Τρίτη, Οκτωβρίου 09, 2012

Περί τής Αγίας τριάδος




De sancta trinitate


ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ∆ΑΜΑΣΚΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑ∆ΟΣ.

αʹ. Περὶ μὲν τῆς ἁγίας Τριάδος τῆς ὁμοουσίου, ζωοποιοῦ,  μίαν φύσιν ὁμολόγει, μίαν θέλησιν, μίαν ἐνέργειαν,  μίαν δύναμίν τε καὶ ἐξουσίαν, καὶ κυριότητα, ὅτι καὶ μία θεότης τρεῖς ὑποστάσεις, ἤτοι τρία πρόσωπα, φυλασσομένης ἑκάστῳ προσώπῳ τῆς ἰδιότητος.  Ἐπὶ δὲ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ἤτοι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύο φύσεις, θεότητός τε καὶ ἀνθρωπότητος,  δύο θελήσεις ὡσαύτως καὶ ἐνεργείας,  μίαν ὑπόστασιν, ἤγουν ἓν πρόσωπον, ὅτι εἷς καὶ αὐτός ἐστιν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς  ἀῤῥεύστως καὶ ἀσωμάτως, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἐκ τῆς ἁγίας ἀειπαρθένου Μαρίας τῆς Θεοτόκου κυηθεὶς ἀῤῥήτως καὶ ἀῤῥυπώτως· ὅλος ἄνθρωπος ὁ αὐτὸς καὶ Θεὸς, ἐν μιᾷ ὑποστάσει γνωριζόμενος  ἀπαθὴς θεότητι,  καὶ παθητὸς τῷ προσλήμματι· σῶα μετὰ τόκον φυλάξας  δηλαδὴ τῆς παρθενίας  τὰ σήμαντρα, τουτέστι τὰς  95.12  σφραγίδας.  Ἐρώτ.  ∆ιὰ τί  ὁ Υἱὸς ἐνηνθρώπησε,  καὶ  οὐχ  ὁ Πατὴρ, οὐδὲ τὸ Πνεῦμα; καὶ τί ἐνανθρωπήσας κατώρθωσε; Ἀπόκρ. Πατὴρ ὁ Πατὴρ, καὶ οὐχ Υἱός. Υἱὸς ὁ Υἱὸς, καὶ οὐ Πατήρ· Πνεῦμα ἅγιον τὸ Πνεῦμα, καὶ οὐ Πατὴρ, οὐδὲ Υἱός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης, κινουμένη, ἢ μεταπίπτουσα; ∆ιὰ τοῦτο ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Υἱὸς γίνεται  ἀνθρώπου,  ὁ σαρκωθεὶς ἐκ τῆς ἁγίας Παρθένου, καὶ οὐκ ἐξέστη τῆς ὑϊκῆς ἰδιότητος.  Ἐνηνθρώπησε  δὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἵν'  ἐφ'  ᾧπερ  ἐποίησεν  τὸν  ἄνθρωπον, πάλιν  αὐτῷ  χαρίσηται  ἀθανασίαν,   καὶ  αἰώνιον   ζωὴν  εἰς  ἀπόλαυσιν  τῶν  αἰωνίων ἀγαθῶν. Ἀμήν· γένοιτο, γένοιτο.

βʹ. Πατὴρ καὶ Υἱὸς, οὐ δύο ἄναρχα,  ἀλλὰ ἀμεσίτευτα· μίξις φθορὰν  ἐργάζεται, καὶ οὕτω  μίγνυται,  ὡς τὸ ὕδωρ καὶ ὁ οἶνος· ἕνωσις,  ὅταν  συνάφειά  τις γένηται,  μὴ
ἐλαττουμένου  ἑτέρου, μηδὲ φθειρομένου,  ἀλλὰ μένοντος ἐν ᾧ ἐστιν· ὡς ἡ ψυχὴ καὶ τὸ σῶμα· οὕτω καὶ ὁ Χριστὸς, ὁ Θεὸς Λόγος τέλειος, καὶ ἄνθρωπος τέλειος, ἥνωται μὲν, οὐ συγκέχυται  δέ. Εἷς Θεὸς, Πατὴρ Λόγου ζῶντος,  σοφίας ὑφεστώσης καὶ δυνάμεως  καὶ χαρακτῆρος ἀϊδίου, τέλειος τελείου γεννήτωρ,  Πατὴρ Υἱοῦ μονογενοῦς,  καὶ εἷς Κύριος, μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ, χαρακτὴρ καὶ εἰκὼν τῆς θεότητος, Λόγος ἐνεργὸς, σοφία τῆς  τῶν  ὅλων  στάσεως  περιεκτικὴ,   καὶ  δύναμις  τῆς  ὅλης  κτίσεως  ποιητικὴ,   Υἱὸς ἀληθινὸς  ἀληθινοῦ  Πατρὸς, ἀόρατος ἀοράτου, καὶ ἄφθαρτος ἀφθάρτου,  καὶ ἀθάνατος ἀθανάτου,  καὶ ἀΐδιος ἀϊδίου· καὶ ἓν Πνεῦμα ἅγιον,  ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον,  καὶ διὰ Υἱοῦ πεφηνὸς,  δηλαδὴ τοῖς ἀνθρώποις.  Εἰκὼν τοῦ Υἱοῦ τελεία καὶ ζωὴ, ζώντων  αἰτία, πηγὴ ἁγία, ἁγιότης,  ἁγιασμοῦ χορηγὸς,  ἐν ᾧ φανεροῦται  Θεὸς ὁ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ  ἐν  πᾶσι·  καὶ  Θεὸς ὁ Υἱὸς, ὁ διὰ  πάντων·  Τριὰς τελεία,  δόξῃ  καὶ  ἀϊδιότητι  καὶ βασιλείᾳ,  μὴ μεριζομένη,  μηδὲ ἀπαλλοτριουμένη. Οὔτε οὖν  κτιστόν  τι,  ἢ δοῦλον  ἐν Τριάδι, οὔτε ἐπείσακτον,  ὡς 95.13 πρότερον μὲν οὐχ ὑπάρχον,  ὕστερον δ' ἐπεισελθόν. Οὔτε γὰρ ἐνέλιπέ ποτε Υἱὸς Πατρὶ, οὔτε Υἱῷ Πνεῦμα· ἀλλ' ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Οὕτως γὰρ ἡμεῖς πιστεύομεν τὴν μακαρίαν καὶ ζωοποιὸν καὶ ἀδιαίρετον ἁγίαν   Τριάδα.  Πατὴρ,  Υἱὸς,  καὶ  Πνεῦμα  ἅγιον,   τρία  πρόσωπα,   μία  εἰκών·  τρεῖς χαρακτῆρες,  μία ἐκτύπωσις·  τρεῖς ὑποστάσεις,  μία θεότης·  τρία ἰδιώματα,  μία οὐσία· τρεῖς ἐνέργειαι,  μία χάρις· τρεῖς ὑπάρξεις, μία ἰσότης· τρεῖς ἐπιγνώσεις,  μία δόξα· τρία ὀνόματα,   μία  ὁμολογία·  τρεῖς  ὁμολογίαι,   μία  πίστις.  Θεός ἐστιν,  ἀΐδιος  οὐσία  καὶ
ἀπαράλλακτος,  δημιουργικὴ τῶν ὄντων.  Θεός ἐστι φῶς ἀκρότατον καὶ ἀπρόσιτον, οὔτε νῷ καταληπτὸν,  οὔτε λόγῳ ῥητόν.
γʹ. Ἐρώτ. Ὁσαχῶς ὁ Θεός; Ἀπόκρ. Θεὸςὁ Πατήρ· Θεὸς ὁ Υἱός· Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον·  ἡ  μακαρία  φύσις,  ἡ  ἄφθονος  ἀγαθότης·  τὸ  ἀγαπητὸν  πᾶσι  τοῖς  τοῦ  λόγου μετειληφόσι, τὸ πολυπόθητον  κάλλος, ἡ ἀρχὴ τῶν ὄντων, ἡ πηγὴ τῆς ζωῆς, ἡ ἀπρόσιτος σοφία,  ἡ ἄτρεπτος  φύσις,  ἡ ἀνενόχλητος ζωὴ,  ἡ ἄλυπος  διαγωγὴ,  περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις,  ἧς οὐχ ἅπτεται μεταβολή· ἡ βρύουσα πηγὴ, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός.
δʹ·  Ὁμολογοῦμεν  τὸν  Κύριον ἡμῶν  Ἰησοῦν  Χριστὸν τὸν  μονογενῆ  Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι    ἐκ   Πνεύματος   ἁγίου,   καὶ   ἐκ   τῆς   ἁγίας   ἐνδόξου   Θεοτόκου  καὶ ἀειπαρθένου  Μαρίας. Θεὸν τέλειον  τὸν αὐτὸν,  καὶ ἄνθρωπον  τέλειον,  ἕνα καὶ μόνον Υἱὸν, καὶ πρὸ τῆς σαρκώσεως, καὶ μετὰ τὴν σάρκωσιν· ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα,  κατὰ πάντα ὅμοιον ἡμῖν,  καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, χωρὶς ἁμαρτίας γενόμενον  ἄνθρωπον·  πρὸ αἰώνων  μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα  κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἕνα καὶ μόνον Υἱὸν ἐν δυσὶ φύσεσιν, ἀσυγχύτως,  ἀτρέπτως,  ἀδιαιρέτως  γνωριζόμενον. ∆ύο γὰρ φύσεις συνῆλθον  ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσπαστον, ἀσύγχυτον,  ἄτρεπτον.  Ἡ γὰρ σὰρξ, σάρξ ἐστι, καὶ οὐ θεότης, εἰ  καὶ  γέγονε  Θεοῦ σάρξ· ὁμοίως  καὶ  ὁ Λόγος, Θεός ἐστι καὶ  οὐ  σὰρξ, εἰ  καὶ  μίαν ἐποιήσατο τὴν σάρκα διὰ τῆς οἰκονομίας· δύο τοίνυν  τὰς φύσεις εἶναί φαμεν,  ἕνα δὲ Χριστὸν, καὶ Υἱὸν, καὶ Κύριον τὸν τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα  καὶ σεσαρκωμένον. Οὐ γὰρ τὴν ἑαυτοῦ δόξαν 95.16 ἠλάττωσεν ὁ ∆εσπότης, ὅτι σάρκα ἀνέλαβε· πρὶν μὲν γὰρ λαβεῖν  αὐτὸν  τὴν  σάρκα, καὶ  ταπεινῶσαι  ἑαυτὸν,  ἄγγελοι  μόνον  ἐγίνωσκον  αὐτόν· ἐπειδὴ δὲ ἐταπείνωσεν ἑαυτὸν, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις ἐπέγνω αὐτόν. Ὁρᾷς, πῶς ἡ  ταπείνωσις  οὐκ  ἐλάττωσιν  εἰργάσατο,  ἀλλὰ  πλεῖον  αὐτοῦ  τὴν  δόξαν  διαλάμψαι ἐποίησεν. Εἰ δέ τις τῶν περιέργων λέγει, ὅτι ἡ θεότης ἐν τῷ σταυρῷ ἦν, ἢ οὐκ ἦν, ποιεῖ αὐτὴν μὴ ἐν παντὶ οὖσαν, καὶ περιγραπτὴν  εἰς ἕνα τόπον· ἡμεῖς δὲ λέγομεν  τὸν Θεὸν ἀπερίγραπτον καὶ ἀκατάληπτον.
εʹ. Ἐρώτ. Πόθεν ἐτυμολογεῖται  Θεός; Ἀπόκρ. Παρὰ τὸ, θῶ, τὸ κατασκευάζω, καὶ ποιῶ· ὡς πάντων  ποιητὴς,  καὶ τῆς τῶν πάντων  κατασκευῆς αἴτιος, ἢ παρὰ τὸ, θέω, τὸ τρέχω. Καὶ γὰρ Θεὸς πανταχοῦ πάρεστι. Ἢ Θεὸς, παρὰ τὸ θεᾶσθαι· ἐθεάσατο γὰρ ὁ Θεὸς τὰ πάντα  πρὶν  γενέσεως  αὐτῶν.  Κύριος δὲ παρὰ τὸ κῦρος,  ὃ σημαίνει  τὴν  ἐξουσίαν. Ἐρώτ. Τί ἐστιν ἕνωσις; Ἀπόκρ. Τὸ καθ' ὑπόστασιν, καὶ τὸ ἐκ διαφόρων φύσεων ὑφεστὼς πρᾶγμα.  Ἐρώτ. Μεταδοτική  ἐστιν ἡ θεία φύσις,  ἢ μεταληπτική;  Ἀπόκρ. Μεταδοτική. Ἐρώτ. Τί ἐστι συναλοιφή; Ἀπόκρ. Ἡ σύγχυσις. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται ὁ Πατὴρ, καὶ κατὰ τί εἴρηται Πατήρ; Ἀπόκρ. Εἷς Πατὴρ, ὁ ἅγιος Θεὸς, καὶ παντοκράτωρ,  ἄναρχος, ἀΐδιος, ἀθάνατος, ἀπερίβλεπτος, ἀνερμήνευτος, ἀτελεύτητος, ἀδιάδοχος, ἀκίνητος, ἀνεξερεύνητος.  Εἴρηται Πατὴρ, διὰ τὸ πάντα  τηρεῖν.  Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται  ὁ Υἱὸς, καὶ  κατὰ  τί  εἴρηται  Υἱός; Ἀπόκρ.  Εἷς Υἱὸς, ὁ ἅγιος  Λόγος, ἄῤῥητον  γέννημα, ἀμύθητος Λόγος, ἀπερίβλεπτος νοῦς, φῶς ζωῆς, ἥλιος δικαιοσύνης, ποιμὴν, θύρα, ὁδὸς, ἀμνός. Υἱὸς δὲ εἴρηται, ὅτι ἐκ τοῦ Πατρός. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται τὸ Πνεῦμα τὸ ἅγιον;   κατὰ   τί   εἴρηται   Πνεῦμα;  Ἀπόκρ.   Ἓν   Πνεῦμα  ἅγιον,   κύριον,   ζωοποιὸν, φιλάνθρωπον, ἐνούσιον,  ἐνύπαρκτον,  ἐνυπόστατον,  βέβαιον,  ὀξὺ, ἀμέριμνον,  δύναμις ἁγιαστικὴ,  ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. Ἀτμὶς γάρ ἐστι τῶν  ἄνω  δυνάμεων  τοῦ Θεοῦ· Πνεῦμα δὲ εἴρηται, διὰ τὸ καθ' ὃ ἐὰν βουληθῇ νεύειν καὶ πνεῖν.  Ἐρώτ. Τί ἐστιν Ἰησοῦς




Χριστός; Ἀπόκρ. Κύριος χωρὶς ἁμαρτίας ἐνανθρωπήσας.  Ἐρώτ. Τί ἐστι Χριστός; Ἀπόκρ. Σύμβολον θεότητος  καὶ ἐμψύχου  σαρκὸς, ἄτρεπτος  ἕνωσις· Χριστὸς δὲ 95.17 λέγεται, ἐπειδὴ καθ' ἡμᾶς ἐχρήσατο σαρκί. Ἐρώτ. Τί ἐστιν ἅγιος; Ἀπόκρ. Ὁ ἁγιάζων καὶ ἁγιαζόμενος.  Ἐρώτ. Τί ἐστιν,  Λόγος; Ἀπόκρ. Λόγος ἐστὶν οὐσιωδὴς,  ἀεὶ τῷ Πνεύματι συμπαρών· Ἐρώτ. Ἐν ποίᾳ ὑποστάσει προσκυνεῖς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἀπόκρ. Ἐν τῇ τοῦ Θεοῦ Λόγου ὑποστάσει μίαν φύσιν σεσαρκωμένην καὶ προσκυνουμένην,  μίαν προσκύνησιν, ἐπεὶ ἐκ δύο συνελθουσῶν ἓν τὸ προσκυνούμενον  πρόσωπον. Οὐσίαι δύο, ἐνέργειαι δύο, θελήματα δύο, αὐτεξούσια δύο· πενταχῶς  δὲ ἡ ὑπόστασις· ὑπόστασις, καὶ πρόσωπον, καὶ χαρακτὴρ, καὶ ἴδιον, καὶ ἄτομον.

Ερευνητικό  έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ  ΠΑΤΡΟΛΟΓΙΑ.

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας  και Επικοινωνίας, ©  2006.
Επιτρέπεται  η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής  του.
πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά