Κυριακή, Οκτωβρίου 28, 2012

Περὶ ἀγάπης.



De caritate 


Περὶ ἀγάπης.


Καλῶς εἶπεν ὁ Κύριος, ὅτι Τὸ φορτίον μου ἐλαφρόν ἐστι. Ποῖον γὰρ βάρος, ἢ ποῖος κόπος ἐστὶ τοῦ ἀφιέναι τοῦ ἀδελφοῦ τὰ παραπτώματα ἐλαφρὰ καὶ μηδαμινὰ, καὶ  συγχωρηθῆναι   τὰ  ἴδια,  καὶ  δικαιωθῆναι   συντόμως;  Οὐκ εἶπεν,  ὅτι Προσάγαγέ μοι χρήματα, ἢ μόσχους, ἢ χιμάρους, ἢ νηστείαν, ἢ ἀγρυπνίαν,  ἵνα μὴ εἴπῃς,  ὅτι Οὐκ ἔχω, οὐ δύναμαι, ἀλλ' ὅ ἐστιν  ἐλαφρὸν  καὶ εὔκολον  καὶ σύντομον, τοῦτο προσέταξε λέγων· Συγχώρησον τῷ ἀδελφῷ σου τὰ παραπτώματα, κἀγὼ συγχωρῶ τὰ σά.


Σὺ μικρὰ συγχωρεῖς πταίσματα, ἴσως ὀβολοὺς ὀλίγους, ἢ καὶ ἑκατὸν δηνάρια· ἐγὼ δὲ τὰ μυρία τάλαντα  συγχαρίζομαι· καὶ σὺ μὲν μόνον συγχωρεῖς, τί ποτε μὴ χαριζόμενος·  ἐγὼ  δὲ  καὶ  τὴν  ἄφεσιν  παρέχω  καὶ  τὴν  ἴασιν  καὶ  τὴν  βασιλείαν χαρίζομαι. Καὶ τὸ δῶρόν σου τότε προσδέχομαι, ὅταν διαλλαγῇς τῷ ἐχθρῷ σου, ὅταν μὴ ἔχῃς ἔχθραν κατά τινος, ὅταν ὁ ἥλιος μὴ ἐπιδύῃ ἐπὶ τῷ παροργισμῷ σου, ὅταν πρὸς πάντας εἰρήνην καὶ ἀγάπην ἔχῃς· τότε καὶ ἡ προσευχή σου εὐπρόσδεκτος, καὶ ὁ οἶκός σου εὐλογημένος, καὶ σὺ μακάριος. Ἐὰν δὲ σὺ τῷ ἀδελφῷ σου οὐ διαλλάσσῃ, πῶς παρ' ἐμοῦ συγχώρησιν ζητεῖς; τοὺς λόγους  μου καταπατεῖς, καὶ συγχώρησιν προστάσσεις; ἐγὼ ὁ ∆εσπότης προστάσσω, καὶ οὐ προσέχεις; καὶ σὺ ὁ δοῦλος πῶς τολμᾷς  προσφέρειν προσευχὴν τῷ Θεῷ, ἢ θυσίαν, ἢ ἀπαρχὰς, ἔχων  ἔχθραν  κατά τινος; Ὥσπερ γὰρ σὺ ἀποστρέφῃ τὸ πρόσωπόν σου ἀπὸ τοῦ ἀδελφοῦ σου, οὕτω καὶ ὁ Θεὸς ἀπὸ τῆς προσευχῆς σου καὶ τοῦ δώρου σου ἀποστρέφει τοὺς ὀφθαλμοὺς αὐτοῦ· ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ τὰ χωρὶς ἀγάπης γενόμενα οὐκ εὐδοκεῖ ἐν αὐτῷ. Πῶς ἄρα προσδέξεται ὁ Θεὸς φονέως  προσευχὴν, ἢ δῶρον, ἢ ἀπαρχὰς, ἢ καρποφορίας, ἐὰν μὴ πρότερον μετανοήσῃ κατὰ λόγον; Ἀλλὰ πάντως ἐρεῖς μοι, ὅτι Ἐγὼ φονεὺς οὐκ εἰμί.



Ἐγὼ δὲ ἀποδείξω, ὅτι φονεὺς εἶ, μᾶλλον δὲ Ἰωάννης ὁ θεολόγος ἐλέγχει σε λέγων· Ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ, ἀδελφοκτόνος ἐστί. Λοιπὸν οὖν, ἀδελφοί μου ἀγαπητοὶ, μηδὲν προτιμήσωμεν, ἢ σπουδάσωμεν κτήσασθαι πλὴν τῆς ἀγάπης· μηδεὶς ἐχέτω τι κατά τινος, μή τις κακὸν ἀντὶ κακοῦ ἀποδώσῃ· Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τὸν παροργισμὸν ὑμῶν· ἀλλὰ  ἀφῶμεν  τοῖς ὀφειλέταις  ἡμῶν  πάντα  τὰ παραπτώματα αὐτῶν. Τί γὰρ τὸ ὄφελος, τέκνα, ἐάν τις πάντα ἔχῃ, τὴν δὲ σώζουσαν ἀγάπην μὴ ἔχων; Ὥσπερ τις ἄριστον ποιήσει μέγα, ἵνα καλέσῃ βασιλέα καὶ ἄρχοντας, καὶ πάντα
ἑτοιμάσει πλούσια, ἵνα μηδὲν αὐτῷ λείπῃ, ἅλας δὲ οὐκ ἔχει, μὴ δύναται βρωθῆναι τὸ ἄριστον  ἐκεῖνο;  Οὐ πάντως  ἀλλὰ  καὶ  τὴν  ἔξοδον  ἐζημιώθη,  καὶ  τοὺς  κόπους ἀπώλεσεν·  ἀλλὰ  καὶ ὕβριν  ἑαυτῷ  προσήγαγε παρὰ τῶν  κεκλημένων  ὑπ' αὐτοῦ. Οὕτως οὖν καὶ ἐνταῦθα· τί τὸ ὄφελος εἰς ἀνέμους κοπιᾷν; Χωρὶς τῆς ἀγάπης πᾶν ἔργον καὶ πᾶσα πρᾶξις ἀκάθαρτος, κἂν παρθενίαν κτήσαιτό τις, κἂν νηστεύῃ, κἂν ἀγρυπνῇ, εἴτε προσεύχεται, εἴτε δοχὴν ποιεῖ πτωχοῖς, κἂν δῶρα προσφέρειν δοκῇ, ἢ ἀπαρχὰς, ἢ καρποφορίας,  κἂν  ἐκκλησίαν  κτίζῃ, εἴτε  ἄλλο  τι  πράττῃ,  χωρὶς  τῆς ἀγάπης πάντα ἐκεῖνα εἰς οὐδὲν λογισθήσονται παρὰ τῷ Θεῷ. Οὐ γὰρ εὐδοκεῖ Κύριος ἐν αὐτοῖς. Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· Ὁ γὰρ ἔχων ἔχθραν κατὰ τοῦ ἀδελφοῦ, δοκεῖ  προσφέρειν τε τῷ  Θεῷ, ὡς ὁ  θύων κύνα, καὶ ὡς μίσθωμα  πόρνης λογισθήσονται.


Μὴ οὖν βουληθῇς χωρὶς τῆς ἀγάπης ποιεῖν  τί ποτε, ὅτι ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. Ὢ ποίου ἀγαθοῦ καταφρονοῦμεν! ὢ πόσων ἀγαθῶν στερούμεθα καὶ πόσης χαρᾶς, μὴ κτησάμενοι τὴν ἀγάπην! Ταύτην Ἰούδας μὴ θελήσας κτήσασθαι, ἐκ μέσου τοῦ χοροῦ τῶν ἀποστόλων ἐξῆλθε, καταλιπὼν  τὸ φῶς τὸ ἀληθινὸν,  τὸν ἑαυτοῦ διδάσκαλον καὶ τοὺς ἰδίους ἀδελφοὺς μισήσας ἐν τῷ σκότει ἐπορεύθη. ∆ιὸ καὶ ὁ κορυφαῖος Πέτρος ἔλεγε· Παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
 Καὶ πάλιν  Ἰωάννης  ὁ θεολόγος λέγει· Ὁ μισῶν τὸν ἀδελφὸν  αὑτοῦ, ἐν τῇ σκοτίᾳ ἐστι, καὶ ἐν  τῷ  σκότει περιπατεῖ,  καὶ οὐκ οἶδε ποῦ ὑπάγει,  ὅτι ἡ σκοτία ἐτύφλωσε  τοὺς ὀφθαλμοὺς  αὐτοῦ. Ἐὰν δὲ εἴπῃς, ὅτι Κἂν τὸν  ἀδελφόν  μου οὐκ ἀγαπῶ, ἀλλὰ τὸν Θεὸν ἀγαπῶ, ἐλέγχει σε Ἰωάννης λέγων· Ἐάν τις εἴπῃ, Τὸν Θεὸν ἀγαπῶ, καὶ τὸν ἀδελφὸν αὑτοῦ μισεῖ, ψεύστης ἐστίν. Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ, ὃν ἑώρακε, τὸν Θεὸν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾷν; Ὁ οὖν ἔχων μετὰ πάντων τῶν ἀδελφῶν ἀγάπην, ὁ μὴ ἔχων ἔχθραν κατά τινος, ὁ πληρῶν τὸν λόγον τοῦ Ἀποστόλου, Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τὸν παροργισμὸν ὑμῶν, οὗτος ἀγαπᾷ τὸν Θεὸν, οὗτος μαθητὴς αὐτοῦ ἐστι, τοῦ εἰπόντος, ὅτι Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοῦ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ' ἀλλήλων.
Φανερὸν οὖν ἐστιν, ὅτι οἱ τοῦ Χριστοῦ μαθηταὶ ἐκεῖθεν γνωρίζονται  ἐκ τῆς ἀληθινῆς ἀγάπης. Ὁ δὲ ἔχων μῖσος κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, κἂν δοκῇ ἀγαπᾷν τὸν Χριστὸν, ψεύστης ἐστὶ καὶ φρεναπατᾷ ἑαυτόν. Λέγει γὰρ ὁ ἀπόστολος Ἰωάννης, ὅτι Ταύτην ἐντολὴν ἔχομεν παρ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὑτοῦ· καὶ πάλιν ὁ Κύριος, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· καὶ ἐπήγαγε, θέλων δεῖξαι τὴν δύναμιν τῆς ἀγάπης, λέγων· Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Ὢ θαῦμα  ἐξαίσιον, ὅτι  ὁ ἔχων  τὴν  ἀνυπόκριτον  ἀγάπην,  ὅλον  τὸν  νόμον  πληροῖ.

Πλήρωμα  γὰρ  νόμου  ἡ  ἀγάπη,  ὥς  φησιν  ὁ  Ἀπόστολος.  Ὢ  δύναμις   ἀγάπης ἀνείκαστος! ὢ δύναμις ἀγάπης ἀμέτρητος! οὐδὲν τῆς ἀγάπης τιμιώτερον,  οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς. ∆ιὰ τοῦτο Παῦλος ὁ Ἀπόστολος μαθὼν  ὅτι οὐδὲν τῆς ἀγάπης  ἀντάξιον,  ἔγραψε καὶ ἀπέστειλεν  εἰς τὰ πέρατα τῆς  οἰκουμένης,  λέγων· Ἀδελφοὶ, μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν, καὶ τὰς ψυχὰς ὑπὲρ ἀλλήλων τιθέναι. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη πάντων  τῶν ἀρετῶν τὸ κεφάλαιον, τὸ ἅλας τῶν
ἀρετῶν· ἡ ἀγάπη τὸ πλήρωμα τοῦ νόμου, ἡ ἀγάπη ἡ ἀπλανὴς  σωτηρία. Αὕτη ἐξ ἀρχῆς ἐνίκησεν ἐν τῇ καρδίᾳ τοῦ Ἄβελ, αὕτη τοῦ Νῶε κυβερνήτης γέγονεν, αὕτη τοὺς  πατριάρχας   συνήργησεν,  αὕτη  τὸν   Μωϋσέα  διέσωσεν,  αὕτη  τὸν   ∆αυῒδ οἰκητήριον τοῦ ἁγίου Πνεύματος ἐποίησεν, αὕτη ἐν τοῖς προφήταις κατεσκήνωσεν, αὕτη τὸν Ἰὼβ ἐνίσχυσε· καὶ τί οὐ λέγω τὰ μείζονα; αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τῶν οὐρανῶν  πρὸς ἡμᾶς κατήγαγε.  ∆ιὰ τῆς ἀγάπης ὁ ἄσαρκος σαρκοῦται, ὁ ἄναρχος
ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου  γίνεται·  διὰ τῆς ἀγάπης πάντα  τὰ πρὸς σωτηρίαν  οἰκονομεῖται·  ὁ  θάνατος  κατήργηται,  ὁ  διάβολος  κατεβλήθη,  ὁ  Ἀδὰμ ἀνακέκληται, ἡ Εὔα ἠλευθέρωται· διὰ τῆς ἀγάπης μία ποίμνη γέγονεν ἀγγέλων  καὶ ἀνθρώπων διὰ τῆς ἀγάπης ἡ κατάρα λέλυται, ὁ παράδεισος ἠνέῳκται, ἡ ζωὴ πεφανέρωται, ἡ βασιλεία τῶν οὐρανῶν ἐπήγγελται.
Αὕτη τοὺς ἁλιεῖς τῶν ἰχθύων σαγηνεύσασα, ἁλιεῖς τῶν ἀνθρώπων ἐποίησεν, αὕτη τοὺς μάρτυρας συνήθλησε καὶ ἐνίσχυσεν, αὕτη τὰς ἐρήμους πολίτας ἀνέδειξεν, αὕτη  τὰ  ὄρη  καὶ  τὰ  σπήλαια  ψαλμῳδίας  ἐπλήρωσεν,  αὕτη  τοὺς  ἀγγέλους  καὶ ἀνθρώπους  ἓν ἀπειργάσατο, ἄνδρας τε καὶ γυναῖκας  τὴν στενὴν καὶ τεθλιμμένην βαδίζειν ὁδόν. Ἀλλὰ μέχρι τίνος ὑστ** διώκειν τὸν ἀκατάληπτον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά