Σάββατο, Ιουλίου 13, 2013

Κυριακὴ 14 Ἰουλίου. Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς ἐκ τῶν Ἑβδομήκοντα.

Κυριακὴ 14 Ἰουλίου. Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς ἐκ τῶν Ἑβδομήκοντα. Ἦχος β΄. Ἑωθινὸν γ΄.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων τῆς ἐν Χαλκηδόνι Ἁγίας καὶ Οἰκουμενικῆς τετάρτης Συνόδου.

Σημείωσις: Ἡ ἐν τῇ παρούσῃ Κυριακῇ τῶν Πατέρων Ἀκολουθία τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς ἐκ τῶν Ἑβδομήκοντα, ψάλλεται ἐν τοῖς ἀποδείπνοις ἢ ἐν ἅλλῃ ἡμέρᾳ, ὡς δοκεῖ τῷ ἐκκλησιάρχῃ.  

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐν τῷ μικρῷ ἐσπερινῷ   

Μετὰ τὸν προοιμιακόν, εἰς τὸ∙ Κύριε ἐκέκραξα…ἰστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ γ΄ ἀναστάσιμα στιχηρὰ∙ Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα…Χριστὸς ὁ Σωτὴρ ἡμῶν…Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν… δευτεροῦντες τὸ α΄. Δόξα…Καὶ νῦν…τὸ δογματικὸν θεοτοκίον∙ Ὢ τοῦ μεγίστου μυστηρίου!…Τὸ∙ Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἡμέρας∙ Ὁ Κύριος ἐβασίλευσεν…μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον, ψάλλομεν τὸ ἀναστάσιμον στιχηρὸν∙ Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτὴρ…εἶτα τὰ γ΄ προσόμοια τῆς Θεοτόκου∙ Πάντων θλιβομένων ἡ χαρά…Πᾶσαν ἀνομίαν ἀφειδῶς…Ἄλλο καταφύγιον Ἁγνὴ…Δόξα…Καὶ νῦν…Τὸ ἐγκωμιαστικὸν θεοτοκίον∙ Τις σὲ κατ’ ἀξίαν ἐπαινέσει…Τό∙ Νῦν ἀπολύεις…Τὸ τρι-σάγιον καὶ τὸ ἀναστάσιμον Ἀπολυτίκιον∙ Ὅτε κατῆλθες πρὸς τὸν θα-νατον…Δόξα…τῶν Πατέρων∙ Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν… Καὶ νῦν…τὸ ὁμόηχον θεοτοκίον∙ Ὁ δι’ ἡμᾶς γεννηθεὶς… Ἀπόλυσις.

Ἐν τῷ ἀποδείπνῳ

Ἐν τῷ μικρῷ ἀποδείπνῳ, ψάλλομεν τὸν κανόνα τῆς Θεοτόκου κατ’ ἦχον καὶ ἡμέραν∙ Μορφωθεὶς ἐκ σοῦ τὸ καθ’ ἡμᾶς…(ἐκ τοῦ Θεοτοκαρίου τοῦ ἁγίου Νικοδήμου τοῦ ἁγιορείτου). Εἰς δὲ τὸ τρισάγιον, ἡ ὑπακοὴ τοῦ ἤχου∙ Μετὰ τὸ Πάθος, πορευθεῖσαι ἐν τῷ μνήματι…Ἐν τέλει, μετὰ τὸ∙ Τῇ Ὑπερμάχῳ…οἱ κδ΄ οἶκοι τῆς Θεοτόκου.

Ἐν τῷ μεγάλῳ ἐσπερινῷ  

Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτη-ρίου, ἤτοι τὸ∙ Μακάριος ἀνήρ…ὅλον. Εἰς δὲ τὸ∙ Κύριε ἐκέκραξα…ἱσ-τῶμεν στίχους ι΄ καὶ ψάλλομεν στιχηρὰ ἀναστάσιμα γ΄∙ Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα…Χριστὸς ὁ Σωτὴρ ἡμῶν…Σὺν Ἀρχαγ-γέλοις ὑμνήσωμεν…ἀνατολικὰ στιχηρὰ γ΄∙ Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα…Ἐν τῷ Σταυρῷ σου κατήργησας…Ἠνοίγησαν σοὶ Κύριε…καὶ τῶν Πατέρων προσόμοια δ΄∙ Σὲ τὸν ἀπερίγραπτον…Πύῤῥον τε καὶ Σέργιον…Ἄκτιστον ἐκήρυξαν…Τριάδα τὴν ἄκτιστον…Δόξα…τὸ ἰδιό-μελον τῶν Πατέρων∙ Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας… Καὶ νῦν…τὸ α΄ θεοτοκίον τοῦ ἤχου∙ Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου… Εἴσοδος. Τὸ∙ Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἡμέρας∙ Ὁ Κύριος ἐβασί-λευσεν…μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ γ΄ ἀναγνώσματα τῶν Πα-τέρων· α. Ἀκούσας Ἄβραμ, ὅτι ᾐχμαλώτεται Λὼτ…(Γενέσεως τὸ Ἀνὰ-γνωσμα. Κεφ. ιδ΄, 14), β. Εἶπε Μώσης πρὸς τοὺς υἱοὺς Ἰσραήλ; Ἴδετε, πα-ραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν…(Δευτερονομίου τὸ Ἀνάγνωσμα. Κεφ. α΄, 8), γ. Εἶπε Μώσης πρὸς τοὺς υἱοὺς Ἰσραήλ; Ἰδού, Κυρίου τοῦ Θεοῦ… (Δευτερονομίου τὸ Ἀνάγνωσμα. Κεφ. ι΄, 14). Εἰς τὴν λιτήν, τὸ στιχηρὸν τοῦ ἁγίου τοῦ ναοῦ ἢ τοῦ ἁγίου τῆς μονῆς. Δόξα καὶ νῦν, τὸ θεοτοκίον. Εἰς τὸν στίχον, τὸ ἀναστάσιμον στιχηρὸν∙ Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτὴρ…εἶτα τὰ γ΄ στιχηρὰ, τὰ κατ’ ἀλφάβητον∙ Διὰ ξύλου Σῶτερ κα-τήργησας…Ἐν τῷ Σταυρῷ Χριστέ…Ζωοδότα Χριστὲ… Δόξα…τὸ ἰδιό-μελον τῶν Πατέρων∙ Ἀποστολικῶν παραδόσεων…Καὶ νῦν…τὸ θεοτοκίον∙ Ἀσπόρως ἐκ θείου Πνεύματος…Τό∙ Νῦν ἀπολύεις…καὶ τὸ τρισάγιον. Ἀπολυτικὸν, τὸ Ἀναστάσιμον∙ Ὅτε κατῆλθες πρὸς τὸν θανατον… Δόξα… τῶν Πατέρων∙ Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν∙ Θεο-τόκε Παρθένε…Ἡ εὐλόγησις τῶν ἄρτων καὶ ἡ ἀνάγνωσις εἰς τὰς ἐπιστολάς. 

Μὴ τελουμένης ἀγρυπνίας, ἀπολυτίκια εἰς τὸν ἐσπερινὸν λέγομεν, ὡς ἐσημειώθησαν ἐν τῷ μικρῷ. Τῇ δὲ Κυριακῇ πρωί, ἐν τῷ μεσονυ-κτικῷ, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου∙ Τὴν τριττὴν καὶ μίαν ἀρχικὴν…Τὰ Ἄξιόν ἐστιν…Τρισάγιον, καὶ ἡ ὑπακοὴ τοῦ ἤχου∙ Μετὰ τὸ Πάθος, πορευ-θεῖσαι ἐν τῷ μνήματι…καὶ τὰ λοιπὰ τοῦ μεσονυκτικοῦ.

Ἐν τῷ ὄρθρῷ    

Εἰς τὸ· Θεὸς Κύριος…τὸ ἀναστάσιμον ἀπολυτίκιον· Ὅτε κατῆλθες πρὸς τὸν θάνατον…Δόξα…τῶν Πατέρων∙ Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν…τὸ ὁμόηχον θεοτοκίον∙ Ὁ δι’ ἡμᾶς γεννηθεὶς… Εὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ Β΄ κάθισμα τοῦ Ψαλ-τηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλ-λονται τὰ ἀναστάσιμα καθίσματα· Ὁ εὐσχήμων Ἰωσὴφ…Δόξα· Ταῖς Μυ-ροφόροις γυναιξῖ…Καὶ νῦν, τὸ θεοτοκίον· Ὑπερδεδοξασμένη ὑπάρχεις… Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Γ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι ἀγαθὸς καὶ φιλάν-θρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλονται τὰ ἀναστάσιμα καθίσματα· Τὸν λίθον τοῦ μνήματος…Δόξα· Τῶν Μαθητῶν σου ὁ χορὸς…Καὶ νῦν… τὸ θεοτοκίον∙ Ὑπερευλογημένη ὑπάρχεις…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ ΙΖ΄ κάθισμα τοῦ Ψαλ-τηρίου. Εἰς τὸ τέλος αὐτοῦ ψάλλονται τὰ Εὐλογητάρια. Αἴτησις καὶ ἡ Ὑπακοὴ τοῦ ἤχου· Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι…Εὐθὺς οἱ ἀναβαθμοὶ τοῦ ἤχου, τὸ προκείμενον αὐτοῦ καὶ ἅπασα ἡ τάξις τοῦ ἑωθινοῦ γ΄ Εὐαγγελίου. Εἶτα τὸ· Ἀνάστασιν Χριστοῦ…Ὁ ν΄ ψαλμός. Δόξα· Ταῖς τῶν Ἀποστόλων…Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου…Εἰς τὸν στί-χον τὸ· Ἀναστὰς ὁ  Ἰησοῦς… 

Εἶτα οἱ κανόνες∙ ὁ ἀναστάσιμος, μετὰ τῶν εἱρμῶν, εἰς δ΄ τροπάρια, ὁ τῆς Θεοτόκου, ἄνευ εἱρμῶν, εἰς β΄ τροπάρια καὶ τῶν Πατέρων, οἱ δύο,  ἄνευ εἱρμῶν, εἰς η΄ τροπάρια. Λέγομεν δὲ καὶ τοὺς ιβ΄ στίχους τῆς στι-χολογίας ἐν ἑκάστῃ ᾠδῇ, εἰς δὲ τὰ δύο τελευταῖα τὸ· Δόξα…καὶ τὸ· Καὶ νῦν… Καταβασίαι· Ἀνοίξω τὸ στόμα μου…Ἀπὸ γ΄ ᾠδῆς, τὸ ἀναστάσιμον κοντάκιον· Ἀνέστης Σωτὴρ…καὶ ὁ οἶκος∙ Σῦ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων… Εἶτα, κάθισμα τῶν Πατέρων∙ Φωστῆρες ὑπέρλαμπροι…Δόξα∙ τὸ αὐτό… Καὶ νῦν…τὸ θεοτοκίον∙ Ταχὺ δέξαι Δεσποινα…Ἀφ’ ἕκτης τὸ κοντάκιον τῶν Πατέρων∙ Τῶν Ἀποστόλων τὸ κήρυγμα…καὶ ὁ οἶκος∙ Ἐν ὑψηλῷ κη-ρύγματι…Συναξάριον. Ἡ τιμιωτέρα στιχολογείται.

Τὸ· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν…ἐκ γ΄ καὶ τὸ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν…εἶτα τὸ ἑξαποστειλάριον, τὸ γ΄ ἀναστάσιμον· Ὅτι Χριστὸς ἐγή-γερται…τῶν Πατέρων∙ Πατέρων θείων σήμερον…καὶ τὸ θεοτοκίον∙ Ἐν δύο ταῖς θελήσεσι…Εἰς τοῦ αἴνους, ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν ἀναστάσιμα στιχηρὰ δ΄∙ Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις…Εἰπάτωσαν Ἰου-δαῖοι…Χαίρετε λαοί, καὶ ἀγαλλιάσθε…Ἄγγελος μὲν τὸ Χαῖρε…καὶ τῶν πατέρων προσόμοια γ΄∙ Ὅλην συγκροτήσαντες…Ὅλην εἰσδεξάμενοι… Ὅλην συλλεξάμενοι…δευτερούντες το α΄. Δόξα, τὸ ιδιόμελον τῶν Πα-τέρων∙ Τῶν Ἁγίων Πατέρων ὁ χορὸς…Καὶ νῦν∙ Ὑπερευλογημένη…Δο-ξολογία μεγάλη…καὶ τὸ ἀναστάσιμον τροπάριον μόνον∙ Σήμερον σω-τηρίαν…Ἐκτενής, ἀπόλυσις. Τὸ γ΄ ἑωθινὸν ἰδιόμελον∙ Τῆς Μαγδαληνῆς Μαρίας…Ἡ α΄ ὥρα ἐν τῷ νάρθηκι.

Ἐν ταῖς ὥραις

Λέγομεν δὲ ἐν ταῖς ὥραις, ἀπολυτίκιον ἀναστάσιμον∙ Ὅτε κατῆλθες πρὸς τὸν θάνατον…Δόξα…τῶν Πατέρων∙ Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν∙ τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον, ἡ ὑπακοὴ τοῦ ἤχου∙ Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι…
Εἰς τὴν Λειτουργίαν 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά