Πέμπτη, Ιανουαρίου 05, 2012

Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον



Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, 
ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει,
 καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, 
καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, 
καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ,
ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. 
Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψυχοις τῇ διανοίᾳ, 
ἰσχύσατε καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν
 ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει
 ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν,
 καὶ ὦτα κωφῶν ἀκούσονται. 
Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα
 μογγιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, 
καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη,
 καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, 
ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις σειρήνων,
καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, 
καὶ ὁδὸς ἁγία κληθήσεται, οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος,
 οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκαθάρτου, οἱ δὲ διεσπαρμένοι
 πορεύσονται ἐπ᾽ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι.
 Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων,
 οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ, 
ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι, 
καὶ συνηγμένοι διὰ Κύριον. Καὶ ἀποστραφήσονται, 
καὶ ἥξουσιν εἰς Σιὼν μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάσεως,
 καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· 
ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, 
καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, 
λύπη καὶ στεναγμός. 




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά