Παρασκευή, Ιουλίου 27, 2012

Προσευχές γιά τό τραπέζι (γιά τό γεύμα καί τό δεῖπνο)


http://vatopaidi.files.wordpress.com/2009/04/normal_mdeipnos.jpg?w=277&h=500&h=334

ΠΡΟΣΕΥΧΕΣ ΓΙΑ ΤΟ ΤΡΑΠΕΖΙ (ΓΙΑ ΤΟ ΓΕΥΜΑ ΚΑΙ ΤΟ ΔΕΙΠΝΟ)

Τὸ μεσημέρι

Ἐλθόντες εἰς τὴν τράπεζαν λέγομεν·

+ Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου·
ἐλθέτω ἡ βασιλεία σου·
γεννηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·
καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
(Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα
τοῦ Πατρὸς καὶ τοῦ Ὑιοῦ καὶ τοῦ ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.)
+ Δόξα Πατρί καὶ Ὑιῷ καὶ ἁγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Πάτερ Ἅγιε, εὐλόγησον.
Χριστὲ ὁ Θεός ἡμῶν, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων Σου,
+ ὅτι ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Μετὰ δὲ τὸ γεύσασθαι,
ἀνιστάμενοι καὶ τῷ Θεῷ εὐχαριστοῦντες, λέγομεν:

Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν,
ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν·
μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας,
ἀλλ᾿ ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ,
τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ᾿ ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Πάτερ Ἅγιε, εὐλόγησον.
Εὐλογητὸς ὁ Θεός,
ὁ ἐλεῶν καὶ τρέφων ἡμᾶς ἐκ τῶν αὐτοῦ πλουσίων δωρεῶν,
τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε,
νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
+ Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.

Τὸ βράδυ

Πρὸ τοῦ δείπνου

Φάγονται πένητες καὶ έμπλησθήσονται·
καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν·
ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
+ Δόξα Πατρί καὶ Ὑιῷ καὶ ἁγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. (Πάτερ ἅγιε εὐλόγησον.)
Χριστὲ ὁ Θεὸς ἡμῶν, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων Σου,
+ ὅτι ἅγιος εἶ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Μετὰ τὸ φαγεῖν

Εὔφρανας ἡμᾶς Κύριε, ἐν τοῖς ποιήμασί σου,
καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἡγαλλιασάμεθα.
Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε·
ἔδωκας εὐφροσύνη εἰς τὰς καρδίας ἡμῶν.
Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου ἐνεπλήσθημεν.
Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα, καὶ ὑπνώσωμεν·
ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκησας ἡμᾶς.
+ Δόξα Πατρὶ καὶ Ὑιῷ καὶ ἁγίῳ Πνεύματι·
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. (Πάτερ ἅγιε εὐλόγησον.)
Εὐλογητὸς ὁ Θεός, ὁ ἐλεῶν καὶ τρέφων ἡμᾶς ἐκ νεότητος ἡμῶν·
ὁ διδοὺς τροφήν πάσῃ σαρκί, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης
τὰς καρδίας ἡμῶν ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες,
περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθόν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·
μεθ᾿ οὗ σοὶ δόξα πρέπει, κράτος, τιμὴ καὶ προσκύνησις
σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
+ Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός,
ἐλέησον ἡμᾶς. Ἀμήν

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά