Τετάρτη, Μαρτίου 27, 2013

ΑΝΑΠΟΔΟΓΥΡΙΣΜΑ: ΤΟ ΠΙΚΡΟΝ ΓΛΥΚΥ ΚΑΙ ΤΟ ΓΛΥΚΥ ΠΙΚΡΟΝ! ΠΡΟΦΗΤΕΙΑ ΤΗΣ ΤΡΙΘΕΚΤΗΣ (Τετ. Β´ Νηστειῶν)


ΠΡΟΦΗΤΕΙΑ ΤΗΣ ΤΡΙΘΕΚΤΗΣ (Τετ. Β´ Νηστειῶν)

[Ἡσ. Ε´ 16-25)

ΕΙΣ. ΣΧ. «ΧΡ. ΒΙΒΛΙΟΓΡ.»: Στὴν ἐποχὴ τοῦ γενικοῦ ἀναποδογυρίσματος, ποὺ ἡ ἀλήθεια συσκοτίζεται καὶ συκοφαντεῖται παντὶ τρόπῳ, τὸ ψεῦδος σερβίρεται ὡς ἀλήθεια, τὸ φυσικὸ παρουσιάζεται ὡς ἀφύσικο καὶ τὸ ΑΦΥΣΙΚΟ ΔΙΑΦΗΜΙΖΕΤΑΙ ὡς δῆθεν φυσικό ἢ «ἐναλλακτικὸς προσανατολισμός», τὸ πατερικὸ ὡς παρωχημένο καὶ τὸ Οἰκουμενιστικὸ ὡς «πατερικό»!, ἡ προφητεία Ἡσαΐου εἶναι ἐξαιρετικῶς ἐπίκαιρη. ΟΛΟΖΩΝΤΑΝΗ.

Ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσετᾳ ἐν δικαιοσύνῃ. καὶ βοσκηθήσοντᾳ οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγοντᾳ. οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες· τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθάτω ἡ βουλὴ τοῦ ἁγίου ᾿Ισραήλ, ἵνα γνῶμεν. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ πίνοντες τὸν οἶνον καὶ οἱ δυνάσται οἱ κεραννύντες τὰ σίκερα, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. διὰ τοῦτο ὃν τρόπον καυθήσετᾳ καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ρίζα αὐτῶν ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου ᾿Ισραὴλ παρώξυναν. καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς, καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ᾽ ἔτι χεὶρ ὑψηλή.

Ἅγ. Ἰω. Χρυσόστομος: «Ἐπειδὴ τοὺς μὲν προφήτας ὕβριζον καὶ ἀπατεῶνας ἔλεγον, τοὺς δὲ ψευδοπροφήτας ἐτίμων καὶ ἀνέστρεφον τῶν πραγμάτων τὴν τάξιν, ταλανίζει αὐτοὺς ἐπὶ τῇ κρίσει τῇ διεφθαρμένῃ. Οὐαί, φησίν, οἱ λέγοντες τὸ πονηρὸν καλόν, τουτέστι, τὴν ψευδοπροφητείαν (ΣΧ. «ΧΡ. ΒΙΒΛΙΟΓΡ.»: τὴν ΨΕΥΤΟΘΕΟΛΟΓΙΑ!)καὶ τὸ καλὸν πονηρόν, τὴν προφητείαν· οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς· οἱ τιθέντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ. […] Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. Οὐ μικρὸν καὶ τοῦτο ἐλάττωμα, τὸ σοφόν τινα νομίζειν ἑαυτὸν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς τὸ πᾶν ἐπιτρέπειν. Καὶ γὰρ ἐντεῦθεν ἐκεῖνο γίνετᾳ· [λέγω δὴ τὸ φάσκειν τὸ πονηρὸν καλόν, καὶ τὸ καλὸν πονηρόν, καὶ τὰ ἑξῆς]. Τοῦτο καὶ ὁ Παῦλος τοῖς ἔξω φιλοσόφοις ἐγκαλῶν ἔλεγε ὅτι Φάσκοντες εἶνᾳ σοφοί, ἐμωράνθησαν. Ἐντεῦθεν γὰρ ἐμωράνθησαν, καὶ ὁ παροιμιώδης λόγος πάλιν φησίν· Εἶδον ἄνθρωπον δοκοῦντα εἶναι σοφὸν παρ᾽ ἑαυτῷ· ἐλπίδα δὲ ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Τοῦτο καὶ Παῦλος ἐγκαλεῖ πάλιν λέγων· Μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς· καὶ πάλιν· Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός, ἵνα γένηται σοφός. Μὴ τῇ οἰκείᾳ σοφίᾳ, φησί, μηδὲ τοῖς ἑαυτοῦ ἐπιτερπέσθω λογισμοῖς, ἀλλ᾽ ἐκείνους κατευνάσας, ἐκδιδότω τὴν ψυχὴν τῇ τοῦ Πνεύματος διδασκαλίᾳ (ΣΧ. «ΧΡ. ΒΙΒΛΙΟΓΡ.»: στὴν διδασκαλία τῶν ΠΝΕΥΜΑΤΟΦΟΡΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ) . Ἐπεὶ οὖν καὶ παρὰ Ἰουδαίοις τοιοῦτοί τινες ἦσαν ὑπερορῶντες μὲν τῶν προφητῶν ὡς ποιμένων καὶ αἰπόλων, βουλόμενοι δὲ σοφίζεσθαι οἴκοθεν, ὃ καὶ ἀπονοίας αὐτοῖς ὑπόθεσις ἐγίνετο, καὶ τοῦ καταφρονεῖν τῶν λεγομένων, εἰκότως αὐτοὺς θρηνεῖ λέγων· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες». (ΣΧ. «ΧΡ. ΒΙΒΛΙΟΓΡ.»: «Παρὰ Ἰουδαίοις τοιοῦτοί τινες ἦσαν ὑπερορῶντες μὲν τῶν προφητῶν ὡς ποιμένων καὶ αἰπόλων»: Σιγὰ νὰ μὴν ἀκούσουμε τώρα τί λένε οἱ «Γέροντες» (π.χ. ὁ γερο-Παΐσιος, ὁ π. Ἰάκωβος, ὁ π. Πορφύριος κ.λπ.) Αὐτοὶ ἦταν ἀγράμματοι. Δὲν εἶχαν διδακτορικὰ στὴν Νεοπατερικὴ Θεολογία, δὲν εἶχαν τίτλους ἀπὸ τὰ λαμπρὰ πανεπιστήμια τῆς Ἑσπερίας, δὲν εἶχαν Πτυχία Ἀναστοχασμῶν! Τί κρίμα ὅμως ποὺ δὲν συμφωνεῖ ὁ προφ. Ἠσαΐας μ᾽αὐτὴ τὴν κοσμικὴ “θεολογικὴ” λογικὴ: Οἱ προφῆτες ἦταν ποιμένες καὶ γιδοβοσκοί

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά