλλονται μετὰ τὸ «Νῦν ἀπολύεις» οἱ διὰ τὰ ἀπόδειπνα κανόνες τοῦ Μηναίου (βλέπε Τ.Μ.Ε., Δεκ. 25 §23), μεθ᾿ οὓς λέγεται τὸ τρισάγιον.

3. Διὰ τὰς ἀκολουθίας τῶν προεορτίων καὶ τῶν μεθεόρτων κα­θη­με­ρι­νῶν βλέπε ἔμπροσθεν εἰς τὰς «γενικὰς τυπικὰς διατάξεις» §§52-63.

4. Ἀπὸ 2 μέχρι 5 ᾿Ιανουαρίου, ἐὰν ἑορ­τά­ζεται ἅγιος, ψάλλον­ται κα­ταβα­σίαι οἱ εἱρμοὶ τοῦ α΄ κανόνος τῶν Θεοφανείων «Βυθοῦ ἀνεκά­λυψε πυθμένα», εἰς δὲ τὴν θ. λει­τουργίαν (καὶ εἰς τὰς ὥρας μετὰ τὸ τρισάγιον) ψάλλεται τὸ προεόρτιον κοντάκιον «᾿Εν τοῖς ῥείθροις σήμε­ρον».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά