Παρασκευή, Ιανουαρίου 24, 2014

Εἰς τὸν Ζακχαῖον τὸν τελώνην Ἅγιος Ἰωάννης Χρυσόστομος





Οἱ τῶν καλῶν ἐρῶντες, οὐδὲν ἀπέχουσι τῶν διψώντων, ὦ ἀγαπητοί. Ὅσῳ γὰρ οὐχ εὑρίσκουσι τὸ ζητούμενον, τοσούτῳ πρὸς τὴν δίψαν τῶν ποθουμένων καίονται· καὶ νύκτωρ μὲν φαντάζονται τὰς ποθουμένας, ὡς διψῶντες, πηγάς· μεθ’ ἡμέραν δὲ τόπον ἐκ τόπου περιερχόμενοι, ὅμμασι πολυκινήτοις περιβλεπόμενοι, ζητοῦσι τὰ τῆς καρδίας ποθούμενα.

Καὶ ὥσπερ ὁδοιπόροι ἐν ὥρᾳ καύσωνος τὴν ἄνυδρον γῆς διατρέχουσιν, ὑπὸ τῆς δίψης πιεσθέντες, καὶ τὰς πηγὰς περιβλέπονται, ὡς πολλάκις καὶ ἐπὶ βουνοὺς ἀνατρέχοντας αὐτοὺς ὅπου πηγή· κἄν ἴδωσιν αὐτὴ πόρρωθεν, χαίρουσι, καὶ ἐπιτείνονται τὴν πορείαν πρὸς αὐτὴν σπεύδοντες· εἶτα ἐλθόντες ἐπὶ τὴν πηγὴν τὴν δίψαν τῷ ὕδατι παύσουι τοιοῦτοί εἰσιν οἱ φιλόχριστοι ἄνδρες.

Ἐν γὰρ τῇ ἡμέρα τὸν ποθούμενον αὐτοῖς Χριστὸν ἔργοις ἀγαθοῖς ἐκζητοῦσι, καὶ ἐν νυκτὶ δι’ εὐχῶν προσομιλοῦσιν αὐτῷ καὶ ἐν τοῖς ὕπνοις μετ’ αὐτοῦ βηματίζειν φαντάζονται· ἐὰν ἐν ὁράμασιν αὐτὸν ἴδωσι πόρρωθεν, χαίρονται καὶ ἀγάλλονται, ὥσπερ οἱ διψῶντες, ὅταν εὕρωσι τὰς ποθουμένας πηγάς· καὶ πάλιν διυπνισθέντες καθεύδειν ἐθέλουσιν, ἵνα τῇ αὐτῇ ὁπατασίᾳ τοῖς ὕπνοις περιτύχωσι.

Τοιοῦτος ἦν καὶ Ζακχαῖος ὁ ἀρτίως ὑμῖν ὑπὸ εὐαγγελίου διαναγνωσθείς. Ὅρα γὰρ μοι αὐτὸν καὶ τρέχοντα, καὶ πόθῳ φλεγόμενον θείῳ καὶ ἐπὶ τὸ δένδρον ἀναβαίνοντα, καὶ Ἰησοῦν περιβλεπόμενον, ὅπως ἴδῃ τὴν ζωοφόρον πηγήν.

Θεωρήσας δὲ Ζακχαῖος τὸν Κύριον, τὴν μὲν ὅρασιν ἀνέπαυσε, τὴν δὲ καρδίαν πλέον πρὸς πόθον ἐξέκαυσεν. Εἰσελθὼν δέ, φυσίν, ὁ Ἰησοῦς εἰς Ἱεριχώ, διήρχετο. Καὶ ἰδοὺ ἀνὴρ ὀν ὀνόματι Ζακχαῖος· καὶ οὗτος ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος· καὶ ἐπιθύμει ἰδεῖν τὸν Ἰησοῦν, ὅτι ἐκεῖ ἔμελλε διέρχεσθαι.

Ὅρα μοι πόθον ἄνθρώπου, ἀγαπητέ. Καὶ οὐκ ἠδύνατο βλέπειν ἀπὸ τοῦ ὄχλου, ὅτι μικρὸς ἦν τῇ ἡλικίᾳ. Καὶ προλαβὼν εἰς τὰ ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ τὸν Ἰησοῦν, ὅτι ἐκεῖθεν ἤμελλε διέρχεσθαι· Ζακχαῖος ὁ τὴν ἡλικίαν τοῦ σώματος μικρός, τῇ δὲ φρονήσει τοῦ πνεύματος μέγας, ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν, ἐπεθύμει ἰδεῖν τὸν Θεὸν ἐν ἀνθρώποις τὰ οὐράνια χαριζόμενον· ἐζήτει ἰδεῖν τὸν τῶν ἀγγέλων κτίστην, καὶ τοῦ οὐρανίου καὶ ὑπεργείου φωτὸς λαμπαδοθέτην βήμασιν ἀνθρωπίνοις περιπατοῦντα· ἐζήτει ἰδεῖν πῶς ὁ ἥλιος τῆς δικαιοσύνης ἐν τῇ νεφέλῃ τοῦ σώματος καθεζόμενος, τῶν πιστῶν τοὺς ὀφθαλμοὺς τῆς καρδίας κατήυγασεν· ἐζήτει ἰδεῖν τὸν Θεὸν Ἰησοῦν, τὸ καλὸν σχῆμα, τὸ ποθεινὸν πρᾶγμα, τὸ γλυκὺ ὄνομα Ἰησοῦν, τὸν ἐκ τοῦ ὀνόματος πρᾶγμα σημαίνοντα· ἐπεθύμει ἰδεῖν τὸ πορφυρόμαλλον πρόβατον, οὗ τὸ αἷμα τὴν οἰκουμένην ἐξηγόρασε, καὶ ὁ πόκος αὐτοῦ ἀπὸ Ἀδὰμ μέχρι τέλους γυμνωθέντας ἐσκέπασεν· ἐπιθύμει ἰδεῖν ὁ αἰχμάλωτος στρατιώτης τὸν ἴδιον βασιλέα, τὸ πρόβατον τὸν ποιμένα, ὁ πεπλανημένος τὴν ὁδὸν, ὁ ἐσκοτισμένος τὸ φέγγος· ἐπεθύμει ἰδεῖν τὸν τῆς εὐσεβείας κήρυκα, ὁ μὴ ἔχων τὸ τῆς θεογνωσίας γλυκύτατον ἄρτυμα· ἐζήτει ἰδεῖν ὁ ἄρρωστος τὴν ὑγείαν, ὁ πεινῶν τὸν οὐράνιον ἄρτον, ὁ διψῶν τὴν ζωοφόρον πηγήν· ἐπεθύμει ἰδεῖν τὸν τῶν ἱερέων ζωοδότην, καὶ ἐξυπντιστὴν τοῦ Λαζάρου.

Ὤ ἔρωτος θείου, ὤ ἐπιθυμίας ! ὤ ἔρωτος χρυσοπτέρον, μᾶλλον δὲ Χριστοῦ, τοῦ τὴν ἔχουσαν αὐτὸν ψυχὴν εἰς οὐρανοὺς ἀναφέροντος!

Ἤδη ὁ Θεῖος ἔρως ὁ ἄρας αὐτὸν ἀπὸ τῆς γῆς, δενδροβάτην παρισκεύασεν· οὐκ ἔτι τὰ ἐπίγεια βλέπειν αὐτὸν ἤδη, οὔκ ἔτι ἀνθρώποις συνεχώρησεν αὐτὸν ὁμιλεῖν· ἀλλὰ πρὸς θείαν βλέψας ἀγάπην, τὰ οὐράνια ἐξεδέχετο· ἀπ’ ἐκεῖνων πρὸς ἐκεῖνα ἔτρεχε πρὸς ἅ ἠπείγετο, καὶ ἐπὶ τὸ δένδρον ἀναβὰς πριεβλέπετο τὸν Χριστὸν, καὶ τῇ διανοίᾳ τῆς νεφέλης ἐπέβαινεν.

Ἰδὼν δὲ τὸν Χριστὸν ὁ Ζακχαῖος ἁρμοζόντως ἔλεγε· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμοὺς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Εἶδε Ζακχαῖος τὸν Κύριον, καὶ πλέον πρὸς πόθον ἐξεφλέγετο· ἥψατο αὐτοῦ τῆς καρδίας, καὶ ἄλλος ἐξ ἄλλου ἐγίνετο· ἀντὶ τελώνων ζηλωτής, ἀντὶ ἀπίστου πιστός, καὶ ἀντὶ λύκου πρόβατον σφραγιδοφόρον.

Τίς οὕτω ποθεῖ πατέρα ἤ μητέρα, τίς οὕτω ποτὲ ἠγάπησε γυναῖκα ἤ τέκνα, ὡς Ζακχαῖος τὸν Κύριον ὡς ἐξ αὐτοῦ τοῦ πράγματός ἐστι δοκιμάσαι; Πάντα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα διὰ τὸν Χριστὸν τοῖς πένησιν ἔδωκε, καὶ οὕς ἐσυκοφάντησε, τετραπλασίονα, ἀπέδωκεν.

Ὤ μαθητοῦ τρόπος ἀγαθός, ὤ διδασκάλου ἐπιείκεια καὶ δύναμις θεία, ἐκ τοῦ ὀφθῆναι μόνον τὸν Ἰησοῦν εἰς πρᾶξιν ἐνάγοντα! Οὕπω γὰρ κατηχητικὸν λόγον τῷ Ζακχαίῳ ἔλεγεν ὁ Κύριος ἀλλὰ ὤφθη μόνον τῷ ποθοῦντι καὶ ἡ τῆς πίστεως δύναμις ὑπὲρ τῆς τοῦ ποθοῦντος καρδίας ἀνείλκετο. Τοτοῦτόν τι γέγονεν καὶ ἐπὶ τῆς αἱμορροούσης· προσελθοῦσα γὰρ τῷ Κυρίῳ, καὶ ἀξιοῦσα αὐτὸν, ἵνα ἰάσησται αὐτὴν, οὐ μὴν ἐξεδέχετο τὴν ἁφὴν τῆς χειρός, ἀλλὰ αὐτὴ προσελθοῦσα ἤψατο αὐτοῦ τοῦ κρασπέδου κρυφίως· καὶ ἡ δύναμις τῆς ἰάσεως ὑπὸ τῆς ἀψομένης ὡς σπόγγος εἵλκετο.
Καὶ ὁ μὲν Ζακχαῖος ἀγνοῶν ἐποίει, θείῳ ζήλῳ φερόμενος, καὶ πνευματικῷ ἔρωτι φλεγόμενος ἐπὶ τὴν συκομορέαν ἔτρεχεν· ὁ δὲ Κύριος μυστικόν τι θεωρήσας, ἔλεγε κατάβηθι· οἶδά σου τὴν ψυχὴν, οἶδά σου τὸν ὅσιον ἔρωτα· Κατάβηθι· μνήσθητι ὅτι ὁ Ἀδὰμ γυμνωθεὶς, ὑπὸ τῆς συκῆς ἐκρύβη· σὺ δὲ θέλων σωθῆναι, ἐπὶ συκομορέαν μὴ ἀνάτρεχε.

Δεῖ με τὸ συκόμορον τοῦτο ξηρᾶναι, καὶ ἄλλο φυτεῦσαι, σταυρόν. Ἐκεῖνο χρηστὸν δένδρον ἐστίν, ἐπ’ ἐκεῖνο βήματι ψυχῆς ἀνάτρεχε.

Ἐκεῖθεν γὰρ εἰς οὐρανοὺς ἕτοιμος ἀκονίζῃ· εἰς τοῦτον τὸ δένδρον καὶ ὁ ὄφις τοῖς φύλλοις περιπλέκεται, εἰς τοῦτο κρύπτεται, ἐν τούτῳ ἐνόσσευσε· σπεῦσον, κατάβηθι πρὸ τοῦ αὐτὸν ψιθυρίζειν τῇ ψυχῇ σου, ὡς καὶ ἐπὶ τῆς Εὔας πείσας αὐτὴν γεύσασθαι τῆς γλυκείας ἡδονῆς· σπεῦσον, κατάβηθι· ἕως ἔστηκα ἐγώ, κατάβηθι· ἐμοῦ γὰρ ὁρῶντος αὐτόν, ἐκεῖνος πεφίμωται.

Σπεῦσον, κατάβηθι, οὐ θέλω σε ἐᾶσαι ἐπὶ τὴν συκομορέαν, οὐ θέλω σε ἀπολέσθαι· ἐμὸν γὰρ εἶ πρόβατον, ἐμοὶ προσέδραμες. Σπεῦσον, κατάβηθι, καὶ πρόλαβε εἰς τὸν οἶκον σου· δεῖ με ἀναπαύειν ἐκεῖ.

Ὅπου γὰρ πίστις, ἐκεῖ ἀναπαύομαι· ὅπου ἀγάπη, ἐκεῖ ἀπέρχομαι.

Οἶδα τί μέλλεις ποιεῖν· οἶδα ὅτι ὅλα σου τὰ ὑπάρχοντα μέλλεις διδόναι πένησι καὶ πρῶτον ἀποδιδόναι οἷς ἐσυκοφάντησας, τετραπλασίονα. Παρὰ τοῖς τοιούτοις ἡδέως αὐλίζομαι. Καὶ ὁ Ζακχαῖος σπεύσας κατέβη, καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ Ἰησοῦν ὑπεδέξατο.
Χαρᾶς δὲ ἐμπλησθείς, σταθεὶς εἶπεν· οὐ περιπατῶν, οὐ καθήμενος, ἀλλὰ σταθείς, ἵνα δείξῃ τὴν τῆς ψυχῆς αὐτοῦ ἀμετάθετον γνώμην σταθεὶς εἶπεν, ὅτε ζέων τῷ πνεύματι, ἀμεταμέλητα νοήσας ἠγωνίζετο· ἤδει γὰρ ὅπου σπείρει, καὶ ὅπου μέλλει θερίζειν καὶ εἶπεν· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς πτωχοῖς· καὶ οὕς ἐσυκοφάντησα, τετραπλασίονα ἀποδίδωμι.

Ὤ ἐξομολόγησις καθαρὰ ἐκ καρδίας καθαρᾶς προερχομένη· ἐξομολόγησις ἀνεπαίσχυντος ἀνεπαισχύντῳ δόξῃ Θεοῦ παρισταμένη, πίστιν ἀποπνέουσι, καὶ δικαιοσύνην ἀνθοῦσα! ἧς δικαιοσύνης καταξιώσειεν ἡμᾶς ὁ τῶν ὅλων Θεός, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.


 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά