Δευτέρα, Ιανουαρίου 28, 2013

Ἐπιστολὴ Ἁγ.Θεοδώρου Στουδίτου Νικολάῳ μαθητῇ Ἅγιος Θεοδώρος ὁ Στουδίτης


Ἐπειδὴ εὐδοκίᾳ θεοῦ προεβιβάσθης͵ τέκνον πνευματικὸν Νικό λαε͵ εἰς τὸ τῆς ἡγουμενείας ἀξίωμα͵ δέον παραφυλάξαι σε πάντα τὰ ἐντεταλμένα σοι ἐν τῷ παρόντι γραμματίῳ. 

Οὐ διαλλάξεις οὖν ὅνπερ παρέλαβες τύπον καὶ κανόνα παρὰ τῆς πνευματικῆς σου μονῆς ἐν ἅπασιν ἄνευ ἀνάγκης. 

Οὐ κτήσῃ τι τοῦ κόσμου τούτου οὐδὲ ἀποθη σαυρίσεις ἰδιορίστως εἰς ἑαυτὸν μέχρι καὶ ἑνὸς ἀργυρίου. 

Οὐ δια μερίσεις τὴν ψυχὴν καὶ τὴν καρδίαν σου ἐν σχέσει καὶ φροντίδι παρὰ τοὺς πεπιστευμένους σοι ὑπὸ θεοῦ καὶ γενομένους σοι πνευ ματικῶς υἱοὺς καὶ ἀδελφοὺς οὔτε εἰς τοὺς ποτὲ ἰδίους κατὰ σάρκα ἢ συγγενεῖς ἢ φίλους ἢ συνεταίρους. 

Οὐ χρήσῃ τοῖς τῆς οἰκείας σου μονῆς οὔτε ζῶν οὔτε μετὰ θάνατον ἐλεημονητικῶς ἢ κληρονομικῶς εἰς τοὺς ποτὲ προειρημένους ἰδίους καὶ φίλους (οὐ γὰρ ἐκ τοῦ κόσμου εἶ͵ ἵνα μετέχῃς τῶν ἐκ τοῦ κόσμου͵ πλὴν εἰ μή που μετάβοιέν τινες ἐκ τοῦ κοινωνικοῦ βίου εἰς τὸ καθ΄ ἡμᾶς τάγμα) καὶ οὕτω φροντίσεις κατὰ μίμησιν τῶν ἁγίων πατέρων. 

Οὐ κτήσῃ δοῦλον οὔτε εἰς οἰκείαν χρείαν οὔτε εἰς ἣν ἐπιστεύθης μονὴν οὔτε εἰς ἀγρούς σου τὸν κατ΄ εἰκόνα θεοῦ γεγονότα ἄνθρωπον· τοῦτο γὰρ μόνοις τοῖς ἐν τῷ βίῳ συγκεχώρηται. σοὶ δὲ χρεὼν ἑαυτὸν παρασχεῖν τοῖς ὁμοψύχοις σου ἀδελφοῖς δοῦλον τῇ προθέσει͵ κἂν τῇ ἔξω ἐπιφανείᾳ ὡς δεσπότης λογίζῃ καὶ διδάσκαλος. 

Οὐ σχοίης ζῷον τῶν ἐκ τοῦ θήλεος γένους εἰς χρείαν ὑπουργικήν͵ ὁ τῷ θήλει παντάπασιν ἀποταξάμενος͵ οὔτε ἐν τῇ μονῇ οὔτε ἐν τοῖς ἀγροῖς͵ καθὼς οὐδεὶς τῶν ὁσίων καὶ ἁγίων πατέρων ἡμῶν ἐχρήσατο οὔτε ἡ φύσις αὐτὴ ἐπιτρέπει. 

Οὐκ ἐποχούμενος ἔσῃ ἵπποις καὶ ἡμιόνοις ἄνευ ἀνάγκης͵ ἀλλὰ χριστομιμήτως πεζοπορήσεις· εἰ δ΄ οὖν͵ πῶλός σοι τὸ ὑποζύγιον ἔσται. παραφυλάξεις πάντως τὸ τὰ πάντα τὰ ἐν τῇ ἀδελφότητι κοινὰ εἶναι καὶ ἀμέριστα καὶ μηδὲν κατὰ μέρος τοῦ καθ΄ ἕκαστον εἰς ἐξαυθέντησιν μέχρι καὶ ῥαφίδος· σοῦ δὲ καὶ τὸ σῶμα καὶ ἡ ψυχή͵ μή τί γε ἄλλο͵ ἔστωσαν διαμεμερισμένα ἐν ἰσότητι ἀγάπης πᾶσι τοῖς πνευματικοῖς σου τέ κνοις καὶ ἀδελφοῖς. 

Οὐκ ἐξουσιάσεις ἐπὶ τοῖς δυσὶν ἀδελφοῖς σου καὶ τέκνοις μου οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς χειροτονίαν πρᾶξαί τι πάρεξ τῆς πατρικῆς σου ἐντάλσεως. 

Οὐ σχοίης μετὰ κοσμικῶν ἀδελ φοποιίας ἤ συντεκνίας͵ ὁ φυγὰς τοῦ κόσμου καὶ τοῦ γάμου· οὐ γὰρ εὕρηται ἐν τοῖς πατράσιν͵ εἰ δὲ καὶ εὕρηται͵ σπανιάκις͵ καὶ τοῦτο οὐ νόμος. 

Οὐ συνεστιαθῇς μετὰ γυναικὸς πλὴν τῆς κατὰ σάρκα μητρὸς καὶ ἀδελφῆς͵ οὐκ οἶδα εἰ μή τις βία καὶ ἀνάγκη καλοίη͵ καθὼς πα ρακελεύονται οἱ ἅγιοι πατέρες. 

Οὐ σχοίης τὸ πολυπρόοδον καὶ πολυγύρευτον ἄνευ ἀνάγκης ἐγκαταλιμπάνων τὸ οἰκεῖον ποίμνιον͵ ὅπου γε καὶ ἐγκαθημένου σου μόλις διασῴζοιντο τὰ πολυτροπώτατα καὶ πολυδιεξόδευτα λογικὰ πρόβατα. Παραφυλάξεις πάντως τὸ ποιεῖσθαι τρισσάκις τὴν κατήχησιν τῇ ἑβδομάδι καὶ καθ΄ ἑσπέραν͵ ἐπειδὴ πατροπαράδοτον τοῦτο καὶ σωτήριον. 

Οὐ δοίης ὅπερ λέγουσι μικρὸν σχῆμα͵ ἔπειτα μετὰ χρόνους ἕτερον ὡς μέγα· ἓν γὰρ τὸ σχῆμα ὥσπερ καὶ τὸ βάπτισμα͵ καθὼς οἱ ἅγιοι πατέρες ἐχρήσαντο. 

Οὐ παραβῇς τοὺς νόμους καὶ κανόνας τῶν πατέρων͵ πρό γε πάντων τοῦ ἁγίου πατρὸς ἡμῶν Βασιλείου͵ ἀλλὰ πᾶν ὅ τι ἂν ποιῇς ἢ λέγῃς ὡς μαρτυρίαν ἔχων ἐκ τῶν Γραφῶν πράξεις ἢ ὡς ἐκ πατρικῆς σου συνηθείας͵ ἄνευ παραβάσεως ἐντολῆς θεοῦ. 

Οὐ καταλείψεις τὸ ποίμνιόν σου καὶ εἰς ἕτερον μετάβοις ἢ πρὸς μείζονα ἀξίαν ἐπαναδράμοις ἄνευ πατρικῆς σου διαγνώσεως. 

Οὐ φιλιάσεις μετὰ κανονικῆς οὐδὲ παραβάλῃς ἐν γυναικείῳ σε μνείῳ οὐδὲ κατὰ μόνας ὁμιλήσεις μοναζούσῃ ἢ κοσμικῇ͵ εἰ μή που ἀνάγκη ἕλκοι͵ καὶ τότε δύο παρόντων ἐξ ἑκατέρου μέρους προσώπων· τὸ γὰρ ἕν͵ ὥς φησιν͵ εὐεπηρέαστον. 

Οὐκ ἀνοίξεις τὴν θύραν τῆς ποίμνης ἐπὶ εἰσόδῳ παντοίας γυναικὸς ἄνευ μεγάλης ἀνάγκης· εἰ δὲ δυνατὸς εἶ ἀσυμφανῶς δέχεσθαι͵ οὐδὲ τοῦτο ἀπόβλητον. 

Οὐ ποιήσεις σεαυτῷ καταγώγιον ἢ τοῖς πνευματικοῖς σου τέκνοις͵ οἶκον κοσμικόν͵ ἐν ᾧ εἰσι γυναῖκες͵ ἐπὶ συχνῷ παραβάλλων͵ ἀλλ΄ ἐκλέξῃ εἰς ἀνδρῶν εὐλαβῶν τὰς παροδικὰς καὶ ἀναγκαίας χρείας ποιεῖσθαι. 

Οὐ κτήσῃ μαθητὴν εἰς τὸ κελλίον σου μειράκιον προσπαθῶς͵ ἀλλ΄ ἐκ προσώπου ἀνυπόπτου καὶ ἐκ διαφόρων ἀδελφῶν τὴν ὑπουργίαν σου ποιήσεις. 

Οὐ κτήσῃ ἱματισμὸν ἐξηλλαγμένον καὶ πολύτιμον ἄνευ τοῦ ἱε ρατικοῦ͵ ἀλλὰ τοῖς ταπεινοῖς πατρομιμήτως καὶ ἐνδύσῃ καὶ ὑποδήσῃ. 

Οὐκ ἔσῃ ἁβροδίαιτος οὔτε ἐν τῇ οἰκείᾳ σου δαπάνῃ οὔτε ἐν ταῖς ὑποδοχαῖς τῶν ξένων· τοῦτο γὰρ τῆς μερίδος τῶν ἀπολαυστικῶν τοῦ παρόντος βίου. 

Οὐ θησαυρίσεις χρυσίον ἐν τῇ μονῇ σου͵ ἀλλὰ τὸ κατὰ περίσσειαν ἐπὶ παντὸς εἴδους μεταδοίης τοῖς πενομένοις ἐν ἀνοίξει τῆς αὐλῆς σου καθὼς καὶ οἱ ἅγιοι πατέρες. 

Οὐ κρατήσεις τόπον ἠσφαλισμένον καὶ τὴν οἰκονομικὴν φροντίδα͵ ἀλλ΄ ἔστω σοι πᾶσα ἡ φροντὶς ἀν ήκουσα περὶ τῶν ψυχῶν· τὸ δὲ χρυσίον καὶ τὰ κατὰ χρείαν ἐγχει ρίσεις τῷ οἰκονόμῳ͵ τῷ κελλαρίτῃ καὶ ὡς ἐπιβάλλει ἐν ἑκάστῃ διακονίᾳ͵ σοῦ προδήλως πάντων τὴν ἐξουσίαν ἔχοντος καὶ μεταφέ ροντος ὡς ἂν βούλῃ ἑκάστην διακονίαν ἐν τῷ τυχόντι προσώπῳ καὶ ἀπολαμβάνοντος τὸν λόγον ἑκάστης διοικήσεως καθὸ ἐντέλλῃ. 

Οὐ ποιήσεις τι ἢ πράξεις κατ΄ οἰκείαν γνώμην ἐν παντὶ πράγματι οὔτε ἐν προόδῳ οὔτε ἐν πράσει καὶ ἀγορασίᾳ οὔτε ἐν δοχῇ ἢ ἐν ἀποκρίσει ἀδελφοῦ οὔτε ἐν ὑπαλλαγῇ διακονίας οὔτε ἐν ἄλλῳ τινὶ τῶν σωμα τικῶν͵ ἀλλ΄ οὖν οὐδὲ ἐν τοῖς ψυχικοῖς σφάλμασιν͵ ἄνευ βουλῆς προεχόντων ἐν γνώσει καὶ εὐλαβείᾳ͵ ἑνὸς ἢ δύο ἢ καὶ τριῶν ἢ καὶ πλειόνων κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν͵ ὥσπερ ἐντέταλται πα τρικῶς. ταῦτα πάντα καὶ ὅσα ἕτερα παρέλαβες φυλάξοις καὶ φρουρή σοις͵ ἵνα εὖ σοι γένηται͵ καὶ ἔσῃ κατευοδούμενος ἐν Κυρίῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· τὸ γὰρ ἐναντίον ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν.
πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά