Σάββατο, Αυγούστου 10, 2013

ΚΥΡΙΑΚΗ 11 ΑΥΓΟΥΣΤΟΥ. ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΥΠΛΟΥ. ΗΧΟΣ ΠΛ.Β΄ – ΕΩΘΙΝΟΝ Ζ΄

Κυριακὴ 11 Αὐγούστου. Μνήμη τοῦ ἁγίου Μάρτυρος Εὔπλου.
Ἦχος πλ.β΄. Ἑωθινὸν ζ΄.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
                      
Ἐν τῷ μικρῷ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα…ἰστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ γ΄ ἀναστάσιμα στιχηρὰ Νίκην ἔχων Χριστέ…Σήμερον ὁ Χριστός…Σὲ Κύριε τὸν ὄντα…δευτεροῦντες τὸ α΄. Δόξα…τὸ ἰδιόμελον τῆς ἑορτῆς, ὅπερ εἴπομεν ἐν τῷ μικρῷ ἐσπερινῷ ἐν τῇ α΄ ἡμέρᾳ Τὸν γνόφον τὸν νομικὸν…Καὶ νῦν…τὸ δογματικὸν θεοτοκίον Ἄξιόν ἐστιν ὡς ἀληθῶς…Τὸ Φῶς ἱλαρόν…τὸ Προκείμενον τῆς ἡμέρας μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον ψάλλομεν τὸ ἀναστάσιμον στιχηρὸν Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτὴρ…εἴτα τὰ γ΄ προσόμοια τῆς Θεοτόκου Ὅρκῳ ὡς ὑπέσχετο…Νοὸς καθαρότητι…Θανάτου κατάλυσις…Δόξα…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς, ὅπερ εἴπομεν ἐν τῷ μεγάλῳ ἐσπερινῷ ἐν τῇ α΄ ἡμέρᾳ Πέτρῳ καὶ Ἰωάννῃ καὶ Ἰακώβῳ...Τὸ Νῦν Ἀπολύεις…Τὸ τρι-σάγιον καὶ τὸ ἀναστάσιμον Ἀπολυτίκιον Ἀγγελικαὶ δυνάμεις…Δόξα… Καὶ νῦν…τῆς ἑορτῆς Μετεμορφώθης ἐν τῷ ὅρει…Ἀπόλυσις.

Ἐν τῷ ἀποδείπνῳ

Ἐν τῷ μικρῷ ἀποδείπνῳ, κανόνα καὶ οἴκους τῆς Θεοτόκου οὐ λέ-γομεν. Εἰς δὲ τὸ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς Ἐπὶ τοῦ ὅρους μετεμορφώθης…

Ἐν τῷ μεγάλῳ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτη-ρίου, ἤτοι τὸ Μακάριος ἀνήρ…ὅλον. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα…ἱσ-τῶμεν στίχους ι΄ καὶ ψάλλομεν στιχηρὰ ἀναστάσιμα γ΄ Νίκην ἔχων Χριστέ…Σήμερον ὁ Χριστός…Σὲ Κύριε τὸν ὄντα…ἀνατολικὸν ἕν Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα…τῆς ἑορτῆς προσόμοια γ΄, ἅπερ εἴ-πομεν εἰς τὸ Κύριε ἐκέκραξα ἐν τῇ α΄ ἡμέρᾳ τῆς ἑορτῆς Πρὸ τοῦ Σταυροῦ σου Κύριε, ὅρος οὐρανὸν ἐμιμεῖτο…Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παρα-λαβὼν τοὺς Μαθητάς…Εἳς ὅρος ὑψηλὸν…τοῦ μάρτυρος  προσόμοια γ΄Εὖπλε παναοίδιμε ἐχθροῦ…Εὖπλε παναοίδιμε Σταυρῷ…Εὖπλε παναοίδιμε Χριστόν…Δόξα…τὸ ἰδιόμελον ἑορτῆς, ὅπερ ἐδοξάσαμεν ἐν τῇ α΄ ἡμέρᾳ Προτύπων τὴν Ἀνάστασιν τὴν σὴν…Καὶ νῦν…τὸ α΄ θεοτοκίον τοῦ ἤχου Τὶς μὴ μακαρίσει σὲ…Εἴσοδος. Τὸ Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἡ-μέρας Ὁ Κύριος ἐβασίλευσεν…μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὴν λιτήν, τὸ στιχηρὸν τοῦ ἁγίου τοῦ ναοῦ ἢ τοῦ ἁγίου τῆς μονῆς. Δόξα…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς Ὁ ἐν τῷ ὅρει τῷ Θαβὼρ… Εἰς τὸν στίχον, τὸ ἀναστάσιμον στιχηρὸν Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτὴρεἶτα τὰ γ΄ στιχηρὰ, τὰ κατ’ ἀλφάβητον Πύλας συντρίψας χαλκᾶς…Ῥεύσεως ἡμᾶς τῆς πάλαι…Σταυρωθεὶς ὡς ἡβουλήθης Χριστὲ…Δόξα…Καὶ νῦν…,τὸ ἰδιόμελον τῆς ἑορτῆς, ὅπερ ἐδοξάσαμεν ἐν τῇ α΄ ἡμέρᾳ Πέτρῳ καὶ Ἰωάννῃ καὶ Ἰακώβῳ…Τό Νῦν ἀπολύεις…καὶ τὸ τρισάγιον. Ἀπολυτίκιον, τὸ ἀναστάσιμον Ἀγγελικαὶ δυνάμεις…τῆς ἑορτῆς Μετεμορφώθης ἐν τῷ ὅρει…εὐθὺς τὸ Θεοτόκε Παρθένε…Ἡ εὐλόγησις τῶν ἄρτων καὶ ἡ ἀνάγνωσις εἰς τὰς ἐπιστολὰς.    

\Μὴ τελουμένης ἀγρυπνίας, ἀπολυτίκια εἰς τὸν ἐσπερινὸν λέγομεν (καταλιμπανομένου τοῦ μικροῦ), ὡς ἐσημειώθησαν ἐν τῷ μικρῷ. Τῇ δὲ Κυριακῇ πρωῒ, ἐν τῷ μεσονυκτικῷ, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου Τρεῖς ὑποστάσεις ὑμνοῦμεν θεαρχικὰς…Τὰ Ἄξιόν ἐστιν…μετὰ τὸ τρισάγιον, ἀπολυτίκιον τῆς ἑορτῆς, μόνον Μετεμορφώθης ἐν τῷ ὅρει…καὶ τὰ λοιπὰ τοῦ μεσονυκτικοῦ.

Ἐν τῷ ὄρθρῳ   

Εἰς τὸ· Θεὸς Κύριος…τὸ ἀναστάσιμον ἀπολυτίκιον· Ἀγγελικαὶ δυ-νάμεις…Δόξατὸ αὐτὸ…Καὶ νῦν…τῆς ἑορτῆς Μετεμορφώθης ἐν τῷ ὅρει Εὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ Β΄ κάθισμα τοῦ Ψαλ-τηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλονται τὰ ἀναστάσιμα καθίσματα· Τοῦ τάφου ἀνεωγμένου…Δόξα· Κύριε, παρίστατο τῷ τάφῳ σου…Καὶ νῦν, τῆς ἑορτῆς, ἅπερ εἴπομεν καὶ ἐν τῇ α΄ ἡμέρᾳ· Τὴν τῶν βροτῶν ἐναλλαγὴν…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Γ΄ κάθισμα τοῦ Ψαλ-τηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλονται τὰ ἀναστάσιμα καθίσματα· Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀ-νέκειτο…Δόξα· Προϊστορεῖ ὁ Ἴωνας τὸν τάφον σου…Καὶ νῦν, τῆς ἑορτῆς, ἅπερ εἴπομεν καὶ ἐν τῇ α΄ ἡμέρᾳ· Ἐπὶ τὸ ὅρος τὸ Θαβὼρ…Εἶτα ὁ ἀναγ-νώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ ΙΖ΄ κά-θισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ ψάλλονται τὰ Εὐλογητάρια. Αἴτησις καὶ ἡ Ὑπακοὴ τοῦ ἤχου· Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστὲ…Εὐθὺς οἱ ἀναβαθμοὶ τοῦ ἤχου, τὸ προκείμενον αὐτοῦ καὶ ἅπασα ἡ τάξις τοῦ ἑωθινοῦ ζ΄ Εὐαγγελίου. Εἶτα τὸ· Ἀνάστασιν Χριστοῦ Ὁ ν΄ ψαλμός. Δόξα· Ταῖς τῶν Ἀποστόλων…Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου Εἰς τὸν στίχον τὸ· Ἀναστὰς ὁ  Ἰησοῦς…    

Εἶτα οἱ κανόνες ὁ ἀναστάσιμος, μετὰ τῶν εἱρμῶν, εἰς δ΄ τροπάρια, ὁ τῆς Θεοτόκου, ἄνευ εἱρμῶν, εἰς β΄ τροπάρια, τῆς ἑορτῆς, ἄνευ εἱρμῶν, εἰς δ΄ τροπάρια καὶ τοῦ μάρτυρος, ἄνευ εἱρμῶν, εἰς δ΄ τροπάρια. Λέ-γομεν δὲ καὶ τοὺς ιβ΄ στίχους τῆς στιχολογίας ἐν ἑκάστῃ ᾠδῇ, εἰς δὲ τὰ δύο τελευταῖα τὸ· Δόξα…καὶ τὸ· Καὶ νῦν…Καταβασίαι· Σταυρὸν χαράξας Ἀπὸ γ΄ ᾠδῆς, τὸ κοντάκιον τῆς ἑορτῆς· Ἐπὶ τοῦ ὅρους μετεμορφώθης… Εἶτα κάθισμα τοῦ μάρτυρος Τοὺς νόμους τοῦ Χριστοῦ…Δόξατὸ αὐτὸ… Καὶ νῦν…τῆς ἑορτῆς, ἅπερ εἴπομεν ἐν τῇ α΄ ἡμέρᾳ Ἐπὶ τὸ ὅρος τὸ Θαβὼρ…Ἀφ’ ἕκτης τὸ ἀναστάσιμον κοντάκιον Τῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας…καὶ ὁ οἶκος Τὸν Σταυρὸν καὶ τὴν ταφήν σου Ζωοδότα… Συ-ναξάριον. Ἡ τιμιωτέρα στιχολογείται.  

Τὸ· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν…ἐκ γ΄ καὶ τὸ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν…εἶτα τὸ ἑξαποστειλάριον, τὸ ζ΄ ἀναστάσιμον· Ὅτι ᾖραν τὸν Κύριον…καὶ τῆς ἑορτῆςΦῶς ἀναλλοίωτον λόγε…Εἰς τοῦ αἴνους, ἱσ-τῶμεν στίχους η΄ καὶ ψάλλομεν ἀναστάσιμα στιχηρὰ δ΄ Ὁ Σταυρός σου Κύριε…Ἡ ταφή σου Δεσπότα…Σὺν Πατρὶ καὶ Πνεύματι…Τριήμερος ἀνέστης Χριστὲ…καὶ τῆς ἑορτῆς προσόμοια γ΄· Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους…Ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς λόγος…Παρθενικῆς ἐκ νεφέλης σὲ τεχθέντα…δευτεροῦντες τὸ α΄. Δόξα, τὸ Ζ΄ Ἑωθινὸν ἰδιόμελον Ἰδοὺ σκοτία καὶ πρωΐ…Καὶ νῦνὙπερευλογημένη… Δοξολογία μεγάλη…καὶ τὸ ἀναστάσιμον τροπάριον μόνον Ἀναστὰς ἐκ τοῦ μνή-ματος…Ἐκτενής, ἀπόλυσις. Ἡ α΄ ὥρα ἐν τῷ νάρθηκι.

Ἐν ταῖς ὥραις

Λέγομεν δὲ ἐν ταῖς ὥραις τὸ ἀναστάσιμον ἀπολυτίκιον Ἀγγελικαὶ δυνάμεις…Δόξα…τῆς ἑορτῆς Μετεμορφώθης ἐν τῷ ὅρει...Καὶ νῦν τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς Ἐπὶ τοῦ ὅρους μετεμορφώθης…

Εἰς τὴν Λειτουργίαν          

Τὰ τυπικά. Οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ΄ τροπάρια καὶ ἡ Ϟ΄ ᾠδὴ τοῦ α΄ κανόνος τῆς ἑορτῆς εἰς δ΄ τροπάρια, ἄνευ εἱρμῶν. Εἰσοδικὸν τὸ Δεῦτε προσκυνήσωμεν…ὁ ἀναστὰς ἐκ νεκρών…Ἀπολυτίκια μετὰ τὴν Εἴσοδον, τὸ ἀναστάσιμον Ἀγγελικαὶ δυνάμεις…τῆς ἑορτῆς Μετεμορφώθης ἐν τῷ ὅρει…τοῦ ἁγίου τοῦ ναοῦ ἢ τοῦ ἁγίου τῆς μονῆς…Δόξα…ἡ ὑπακοὴ τοῦ ἤχου Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστὲ…Καὶ νῦν…τὸ κοντάκιον τῆς ἑορτῆς Ἐπὶ τοῦ ὅρους μετεμορφώθης…Τρισάγιον. Προ-κείμενον καὶ ἀλληλουϊάριον τοῦ ἤχου. Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς Κυριακῆς, ἤτοι: ἈπόστολοςὈφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν…(Ρωμ. ιε΄ 1-7), ὁ ζήτει τῇ ζ΄ Κυριακῇ τῶν Ἐπιστολῶν τοῦ Ἀποστόλου Παύλου. ΕὐαγγέλιονΠαράγοντι τῷ Ἰησοῦ… (Ματθ. θ΄ 27-35, θ΄ 1), ὁ ζήτει τῇ ζ΄ Κυριακῇ τῶν κατὰ Ματθαίου Εὐαγ-γελίων. Εἰς τὸ Ἑξαιρέτως…τὸ Ἄξιόν ἐστιν…Κοινωνικὸν Αἰνεῖτε τὸν Κύριον…Εἴδομεν τὸ φῶςΠληρωθήτω… Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄, Δόξα…Kαὶ νῦν…οἱ δύο ψαλμοὶ· Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ Θεός μου…καὶ ἡ ἀπόλυσις.


Σημείωσις: Ἰστέον ὅτι ἀπὸ τῆς ε΄ μέχρι τῆς κγ΄ τοῦ αὐτοῦ μηνὸς παύουσιν ὅτε ἐν τῷ ἀποδείπνῳ κανῶν τῆς Θετόκου καὶ οἱ οἶκοι αὐτῆς. Κοντάκιον δὲ ἐν τῷ ἀποδείπνῳ καὶ ταῖς ὥραις ὡς καὶ ἐπισφραγιστικὸν ἐν τῇ λειτουργίᾳ λέγεται τὸ τῆς ἑορτῆς, ἢ τὸ προεόρτιον (ἐν τοῖς προ-εορτίοις) ἐν δὲ τῷ μεσονυκτικῷ, εἰς μὲν τὸ β΄ τρισάγιον, τὸ ἀπο-λυτίκιον, καὶ εἰς τὸ γ΄ τὸ κοντάκιον τῆς ἑορτῆς (ἢ τὸ προεόρτιον ἐν τοῖς προεορτίοις). Καὶ ἐν τῷ μεσονυκτικῷ τῆς Κυριακῆς, μετὰ τὸ τρισάγιον, τὸ ἀπολυτίκιον τῆς ἑορτῆς (ἢ τὸ προεόρτιον) ψάλλομεν, ἀντὶ τῆς ὑπακοῆς.  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά