Τετάρτη, Φεβρουαρίου 20, 2013

Ἀνδρέου Κρήτης Περὶ τῆς ὑποθέσεως Τελώνου καὶ Φαρισαίου (σελ.118-129)


Κυριακὴ Τελώνου καὶ Φαρισαίου
Λουκ. ιη΄ 10-14


Ἀνδρέου Κρήτης
Περὶ τῆς ὑποθέσεως Τελώνου καὶ Φαρισαίου
(σελ.118-129)


Ἡ διὰ τοῦ Τελώνου καὶ Φαρισαίου ὕλη οἷόν τι προγύμνασμα καὶ προοδοποίησις πρόκειται τοῖς βουλομένοις ἔρχεσθαι τῆς ἱερᾶς ταπεινότητος, τῆς πασῶν τῶν ἀρετῶν λαμβανομένης, αἷς ἡ κτῆσις τῆς βασιλείας τῶν οὐρανῶν ὄντως ἐνίδρυται, καὶ τῆς θεομισοῦς ἀλαζονείας ἀπέχεσθαι, τῆς πασῶν τῶν φιλοχρίστων ἀρετῶν παρατρεπούσης τὸν ἄνθρωπον.  Τίς οὖν οὐ ζηλώσει τὸν Τελώνην, καὶ τὴν ἐπιστροφὴν αὐτοῦ, καὶ τὴν μεταμέλειαν, καὶ τοῦ Φαρισαίου οὐ ἀποσείσεται τὸν ὄγκον;  εἴπερ ἡ μὲν ταπείνωσις συνάπτεται τῷ Χριστῷ, ἡ δὲ ἀλαζονεία τῷ πεφρονηματισμένῳ  καὶ πλήρει ὄγκου δαίμονι.
Ἡ ἀλαζονεία τὸ πρῶτον τῶν ἀγγέλων, ἡ κλῆσις καὶ Ἑωσφόρος ἦν, πάντως διάβολον καθιστᾷ. Αὕτη τὸν γενάρχην Ἀδὰμ τοῦ παραδείσου ἐξωθεῖται·  «Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς», «Κύριος ὑπερφάνοις ἀντιτάσσεται, καὶ ταπεινοῖς δίδουσι χάριν». Αὕτη κατατίθεται τὸν Φαραώ· «Εἶπεν ἅφρων ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός». Αὕτη τὸν Ναβουχοδονόσορα καταβάλλεται·  «Κυρίῳ γὰρ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις».  Καὶ· «Οὐ ποιήσεις οὐδὲν ὁμοίωμα». Εἱ καὶ τῷ μὲν ἡ νόσος λύεται, τῷ δὲ ἕξις γίνεται πάθος. Ὄντως πυρετός ἐστιν ἡ ὑπερηφανία, ὑποπίπτουσα τῇ αἰσθήσει τοῦ πυρέττοντος, φενῖτις δεινὴ εἰς πτῶσιν τὸν ἄνθρωπον παροξύνουσα, ὕδρωφ ἔμπλεως καὶ ἀέρος καὶ ὕδατος.
«Τὶς γὰρ ἀναβήσεται εἰς τὸ ὄρος Κυρίου; Ἀθῶος χερσί, καὶ καθαρός τῇ καρδίᾳ, ὅς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ».  Τοιάτη ἦν ἡ τοῦ Τύρου ματαιότης καὶ ἀγερωχία, ἡ τὴν ἰκμάδα ἀποβαλλομένη τῆς χάριτος, γῆ ἄνικμος. Ἴστι γὰρ δήπου τοῦτου καὶ λόγῳ καὶ πείρᾳ, ὁ ἀλαζὼν οὐ δεῖται τῆς τελειωτικῆς τοῦ Θεοῦ χάριτος καὶ διὰ τοῦτό ἐστιν ἄνικμος καὶ ξηρής, λείπεται τοῦ ζωτικοῦ θερμοῦ, καὶ τῆς ζωούσης ὑγρότητος. Ἐν τούτῳ κενῷ ὄντι δένδρῳ τὴν καλιὰν ἐργάζεται ὁ νυκτικόραξ διάβολος.
Καὶ ἁπλῶς εἰπεῖν, ἡ ταπείνωσις τροφὸς ὑπάρχει τῶν ἀρετῶν, του Χριστιανικοῦ κάλλους, εὐσεβείας κεφάλαιον καὶ ἀρχὴ καὶ τέλος.  Τῶν παθῶν ἀναίρεσις, συντήρησις ὑδρότητος ἐν τῇ ρίζῃ τῆς πίστεως. Ἡ ταπεινότης σύνεστι τῷ φόβῳ τοῦ Θεοῦ τῷ ἐλαύνοντι τὴν ἀνομίαν, ὡς ἔφη καὶ ὁ Ἰερεμίας καὶ ὁ Σολομών.  Ὄντως γὰρ «Ἀρχὴ σοφίας φόβος Κυρίου». Αὕτη τὸν τελώνην κήρυκα ποιεῖται τοῦ Πνεύματος· ἡ δὲ ἀλαζονεία τὸν Φαρισαῖον κενὸν ἐργάζεται τύμπανον, μάτην ἀλαλάζον. Ὄντως ροιὰ Σοδόμων ἐστῖν ὁ ὑποκριτής, πέπων τὰ μὲν ἔξωθεν ὡραῖος, τὰ δὲ ἔνδοθεν σαπρός τε καὶ ἄχαρις.
Ἀνέβη εἰς τὸ ἱερὸν ὁ Τελώνης, καὶ ἀνέβη καὶ σωματικῶς καὶ ψυχικῶς. Ἀνέβη εἰς τὸ ἱερὸν ὁ Φαρισαῖος σωματικῶς καὶ ψυχικῶς.  Ὁ μὲν γὰρ ἀνέβη τῇ ψυχῇ καταβαίνων διὰ τῆς ταπεινότητος· ὁ δὲ κατέβῃ τῇ ψυχῇ ἀναβαίνων διὰ τῆς ὑπερηφανείας. 
Ὁ μὲν ἀνέβη ταῖς κατὰ τὸν Δαυΐδ ἀναβάσεσιν, ἐπιβὰς τῆς ὁδοῦ τῆς φερούσης εἰς τὸν παράδεισον· ὁ δὲ κατέβη καταβαίνων εἰ τὸν Ἐωσφόρων, τὸν ἀρχηγὸν τῆς ὑπερηφανείας. 
Ὁ μὲν ἀνέβη διὰ τῆς ἀναβάσεως καὶ ἐπιδόσεως εἰς τὰς ἀρετάς· ὁ δὲ κατέβη ἀπὸ τῶν ἀρετῶν, καὶ προσεπέλασιν ταῖς κακίας.
Πολλοὶ εἰσέρχονται τῷ ἱερῷ, ἀλλ’ ὀλίγοι μετέχουσι τοῦ ἱεροῦ· οὐ γὰρ εἰσιν ἄξιοι του οἴκου τοῦ Θεου. Ὁ γὰρ ὑπερήφανος οὐ μένει ἐν τῇ ἀγάπῃ. Ὁ δὲ μὴ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ οὐ μένει, κατὰ τὸν Ἰωάννην. Ὁ δὲ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ καὶ ἔστιν ναὸς Θεοῦ, κατὰ Παῦλον.  Ἐκεῖνοι κυρίως εἰσέρχονται τῷ ἱερῷ καὶ τῷ ναῷ τοῦ Θεοῦ, οἶς ἰδικῶς ἐνεγεῖ ὁ Θεὸς. Φωτίζει δὲ μόνους τοὺς νηπίους καὶ μικροὺς ὁ Θεὸς, κατὰ τὸν μουσουργέτην Δαβὶδ. «Ὅπου γὰρ ταπείνωσις, ἐκεῖ καὶ σοφία», κατὰ τὸν Σολομῶντα· σοφία πίστεως καί σοφία πράξεως.
Ταύτης τῆς σοφίας ἐλείπετο ὁ Φαρισαῖος· ὄθεν καὶ ὑποκριτὴς ὤν εὐχαριστεῖ κατὰ μόνα τὰ ἔξωθεν τῷ Θεῷ, κατὰ δὲ τὰ ἔνδοθεν ἀχάριστος γίνεται τῷ Θεῷ. 
Οὐ γὰρ τηρεῖ τὴν ἐντολήν, «Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν».  
Ἦν ἀγαθὸν τὸ ρῆμα «Εὐχαριστῶ σοι», ἐπειδὴ οὐχ ἑαυτῷ ἀπεδίδου τὴν ἀρετὴν ὁ Φαρισαῖος, ὡς ἐνόμιζεν ὁ Ναβουχοδονόσωρ καὶ ὁ Σεμεΐας καὶ ὁ Πέτρος·  τινι ὑπερηφανείᾳ καὶ ὁ Ἑωσφόρος καὶ ὁ Ἀδὰμ περιέπεσον. 
Ὅμως ηὔχετο ὅ οὐκ εἶχεν ἔχειν· καὶ εἰ γὰρ εἶχε διὰ τῆς ὑπερηφανείας ἀπώλειαν. Ὀφείλει γὰρ καὶ ὁ ἔχων ὁμολογεῖν μὴ ἔχειν, καὶ λέγειν, ὅτι «Ἀχρεῖος δοῦλός εἰμι», ἐπεὶ «Οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν».

Ἀποβάλλεται ὄντος τὴν ἀγάπην ὁ μὴ ταπεινούμενος, καταφρονεῖ δὲ ὁ μὴ ἀγαπῶν. 
Ὄντως ἀρχὴ παντὸς εἴδους ἁμαρτίας ἡ ὑπερηφανεία.  Ταύτῃ ἔπειτα φθόνος, τῷ φθόνῳ φόνος δι’ἥν ἔν ἐχθροῦ μοίρᾳ ὁρᾷ τὸν πατέρα ὁ Ἀβεσαλώμ, καὶ κτείνειν προάγεται. 
Ὄντως ὁ κρύφιος κακὸς τοῦ φανεροῦ ἐστι χείρων, καὶ τοῦ διαβόλου οὐκ ἀπέοικε, δι’ ὄψεως τὸν πρωτόπλαστον φενοκίσαντος.  Διὰ τοῦτο ὁ φανερὸς φαῦλος δικαιοῦται, καὶ ἀφανὴς καταδικάζεται.  
Τῷ μὲν γὰρ μόνη φαυλότης, τῷ δὲ καὶ ψεῦδος καὶ διαπάτη παρέπεται, καὶ διὰ τοῦτο τῆς ἄκρας ἀληθείας ἀποδιώκεται.  Διὰ γὰρ τῆς ἀγάπης καὶ ὁ ἐκλεκτὸς προορίζεται, κατὰ τε τὸν Πέτρον Ἐπιστολῇ δευτέρᾳ καὶ τὸν Παῦλον πρώτῃ πρὸς Ἐφεσίους, καὶ τρίτῃ πρὸς Κολασσααεῖς, τὸ δὲ ἔχθος ἀποδοκιμάζει.
Ἔγνων ὁ Τελώνης τὴν ἰδίαν ἁμαρτίαν, καὶ δεδικαίωται, τῆς ἁμαρτίας πόρρωθεν γενόμενος. Ὅθεν καὶ ζῇ κατὰ τὸν Ἰεζεκιήλ. Ἥτις ζωὴ καὶ τῷ Δαβὶδ παρηκολούθησεν, ὡς ἐμαρτύρει ὁ Ναθάν, Οὐκ ἔγνω τὴν ἰδίαν ἁμαρτίαν ὁ Φαρισαῖος, καὶ τῆς ζωῆς πόρρωθεν γίγνεται.
Καὶ σκόπει καλῶς δεύτερον τὴν εὐαγγελικὴν ρῆσιν· «Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ δεύτερος Τελώνης».  
Εἰς παράδειγμα καὶ τύπον τῶν ἀνθρώπων τῶν δικαιούντων ἑαυτούς, ἐξουθενούντων δὲ τοὺς ἁμαρτάνοντας, ἔθηκεν τὸν Φαρισαῖον Κύριος εἰς δεῖγμα τῶν ὑπερηφάνων, τὸν δὲ Τελώνην, ἔθηκεν εἰς παράδειγμα τῶν ἁμαρτανόντων ἀνθρώπων, καὶ μετὰ συντετριμμένης καρδίας τὰς προσευχὰς καὶ ἐξομολογήσεις ποιούμενων, ἵνα διδάξῃ πάντας τὴν μὲν ὑπερηφάνειαν μισεῖν, τὴν δὲ ταπείνωσιν ἀγαπᾷν.
Καὶ δείκνυσι καθαρῶς ἀπὸ ταύτης τῆς παραβολῆς ὁ Χριστὸς, ὅτι ἡ μὲν δικαιοσύνη καὶ ἀρετὴ μεγάλη ἐστί, καὶ πλησίον τοῦ Θεοῦ τὸν ἄνθρωπον ἵστηστιν· ὅταν δὲ τὴν ὑπερηφανείαν προσλάβηται, εἰς τὸν κατώτατον βυθὸν ἀπορρίπτει τὸν ἄνθρωπον.  
Τοῦτο γὰρ καὶ πέποθεν ὁ Φαρισαῖος, καὶ ἀπὸ ταύτης τῆς αἰτίας κατεκρίθη, καὶ εἰς ἀπώλειαν ἐξώκειλεν. Ἡ δὲ ἀδικία καὶ ἡ ἀμαρτία βδελυκτή ἐστι καὶ μισητή, καὶ πάσης κακίας βαρυτέρα, καὶ μακρύνει τὸν ἄνθρωπον ἀπὸ τοῦ Θεοῦ. 
Ἀλλὰ ἡ ταπείνωσις διὰ τῆς μετανοίας καὶ ἐξομολογήσεως δικαιοῖ τοῦτον καὶ σωτηρίας ἀξιοῖ, καὶ πλησίον φέρει καὶ ἵστησι τοῦ Θεοῦ.  Τοῦτο εὗρεν ὁ Τελώνης, καὶ ἀπὸ ταύτης τῆς αἰτίας ἐδικαιώθη, καὶ σωτηρίας ἠξίωται.
«Ὁ Φαρισαῖος σταθείς, πρὸς ἑαυτὸν εἶπεν· Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι». Βαβαὶ τῆς ὑπερηφανείας Κύριος καὶ Ἡσαΐας ὀλογωρεῖ ὡς καταγούσης εἰς Αἴγυπτον, καὶ θάρσος ἐχούση τοῦ Φαραώ, καὶ σκιὰν τῆς Αἰγύπτου, καὶ μνήμης ἀπλώλειαν μετ’ ἤχον, κατὰ τὸν ἱεροψάλτην Δαβίδ, καὶ μὴ μνήμης ἀϊδιότητα.  Βαβὰι τοῦ φιλολοιδόρου στόματος, κατὰ τὸ ἕκτον τῶν Παροιμιῶν· «Οὐκ εἰμί, φησίν, ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅπραγες, ἄδικοι καὶ μοιχοί, ἤ καὶ ὡς οὗτος  ὁ Τελώνης». Ἀρχὴ τῆς ὑπερηφανείας ἡ ὕβρις φαίνεται. 
Ὁ γὰρ διαπτύων τοὺς ἄλλους, καὶ μηδὲν τούτους ἠγούμενος, ἀλλὰ τοὺς μὲν πτωχούς, τοὺς δὲ δυσγενεῖς, τοὺς δὲ ἀμαθεῖς καὶ ἰδιώτας ὑπολαμβάνων, τοὺς δὲ ἀδίκους καὶ ἁμαρτωλούς, ἐκ τῆς ὕβρεως ταύτης παρασύρεται καὶ μόνον ἑ
αυτὸν οἴεται εἶναι σοφόν, συνετόν, εὐγενῆ, πλούσιον, δυνατόν, δίκαιον, καὶ πάντων ἀνθρώπων ὑπέρτερον καὶ ἔστιν ἡ ὕβρις ὑπερηφανείας ἀρχή, καὶ ἡ ὑπερηφάνεια κακὸν τῆς ὕβρις ἔκγονον.  Διὰ τοῦτο καὶ ἡ διαβόητος ἡμέρα Κυρίου τὴν ἐκδίκησιν ποιήσει ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον· αἱ γὰρ συγγενεῖς ἁμαρτίαι ὁμοτρόπως κολάζονται.
Ἔδειξεν ὁ Φαρισαῖος καὶ τῷ σχήματι αὐτοῦ καὶ τῇ στάσει τὴν ἔπαρσιν ἥν εἶχε, καὶ τὴν ἀλαζονείαν.  Καὶ οἱ μὲν λόγοι αὐτοῦ ἐξ ἀρχῆς ἦσαν εὐγνώμονες. Ἔλεγε γὰρ «Ὁ Θεὸς, εὐχαριστῶ σοι». 
Μετὰ ταῦτα δὲ ὅσα εἶπε πάσης ἀλαζονείας καὶ ὑπερηφανείας ἦσαν πεπληρωμένα. Οὐ γὰρ εἶπε· Σὺ μὲ ἐποίησας, Κύριε, καὶ διὰ τῆς βοηθείας τῆς σῆς ἐλευθεροῦμαι πάσης ἀδικίας καί ἁρπαγῆς, καὶ τῶν ἄλλων κακῶν· «Τί γὰρ ἔχεις, φησίν, ὅ οὐκ ἔλαβες;» Ἀλλὰ πάντα κατορθώματα ἐξ ἰδίας δυνάμεως ἐλογίζετο κατορθῶσαι. 
Πᾶς δὲ ἄνθρωπος ἐχέτο πληροφορίαν, ὅτι χωρὶς τῆς τοῦ Θεοῦ βοηθείας οὐ δύναται, οὐδὲ ἰσχύει κατορθῶσαί τι ἀγαθόν·  «Χωρὶς γὰρ ἐμοῦ, φησὶν ὁ Χριστός, οὐ δύνασθε ποιεῖν οὐδέν».  
Καὶ ὁ Προφήτης· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες». Καὶ ὁ Ἀπόστολος·  «Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ».  Καὶ, «Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ, ἡ σὺν ἐμοί».  Καὶ, «Ὁ Θεὸς ἐστιν ὁ ἐνεργῶν, ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν.»
Καὶ διὰ τοῦτο ὁ μὲν Τελώνης κῆπος ἦν τοῖς πνευματικοῖς ὕδασιν ὑποβρύχιος, ὁ δὲ Φαρισαῖος δρῦς ἦν ἄφυλλλος, κατὰ τὸν Ἡσαΐαν καὶ τὸν Σολομῶντα. Εἰ γὰρ καὶ τῷ αυτεξουσίῳ τετιμήμεθα τῆς προαιρέσεως, ἀλλ’ ὅμως, ἐκτὸς τῆς ἄνωθεν συμμαχίας οὐδὲν τῶν ἀνδραγαθημάτων ἐν τῇ ὁδῷ τοῦ βίου ἐπιτελέσαι δυνάμεθα. «Οἶδα γάρ, φησὶν ὅτι οὐ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ πορεύεται ἀνὴρ κατορθῶσαι πορείαν αὐτοῦ».  
Μὴ οὖν ἑαυτοῖς λογιζώμεθα τῶν ἀγώνων τὰ τρόπαια.  Ἡμέτερον γὰρ τὸ προελέσθαι μόνον τὰ κρεῖττων καὶ σπουδάσαι, Θεοῦ δὲ τὸ εἰς ἔργον ἀγαγεῖν τὴν ἀγαθὴν ἐπιθυμίαν καὶ ἔφεσιν, τῷ μηδὲ φύσει τὸ δύνασθαι ἔχοντι, ἀλλ’ ἀπὸ τῆς χάριτος λαμβάνοντι λέγειν, ὅτι «Δύναμαι». Τοῦτο κόμπος καὶ καύχησις· «Τὶ γὰρ ἔχεις, φησίν, ὅ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;»
«Νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ δὲ πάντα ὅσα κτῶμαι» Ἐπειδὴ γὰρ κατηγόρησε τῶν λοιπῶν ἀνθρώπων καὶ τοῦ Τελώνου ὁ Φαρισαῖος, ὅτι μοιχοί εἰσι καὶ ἅπραγες· αὐτὸς πρὸς μὲ τὸ τῆς μοιχείας πάθος τὴν νηστείαν ἠλαζονεύσατο· ἐπειδὴ ἀπὸ τῆς τρυφῆς γίνεται ἡ πορνεία· κόρος γὰρ πατὴρ ὕβρεως, καὶ πορνεία ἐκ πλησμονῆς· ὁ Φαρισαῖος δὲ τὸ σῶμα διὰ νηστείας κατατήκων, πολὺ ἀπέχειν ἐκαυχᾶτο τῶν τοιούτων παθῶν. Ἐνήστευον δὲ οἱ Φαρισαῖοι δὺο ἡμέρες τῆς ἐβδομάδος, δευτέραν καὶ πέμπτην.
Πρὸς δὲ τό, «Ἅρπαγες καὶ ἄδικοι» ἔλεγεν ὁ Φαρισαῖος, «Ἀποδεκατῶ πάντα ὅσα κτῶμαι».  Τοσοῦτον γὰρ ἐνεκαυχήσατο ἐναντιοῦσθαι τῇ ἁρπαγῇ καὶ τῇ ἀδικίᾳ, ὥστε καὶ τὰ ἑαυτοῦ ἑτέροις διδόναι. 
Οἱ γὰρ Ἑβραῖοι ἐδίδοσαν τῶν ὄντων ἁπάντων «δεκάτην μίαν», καὶ μετὰ τὴν τρίτην· καὶ αἱ τρεῖς συντεθειμέναι δεικνύουσιν, ὅτι τὸ τρίτον τῆς οὐσίας αὐτῶν ἐδίδου. 
Ἀλλὰ καὶ τὰς ἀπαρχὰς καὶ πρωτοτόκια, καὶ ἕτερα πλείονα παρεῖχον τῶν ὄντων ὑπὲρ ἁμαρτημάτων, τὰ ὑπὲρ καθαρισμοῦ, τὰ ἐν ἑορταῖς, τὰ ἐν ταῖς τῶν χρεῶν ἀποκοπαῖς, καὶ ταῖς τῶν δούλων ἀφέσεσι, καὶ τοῖς δανείσμασιν τοῖς ἀπηλλαγμένοις τόκου. Ταῦτα δὲ  πάντα συντεθειμένα καὶ συναριθμούμενα, τὸ ἥμιση τῆς οὐσίας διδοὺς ἀνθρώποις, οὐδὲν μέγα ἐργάζεται ἐπαιρόμενος καὶ ἀλαζονευόμενος, καὶ ταῦτα τοῦ Εὐαγγελίου λέγοντος·  «Ἐὰν μὴ πειρσσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐκ εἰσλεύσεσθε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν».
«Ὁ δὲ Τελώνης μακρόθεν ἐστώς, οὐκ ἤθελεν, οὐδὲ τοὺς ὀφθαλμοῦς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ’ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ, λέγων·  Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 
Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτῶν ταπεινωθήσεται, ὁ δε ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». 
Εὐχόμενος ὁ Τελώνης, καὶ ἔργα μὴ ἔχων ἀγαθά, οὐδὲ ἀπαριθμῆσαι ταῦτα ἠδύνατο, ὥσπερ ὁ Φαρισαῖος ἀλλ’ ἔτυπτε τὸ στῆθος,καὶ τὴν καρδίαν ἐμάστιζε, καὶ μετὰ συντριβῆς καὶ κατανύξεως ἔλεγε· «Ὁ Θεός, ἰλάσθητί μοι τῷ ἁματωλῷ».  
Διὰ τοῦτο καὶ  ἵλεων εὑρίσκει τὸν ἐλεήμονα, καὶ εὐδιάλλακτον Κύριον.  Πάντων γὰρ τῶν ἁμαρτημάτων καθαιρετική ἐστιν ἡ ταπεινοφροσύνη, ἡ δὲ ὑπερηφανία ἀφανίζει πάσας τὰς ἀρετάς· ὅτι πάσης ἁμαρτίας καὶ κακίας μείζων ἐστὶ καὶ βαρυτέρα.  Κρεῖσσον ἁμαρτάνοντας ἐπιστρέφειν καὶ ταπεινοῦσθαι, ἤ κατορθοῦντας ἐπαίρεσθαι. 
Ὁ Τελώνης τὰ ἁμαρτήματα ἀπεδύσατο, δεξάμενος τὴν τοῦ Φαρισαίου κατηγορίαν μετὰ πραότητος καὶ ὑπομονῆς καὶ ὁ Φαρισαῖος ἀπὸ δόξης εἰς τὸ τὴς ἀτιμίας κατέπεσε βάραθρον, δικαιώσας ἑαυτόν, καὶ κατηγορήσας τοῦ Τελώνου, καὶ τῶν λοιπῶν ἀνθρώπων. 
Ὁ Τελώνης ἀπὸ τῆς ἐπονειδίστου ζωῆς καὶ τῆς ἁμαρτίας, εἰς τὴν μακαρίνα ἐπανῆλθε ζωήν καὶ κατάστασσιν· ὁ δὲ Φαρισαῖος ἐταπεινώθη ἐξ ὄγκου καὶ τῆς ἐπάρσεως.
Δύο γὰρ ἀπατοῦμεθα πάντες ἄνθρωποι, τὸ καταγινώσκειν τῶν οἰκείαν ἁμαρτημάτων, καὶ τὸ τοῖς ἑτέροις ἀφιέναι ἁμαρτήματα. 
Ὁ γὰρ τὰ αὐτὰ (αὐτοῦ) βλέπων ἁμαρτήματα, συγγνωμικώτερος γίνεται τοῖς ἑτέροις· ὁ δὲ κατακρίνων ἑτέρους, ἑαυτὸν κατακρίνει,καὶ καταδικάζει, καὶ εἰ πολλὰς κέκτηται ἀρετάς. 
Ὄντως μέγα ἐστὶ τὸ μὴ κατακρίνεις ἑτέρους, ἀλλ’ ἑαυτούς, ἀδελφοί. 
Ἡμεῖς δὲ, τὰ ἑαυτῶν ἀφέντες ἁμαρτήματα, ἑτέρους μᾶλλον κατακρίνομεν, ἄλλους ἐξετάζομεν, οὐκ εἰδότες ὅτι, εἰ καὶ πάντων ἧμεν δικαιότεροι, ἑτέρους δὲ κατακρίνομεν, ὑπεύθυνοι γινόμεθα, καὶ τῆς αὐτῆς ἐσμεν ἄξιοι τιμωρίας καὶ κολάσσεως, ἧς καὶ ὁ κρινόμενος ἄξιός ἐστιν· « γὰρ κρίματι κρίνετε, φησί, τούτῳ καὶ κριθήσεσθε». 
Ὁ γὰρ πορνεύων ἐντολὴν παραβαίνει, καὶ ὁ κρίνων τὸν πορνεύοντα. 
Ὥστε καὶ ἀμφότεροι θείαν ἐντολήν παραβαίνουσιν, καὶ ὁ πορνεύων καὶ ὁ κρίνων.
Ἀλλὰ μεταθώμεθα τὴν εἰς ἑτέρους ἐξέτασιν καὶ πολλυπραγμοσύνην εἰς ἑαυτούς μᾶλλον, ἀγαπητοί.  
Καὶ ἐὰν ἴδωμέν τινας ἁμαρτάνοντας, ἡμεῖς τὰ ἑαυτῶν ἁμαρτήματα πρὸ ὀφθαλμῶν ἔχωμεν, καὶ χείρω τὰ ἡμέτερα λογιζώμεθα, ἤ τὰ τῶν ἑτέρων. 
Οἱ γὰρ ἁμαρτήσαντες, ἐν τῇ ὥρᾳ ἴσως τῆς ἁμαρτίας μετενόησαν, ἡμεῖς δὲ πάντοτε μένομεν ἀδιόρθωτοι, κατακρίνοντες καὶ ἑτέρων ἐξετάζοντες. 
Ὁ Λὼτ ἐκεῖνος ἐν Σοδόμοις οἰκῶν οὐδένα κατέκρινε, οὐδενὸς κατηγόρησε. Διὰ τοῦτο δεδικαίωται, καὶ ἀπὸ τοῦ πυρὸς διεσώθη καὶ τῆς πανωλεθρίας, ἧς οἱ Σοδομῖται κατεδικάσθησαν. 
Ταπεινωθέντες οὖν καὶ ἡμεῖς ἑαυτοὺς κατακρίνωμεν, ἑαυτοὺς καταισχύνωμεν, ἵνα ἀκατάκριτοι ὑ ψ η λ ο ὶ γενώμεθα. Ἀγαπήσωμεν τὴν ταπεινοφροσύνην.  
Διὰ ταύτης ὁ Τελώνης ἐδικαιώθη, καὶ τὸ φορτίον τῶν ἁμαρτημάτων ἀπέθετο.  Μισήσωμεν τὴν ἔπαρσιν, ὅτι ὁ Φαρισαῖος διὰ ταύτης κατεκρίθη, καὶ τὰς ἀρετὰς ἄς εἶχεν ἀπώλεσιν.
Ὁ Φαρισαῖος μὴ καλῶς τὸ καλὸν διαπραξάμενος κατακέκριται. 
Ὁ Τελώνης ὡς καλῶς τὰ μὴ καλὰ τῶν ἔργων ἀποσεισάμενος, δεδικαίωται. 
Ἐπέβλεψε γὰρ ὁ Θεὸς ἐπὶ τὸν στεναγμὸν τοῦ Τελώνου, καὶ τὴν αὐτοῦ συντριβήν, καὶ τὰς κατὰ τοῦ στήθους τύψεις καὶ προσδεξάμενος τό, ἱλάσθητι, μετὰ τοῦ Ἄβελ αὐτὸν ἐδικαίωσεν.  
Τὰς δὲ θυσίας, καὶ τὰς ἀρετάς, καὶ τὰ κατορθώματα Φαρισαίου ὡς μεγαλαύχου καὶ ὑπερηφάνου ἐβδελύξατο καὶ ἀπώσατο· καὶ ὡς τὸν ἀδελφοκτόνον Κάϊν κατεδίκασεν αὐτὸν ἀπὸ ταύτης τῆς αἰτίας.
Μάθωμεν, ἀδελφοί, καὶ διδαχθῶμεν, καὶ μεγάλα ἐργαζώμεθα κατορθώματα.  
Τούτων ἔνεκεν μὴ ἐπαιρώμεθα.  Καὶ ἐὰν ἀγαθοὶ γενώμεθα, δίκαιοι καὶ ἐπιεικεῖς καὶ συμπαθεῖς καὶ ἐλεήμονας· ἀλλὰ καὶ οὕτως ταπεινούμεθα, καὶ μὴ ὑπεροψίαν καὶ ἀλαζονείαν ἔχωμεν, μήποτε τοὺς καμάτους ἡμῶν καὶ τοὺς πόνους ἀπολέσωμεν». 
Ὅταν γάρ, φησίν, ταῦτα πάντα ποιήσητε, λέγει Κύριος, λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν. 
Ὅ ὀφείλομεν ποιῆσαι, πεποιήκαμεν». 
Ἀναγκαῖον γὰρ καὶ ἀπαραίτητον χρέος ἐστί, προσφέρειν ἠμᾶς τῷ ἐπὶ πάντων Θεῷ τὴν δουλικὴν ταπείνωσιν, τὴν ὑπομονήν, τὴν ὑποταγή, τὴν εὐπείθειαν, τὴν εὐγνωμοσύνην, τὴν εὐχαριστίαν, καὶ μεγαλύνειν καὶ προσκυνεῖν τὸ θέλημα αὐτοῦ τὸ πανάγιον, καὶ μὴ δάκνεσθαι ταῖς παρ’ ἑτέρων λοιδορίας καὶ ὕβρεσι, μήτε ἄχθεσθαι τοῖς πειρασμοῖς, μήτε δυσχεραίνειν ὀνειδιζόμενοι, ὅτι καὶ ἀπὸ τούτων πολλὴν καρπούμεθα τὴν ὠφέλειαν. Μάθωμεν καὶ γνῶμαι, ἀδελφοί μου, τὴν τῆς ταπεινώσεως δύναμιν καὶ ἰσχὺν καὶ βοήθεια.
Μάθωμεν τῆς ἐπάρσεως τὴν καταδίκην καὶ τὴν ζημίαν καὶ τὴν ἀπώλειαν, τοῦ Βεεμώθ τὴν σκιάν, κατὰ τὸν Ἰώβ, ἐν τοῖς ὑγροῖς τόποις, κἄν τῷ καλάμῳ, τὴν ἐκτροπὴν τῆς ὁδοῦ τῆς ἀληθείας, καὶ τοῦ φωτὸς τῆς δικαιοσύνης.
Καὶ ἐπειδὴ μέγα ἀγαθόν ἐστι μετάνοια καὶ ἐξομολόγησις, καὶ ἡ συντριβή, καὶ τὰ δάκρυα, καὶ οἱ ἐκ βάθους στεναγμοί, καὶ ἡ κατάνυξις· διὰ τοῦτο, παρακαλῶ. ἑξομολγεῖσθε τῷ Θεῷ συνεχῶς, καὶ τὰ ἁμαρτήματα αὐτῷ ἐκκαλύπτετε. 
Εἰ γὰρ ἀναπτύσσωμεν τὸ συνειδὸς ἡμῶν, καὶ δεικνύωμεν αὐτῷ τὰ τραύματα τῶν ψυχῶν ἡμῶν, καὶ ἑτέρους οὐ κρίνομεν, οὐδὲ ἐκθηριούμεθα πρὸς τὰς τῶν πλησίον ὕβρεις, οὐδὲ λυπούμεθα διὰ τοὺς ὀνειδισμούς καὶ τὰς ἀδικίας αὐτῶν, ἵλεως ἡμῖν γενήσεται ὁ φιλάνθρωπος Κύριος, καὶ τὰ τῆς συμπαθείας αὐτοῦ, καὶ τῆς εὐσπλαχνίας κεράσει φάρμακα, καὶ ἐπιθήσει καὶ ἀτρεύσει ἡμᾶς. 
Δείξωμεν τὰ ἁμαρτήματα τῷ μὴ ὀνειδίζοντι Δεσπότῃ, ἀλλὰ θεραπεύοντι· κἄν γὰρ σιγήσωμεν ἡμεῖς, ἐκεῖνος ἅπαντα γινώσκει. 
Εἴπωμεν τοίνυν τὰ ἡμῶν ἁμαρτήματα, ἀδελφοί, καὶ ἐξομολογησώμεθα καθαρῶς, τῷ Κυρίῳ ἵνα κερδαίνωμεν τὴν τούτου συμπάθειαν. 
Ἀποθώμεθα ἐνταῦθα τὰ ἁμαρτήματα, ἵνα καθαροὶ γεγονότες καὶ ἕτοιμοι ἀπέλθομεν ἐκεῖσε, καὶ εἰσαχθῶμεν παρὰ τοῦ δικαίου Κριτοῦ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἀτελεύτητον καὶ ἀΐδιον, καὶ κληρονομήσωμεν τὰς μελλούσας ἐκείνας καὶ ἀκηράτους μονάς, καὶ τὴν ἀδαπάνητον τρυφὴν καὶ ἀπόλαυσιν. 
Ὧν καὶ τύχοιμεν πάντες ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν,  ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμή.  
Ἡ παραβολὴ τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου εἶναι σὰν προάσκηση καὶ προετοιμασία, γιὰ ὅσους θέλουν νὰ κατακτήσουν τὴν ἱερὴ ταπείνωση –πού εἶναι ὅλων τῶν ἀρετῶν ἡ βάση, ὅσων ἡ ἀπόκτηση θεμελιώνει τὴ βασιλεία τῶν οὐρανῶν- καὶ ν’ ἀποφύγουν τὴ θεομίσητη ἀλαζονεία, ποὺ ἐκτρέπει τὸν ἄνθρωπο ἀπ’ ὅλες τὶς φιλόχριστες ἀρετές.  Ποιός δὲ θὰ ζηλέψη τὸν Τελώνη, τὴν ἐπιστροφὴ καὶ τὴ μετάνοια του καὶ δὲ θ’ ἀποτινάξη τὴν περηφάνεια τοῦ Φαρισαίου, ἄν ἡ ταπείνωση συνδέεται μὲ τὸ Χριστὸ καὶ ἡ ἀλαζονεία μὲ τὸ φαντασμένο γεμᾶτο περηφάνεια δαίμονα;
Ἡ ἀλαζονεία τὸν πρῶτο ἀπὸ τοὺς ἀγγέλους, ποὺ τὸ ὄνομά του ἦταν Ἑωσφόρος, τὸν ἔκαμε διάβολο. Αὐτὴ ἔδιωξε τὸν γενάρχη μας Ἀδάμ ἀπὸ τὸν Παράδεισο. «Γκρέμισε ἀπὸ τὸ θρόνο τοὺς δυνατοὺς κι ἀνέβασε τοὺς ταπεινούς». «Ὁ Κύριος ἀντιμάχεται τοὺς ὑπερηφάνους καὶ δίνει τὴ χάρη του στοὺς ταπεινούς». Αὐτὴ καταβάλλει τὸ Φαραώ· «Εἶπε μέσα του ὁ ἀνόητος δὲν ὑπάρχει Θεός».  Αὐτὴ νικᾶ τὸ Ναβουχουδονόσορα· «τὸν Κύριο τὸ Θεό σου θὰ προσκυνήσης κι αὐτὸν μόνο θὰ λατρεύσης». Καὶ «δὲ θὰ κάμης κανένα εἴδωλο».  Καὶ σ’ ἄλλον ἡ ἀρρώστια περνᾶ, ἐνῶ σ’ ἄλλον τὸ πάθος γίνεται συνήθεια. Ἀλήθεια, ἡ ὑπερηφάνεια εἶναι πυρετός, ποὺ ἀντικαθιστᾶ τὴν αἴσθηση τοῦ ἀρρώστου, φοβερὴ παράκρουση, ποὺ ἐρεθίζει τὸν ἄνθρωπο καὶ τὸν σπρώχνει στὴν καταστροφή, εἶναι ὑδρώπικας γεμᾶτος ἀέρα καὶ νερό.
«Ποιός θ’ ἀνεβῆ στὸ βουνὸ τοῦ Κυρίου; Καθαρὸς στὰ χέρια κι ἀθῶος στὴν καρδιὰ, ποὺ δὲν ἔλαβε μάταια τὴν ψυχή του».  Τέτοια ἦταν ἡ ματαιότητα καὶ ἡ ἀγερωχία τοῦ Τύρου,  ποὺ εἶχε ἀποδιώξει τὴ δροσιὰ τῆς χάρης· γῆ κατάξερη.  Τὸ γνωρίζετε τοῦτο βέβαια κι ἀπὸ λόγους κι ἀπὸ τὴν πεῖρα σας· ὁ ὑπερήφανος δὲν αἰσθάνεται τὴν ἀνάγκη ἀπὸ τὴ χάρη τοῦ Θεοῦ, ποὺ τελειποιεῖ καὶ γι’ αὐτὸ εἶναι ξηρὸς  καὶ σκληρός, τοῦ λείπει ἡ ζωογόνα θερμότητα κι ἡ ζωτικὴ ὑγρασία. Σ’ αὐτόν ποὺ εἶναι σὰν τὸ ξερὸ δέντρο, φτιάχνει τὴ φωλιὰ του ὁ νυχτοκόρακας διάβολος.
Μ’ ἕνα λόγο, ἡ ταπείνωση εἶναι ἡ τροφὴ τῶν ἀρετῶν τῆς χριστιανικῆς ὀμορφιᾶς, ἡ βάση τῆς εὐσεβείας, ἡ ἀρχὴ καὶ τὸ τέλος. Εἶναι ἡ ἀναίρεση τῶν παθῶν, ἡ συντήρηση τῆς ὑγρασίας στὴ ρίζα τῆς πίστης. Ἡ ταπείνωση συνυπάρχει μαζὶ μὲ τὸ φόβο τοῦ Θεοῦ ποὺ διώχνει τὴν ἀνομία, ὅπως εἶπε ὁ Ἰερεμίας καὶ ὁ Σολομῶν. Γιατὶ ἀληθινὰ, ἀρχὴ τῆς σοφίας εἶναι ὁ φόβος τοῦ Θεοῦ. Αὐτὴ κάνει τὸν Τελώνη κήρυκα τοῦ Πνεύματος, ἐνῶ ἡ ἀλαζονεία μεταβάλλει τὸ Φαρισαῖο σ’ ἄδειο κύμβαλο ποῦ θορυβεῖ. Ἀληθινὰ ὁ ὑποκριτῆς εἶναι ρόδι τῶν Σοδόμων, πεπόνι ὡραῖο ἀπ’ ἔξω καὶ μέσα σάπιο κι ἀνούσιο.
Ἀνέβηκε ὁ τελώνης στὸ ἱερὸ κι ἀνέβηκε σωματικὰ καὶ ψυχικά. Ἀνέβηκε στὸ ἱερὸ κι ὁ Φαρισαῖος σωματικὰ καὶ ψυχικά. Ὁ ἕνας ἀνέβηκε ἐνῶ ἡ ψυχή του κατέβαινε μὲ τὴν ταπείνωση. Ὁ ἄλλος κατέβηκε, ἐπειδὴ ἡ ψυχή του ψήλωνε ἀπὸ περιφάνεια. Ὁ ἕνας ἔκαμε τὴν ἀνάβαση τοῦ Δαυΐδ, βάδισε τὸ δρόμο ποὺ ὁδηγεῖ  στὸ παράδεισο. Ὁ ἄλλος κατέβηκε τὸ δρόμο ποὺ πηγαίνει στὸν Ἑωσφόρο, τὸν ἀρχηγὸ τῆς ὑπερηφανείας. Ὁ ἕνας ἀνέβηκε μὲ τὴν ἄνοδο καὶ τὴν προκοπὴ στὴν ἀρετή· ὁ ἄλλος κατέβηκε ἀπὸ τὴν ἀρετὴ κι ἐπλησίασε στὴν κακία.
Πολλοὶ μπαίνουν στὸ ἱερό, λίγοι ὅμως μετέχουν στὸ ἱερό, γιατὶ δὲν εἶναι ἄξιοι γιὰ τὸν οἶκο τοῦ Θεοῦ. Ὁ ὑπερήφανος δὲ μένει μέσα στὸ κλῖμα τῆς ἀγάπης. Κι ὅποιος δὲ μένει μέσα στὴν ἀγάπη, δὲ μένει μέσα στὸ κόλπο τοῦ Θεοῦ, κατὰ τὸν Ἰωάννη. Ὅποιος πάλι μένει μέσα στὴν ἀγάπη, μένει μέσα στὸ Θεὸ καὶ ὁ Θεὸς μέσα σ’ αὐτὸν κι εἶναι τοῦ Θεοῦ ναός, κατὰ τὸν Παῦλο. Ἐκεῖνοι μόνο μπαίνουν στὸ ἱερὸ καὶ στὸ ναὸ τοῦ Θεοῦ, ποὺ δέχονται ἰδιαίτερη ἐπίδραση τοῦ Θεοῦ. Κι ὁ Θεὸς φωτίζει μόνον ὅσους εἶναι νήπιοι καὶ μικροί, κατὰ τὸν ψαλμωδὸ Δαυΐδ. «Ὅπου ὑπάρχει ταπείνωση, ἐκεῖ βρίσκεται ἡ σοφία», κατὰ τὸν Σολομῶντα· σοφία γιὰ τὴν πίστη καὶ σοφία γιὰ τὴν πράξη.
Αὐτὴ ἡ σοφία ἔλειπε ἀπὸ τὸ Φαρισαῖο. Γι αὐτὸ κι ἐπειδῆ ἦταν ὑποκριτής, ἐξωτερικὰ μόνο εὐχαριστεῖ τὸ Θεό.  Δὲν τηρεῖ τὴν ἐντολὴ «θ’ ἀγαπήσης τὸν πλησίον σου καθὼς τὸν ἑαυτὸ σου». Ἐπιδοκιμάζομε τὴ λέξη «εὐχαριστῶ», γιατὶ ὁ Φαρισαῖος δὲν ἀπέδιδε τὴν ἀρετὴ στὸν ἑαυτὸ του, ὅπως ἐνόμιζε ὁ Ναβουχοδονόσωρ καὶ ὁ Σεμεΐας κι ὁ Πέτρος.  Σ’ αὐτὴ τὴν περηφάνεια ἔπεσε ὁ Ἑωσφόρος κι ὁ Ἀδάμ.  Καυχιόταν ὅμως ὅτι εἶχε αὐτὸ ποὺ δὲν εἶχε. Γιατὶ κι ἄν τὸ εἶχε, τὸ εἶχε χάσει ἀπὸ τὴν περηφάνεια του. Ἔχει χρέος κι αὐτὸς ποὺ ἔχει κάτι νὰ ὁμολογῆ ὅτι δὲν τὸ ἔχει καὶ νὰ λέει «εἶμαι τιποτένιος δοῦλος», γιατὶ «κανένας θνητὸς δὲν ἔχει δίκιο μπροστὰ σ’ ἐσένα».
Αὐτὸς ποὺ δὲν ταπεινώνεται πετᾶ τὴν ἀγάπη κι ὅποιος δὲν ἀγαπᾶ περιφρονεῖ. Ἀληθινὰ εἶναι ἀρχὴ κάθε ἁμαρτίας ἡ περηφάνεια. Τὴν ἀκολουθεῖ ὁ φθόνος, τὸ φθόνο ὁ φόνος. Ἐξ αἰτίας της σὰν ἐχθρὸ βλέπει ὁ Ἀβεσαλὼμ τὸν πατέρα του καὶ παρακινεῖται νὰ τὸν σκοτώση. Ὁ κρυφὸς ἐχθρὸς εἶναι πιὸ ἐπικίνδυνος ἀπὸ τὸ φανερὸ καὶ δὲ διαφέρει ἀπὸ τὸ διάβολο, ποὺ μὲ τὴ μορφὴ τοῦ φιδιοῦ ξεγέλασε τὸν πρωτόπλαστο. Γι’ αὐτὸ ὁ φανερὸς ἁμαρτωλὸς δικαιώνεται καὶ ὁ κρυφὸς καταδικάζεται. Ὁ ἕνας εἶχε τὴ φαυλότητά του μόνο, ὁ ἄλλος ἔχει ἀκόμα τὸ ψεῦδος καὶ τὴν ἀπάτη.  Καὶ γι’ αὐτὸ ἀποδιώχνεται ἀπὸ τὴν ὑπέρτατη ἀλήθεια. Γιατὶ μὲ τὴν ἀγάπη του καὶ ὁ ἐκλεκτὸς προορίζεται γιὰ τὴ σωτηρία κατὰ τὸν Πέτρο, δεύτερη ἐπιστολὴ καὶ κατὰ τὸν Παῦλο ἐπιστολὴ πρώτη πρὸς Ἐφεσίους καὶ τρίτη πρὸς Κολασσαεῖς· ἡ ἔχθρα ἀποδοκιμάζεται.  
Κατάλαβε ὁ τελώνης τὴν ἁμαρτία του, συγχωρέθηκε, λευτερωμένος ἀπ’ αὐτή.  Γι’ αὐτὸ καὶ ζῆ, κατὰ τὸν Ἰεζεκιήλ. Αὐτὴ τὴ ζωὴ κέρδισε καὶ ὁ Δαυΐδ, ὅπως ἔλεγε ὁ Ναθάν.  Δὲν κατάλαβε τὴν ἁμαρτία του ὁ Φαρισαῖος κι ἔμεινε μακριὰ ἀπὸ τὴ ζωή.
Πρόσεξε καλὰ γιὰ δεύτερη φορὰ τὸν εὐαγγελικό λόγο. «Δύο ἄνθρωποι ἀνέβηκαν στὸ ἱερὸ νὰ προσευχηθοῦν, ὁ ἕνας Φαρισαῖος κι ὁ ἄλλος Τελώνης». Παράδειγμα καὶ πρότυπο τῶν ἀνθρώπων ποὺ δικαιολογοῦν τὸν ἑαυτό τους κι ἐξουθενώνουν ὅσους ἁμαρτάνουν ἔβαλε ὁ Κύριος τὸ Φαρισαῖο, δεῖγμα τῶν ὑπερηφάνων. Τὸν Τελώνη τὸν χρησιμοποίησε ὡς παράδειγμα τῶν ἀνθρώπων ποὺ ἁμαρτάνουν καὶ κάνουν προσευχὴ καὶ τὴν ἐξομολόγησή τους μὲ καρδιὰ γεμάτη συντριβή, γιὰ νὰ διδάξη ὅλους νὰ μισοῦν τὴν ὑπερηφάνεια καὶ ν’ ἀγαποῦν τὴν ταπείνωση.
Καὶ δείχνει καθαρὰ ὁ Χριστὸς μ’ αὐτὴν τὴν παραβολὴ ὅτι ἡ δικαιοσύνη καὶ μεγάλη ἀρετὴ εἶναι καὶ κοντὰ στὸ Θεὸ φέρνει τὸν ἄνθρωπο. Ὅταν ὅμως δεχτῆ κοντά της τὴν ὑπερηφάνεια, πετάει σὰ σκουπίδι τὸν ἄνθρωπο στὸν ἄπατο βυθό. Αὐτὸ ἀκριβῶς ἔπαθε ὁ Φαρισαῖος καὶ γι’ αὐτὸ τὸ λόγο δέχτηκε κατάκριση κι ἔπεσε στὴν ἀπώλεια. Ἡ ἀδικία καὶ ἡ ἁμαρτία εἶναι σιχαμερὴ καὶ μισητὴ καί, βαρύτερη ἀπὸ κάθε κακία, ἀπομακρύνει τὸν ἄνθρωπο ἀπὸ τὸ Θεό. Ἀλλὰ ἡ ταπείνωση μὲ τὴ μετάνοια καὶ τὴν ἐξομολόγηση τὸν δικαιώνει καὶ τὸν κάνει ἄξιο τῆς σωτηρίας καὶ τὸν ὁδηγεῖ κοντὰ στὸ Θεό. Αὐτὸ βρῆκε ὁ Τελώνης καὶ γι’ αὐτό τό λόγο δικαιώθηκε καὶ ἔγινε ἄξιος τῆς σωτηρίας.
«Ὁ Φαρισαῖος ἀφοῦ στάθηκε κάπου, εἶπε στὴν προσευχή του·  σ’ εὐχαριστῶ Θεέ μου, πού δὲν εἶμαι ὅπως ὅλοι οἱ ἄλλοι ἄνθρωποι, ἅρπαγες καὶ ἄδικοι». Ἀλοίμονο στὴν ὑπερηφάνεια. Ὁ Κύριος κι ὁ Ἡσαΐας τὴν περιφρονοῦν, γιατὶ ὁδηγεῖ στὴν Αἴγυπτο, ἔχει τὸ θάρρος τοῦ Φαρραώ καὶ τὸν ἴσκιο τῆς Αἰγύπτου. Πάσχει κατὰ τὸν ψαλμωδὸ Δαυΐδ ἀπὸ ἀπώλεια τῆς μνήμης, δὲν ἔχει τῆς μνήμης διάρκεια. Ἀλοίμονο στὸ φιλοκατήγορο στόμα, κατὰ τὸ ἕκτο κεφάλαιο τῶν Παροιμιῶν.  «Δὲν εἶμαι λέει, ὅπως οἱ ἄλλοι ἄνθρωποι ἅρπαγες, ἄδικοι, μοιχοί, ἤ καὶ καθὼς αὐτὸς ὁ Τελώνης». Ἀρχὴ τῆς ὑπερηφάνειας φαίνεται πώς εἶναι ἡ περιφρόνηση. Αὐτὸς ποὺ περιφρονεῖ τοὺς ἄλλους καὶ τοὺς θεωρεῖ μηδενικά, ἄλλον φτωχό, κι ἄλλον δεύτερης σειρᾶς, ἄλλον ἀμαθῆ κι ἄλλον ἀσήμαντο, ἄλλον ἄδικο κι ἄλλον ἁμαρτωλό, παρασύρεται ἀπὸ τὴν περιφόρνηση αὐτὴ καὶ θεωρεῖ τὸν ἑαυτό του μονάχα σοφὸ καὶ φρόνιμο, κι ἀριστοκράτη, καὶ πλούσιο καὶ δυνατὸ καὶ δίκαιο κι ἀνώτερον ἀπ’ ὅλους τοὺς ἀνθρώπους. Εἶναι ἡ περιφρόνηση ἀρχὴ τῆς περηφάνειας κι ἡ περηφάνεια τῆς περιφρόνησης κακὸ γέννημα. Γι’ αὐτὸ κι ἡ περιλάλητη μέρα τοῦ Κυρίου θὰ προκαλέση τὴν ἐκδίκηση σὲ κάθε περφρονητὴ καὶ ὑπερήφανο.  Γιατὶ οἱ ὅμοιες ἁμαρτίες μὲ ὅμοιο τρόπο τιμωροῦνται.
Ἔδειξε ὁ Φαρισαῖος καὶ μὲ τὸ ντύσιμο καὶ μὲ τὴν στάση του τὴν ἔπαρση ποὺ εἶχε καὶ τὴν ἀλαζονεία. Καὶ οἱ λόγοι του μαρτυροῦσαν στὴν ἀρχὴ εὐγνωμοσύνη.  Γιατὶ ἔλεγε «Θεὲ μου σ’ εὐχαριστῶ». Ἔπειτα ὅμως ὅσα εἶπε εἶναι γεμᾶτα ἀπὸ ἀλαζονεία καὶ περηφάνεια.  Δὲν εἶπε· Σὺ μ’ ἔπλασες Κύριε, καὶ μὲ τὴ δική του βοήθεια ἐλευθερώνομαι ἀπὸ κάθε ἀδικία καὶ ἁρπαγὴ καὶ τὰ ἄλλα κακά. «Τί ἔχεις, μᾶς λέει, ποὺ δὲν τὸ ἔλαβες;» Ἀλλὰ ὅ,τι εἶχε πετύχει, τὸ λογάριαζε σὰν κατόρθωμα τῆς δύναμής του. Ἐνῶ κάθε ἄνθρωπος ἄς μάθη ὅτι χωρὶς τὴ βοήθεια τοῦ Θεοῦ δὲν ἔχει τὴ δυνατότητα καὶ τὴν ἰσχὺ νὰ πραγματοποιήση κάτι καλό. Χωρὶς ἐμένα, λέει ὁ Χριστὸς δὲν μπορεῖται νὰ κάνετε τίποτε» Κι ὁ προφήτης· «Ἄν  ὁ Κύριος δὲν οἰκοδομήση σπίτι, μάταια κοπιάζουν αὐτοὶ ποὺ τὸ οἰκοδομοῦν»· καὶ ὁ Ἀπόστολος· «Δὲν εἶναι στὸ χέρι ἐκείνου ποὺ θέλει, οὔτε αὐτοῦ ποὺ κοπιάζει ἀλλὰ στὴν ἐξουσία τοῦ Θεοῦ ποὺ μᾶς ἐλεεῖ». Κι ἀλλιῶς· «Ὄχι ὅμως ἐγώ, ἀλλὰ ἡ χάρη τοῦ Θεου ποὺ εἶναι μαζί του» Κι ἀλλοῦ· «ὁ Θεὸς εἶναι ποὺ κινεῖ μέσα μας καὶ τὴ θέληση καὶ τὴν ἐνεργητικότητα».
Καὶ γι’ αὐτὸ ἐνῶ ὁ Τελώνης ἦταν κῆπος ποτισμένος ἀπὸ τὰ πνευματικὰ νερά, ὁ Φαρισαῖος ἦταν γυμνόφυλλη δρῦ, ὅπως λέει ὁ Ἡσαΐας κι ὁ Σολομῶν. Γιατὶ κι ἄν ἔχωμε τιμηθῆ μὲ τὴν ἐλευθερία τῆς προαιρέσεως, χωρὶς συμμαχία μὲ τὸ Θεὸ κανένα ἀνδραγάθημα στὸ δρόμο τῆς ζωῆς δὲν μποροῦμε νὰ πραγματοποιήσωμε. «Γνωρίζω, λέει, ὅτι ὁ δρόμος τοῦ ἀνθρώπου δὲν ἐξαρτᾶται ἀπὸ τὸν ἴδιο, οὔτε μπορεῖ ὁ ἄνθρωπος νὰ φέρη σὲ τέλος τὸ δρόμο του». Ἄς μὴν προσγράφωμε λοιπὸν στὸν ἑαυτὸ μας τὰ τρόπαια τῶν ἀγώνων μας. Σ’ ἐμᾶς μόνο ἡ προτίμηση τοῦ καλύτερου καὶ ὁ ζῆλος, ὁ Θεὸς ὅμως θὰ ὁδηγήση στὴν πραγματοποίηση τὴν ἀγαθὴ ἐπιθυμία τοῦ ἀνθρώπου, ποὺ δὲν ἔχει μήτε ἀπὸ τὴ φύση τὴν ἱκανότητα ἀλλὰ ἀντλεῖ ἀπὸ τὴ θεία χάρη τὴ δυνατότητα νὰ λέγη ὅτι «μπορῶ». Αὐτὸ εἶναι κομπορρημοσύνη καὶ καυχησιές·  «Τί ἔχεις, μᾶς λέει, ποὺ δὲν τὸ ἔλαβες; κι ἀφοῦ τὸ ἔλαβες, γιατὶ καυχιέσαι σὰν μὴν τὸ ἔλαβες;»
«Νηστεύω δύο φορὲς τὴν ἑβδομάδα καὶ βγάζω τὸ δέκατο ἀπὸ ὅσα κερδίζω». Ἐπειδὴ ὁ Φαρισαῖος κατηγόρησε τοὺς ἄλλους ἀνθρώπους καὶ τὸν Τελώνη, ὅτι εἶναι μοιχοὶ κι ἅρπαγες, ὁ ἴδιος ἀντιτάσσει στὴ μοιχεία τὴν ἀλαζονεία τῆς νηστείας του.  Γιατὶ ἀπὸ τὴν καλοπέραση προέρχεται ἡ πορνεία. Ὁ παραχορτασμὸς εἶναι πατέρας τῆς περιφρονήσεως καὶ ἡ πορνεία βγαίνει ἀπὸ τὴν ἀφθονία.  Κι ὁ Φαρισαῖος ποὺ βασάνιζε μὲ τὴ νηστεία τὸ σῶμα του, καυχιόταν ὅτι βρίσκεται πολὺ μακρὰ ἀπ’  αὐτὰ τὰ πάθη. Οἱ Φαρισαῖοι νήστευαν δύο μέρες τὴν ἑβδομάδα, Δευτέρα καὶ Πέμπτη.
Σὲ ἀντίθεση μὲ τὸ «Ἅρπαγες καὶ ἄδικοι, ἔλεγε ὁ Φαρισαῖος» «βγάζω τὸ δέκατο ἀπὸ ὅσα κερδίζω».  Σὲ τόσο βαθμὸ ἔφασε ἡ καύχησή του γιὰ ἐναντίωση στὴν ἁρπαγὴ καὶ στὴν ἀδικία, ὥστε νὰ δίνη στοὺς ἄλλους ἀκόμα καὶ τὰ δικά του. Οἱ Ἑβραῖοι ἔδιναν γιὰ ὅλα τὰ ὑπάρχοντά τους «ἕνα δέκατο» κι ἔπειτα ἀπὸ τὸ τρίτο.  Καὶ τὰ τρία ἑνωμένα μαζί δείχνουν ὅτι οἱ Ἑβραῖοι μοίραζαν τὸ τρίτο τῆς περιουσίας τους. Ἀλλὰ ἔδιναν καὶ τὶς ἀπαρχὲς καὶ τὰ πρωτογέννητα καὶ πολλὰ ἄλλα ἀπὸ τὰ εἰσοδήματά τους γιὰ τὶς ἁμαρτίες των· ἦσαν  ὅσα ἔδιναν γιὰ τὸν ἐξαγνισμό, ὅσα κατὰ τὶς ἑορτές, κατὰ τὶς μειώσεις τῶν χρεῶν καὶ τὶς ἀπελευθερώσεις τῶν δούλων καὶ στὰ δάνεια ποὺ ἦσαν ἐλεύθερα ἀπὸ τόκο. Αὐτὰ συγκεντρωμένα καὶ ὑπολογισμένα μαζί δείχνουν ὅτι τὸ μισὸ τῆς περιουσίας ἄν ἔδινε στοὺς ἀνθρώπους, δὲν κάμει τίποτε σπουδαῖο, ὥστε νὰ καυχιέται καὶ νὰ περηφανεύεται. Πολὺ λιγώτερο, ὅταν τὸ Εὐαγγέλιο ὁρίζει· «Ἄν ἡ δικαιοσύνη σας δὲν γίνη περισσότερη ἀπὸ τῶν Γραμματέων καὶ τῶν Φαρισαίων, δὲ θὰ μπῆτε στὴ βασιλεία τῶν οὐρανῶν».
«Ὁ Τελώνης στεκόταν μακριὰ καὶ δὲν ἤθελε μήτε τὰ μάτια του νὰ σηκώση στὸν οὐρανὸ ἀλλὰ χτυποῦσε τὸ στῆθος του λέγοντας·  Θεέ μου, λυπήσου με τὸν ἁμαρτωλό. Σᾶς λέγω ὅτι κατέβηκε τοῦτος στὸ σπίτι του συγχωρημένος.  Γιατὶ ὅποιος ὑψώνει τὸν ἑαυτὸ του θὰ ταπεινωθῆ καὶ θὰ ὑψωθῆ ὅποιος ταπεινώνεται» Προσευχόταν ὁ Τελώνης κι ἀφοῦ δὲν εἶχε ἐργα ἀγαθά, οὔτε νά τ’ ἀπαριθμήση δὲν μποροῦσε, καθὼς ὁ Φαρισαῖος, ἀλλὰ χτυποῦσε τὸ στῆθος του καὶ τὴν καρδιὰ του μαστίγωνε κι ἔλεγε μὲ πολλὴ συντριβὴ καὶ κατάνυξη· «Θεέ μου, λυπήσου με τὸν ἁμαρτωλό». Γι’ αὐτὸ καὶ συνάντησε σπλαχνικὸ τὸν ἐλεητικὸ καὶ πρόθυμο Κύριο.  Γιατὶ ἡ ταπεινοφροσύνη ρίχνει ὅλα, τὰ ἁμαρτήματα, ἐνῷ ἡ ὑπερηφάνεια ἀφανίζει ὅλες τὶς ἀρετὲς, γιατὶ εἶναι πιὸ μεγάλη καὶ πιὸ βαρειὰ ἀπὸ κάθε ἁμαρτία καὶ κακία. Εἶναι προτιμότερο, ἀφοῦ ἁμαρτησωμε, νὰ ἐπιστρέψωμε καὶ νὰ ταπεινωθοῦμε παρὰ νὰ πράττωμε τὸ ὀρθὸ καὶ νὰ καυχιώμαστε. Ὁ Τελώνης ἔβγαλε τὸ ἔνδυμα τῶν ἁμαρτιῶν του, ἀφοῦ δέχτηκε τὴν κατηγορία τοῦ Φαρισαίου μὲ πραότητα καὶ ὑπομονή. Κι ὁ Φαρισαῖος ἀπὸ τὴ δόξα κατέπεσε στὸ βάραθρο τῆς ἀνομίας, ἐπειδὴ ἔδωσε δίκαιο στὸν ἑαυτὸ του καὶ κατηγόρησε τὸν Τελώνη καὶ τοὺς ἄλλους ἀνθρώπους. Ὁ Τελώνης ἀπὸ τὴ ζωὴ τῆς ντροπῆς καὶ τῆς ἁμαρτίας γύρισε στὴ μακαριστὴ ζωὴ καὶ κατάσταση. Ὁ Φαρισαῖος ταπεινώθηκε ἀπὸ τὸν ἐγωϊσμὸ καὶ τὴν ἔπαρσή του.
Δύο πράγματα ζητοῦνται ἀπὸ ὅλους μας, νὰ καταδικάζωμε τὰ ἁμαρτήματά μας καὶ νὰ συγχωροῦμε τὰ ἁμαρτήματα τῶν ἄλλων.  Γιατὶ ὅποιος βλέπει τὰ ἁμαρτήματα του γίνεται πιὸ συγχωρητικὸς ἀπέναντι στοὺς ἄλλους. Κι ὅποιος κατακρίνει τοὺς ἄλλους, κατακρίνει καὶ καταδικάζει τὸν ἑαυτὸ του, ἀκόμα κι ἄν ἔχη πολλὲς ἀρετὲς. Εἶναι στ’ ἀλήθεια μεγάλο πρᾶγμα, ἀδελφοί μου, νὰ μὴν κατακρίνης τοὺς ἄλλους ἀλλὰ τὸν ἑαυτό σου. Ἐμεῖς ὅμως παραβλέποντας τὰ δικὰ μας ἁμαρτήματα, τοὺς ἄλλους πιὸ πολὺ κατακρίνομε, τοὺς ἄλλους ἐξετάζομε καὶ δὲν ξαίρομε ὅτι κι ἄν εἴμαστε ἀπ’ ὅλους πιὸ δίκαιοι, ὅταν κατακρίνωμε τοὺς ἄλλους γινόμαστε ἔνοχοι καὶ εἴμαστε ἄξιοι γιὰ τὴν ἴδια τιμωρία καὶ κόλαση, ποὺ ἀξίζει κι αὐτὸς ποὺ ἐμεῖ κρίνομε «Μὲ ὅποιο μέτρο κρίνετε, θὰ κριθῆτε». Ὅποιος πορνεύει παραβαίνει ἐντολή, καθὼς κι αὐτὸς ποὺ κρίνει τὸν πορνεύοντα. Ἑπομένως κι οἱ δύο παραβαίνουν θεία ἐντολὴ κι ὅποιος πορνεύει κι ὅποιος κρίνει.
 Ἄς μεταστρέψωμε τὴν ἐξέταση καὶ τὴν ἐνασχόλησή μας μὲ τοὺς ἄλλους στὸν ἑαυτὸ μας, ἀγαπητοί.  Κι ἄν δοῦμε κάποιους ν’ ἁμαρτάνουν, ἄς ἔχωμε μπροστὰ στὰ μάτια μας τὰ δικὰ μας ἁμαρτήματα κι ἄς λογαριάζωμε τὰ δικὰ χειρότερα ἀπὸ τῶν ἄλλων. Γιατὶ ὅποιος ἀμάρτησε ἴσως μετάνιωσε κατὰ τὴν ὥρα τῆς ἁμαρτίας, ἐνῶ ἐμεῖς μένομε ἀδιόρθωτοι πάντα, κατακρίνοντας καὶ ἐξετάζοντας τοὺς ἄλλους. Ἐκεῖνος ὁ Λώ, ἄν καὶ κατοικοῦσε στὰ Σόδομα κανένα δὲν κατέκρινε καὶ κανένα δὲν κατηγόρησε. Γι’ αὐτὸ καὶ δικαιώθηκε καὶ διασώθηκε ἀπὸ τὴ φωτιὰ καὶ τὴ γενικὴ καταστροφή, στὴν ὁποία καταδικάστηκαν οἱ Σοδομῖτες. Μὲ ταπείνωση λοιπὸν κι ἐμεῖς ἄς κατακρίνωμε τοὺς ἑαυτοὺς μας, ἄς ἐξευτλίσωμε τὸν ἑαυτὸ μας, γιὰ νὰ ὑψωθοῦμε ἀκατάκριτοι στὸν οὐρανό. Ἄς ἀγαπήσωμε τὴν ταπεινοφροσύνη. Μ’ αὐτὴν δικαιώθηκε ὁ Τελώνης καὶ πέταξε τῶν ἁμαρτημάτων του τὸ φόρτωμα. Ἄς μισήσωμε τὴν ἔπαρση, γιατὶ μ’ αὐτὴν ὁ Φαρισαῖος κατακρίθηκε κι ἔχασε τὶς ἀρετὲς ποὺ εἶχε.
Ὁ Φαρισαῖος κατακρίθηκε, ἐπειδὴ ἔπραξε τὸ καλὸ κι ὄχι καλὰ. Ὁ Τελώνης δικαιώθηκε, ἐπειδὴ μὲ καλὸ τρόπο τὰ ὄχι καλὰ ἔργα του ἀποτίναξε.  Πρόσεξε ὁ Θεὸς τοὺς στεναγμοὺς τοῦ Τελώνη καὶ τὴ συντριβή του καὶ τὰ χτυπήματα στὸ στῆθος κι ἀφοῦ δέχτηκε τὸ «Λυπήσου με» τὸν ἔβαλε μαζὶ μὲ τὸ δίκαιο Ἄβελ. Τὶς θυσίες ὅμως καὶ τὶς ἁμαρτίες καὶ τὰ κατορθώματα τοῦ Φαρισαίου, τοῦ μεγαλόστομου καὶ ὑπερηφάνου τὰ ἐμίσησε καὶ τὰ ἀπώθησε. Καὶ γι’ αὐτὴ τὴν αἰτία τὸν καταδίκασε, ὅπως τὸν ἀδελφοκτόνο Κάιν.
Ἄς μάθωμε, ἀδελφοί μου, κι ἄς διδαχτοῦμε κι ἄς πράξωμε μεγάλα κατορθώματα. Καὶ γι’ αὐτὰ ἄς μὴν ἐπαιρώμαστε. Κι ἄν γίνωμε ἀγαθοὶ καὶ δίκαιοι, καὶ καλωσυνᾶτοι καὶ σπλαχνικοὶ κι ἐλεητικοί,  ἀκόμα κι ἔτσι ἄς ἔχωμε ταπείνωση κι ὄχι ὑπεροψία καὶ περηφάνεια, γιὰ νὰ μὴ χάσωμε τὸν ἱδρῶτα καὶ τὸν κόπο μας. «Ὅταν ὅλα αὐτὰ τὰ πράξετε, λέγει ὁ Κύριος, νὰ λέτε πὼς εἴστε ἄχρηστοι δοῦλοι. Κάναμε τὸ χρέος μας». Γιατὶ εἶναι ἀνάγκη καὶ χρέος ἀναπόφευκτο, νὰ προσφέρωμε στὸ Θεὸ τῶν ὅλων τὴ δουλική μας ταπείνωση, τὴν ὑπομονή, τὴν ὑποταγή, τὴν ὑπακοή, τὴν εὐγνωμοσύνη, τὴν εὐχαριστία.  Χρέος μας νὰ δοξάζωμε καὶ νὰ προσκυνοῦμε τὸ θέλημά του τὸ πανάγιο καὶ νὰ μὴ μᾶς πειράζουν οἱ κατηγορίες τῶν ἄλλων κι οἱ ἐξευτελισμοί, μήτε νὰ στενοχωρούμαστε μὲ τοὺς πειρασμούς, οὔτε νὰ θυμώνουμε ὅταν μᾶς κατηγοροῦν, γιατὶ κι ἀπ’ αὐτὸ πολλὴν ὠφέλεια ἀποκομίζουμε. Ἄς ἐννοήσωμε κι ἄς αἰσθανθοῦμε τὴ δύναμη τῆς ταπεινώσεως καὶ τὴ βοήθεια της. Ἄς πληροφορηθοῦμε τὴν καταδίκη τῆς ἐπάρσεως καὶ τὴ ζημία καὶ τὴν ἀπώλεια –τὸν ἴσκιο τοῦ Βεεμὼθ κατὰ τὸν Ἰώβ, στοὺς ὑγροὺς τόπους καὶ στὸν καλαμιῶνα, τὸ παραστράτισμα ἀπὸ τὸ δρόμο τῆς ἀλήθειας καὶ τοῦ φωτὸς τῆς δικαιοσύνης.
Καὶ ἐπειδὴ εἶναι μεγάλο ἀγαθὸ ἡ μετάνοια, καὶ ἡ ἐξομολόγηση, ἡ συντριβή, τὰ δάκρυα, οἱ βαθεῖς στεναγμοὶ καὶ ἡ κατάνυξη, γι’ αὐτὸ, παρακαλῶ, νὰ ἐξομολογῆσθε συνεχῶς στὸ Θεὸ καὶ νὰ τοῦ φανερώνετε τὰ ἁμαρτήματά σας. Ἄν τοῦ ξεδιπλώνωμε τὴ συνείδησή μας καὶ τοῦ δείχνωμε τὰ τραύματα τῶν ψυχῶν μας, ἄν δὲν κρίνωμε τοὺς ἄλλους καὶ δὲν ἀποθηριωνώμαστε μὲ τὶς βρισιὲς τῶν ἄλλων, οὔτε λυπούμαστε ἀπὸ τὶς κατηγορίες καὶ τὶς ἀδικίες τους, θὰ γίνη σ’ ἐμᾶς ὁ Κύριος σπλαχνικὸς καὶ φιλάνθρωπος. Θ’ ἀναμείξη τὰ φάρμακα τῆς συμπόνιας καὶ τῆς εὐσπλαχνίας του, θὰ μᾶς τὰ βάλη σὰν ἐπιθέματα καὶ θὰ μᾶς θεραπεύση. Ἄς φανερώσωμε τ’ ἁμαρτήματά μας στὸ Δεσπότη, ποὺ δὲν κατηγορεῖ ἀλλὰ θεραπεύει. Ἄν σιγήσωμε ἐμεῖς, ἐκεῖνος τὰ γνωρίζει ὅλα. Ἄς ἀναφέρωμε λοιπόν ἀδελφοί μου, τὶς ἀμαρτίες μας κι ἄς ἐξομολογηθοῦμε μ’ εἰλικρίνεια στὸν Κύριο, γιὰ νὰ κερδίσωμε τὴν ἀγάπη του. Ἄς ἀφήσωμε ἐδῶ τὰ ἁμαρτήματά μας γιὰ νὰ καθαριστοῦμε, καὶ νὰ ἑτοιμαστοῦμε νὰ φύγωμε ἐκεῖ καὶ νὰ ὁδηγηθοῦμε ἀπὸ τὸ δίκαιο Κριτὴ στὴ βασιλεία τὴν ἀτελείωτη καὶ αἰώνια. Νὰ κληρονομήσωμε τὴ μελλοντικὴ ἐκείνη ἄφθαρτη κατοικία καὶ τὴν ἀδαπάνητη τρυφὴ κι ἀπόλαυση. Αὐτὰ ὅλα νὰ τὰ ἐπιτύχωμε μὲ τὴ βοήθεια τοῦ Χριστοῦ του Θεοῦ μας, ποὺ ἡ δόξα κι ἡ δύναμή του εἶναι αἰώνια. Ἀμήν.

Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.118-129

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά