Σάββατο, Ιουλίου 27, 2013

Κυριακὴ 28 Ἰουλίου.Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 28 Ἰουλίου. Μνήμη τῶν ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος, Παρμενᾶ καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Εἰρήνης τῆς Χρυσοβαλάντου. Ἦχος δ΄. Ἑωθινόν ε΄.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐν τῷ μικρῷ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα…ἰστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ γ΄ ἀναστάσιμα στιχηρὰ Τὸν ζωοποιὸν σου Σταυρόν… Τοῦ ξύλου τῆς παρακοῆς…Πύλας Ἄδου συνέτριψας Κύριε…δευτε-ροῦντες τὸ α΄. Δόξα…Καὶ νῦν…τὸ δογματικὸν θεοτοκίον Ἀσπόρως συνέλαβες…Τὸ Φῶς ἱλαρόν…τὸ Προκείμενον τῆς ἡμέρας μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον ψάλλομεν τὸ ἀναστάσιμον στιχηρὸν Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ…εἴτα τὰ γ΄ προσόμοια τῆς Θεοτόκου Ὁ ἐξ ἀνάρχου Πάρος Υἱὸς ἀχρόνως…Σωματωθέντα τὸν Κτίστην τῶν ἀ-παντων…Ἵνα σοῦ πᾶσι τὸ πλῆθος τοῦ ἐλέους…Δόξα…Καὶ νῦν…τὸ ἐγ-κωμιαστικὸν θεοτοκίον Ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενος Υἱὸς…Τὸ Νῦν Ἀπολύεις…Τὸ τρισάγιον καὶ τὸ ἀναστάσιμον ἀπολυ-τίκιον Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα…Δόξα…Καὶ νῦν…τὸ ὁμό-ηχον θεοτοκίον Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον…Ἀπόλυσις.

Ἐν τῷ ἀποδείπνῳ

Ἐν τῷ μικρῷ ἀποδείπνῳ, ψάλλομεν τὸν κανόνα τῆς Θεοτόκου κατ’ ἦχον καὶ ἡμέρανΦωτί με τῶν πρεσβειῶν σου φώτισον…(ἐκ τοῦ Θεο-τοκαρίου τοῦ ἁγίου Νικοδήμου τοῦ ἁγιορείτου). Εἰς δὲ τὸ τρισάγιον, ἡ ὑπακοὴ τοῦ ἤχου Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως…Ἐν τέλει, μετὰ τὸ Τῇ Ὑπερμάχῳ… οἱ κδ΄ οἶκοι τῆς Θεοτόκου.

Ἐν τῷ μεγάλῳ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτη-ρίου, ἤτοι τὸ Μακάριος ἀνήρ…ὅλον. Εἰς δὲ τὸ Κύριε ἐκέκραξαἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν στιχηρὰ ἀναστάσιμα γ΄ Τὸν ζωοποιὸν σου Σταυρόν…Τοῦ ξύλου τῆς παρακοῆς…Πύλας Ἄδου συνέτριψας Κύριε… ἀνατολικὰ στιχηρὰ δ΄ Δεῦτε ἀνυμνήσωμεν λαοί…Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ…Πύλας χαλκᾶς συνέτριψας…Κύριε ἡ ἐκ Πατρός σου γέννησις… τῶν ἁγίων προσόμοια γ΄ Ἐν ἐκλογῇ θεοκρίτῳ προετιμήθητε…Φωτι-στικαὶ ὡς λαμπάδες Πνεύματος χάριτι…Ἀνευφημείσθω Νικάνωρ ὁ ἱερώ-τατος…Δόξα…Καὶ νῦν…τὸ α΄ θεοτοκίον τοῦ ἤχου Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ…Εἴσοδος. Τὸ Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἡ-μέρας Ὁ Κύριος ἐβασίλευσεν…μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὴν λιτήν, τὸ στιχηρὸν τοῦ ἁγίου τοῦ ναοῦ ἢ τοῦ ἁγίου τῆς μονῆς. Δόξα καὶ νῦν, τὸ εἰς τὸν αὐτὸν ἦχον τοῦ ἰδιομέλου, θεοτοκίον. Εἰς τὸν στίχον, τὸ ἀναστά-σιμον στιχηρὸν Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷεἶτα τὰ γ΄ στιχηρὰ, τὰ κατ’ ἀλφάβητον Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ…Λαὸς  παράνομος Χριστέ…Μετὰ δακρύων γυναῖκες…Δόξα…Καὶ νῦν…τὸ θεοτοκίον Νεῦσον παρακλήσεσι σῶν οἰκετῶν Πανάμωμε…Τό Νῦν ἀπολύεις…καὶ τὸ τρισάγιον. Ἀπολυτίκιον, τὸ ἀναστάσιμον Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα…ἅπαξ. Εὐθὺς τὸ Θεοτόκε Παρθένε…Ἡ εὐλόγησις τῶν ἄρτων καὶ ἡ ἀνάγνωσις εἰς τὰς ἐπιστολάς.    

Μὴ τελουμένης ἀγρυπνίας, ἀπολυτίκια εἰς τὸν μέγαν ἐσπερινὸν (καταλιμπανομένου τοῦ μικροῦ) λέγομεν, ὡς ἐσημειώθησαν ἐν τῷ μικρῷ. Τῇ δὲ Κυριακῇ πρωῒ, ἐν τῷ μεσονυκτικῷ, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου Τριάδα θεαρχικὴν δοξάσωμεν…Τὰ Ἄξιόν ἐστινΤρισάγιον, καὶ ἡ ὑπακοὴ τοῦ ἤχου Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως…καὶ τὰ λοιπὰ τοῦ μεσονυκτικοῦ.

Ἐν τῷ ὄρθρῳ      

Εἰς τὸ· Θεὸς Κύριος…τὸ ἀναστάσιμον ἀπολυτίκιον Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμαΔόξα· τὸ αὐτὸ…Καὶ νῦν…τὸ ὁμόηχον θεοτοκίον Τὸ ἀπ’  αἰῶνος ἀπόκρυφον…Εὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ Β΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλονται τὰ ἀναστάσιμα καθίσματα· Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον…Δόξα· Ἑκουσίᾳ σου βουλῇ…Καὶ νῦν…τὸ θεο-τοκίον· Κατεπλάγη Ιωσήφ…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Γ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλονται τὰ ἀνα-στάσιμα καθίσματα· Ἀνέστης ὡς ἀθάντος…Δόξα· Ἐκ τῶν ἄνῳ κατελθὼνΚαὶ νῦν...τὸ θεοτοκίον Κατεπλάγησαν Ἁγνὴ…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ ΙΖ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ ψάλλονται τὰ Εὐλογητάρια. Αἴτησις καὶ ἡ Ὑπακοὴ τοῦ ἤχου· Τὰ τῆς σῆς παραδόξου ἐγέρσεωςΕὐθὺς οἱ ἀνα-βαθμοὶ τοῦ ἤχου, τὸ προκείμενον αὐτοῦ καὶ ἅπασα ἡ τάξις τοῦ ἑωθινοῦ ε΄ Εὐαγγελίου. Εἶτα τὸ· Ἀνάστασιν Χριστοῦ…Ὁ ν΄ ψαλμός. Δόξα· Ταῖς τῶν Ἀποστόλων…Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου…Εἰς τὸν στίχον τὸ· Ἀναστὰς ὁ  Ἰησοῦς…   

Εἶτα οἱ κανόνες ὁ ἀναστάσιμος, μετὰ τῶν εἱρμῶν, εἰς δ΄ τροπάρια, ὁ σταυροαναστάσιμος, ἄνευ εἱρμῶν, εἰς γ΄ τροπάρια, ὁ τῆς θεοτόκου, ἄνευ εἱρμῶν, εἰς γ΄ τροπάρια, καὶ τῶν ἁγίων, ἄνευ εἱρμῶν, εἰς δ΄ τρο-πάρια. Λέγομεν δὲ καὶ τοὺς ιβ΄ στίχους τῆς στιχολογίας ἐν ἑκάστῃ ᾠδῇ, εἰς δὲ τὰ δύο τελευταῖα τὸ· Δόξα…καὶ τὸ· Καὶ νῦν…Καταβασίαι· Χοροὶ Ἰσραὴλ…Ἀπὸ γ΄ ᾠδῆς, κάθισμα τῶν ἁγίων· Διάκονοι σεπτοὶ…Δόξα τὸ αὐτὸ…Καὶ νῦν…τὸ θεοτοκίον Ἀνύμφευτε ἁγνὴ…Ἀφ’ ἕκτης τὸ ἀναστά-σιμον κοντάκιον Ὁ Σωτὴρ καὶ ῥύστης μου…καὶ ὁ οἶκος Τὸν ἀναστάντα ἐκ νεκρὼνΣυναξάριον. Ἡ τιμιωτέρα στιχολογείται.  

Τὸ· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν…ἐκ γ΄ καὶ τὸ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν…εἶτα τὸ ἑξαποστειλάριον, τὸ ε΄ ἀναστάσιμον· Ἡ ζωὴ καὶ ὁδὸς Χριστὸς…καὶ τὸ Θεοτοκίον αὐτοῦ Ὑμνῶ σου τὸ ἀμέτρητον…Εἰς τοὺς αἴ-νους, ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν ἀναστάσιμα στιχηρὰ δ΄ Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον…Ἐν τῷ Σταυρῷ σου Χριστέ…Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ…Τῶν πατρικῶν σου κόλπων…ἀνατολικά στιχηρά δ΄ Θάνατον καταδέξω σαρκί…Πέτραι ἐσχίσθησαν… Ἐπεθύμησαν γυναῖκες…Ποῦ ἐστιν Ἰησοῦς…Δόξα…τὸ ε΄ Ἑωθινὸν ἰδιόμελον Ὢ τῶν σοφῶν σου κριμάτων Χριστὲ!…Καὶ νῦνὙπερευλογημένη…Δοξολογία μεγάλη…καὶ τὸ ἀναστάσιμον τροπάριον μόνον Σήμερον σωτηρία… Ἐκτενής, ἀπόλυσις. Ἡ α΄ ὥρα ἐν τῷ νάρθηκι.

Ἐν ταῖς ὥραις  

Λέγομεν δὲ ἐν ταῖς ὥραις, Δόξα…τὸ ἀναστάσιμον ἀπολυτίκιον Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα…Καὶ νῦν τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον, ἡ ὑπακοὴ τοῦ ἤχου Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως

Εἰς τὴν Λειτουργίαν           
 

Τὰ τυπικά. Οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς η΄ τροπάρια. Εἰσοδικὸν τὸ Δεῦτε προσκυνήσωμεν…ὁ ἀναστὰς ἐκ νεκρών…Ἀπολυτίκια μετὰ τὴν Εἴ-σοδον, τὸ ἀναστάσιμον Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα…τοῦ ἁγίου τοῦ ναοῦ…Δόξα…ἡ ὑπακοὴ τοῦ ἤχου Τὰ τῆς σῆς παραδόξου ἐ-γέρσεως…Καὶ νῦν Προστασία τῶν Χριστιανῶν…Τρισάγιον. Προκεί-μενον καὶ ἀλληλουϊάριον τοῦ ἤχου. Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς Κυ-ριακῆς. Ἀπόστολος Ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας(Ρωμ. ι΄ 1-10), ὁ ζή-τει τῇ ε΄ Κυριακῇ τῶν ἐπιστολῶν τοῦ Ἀποστόλου Παύλου. ΕὐαγγέλιονἘλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνὼν… (Ματθ. η΄ 28-34, θ΄ 1), ὁ ζήτει τῇ ε΄ Κυριακῇ τῶν κατὰ Ματθαῖου Εὐαγγελίων. Εἰς τὸ Ἑξαι-ρέτως…τὸ Ἄξιόν ἐστίν…Κοινωνικὸν Αἰνεῖτε τὸν Κύριον…Εἴδομεν τὸ φῶςΠληρωθήτω…Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄, Δόξα…Kαὶ νῦν…οἱ δύο ψαλμοὶ· Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ Θεός μου…καὶ ἡ ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά