Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Παρασκευή, Αυγούστου 31, 2012

ΟΧΙ ΔΕΝ ΤΟΝ ΕΜΠΙΣΤΕΥΟΜΑΣΤΕ.


ΜΑΚΑΡΙΩΤΑΤΕ ΠΡΟΣΕΞΤΕ ΤΟΥΣ.

ΔΕΝ ΕΧΟΥΜΕ ΤΟΝ ΙΔΙΟ ΘΕΟ Μ' ΑΥΤΟΥΣ.!!!!!!

Ας μην επαναπαυόμαστε.
Άλλωστε δεν είναι ο μισθός μας το πρόβλημα.
Δεν γίνεται όλη η Ελλάδα να είναι επί ποδός και εμείς να κάνουμε σαν να μην καταλαβαίνουμε.!!!!
Αλίμονό μας.

«Γιατί ο Θεός γράφει τους νόμους Του πάνω στις καρδιές μας;



Ρώτησε μια φορά ένας άνθρωπος κάποιον ασκητή:
«Γιατί ο Θεός γράφει τους νόμους Του πάνω στις καρδιές μας;
Γιατί όχι μέσα στις καρδιές μας, εκεί που πραγματικά Τον έχουμε ανάγκη;»
Ο ασκητής απάντησε:
«Ποτέ ο Θεός δεν αναγκάζει τους ανθρώπους να Τον έχουν 
στην καρδιά τους.
Γράφει τα λόγια Του πάνω στην καρδιά, ώστε όταν αυτή ραγίσει, 
τότε Εκείνος πέφτει μέσα!»  

Τυπικόν Σεπτέμβριος 2012



ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ

ἔχων ἡμέρας τριάκοντα
῾Η ἡμέρα ἔχει ὥρας 12 καὶ ἡ νὺξ ὥρας 12

1. Σάββατον. † ᾿Αρχὴ τῆς ᾿Ινδίκτου, ἤ τοι τοῦ νέου ἐκκλη­σι­α­στικοῦ ἔτους· ᾿Ιησοῦ τοῦ Ναυή (1440 π.Χ.), ᾿Αμμοὺν δια­κόνου καὶ τῶν σὺν αὐ­τῷ 40 γυναικῶν παρθέ­νων καὶ ἀσκη­τριῶν μαρτύρων· Καλλίστης, Εὐ­ό­δου καὶ ῾Ερμογένους τῶν αὐ­ταδέλφων μαρτύρων· Συμεὼν στυ­λί­του (†459). Μελετίου ὁσίου (τυπικὸν 1ης Σεπτεμβρίου, §§1-3).
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «Θεοτόκε ἀει­πάρ­θενε»· κοντά­κιον «Τὴν θεοδόχον γαστέρα σου».
῾Η ἑορτάσιμος ἀκολουθία τοῦ Μηναίου ψάλλεται ἄνευ Παρα­κλητικῆς.
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ ἡ α΄ στάσις τοῦ «Μακάριος ἀνήρ». Εἰς τὸ «Κύριε, ἐκέκραξα» τὰ 3 προσ­όμοια τῆς Ἰνδίκτου εἰς 4 (δευτεροῦντες τὸ α΄) καὶ τοῦ ὁσίου 6 (ἤτοι τὰ 3 προσόμοια καὶ ἐκ τῶν ἰδιομέλων –παραλείποντες τὸ α΄– ἕτερα 3), Δόξα, Καὶ νῦν, τὰ τοῦ Μηναίου. Εἴσοδος κ.λπ. καὶ τὰ ἀναγνώσματα. Τὰ ἀπόστιχα καὶ τὰ 3 ἀπολυτίκια ὡς ἐν τῷ Μηναίῳ.
Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια ὡς ἐν τῷ Μηναίῳ εἰς τὸν ἑσπερινόν. Καθίσματα εἰς τὴν α΄ στι­χολογίαν «῾Ο καιροὺς καρπο­φό­ρους», Δόξα, Καὶ νῦν, «῾Ο ἀρρήτῳ σύμ­παν­τα» (κείμενον μετὰ τὴν ϛ΄ ᾠδὴν ὡς κοντάκιον τῆς Ἰνδί­κτου)· εἶτα τὰ καθίσματα τῆς β΄ στιχολ. ὡς ἀκριβῶς ἔχουν (τὰ τῆς γ΄ στιχολ. καταλιμπάνονται). ᾿Εν συνε­χείᾳ (πα­ρα­λειπομένου τοῦ Εὐα­γ­γελίου τοῦ ὄρθρου καὶ πάσης τῆς τάξεως αὐτοῦ) ὁ ν΄ ψαλ­μὸς χῦμα καὶ εὐθὺς οἱ κανόνες ἅ­παν­τες ὡς ἐν τῷ Μηναίῳ. Μετὰ τὴν γ΄ ᾠδὴν [τὸ κοντάκιον καὶ ὁ οἶκος τοῦ ὁσίου (ζήτει αὐτὰ πρὸ τοῦ συν­α­ξαρίου τοῦ Μη­ναίου) χῦμα, καὶ] ψάλλονται τὰ μεσῴδια κα­θί­­σματα τοῦ Μη­ναίου. Μετὰ τὴν ϛ΄ ᾠδὴν τὸ κοντάκιον καὶ ὁ οἶκος τῆς Ἰν­δί­κτου ὡς ἑξῆς·
Κοντάκιον τῆς Ἰνδίκτου,
ἦχος δ΄, «῾Ο ὑψωθεὶς ἐν τῷ σταυρῷ»
῾Ο τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, Θεὲ τῶν ὅλων ὑπερ­ούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέ­ει σου, τῷ ἀπείρῳ οἰκτίρμον, πάντας τοὺς λατρεύοντας, σοὶ τῷ μόνῳ δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ, λυτρωτά· εὔ­φο­ρον πᾶσι τὸ ἔτος χορή­γησον.
Ὁ οἶκος
Ἀρρήτῳ πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ, ἰσχύι τε παν­τουρ­γικῇ διασῴζοντι πάντα, τὸν ὕμνον δέει ἐκ ψυχῆς προσ­ά­γομεν, ἐντρόμως δυσωποῦντες, παρασχεῖν εὐφορίαν τῇ γῇ, ἐν τῇ σή­μερον ἐτησίῳ ἀπαρχῇ, παντὸς ῥυσθῆναι δυσχεροῦς, ὁρα­τῶν καὶ ἀοράτων δυσμενῶν, ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις· εὔφορον πᾶσι τὸ ἔτος χορή­γησον Κύριε.
Καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιω­τέ­ραν», «Μυστικὸς εἶ, Θεοτόκε». Ἐξαποστειλάρια καὶ αἶνοι ὡς ἐν τῷ Μη­ναίῳ. Δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον τῆς ᾿Ιν­δίκτου.
Εἰς τὴν λειτουργίαν. Μετὰ τὴν εἴσο­δον ἀπολυτίκια «῾Ο πάσης δημιουργός», «Χαῖρε, κεχαριτωμέ­νη», «῾Υπομονῆς στῦ­λος γέγονας» καὶ τοῦ ναοῦ, ἐπισφραγιστι­κὸν κοντάκιον τὸ τῆς Ἰνδίκτου «῾Ο τῶν αἰώνων ποιητής» (βλέ­πε ἀνωτέρω). ᾿Απόστολος: τῆς ᾿Ινδίκτου, 1 Σεπτ., «Παρακαλῶ πρῶτον πάν­των» (Α΄ Τιμ. β΄ 1-7)· Εὐαγγέλιον: ὁμοίως, Πέμ. α΄ ἑβδ. Λουκᾶ, «῏Ηλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν Ναζαρέτ» (Λκ. δ΄ 16-22). «῎Αξιον ἐστί». Κοινωνικὸν«Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε· ἀλληλούια»· «Εἴδομεν τὸ φῶς».

2. † ΚΥΡΙΑΚΗ ΙΓ΄ ΜΑΤΘΑΙΟΥ. Μάμαντος μάρτυρος (γ΄ αἰ.), ᾿Ιω­άννου Κων­σταν­τινουπόλεως τοῦ νηστευτοῦ (†595). ῏Ηχος δ΄· ἑωθινὸν β΄.
Εἰς τὴν θ΄. ᾿Απολυτίκια «῾Ο πάσης δημιουργός», Δόξα, «῾Υπομο­νῆς στῦλος»· κοντάκιον«῾Ο τῶν αἰώνων ποιητής».
Εἰς τὸν ἑσπερινόν. Εἰς τὸ «Κύριε, ἐκέκραξα» ἀναστάσιμα 4 καὶ τοῦ Μηναίου 6, Δόξα, τοῦ ἁγίου «Νέον φυτόν», Καὶ νῦν, «῾Ο διὰ σὲ θεοπάτωρ».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ ἀναστάσιμα, Δόξα, τοῦ Μηναίου «Δεῦτε συμ­φώ­νως», Καὶ νῦν, «Νεῦσον παρακλήσεσιν».
ΑΠΟΛΥΤΙΚΙΑ «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», Δόξα, «῾Ο μάρτυς σου, Κύριε», Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον».
Εἰς τὸ μεσονυκτικόν. Ὁ τριαδικὸς κανὼν τοῦ ἤχου καὶ τὰ τρια­δικὰ «῎Αξιόν ἐστι»·τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου.
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύ­ριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα κατὰ σειρὰν καὶ τὰ εὐλο­γη­τάρια. Ἡ ὑπακοή, οἱ ἀνα­βαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤ­χου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (β΄) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος καὶ οἱ δύο τοῦ Μηναίου· ἀπὸ γ΄ ᾠδῆς τὰ μεσῴδια καθίσματα τοῦ Μηναίου· ἀφ᾿ ϛ΄ τὸ ἀνα­στά­σι­μον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιω­τέ­ραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ β΄ ἀναστάσιμον, τὸ τοῦ μάρτυρος «Τῷ γάλακτι ἐτράφης» καὶ τὸ θεοτοκίον «῾Ο τῆς ζωῆς».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 8, Δόξα, τὸ β΄ ἑωθινὸν «Με­τὰ μύρων προσελθούθσαις», Καὶ νῦν, «῾Υπερευλογη­μέ­νη». Δοξολογία μεγάλη, «Σή­μερον σωτηρία».
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ οἱ 8 μα­κα­ρισμοὶ τοῦ ἤχου].
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸ φαιδρὸν τῆς ἀνα­στά­σεως»«῾Ο μάρτυς σου, Κύριε» καὶ τοῦ ναοῦ, ἐπισφραγι­στικὸν κοντάκιον «᾿Ιωακεὶμ καὶ ῎Αννα».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: Κυρ. ιγ΄ ἐπιστ., «Γρηγορεῖ­τε, στήκετε ἐν τῇ πί­στει» (Α΄ Κορ. ιϛ΄ 13-24)· Εὐαγγέλιον: Κυρ. ιγ΄ Ματθ., «Ἄνθρωπός τις ἦν οἰκο­δεσπότης» (Μτθ. κα΄ 33-42).
Εἰς τὸ ᾿Εξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

3. Δευτέρα. ᾿Ανθίμου ἱερομάρτυρος (†302), Θεοκτίστου ὁ­σί­ου (†467). Χα­ρίτωνος μάρτυρος, Φοίβης διακόνου (α΄ αἰ.)· Πο­λυ­δώρου νεομάρτυρος (†1794).
Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέ­­πε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-32). Κοντάκιον τῆς ἡμέρας καὶ τὸ προεόρτιον (7ης σεπτ.). ᾿Α­πόστολος: ἡμέρας, Δευτ. ιδ΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. ιβ΄ 10-19)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιδ΄ ἑβδ. Ματθ. (Μρ. δ΄ 10-23).

4. ΤρίτηΒαβύλα ἱερομάρτυρος (†251), Μωυσέως προ­φή­­του (1460 π.Χ.).
Κοντάκιον τῆς ἡμέρας καὶ τὸ προεόρτιον (7ης σεπτ.). ᾿Α­πόστολος: ἡμέρας, Τρ. ιδ΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. ιβ΄ 20-ιγ΄ 2)· Εὐαγ­γέλιον: ἡμέρας, Τρ. ιδ΄ ἑβδ. Ματθ. (Μρ. δ΄ 24-34).

5. Τετάρτη. Ζαχαρίου τοῦ προ­φή­του, πατρὸς ᾿Ιωάννου τοῦ Προ­δρόμου.
Κοντάκιον τῆς ἡμέρας καὶ τὸ προεόρτιον (7ης σεπτ.). ᾿Α­πόστολος: ἡμέρας, Τετ. ιδ΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. ιγ΄ 3-13)· Εὐαγ­γέλιον: ἡμέρας, Τετ. ιδ΄ ἑβδ. Ματθ. (Μρ. δ΄ 35-41).

6. Πέμπτη. ᾿Ανάμνησις τοῦ ἐν Χώναις θαύματος τοῦ ἀρ­χαγ­γέ­λου Μιχαήλ. Καλοδότης μάρτυρος.
῾Η ἀκολουθία, ἑορτάσιμος οὖσα, ψάλλεται δίχα Παρα­κλη­τικῆς, κατὰ τὴν ἐν τῷ Μηναίῳ διάταξιν. Εἰς τὸν ἑσπερινὸν γίνεται εἴσοδος. Εἰς τὸν ὄρθρον ὁ κανὼν τῆς Θεοτόκου (τῆς μι­κρᾶς Παρακλήσεως) μετὰ τῶν εἱρμῶν καὶ οἱ δύο τοῦ Μη­ναίου. Καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν κοντάκιον «᾿Ιωα­κεὶμ καὶ ῎Αννα». ᾿Από­στο­λος: τοῦ ἀρχαγγέλου, 8 Νοεμ., «Εἰ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος» (῾Εβρ. β΄ 2-10)· Εὐαγγέλιον: ὁμοίως, «῾Ο ἀκούων ὑμῶν» (Λκ. ι΄ 16-21)· «῎Αξιον ἐστί». Κοινωνικὸν «῾Ο ποιῶν τοὺς ἀγγέλους».

7. Παρασκευή. Προεόρτια τῆς γεν­νή­σεως τῆς ὑπεραγίας Θεο­τό­κου. Σῴζοντος μάρτυρος (†304).
῾Η ἀκολουθία ὡς ἐν τῷ Μηναίῳ (βλέ­πε καὶ ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις, §§52-63)· κοντάκιον προεόρ­τιον «῾Η παρ­θένος σήμερον καὶ Θεοτόκος Μαρία»·᾿Από­στο­λος: ἡμέρας, Παρ. ιδ΄ ἑβδ. ἐπιστ. (Γαλ. β΄ 6-10)· Εὐ­αγγέλιον: ἡμέρας, Παρ. ιδ΄ ἑβδ. Ματθ. (Μρ. ε΄ 22-24, 35-ϛ΄ 1).

8. Σάββατον. † ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕ­ΣΠΟΙ­ΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ (τυπικὸν 8ης Σεπτεμβρ., §§4-6).
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «᾿Εκ τῆς ῥίζης ᾿Ιεσσαί»· κον­τά­κιον «῾Η παρθένος σήμερον καὶ Θεοτόκος».
῾Η ἀκολουθία ἅπασα τῆς ἑορτῆς ψάλλεται ὡς ἔχει εἰς τὸ Μηναῖον.
Εἰς τὸν ἑσπερινὸν ἅπαντα ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λι­τὴν ἰδιόμελα εἰς τὸ μεσονυκτικόν. Εἴς τε τὸν ἑσπερινὸν καὶ τὸν ὄρθρον τὸ ἀπολυτίκιον τῆς ἑορτῆς τρίς. Ἀπόλυσις «Χρι­στὸς ὁ ἀληθινός... ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρός, ἧς τὸ γενέθλιον ἑορτάζομεν, δυνάμει...»
Εἰς τὸν ὄρθρον. Εἰ βούλει, εἰς τὸ μετὰ τὴν γ΄ στιχολ. κάθισμα λέγε Δόξα, Καὶ νῦν, τὸ μετὰ τὴν γ΄ ᾠδὴν «῾Η παρ­θένος Μα­ριάμ». Εὐαγγέλιον τῆς ἑορτῆς, 8 Σεπτ., «᾿Αναστᾶσα Μαριάμ» (Λκ. α΄ 39-49, 56). Ἀπὸ γ΄ ᾠδῆς τῶν κανόνων μό­νον ἡ ὑπακοὴ «Πύλην ἀδιό­δευ­τον»(καταλιμπανομένου τοῦ μεσῳδίου καθίσματος). Καταβα­σίαι οἱ εἱρμοὶ «Σταυρὸν χα­ρά­ξας»·(ἀντὶ τοῦ Τὴν τιμιωτέραν) ἡ θ΄ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων μετὰ στίχου «῾Υπεραγία Θεοτόκε» καὶ ἐν τέλει «Μυ­στικὸς εἶ, Θεοτόκε, παράδεισος». Μετὰ τὴν μεγ. δο­ξο­λογίαν τὸ ἀπολυτίκιον «῾Η γέννησίς σου, Θεοτόκε» ἅπαξ.
Εἰς τὴν λειτουργίαν, τὰ ἑξῆς ἀντίφωνα:
᾿Αντίφωνον α΄
Μνήσθητι, Κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς.
᾿Ιδοὺ ἠκούσαμεν αὐτὴν ἐν ᾿Εφραθᾶ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
῾Ο Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα, Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
᾿Αντίφωνον β΄
῎Ωμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, ἀλληλούια.
᾿Εκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός...
᾿Εκεῖ ἐξανατελῶ κέρας τῷ Δαυίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός...
῞Οτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός...
Δόξα, Καὶ νῦν. «῾Ο μονογενὴς Υἱός».
᾿Αντίφωνον γ΄
Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. «῾Η γέννησίς σου, Θε­ο­τόκε...»
῾Ηγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος. «῾Η γέννησίς σου, Θε­ο­τόκε...»
Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. «῾Η γέννησίς σου, Θε­ο­τόκε...»
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἐν ἁγίοις θαυμαστός».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ μόνον τὸ ἀπολυτίκιον «῾Η γέν­νη­σίς σου, Θεοτόκε» καὶ τὸ κοντάκιον τῆς ἑορτῆς «᾿Ιωακεὶμ καὶ ῎Αννα».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος τῆς ἑορτῆς, 8 Σεπτ., «Τοῦ­το φρονείσθω ἐν ὑμῖν» (Φιλιπ. β΄ 5-11)· Εὐαγγέλιον ὁμοίως, «Εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά» (Λκ. ι΄ 38-42, ια΄ 27-28).
Εἰς τὸ ᾿Εξαιρέτως «᾿Αλλότριον τῶν μητέρων». Κοινωνικὸν «Ποτή­ριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς».

9. † ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. ᾿Ιω­ακεὶμ καὶ ῎Αν­νης τῶν θεοπατόρων, Σεβη­ρια­νοῦ μάρτυρος. Μνήμη τῆς ἐν ᾿Εφέσῳ Γ΄ Οἰκουμενικῆς συνόδου (431). ῏Ηχος πλ. α΄· ἑωθινὸν γ΄ (τυπικὸν 9ης Σεπτεμβρίου §§10-12).
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «῾Η γέννησίς σου, Θεοτόκε»· κοντάκιον «᾿Ιωακεὶμ καὶ ῎Αννα».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ τοῦ Μηναίου προσόμοια 3 «Δεῦτε νῦν χορεύσωμεν» κ.λπ. εἰς 4, Δό­ξα, «῏Ω μα­καρία δυάς», Καὶ νῦν, «᾿Εν τῇ ἐρυθρᾷ θαλάσσῃ».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τὸ ἰδιόμελον τοῦ Μηναίου «Οἱ ἐξ ἀκάρπων».
ΑΠΟΛΥΤΙΚΙΑ «Τὸν συνάναρχον Λόγον», Δόξα, «Τῶν δι­καί­ων θεοπατόρων σου», Καὶ νῦν,«῾Η γέννησίς σου, Θεο­τόκε».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ«Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «῾Η γέννησίς σου, Θεοτόκε».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύ­ρι­ος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον καὶ ὁ ἄ­μω­μος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα καὶ ἀντὶ θεοτοκίων ἀνὰ ἓν τῆς ἑορτῆς (9 Σεπτ.). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (γ΄) μετὰ πάσης τῆς συνήθους τάξε­ως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος, [ὁ α΄ τῆς ἑορτῆς (8 Σεπτ.) ἄνευ εἱρ­μῶν] καὶ ὁ τῶν θεοπατόρων· ἀπὸ γ΄ ᾠδῆς μόνον τὸ μεσῴ­διον κά­θισμα τῶν ἁγίων «᾿Ιωακεὶμ καὶ ῎Αννα πανηγυρί­ζου­σιν»· ἀφ᾿ ϛ΄ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιω­τέ­ραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ γ΄ ἀναστάσι­μον «῞Οτι Χριστὸς ἐγήγερται», καὶ τὸ μεθέορτον (9 Σεπτ.) «᾿Α­δὰμ ἀνακαινί­σθητι».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τὰ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς «Ὢ τοῦ παραδόξου θαύματος» κ.λπ. εἰς 4 –εἰς στίχους τὰ δύο τελευταῖα «῎Ακουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου»«Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ»–, Δόξα, τὸ γ΄ ἑωθινὸν «Τῆς Μαγδαληνῆς Μαρίας», Καὶ νῦν, «῾Υπερευλογημένη». Δοξο­λογία μεγάλη,«Ἀναστὰς ἐκ τοῦ μνή­ματος» (ἢ «Σή­μερον σωτηρία»).
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς, ἀλλ᾿ εἰς τὸ β΄ μετ᾿ ἐφυμνίου «Σῶσον ἡμᾶς... ὁ ἀναστάς» [ἢ τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς ϛ΄ ᾠδῆς τοῦ κανόνος τῶν θεοπατόρων].
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸν συνάναρχον Λό­γον», «῾Η γέννησίς σου, Θεοτόκε», «Τῶν δικαίων θεο­πα­τό­ρων σου» καὶ τοῦ ναοῦ, κοντάκιον «᾿Ιωακεὶμ καὶ ῎Αννα».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τὰ τῆς Κυρ. πρὸ τῆς Ὑψώσεως· ᾿Απόστολος: Κυρ. πρὸ τῆς Ὑψώσεως, Κυρ. κβ΄ ἐπιστ., «῎Ιδετε πηλίκοις ὑμῖν γράμμασιν»(Γαλ. ϛ΄ 11-18)· Εὐαγγέλιον: ὁμοίως, «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐ­ρα­νόν» (᾿Ιω. γ΄ 13-17).
Εἰς τὸ ᾿Εξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

10. Δευτέρα. Μηνοδώρας, Μητρο­δώ­ρας, Νυμφοδώρας τῶν μαρ­τύρων (†305-311).
Εἰς πάσας τὰς προεορτίους καὶ μεθεόρτους καθημερινὰς (δηλονότι ἐκτὸς Κυριακῆς) ἄ­χρι τῆς 21ης τοῦ μηνὸς ἡ ἀκο­λου­θία ψάλ­λε­ται μόνον ἐκ τοῦ Μηναίου ἄνευ Παρακλητικῆς (ὅρα εἰς γεν. τυπικὰς διατάξεις §§52-63). ᾿Απόστολος: ἡμέ­ρας, Δευτ. ιε΄ ἑβδ. ἐπ. (Γαλ. β΄ 11-16)· Εὐαγ­γέ­λιον: προεόρτιον, Τρ. β΄ ἑβδ. ᾿Ιωάν. (᾿Ιω. γ΄ 16-21).

11. Τρίτη. Θεοδώρας ὁσίας (†491). Εὐφροσύνου (θ΄ αἰ.) τοῦ μα­γείρου, Εὐανθίας μάρ­τυρος. ῾Αγίας Θεοδώρας τῆς ἐν Βάστᾳ ᾿Αρκαδίας.
᾿Απόστολος: ἡμέρας, Τρ. ιε΄ ἑβδ. ἐπ. (Γαλ. β΄ 21 γ΄ 7)· Εὐ­αγ­γέ­­λι­ον: προεόρτιον, Τρ. ϛ΄ ἑβδ. ᾿Ιωάν. (᾿Ιω. ιβ΄ 19-36).

12. Τετάρτη. ᾿Απόδοσις τοῦ γενεσίου τῆς Θεοτόκου. Αὐτο­νό­μου ἱερομάρτυρος (†313)· Κουρνούτου ἱερομάρτυρος, ἐπι­σκόπου ᾿Ικονίου († γ΄ αἰ.)· Θεοδώρου ἐπισκόπου ᾿Αλεξαν­δρείας.
῾Η ἀκολουθία ψάλλεται ὡς ἔστι διατεταγμένη εἰς τὸ Μη­ναῖον τὴν α΄ ἡμέραν τῆς ἑορτῆς, μετὰ τῶν κάτωθι διαφορῶν.
Εἰς τὸν ἑσπερινὸν καταλιμπάνονται τὸ «Μακάριος ἀ­νήρ», τὰ ἀνα­γνώ­σματα καὶ τὰ διὰ τὴν λιτὴν στιχηρά.
Εἰς τὸν ὄρθρον καταλιμπάνονται ὁ πολυέλεος μετὰ τοῦ καθίσματος αὐτοῦ καὶ τὸ Εὐαγγέλιον μετὰ τῆς τάξεως αὐτοῦ· ἀπὸ γ΄ ᾠδῆς τῶν κανόνων, ἀντὶ τῆς ὑπακοῆς, τὸ μεσῴδιον κάθισμα «῾Η παρθένος Μαριάμ»· ἀφ᾿ ϛ΄ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τῆς ἑορτῆς καὶ τὸ συναξάριον τῆς 12ης Σεπτεμ­βρίου.
Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα καὶ εἰσοδικόν, ὡς ἐση­μειώθησαν εἰς τὴν 8ην Σεπτεμβρίου. Μετὰ τὴν εἴσοδον ἀπο­λυ­τίκιον «῾Η γέν­νη­σίς σου, Θεοτόκε» καὶ κοντάκιον«᾿Ιωα­κεὶμ καὶ ῎Αννα». ᾿Απόστολος: τῆς ἡμέρας, Τετ. ιε΄ ἑβδ. ἐπιστ. (Γαλ. γ΄ 16-22)· Εὐαγγέλιον: προεόρτιον, Δευτ. ϛ΄ ἑβδ. ᾿Ιωάν. (᾿Ιω. ια΄ 47-54). Εἰς τὸ ᾿Εξαι­ρέτως «᾿Αλλότριον τῶν μητέ­ρων». Κοι­νω­νικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς».

13. Πέμπτη. Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ἀνα­στάσεως (335) καὶ προ­εόρτιος τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κορ­νη­λίου ἑκατοντάρ­χου (α΄ αἰ.). ῾Ιεροθέου ὁσίου τοῦ ἐκ Καλαμάτας (†1745).
῾Η ἀκολουθία ψάλλεται δίχα Παρακλητικῆς κατὰ τὴν διά­ταξιν τοῦ Μηναίου. Εἰς τὸν ἑσπερινὸν εἴσοδος μετὰ θυμι­α­τοῦ. Εἰς τὸν ὄρθρον καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαρά­ξας». Εἰς τὴν λει­τουρ­γίαν κοντάκιον «Οὐρανὸς πολύφωτος». ᾿Απόστολος: τῶν ἐγκαινίων, Σεπτ. 13, «᾿Αδελ­φοὶ ἅγιοι, κλή­σεως ἐπουρανίου μέτοχοι» (῾Εβρ. γ΄ 1-4)· Εὐαγ­γέλιον: ὁμοίως, ᾿Ιουν. 29, «᾿Ελθὼν ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Και­σαρείας» (Μτθ. ιϛ΄ 13-19). «῎Αξιον ἐστί».Κοινωνικὸν «Κύ­ρι­ε, ἠγάπησα εὐ­πρέ­­πειαν οἴκου σου καὶ τό­πον σκηνώ­μα­τος δόξης σου· ἀλλη­λού­ια»· «Εἴδομεν τὸ φῶς».

14. Παρασκευή. † Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙ­ΜΙ­ΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ΄ Οἰκου­με­νι­κῆς Συνό­δου τῆς ἐν Τρούλλῳ (680).
Εἰς τὴν θ΄. ᾿Απολυτίκια «Τὸν ζωοποιὸν σταυρόν», Δόξα, «῾Ως τοῦ ἄνω στερεώματος»·κοντάκιον «Οὐρανὸς πολύ­φω­τος».
Ἡ ἑορτάσιμος ἀκολουθία τοῦ Σταυροῦ ψάλλεται ἅπασα ὡς ἀκριβῶς ἔχει ἐν τῷ Μη­ναίῳ.
Εἰς τὸν ἑσπερινὸν τὰ στιχηρὰ τῆς ἑορτῆς κ.λπ. ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυ­κτικόν. Οἱ στίχοι τῶν ἀποστίχων πλήρεις ἔχουν ὡς ἑξῆς· «῾Υψοῦτε Κύ­ριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑ­πο­ποδίῳ τῶν πο­δῶν αὐτοῦ, ὅτι ἅγιος ἐστὶ» καὶ«῾Ο δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτη­ρί­αν ἐν μέσῳ τῆς γῆς». Τὸ ἀπο­λυ­τίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου» ἐκ τρί­του εἴς τε τὸν ἑσπερινὸν καὶ τὸ «Θεὸς Κύριος». ᾿Απόλυσις «῾Ο ἀναστὰς ἐκ νεκρῶν... δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, οὗ τὴν ὕψωσιν ἑορτάζομεν, προστασίαις τῶν τι­μί­ων...»
Εἰς τὸν ὄρθρον ἅπαντα ὡς ἐν τῷ Μη­ναίῳ. Καταβασίαι «Σταυρὸν χαράξας»· ἡ θ΄ ᾠδὴ τῶν δύο κανόνων ἄνευ στίχου, εἰ μὴ μόνον Δόξα, Καὶ νῦν εἰς τὰ δύο τελευταῖα τροπάρια, καὶ ἐν τέλει πάλιν οἱ δύο εἱρμοὶ «Μυστικὸς εἶ, Θεοτόκε», «῾Ο διὰ βρώσεως τοῦ ξύλου». Μετὰ τὴν μεγάλην δοξολογίαν [εἰς ἦχον δ΄ (ἅγια)] ἐπακολουθεῖ
῾Η τελετὴ τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ
ΠΕΡΙΦΟΡΑ. Εἰς τὸ τέλος τῆς δοξολογίας οἱ μὲν χοροί, ἀφοῦ μεταβοῦν εἰς τὴν βορείαν πύλην τοῦ ἱεροῦ, ἄρχονται τοῦ ᾀσματικοῦ «Ἅγιος ὁ Θεός», ὁ δὲ πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος ἱερεύς, ἀφοῦ θυμιάσῃ τὸν ἐπ᾿ αὐτῆς ἐν ηὐτρε­πι­σμένῳ δίσκῳ μετὰ κλάδων βασιλικοῦ καὶ τριῶν ἀνημμένων κηρίων κείμενον τίμιον Σταυρόν, αἴρει τὸν δίσκον, θέτει αὐ­τὸν ἐπὶ τῆς κεφαλῆς καί, στραφεὶς περὶ τὴν ἁγίαν Τράπεζαν ἐκ δεξιῶν πρὸς τὰ ἀριστερά, ἐξέρχεται διὰ τῆς βορείας πύλης τοῦ ἱεροῦ, προπορευομένων αὐτοῦ κατὰ τάξιν τῶν λαμπα­δού­χων, τῶν φερόντων τὰ ἑξαπτέρυγα, τῶν χορῶν ψαλ­λόν­των τὸ ᾀσμα­τικὸν«῞Αγιος ὁ Θεὸς» μέχρι τέλους τῆς περι­φο­ρᾶς καὶ τῶν μετὰ θυμιατῶν θυμιώντων τὸν τίμιον Σταυρόν.
Α΄ ΥΨΩΣΙΣ. Ὁ ἱερεὺς φέρει τὸν Σταυρὸν εἰς τὸ μέσον τοῦ ναοῦ –συνήθως εἰς τὸν σολέα–, ἔνθα περιελθὼν κύκλῳ τρὶς ηὐτρεπισμένον τετραπόδιον ἵσταται πρὸ αὐτοῦ βλέπων πρὸς ἀνατολὰς καὶ ὑψῶν ἀπὸ τῆς κεφαλῆς τὸν δίσκον, ἐκφωνεῖ «Σοφία· ὀρθοί», ἀποθέμενος δ᾿ αὐτὸν ἐπὶ τοῦ τετρα­ποδίου, θυμιᾷ κύκλῳ αὐτοῦ σταυροειδῶς, ψάλλων«Σῶσον, Κύριε, τὸν λαόν σου», ὃ ἐπαναλαμβάνει ἕκαστος τῶν χορῶν ἀνὰ μίαν.
Α΄ ΠΡΟΣΚΥΝΗΣΙΣ. ᾿Ακολούθως ὁ ἱερεὺς ἀφοῦ ποιήσῃ μετα­νοίας τρεῖς, λαμβάνει ἀνὰ χεῖρας μετὰ κλάδων βασιλικοῦ τὸν τίμιον Σταυρὸν καὶ βλέπων πρὸς ἀνατολὰς ὑψοῖ αὐτὸν λέγων «᾿Ελέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεό­μεθά σου, ἐπάκουσον καὶ ἐλέησον»· οἱ χοροὶ τὸ «Κύριε, ἐλέ­η­σον» ἑκατόν, ἐνῷ ὁ ἱερεὺς σφραγίσας τρὶς μετὰ τοῦ τιμίου Σταυροῦ κλίνει τὴν κεφαλὴν ἠρέμα, κύπτει ὅσον σπιθαμὴν ἀπέχεσθαι ἀπὸ τῆς γῆς καὶ κατὰ μικρόν, ἄχρι πληρώσεως τῆς α΄ ἑκατοντάδος, ἀνίσταται.
Β΄ ΠΡΟΣΚΥΝΗΣΙΣ. Εἶτα, ἀφοῦ στραφῇ ἐπὶ τὰ δεξιά, ἵ­σταται βλέπων πρὸς βορρᾶν καὶ ὑψοῖ τὸν τίμιον Σταυρὸν λέγων «῎Ετι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν, τοῦ κατὰ ξη­ράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑ­πὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κα­­τευο­δῶσαι αὐτὸ ἐν πᾶσιν»· οἱ χοροὶ τὸ «Κύριε, ἐλέ­η­σον» ἑκα­τόν, ἐνῷ ὁ ἱερεὺς σφραγίσας καὶ πάλιν τρὶς μετὰ τοῦ τι­μί­ου Σταυροῦ, κλίνει τὴν κεφαλὴν κ.λπ., καὶ κατὰ μικρὸν ἀνί­σταται ἄχρι πληρώσεως τῆς β΄ ἑκατοντάδος.
Γ΄ ΠΡΟΣΚΥΝΗΣΙΣ. Εἶτα, στραφεὶς ἐπὶ δεξιά, ἵσταται βλέ­πων πρὸς δυσμὰς καὶ ὑψοῖ τὸν τίμιον Σταυρόν, ἐκφωνῶν «῎Ετι δεό­μεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου... καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος»· οἱ χοροὶ τὴν γ΄ ἑκατοντάδα, κ.τ.λ. ὡς προεγράφησαν.
Δ΄ ΠΡΟΣΚΥΝΗΣΙΣ. Αὖθις ὁ ἱερεὺς στραφεὶς ἐπὶ τὰ δεξιά, ἵ­στα­ται βλέπων πρὸς νότον καὶ ὑψοῖ τὸν τίμιον Σταυρὸν λέ­γων «῎Ετι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτη­ρίας, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, ἐπιτρόπων, ἐνοριτῶν καὶ συνδρομητῶν τῆς ἁγίας ἐκκλησίας ταύτης σὺν γυναιξὶ καὶ τοῖς τέκνοις αὐτῶν»· οἱ χοροὶ τὴν δ΄ ἑκατοντάδα, κ.τ.λ. ὡς προε­γράφησαν.
Ε΄ ΠΡΟΣΚΥΝΗΣΙΣ. Τέλος ὁ ἱερεὺς στρέφεται ἐπὶ τὰ δεξιά, ἵσταται βλέπων πρὸς ἀνατολὰς καὶ ὑψοῖ τὸν τίμιον Σταυρόν, ἐκφωνῶν «῎Ετι δεόμεθα ὑπὲρ πάσης ψυχῆς χριστιανῶν ὀρθο­δόξων, ὑγείας τε καὶ σωτηρίας καὶ ἀφέσεως τῶν ἁμαρ­τιῶν αὐτῶν»· οἱ χοροὶ τὴν ε΄ ἑκατοντάδα, κ.τ.λ. ὡς προε­γρά­φη­σαν.
ΚΥΡΙΑ ΥΨΩΣΙΣ. Μετὰ ταῦτα γίνεται ἡ κυρίως ὕψωσις· ὁ ἱε­ρεὺς ἱστάμενος πρὸ τοῦ τετραποδίου καὶ βλέπων πρὸς ἀνα­τολὰς ὑψοῖ τὸν τίμιον Σταυρὸν ψάλλων τὸ κοντάκιον«῾Ο ὑ­ψω­θεὶς ἐν τῷ σταυρῷ ἑκουσίως», εὐλογεῖ μετὰ τοῦ τιμίου Σταυ­ροῦ τὸν λαόν, ἀποθέτει αὐτὸν ἐπὶ τοῦ δίσκου καὶ προσ­κυνεῖ αὐτόν, ψάλλων «Τὸν σταυρόν σου προσκυνοῦμεν, δέσ­ποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν», ὃ ἐπανα­λαμ­βάνει ἕκαστος τῶν χορῶν ἀνὰ μίαν· εἶθ᾿ οὕτως οἱ χοροὶ τὰ ἰδιόμελα «Δεῦτε, πιστοὶ» κ.λπ.· τούτων ψαλλομένων, προσ­έρχεται ὁ λαὸς εἰς προσκύνησιν τοῦ τιμίου Σταυροῦ, ἧς πλη­ρωθείσης, ὁ β΄ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου» ἅπαξ.
Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα τὰ τῆς ἑορτῆς.
ΕΙΣΟΔΙΚΟΝ «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσ­κυ­νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστί. Σῶ­σον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι ἀλ­ληλούια».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ μόνον τὸ ἀπολυτίκιον «Σῶσον, Κύ­ριε, τὸν λαόν σου» καὶ τὸ κοντάκιον «῾Ο ὑψωθείς». Ἀντὶ τρισαγίου, «Τὸν σταυρόν σου προσκυνοῦμεν».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος τῆς ἑορτῆς, «῾Ο λόγος ὁ τοῦ σταυροῦ» (Α΄ Κορ. α΄ 18-24)· Εὐαγγέλιον ὁμοίως, «Συμ­βού­λι­ον ἐποίησαν οἱ ἀρχιερεῖς» (᾿Ιω. ιθ΄ 6-11, 13-20, 25-28, 30-35).
Καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱ. Χρυσοστόμου· εἰς τὸ ᾿Εξαι­ρέτως «Μυστικὸς εἶ, Θεοτόκε».
ΚΟΙΝΩΝΙΚΟΝ «᾿Εσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώ­που σου, Κύριε· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Σῶ­σον, Κύριε, τὸν λαόν σου». Ἀπόλυσις ὡς εἰς τὸν ἑσπερινόν.
Εἰδήσεις. 1. ᾿Εν τῇ τραπέζῃ νηστεία.
2. ᾿Απὸ αὔριον μέχρι τῆς 20ῆς τοῦ μηνὸς Σεπτεμβρίου, τῶν κανόνων τοῦ Μηναίου προτάσσεται ὁ τῆς ἑορτῆς, εἰς δὲ τὴν λειτουργίαν ἀν­τίφωνα τῆς ἑορτῆς, εἰσοδικὸν «Δεῦτε προσ­κυ­νήσωμεν... Σῶσον ἡμᾶς... ὁ σαρκὶ σταυρωθεὶς» καὶ κον­τά­κιον «῾Ο ὑψωθεὶς ἐν τῷ σταυρῷ».

15. Σάββατον μετὰ τὴν ὕψωσιν. Νικήτα μεγαλομάρτυρος (†372). Φιλοθέου ὁσίου (ι΄ αἰ.), Πορφυρίου τοῦ ἀπὸ μίμων, Βησσαρίωνος Λα­ρί­σης, Συμεὼν Θεσσαλονίκης (†1429), ᾿Ιω­άν­νου νεομάρτ. τοῦ Κρητός (†1811).
῾Η ἀκολουθία ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου (τυ­πι­κὸν 14ης Σεπτ. §8.). Ἐν τῷ ἑσπερινῷ γίνεται εἴσοδος μετὰ θυμιατοῦ καὶ ψάλλεται τὸ μέγα προκείμενον «῾Ο Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ», μετὰ τῶν στίχων αὐτοῦ. Ἀπο­λυ­τί­κια «῾Ο μάρτυς σου, Κύριε», Δόξα, Καὶ νῦν, τὸ τῆς ἑορτῆς. Ἐν τῷ ὄρθρῳ ἄνευ καταβασιῶν, ἀλλὰ μόνον οἱ 4 εἱρμοὶ τοῦ Μηναίου κατὰ τὴν τάξιν αὐτῶν· στιχολογοῦμεν «Τὴν τιμιω­τέραν» καὶ εἶτα«Λίθος ἀχειρότμητος». Μετὰ τὰ ἐξα­ποστει­λά­ρια [καὶ τοὺς ψαλμοὺς τῶν αἴνων], «Σοὶ δόξα πρέπει», ἡ (μικρὰ) δοξολογία χῦμα κ.τ.λ. ὡς συνήθως. Εἰς τὸν στίχον τῶν αἴνων ὡς ἐν τῷ Μηναίῳ. «᾿Αγαθὸν τὸ ἐξο­μολογεῖσθαι», τρισάγιον κ.λπ. ἀπο­λυ­τίκιον «Σῶσον, Κύριε».
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυ­μνίων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ. Εἰσοδικὸν «Δεῦτε προσ­κυ­νήσωμεν... Σῶσον ἡμᾶς... ὁ σαρκὶ σταυρωθείς». Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Σῶσον, Κύριε, τὸν λαόν σου»«῾Ο μάρ­τυς σου, Κύριε» καὶ τοῦ να­οῦ, κοντάκιον «῾Ο ὑψωθείς». Προ­κείμενον καὶ ἀλληλουιάριον τοῦ Σαββάτου· ᾿Απόστολος Σαβ. μετὰ τὴν ὕψωσιν, Σαβ. ιβ΄ ἑβδ. ἐπιστ., «Βλέπετε τὴν κλῆ­σιν ὑμῶν» (Α΄ Κορ. α΄ 26-β΄ 5)· Εὐαγγέλιον ὁμοίως, Παρ. δ΄ ἑβδ. ᾿Ιωάν., «᾿Εγὼ ὑπάγω καὶ ζητήσατέ με» (᾿Ιω. η΄ 21-30). «῎Α­ξι­ον ἐστίν»· «Ἀγαλλιᾶσθε, δίκαιοι»· «Εἴδομεν τὸ φῶς».

16. † ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ. Εὐφημίας μεγα­λο­μάρ­τυρος τῆς πανευφή­μου (†304). ῏Ηχος πλ. β΄, ἑω­θι­νὸν δ΄ (τυπι­κὸν 16ης Σεπτ. §§13-15).
Εἰς τὴν θ΄. ᾿Απολυτίκια «Σῶσον, Κύριε, τὸν λαόν σου», Δόξα, «῾Ο μάρτυς σου, Κύριε»· κοντάκιον «῾Ο ὑψωθείς».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 4, μεθέορτα τοῦ σταυροῦ 3 «῎Ωφθη ἡ τοῦ ξύλου» κ.λπ. καὶ 3 τῆς μάρ­τυρος, Δόξα, τῆς ἁγίας «῾Η διηνθισμένη ταῖς ἀρεταῖς», Καὶ νῦν,«Τίς μὴ μακαρίσει σε».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ Μηναίου «Πᾶσα γλῶσσα κινείσθω», Καὶ νῦν, τῆς ἑορτῆς «῞Ον περ πάλαι Μωυσῆς».
ΑΠΟΛΥΤΙΚΙΑ «᾿Αγγελικαὶ δυνάμεις», Δόξα, «῾Η ἀμνάς σου, ᾿Ιησοῦ», Καὶ νῦν, «Σῶσον, Κύριε, τὸν λαόν σου».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τρι­αδικὰ«῎Αξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Σῶσον, Κύριε».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύ­ριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπο­λυ­τίκια. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα καὶ ἀνὰ ἓν τῆς ἑορτῆς (16ης Σεπτ.) ἀντὶ θεοτοκίων. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθ­μοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (δ΄) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ ὁ ἀναστάσιμος, ὁ τῆς ἑορτῆς (14 Σεπτ.) καὶ ὁ τῆς ἁγίας· ἀπὸ γ΄ ᾠδῆς ὡς ἐν τῷ Μηναίῳ (16 Σεπτ.)· ἀφ᾿ ϛ΄ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμι­ω­τέ­ραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ δ΄ ἀναστάσιμον, τὸ τῆς ἁγίας «Τῆς πανευφήμου», καὶ τὸ τῆς ἑορτῆς «Σταυρὸς τοῦ κόσμου».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τῆς ἁγίας ἕτερα 4 (ἤ τοι τὰ 3 ἰδιόμελα«᾿Αθλητικὴν πανήγυριν» κ.λπ., ἀνὰ μίαν καὶ τὸ ἐν συνεχείᾳ –ἄνευ τοῦ Δόξα– «᾿Εκ δεξιῶν τοῦ σω­τῆ­ρος») εἰς στίχους τὰ δύο τελευταῖα «῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι»«Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου», Δόξα, τὸ δ΄ ἑωθινὸν «῎Ορθρος ἦν βαθύς», Καὶ νῦν, «῾Υπερευλογημένη». Δοξολογία μεγάλη,«Ἀναστὰς ἐκ τοῦ μνή­ματος» (ἢ «Σή­μερον σωτηρία»).
Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα τὰ τῆς ἑορτῆς μετὰ τῶν ἐφυ­μνίων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ [ἢ τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς ϛ΄ ᾠδῆς τοῦ κανόνος τῆς ἁγίας].
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι ἀλλη­λούια».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «᾿Αγγελικαὶ δυνάμεις», «Σῶσον, Κύριε», «῾Η ἀμνάς σου, ᾿Ιησοῦ» καὶ τοῦ ναοῦ, κοντάκιον «῾Ο ὑψωθείς».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: Κυρ. μετὰ τὴν ὕψωσιν, Κυρ. κα΄ ἐπιστ., «Εἰδότες ὅτι οὐ δικαιοῦται» (Γαλ. β΄ 16-20)· Εὐ­αγ­γέ­λιον ὁμοίως, Κυρ. γ΄ νηστ., «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν» (Μρ. η΄ 34-θ΄ 1).
Εἰς τὸ ᾿Εξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς»· «Πληρωθήτω», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

17. Δευτέρα. Σοφίας καὶ τῶν τριῶν θυ­γατέρων αὐτῆς Πί­στεως, ᾿Αγάπης καὶ ᾿Ελπίδος, μαρτύρων (†137).
᾿Απόστολος: ἡμέρας, Δευτ. ιϛ΄ ἑβδ. ἐπιστ. (Γαλ. δ΄ 28-ε΄ 10)· Εὐ­αγγέλιον: ἡμέρας, Δευτ. α΄ ἑβδ. Λουκᾶ (Λκ. γ΄ 19-22).
Σημείωσις. Εἰς τοὺς πανηγυρίζοντας ἱεροὺς ναοὺς ἡ ἀκολουθία τῆς μάρ­τυρος Σοφίας ψάλλεται ἐκ τῆς ἰδιαιτέρας αὐτῆς φυλλάδος μετὰ τῶν μεθεόρτων.
᾿Απολυτίκιον· ἦχος πλ. α΄. «Τὸν συνάναρχον Λόγον».
«᾿Εν ταῖς μάρτυσι λάμπεις Σοφία ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης πε­ρι­­κοσμεῖσαι λαμπροῖς· δι᾿ ὃ ἐν ὕμνοις καὶ ᾠδαῖς εὐφημοῦμέν σε, ὅτι θυγάτρια σεμνὰ τῷ μαρτυρίῳ ὁδηγεῖς, ᾿Αγάπην Πίστιν ᾿Ελπίδα· μεθ᾿ ὧν μὴ παύσῃ πρεσβεύειν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν».

18. Τρίτη. Εὐμενίου ἐπισκό­που Γορτύνης Κρή­της (ζ΄ αἰ.).
᾿Απόστολος: ἡμέρας, Τρ. ιϛ΄ ἑβδ. ἐπιστ. (Γαλ. ε΄ 11-21)· Εὐ­αγ­γέ­λιον: ἡμέρας, Τρ. α΄ ἑβδ. Λουκᾶ (Λκ. γ΄ 23-δ΄ 1).

19. Τετάρτη. Τροφίμου, Σαβ­βα­τίου καὶ Δορυμέδοντος μαρ­­τύρων (†276).
᾿Απόστολος: ἡμέρας, Τετ. ιϛ΄ ἑβδ. ἐπιστ. (Γαλ. ϛ΄ 2-10)· Εὐ­αγ­γέ­λιον: ἡμέρας, Τετ. α΄ ἑβδ. Λουκᾶ (Λκ. δ΄ 1-15).

20. Πέμπτη. † Εὐσταθίου με­γαλομάρτυρος καὶ τῆς συνο­δείας αὐτοῦ (†118). ῾Ιλαρίωνος Κρη­τὸς νεομάρτυρος (†1804).
῾Η ἀκολουθία ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου. Εἰς τὸν ἑσπερινὸν ἄνευ εἰσόδου. Εἰς τὸν ὄρθρον ἄνευ κατα­βα­σιῶν καὶ ἄνευ δοξολογίας μεγάλης. Εἰς τὴν λειτουργίαν ᾿Απόστολος: ἡμέρας, Πέμ. ιϛ΄ ἑβδ. ἐπιστ. (᾿Εφεσ. α΄ 1-9)· Εὐ­αγ­γέ­λιον: ἡμέρας, Πέμ. α΄ ἑβδ. Λουκᾶ (Λκ. δ΄ 16-22).

21. Παρασκευή. ᾿Απόδοσις τῆς ὑψώσεως τοῦ τιμίου Σταυ­ροῦ. Κο­δρά­του ἱερομάρτυρος ἐπισκόπου ᾿Αθηνῶν (†130)· ᾿Ιωνᾶ προφήτου (880 π.Χ.).
Εἴδησις. ᾿Επειδὴ σήμερον ἀποδίδεται ἡ ἑορτὴ τοῦ τ. Σταυροῦ, ἡ ἀκο­λουθία τοῦ ἁγίου Κοδράτου ψάλλεται τῇ 22ᾳ μετὰ τῆς τοῦ ἱερο­μάρ­τυ­ρος Φωκᾶ.
῾Η ἀκολουθία ψάλλεται ὡς ἔστι διατεταγμένη εἰς τὸ Μη­­ναῖον κατὰ τὴν κυρίαν ἡμέραν τῆς ἑορτῆς μετὰ τῶν ἐφεξῆς δι­αφορῶν.
Εἰς τὸν ἑσπε­ρινὸν καταλιμπάνονται τὸ Ψαλτήριον, τὰ ἀναγνώσματα καὶ τὰ διὰ τὴν λιτὴν στιχηρά.
Εἰς τὸν ὄρθρον καταλιμπάνονται ὁ πολυέλεος καὶ τὸ κά­θι­σμα αὐτοῦ, τὸ Εὐαγγέλιον μετὰ τῆς τάξεως αὐτοῦ, καὶ ἡ μετὰ τὴν δοξολογίαν τελετὴ τῆς ὑψώσεως τοῦ τιμίου Σταυ­ροῦ. Συν­α­ξάριον ἀναγινώσκεται τὸ τῆς 21ης τοῦ μη­νός. Αἱ ἀπο­λύ­σεις ἄνευ τοῦ χαρακτηριστικοῦ «῾Ο ἀναστὰς» διὰ τὸ μὴ λέ­γε­σθαι ἐν τῷ ὄρθρῳ σήμερον τὸ «᾿Ανάστασιν Χριστοῦ θεασά­με­νοι».
Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα, εἰσοδικόν, ἀπολυτίκιον καὶ κοντάκιον ὡς ἐν τῇ ἑορτῇ. Τρισάγιον. Προ­κείμενον τῆς ἑορτῆς (διὰ τὴν ἀπόδοσιν αὐτῆς)· ᾿Απόστολος: τῆς ἡμέρας, Παρ. ιϛ΄ ἑβδ. ἐπιστ. (᾿Εφ. α΄ 7-17)· Εὐαγγέλιον: ἡμέρας, Παρ. α΄ ἑβδ. Λουκᾶ (Λκ. δ΄ 22-30). Πάντα δὲ τὰ λοι­πὰ ὡς ἐν τῇ ἑορ­τῇ, ἀλλ᾿ εἰς τὸ ᾿Εξαιρέτως «῾Ο διὰ βρώσεως τοῦ ξύλου».
Εἰδήσεις. 1. ᾿Απὸ αὔριον μέχρι τῆς 19ης Νοεμβρίου ἐπαναλαμβάνεται ἡ χρῆσις τῆς Παρακλητικῆς ἐν ταῖς καθημεριναῖς.
2. Ἀπὸ αὔριον μέχρι τῆς 7ης Νοεμβρίου κοντάκιον εἰς τὴν λει­τουρ­γίαν «Προστασία»· ἐὰν τυχὸν ἑορτάζεται ἅγιος, καταβασίαι εἰς τὸν ὄρ­θρον «᾿Ανοίξω τὸ στόμα μου».

22. Σάββατον. Φωκᾶ ἱερομάρτυρος, ἐπισκόπου Σινώπης (†117). Φωκᾶ τοῦ κηπουροῦ (†320), ᾿Ισαὰκ καὶ Μαρτίνου μαρ­τύρων.
῾Η ἀκολουθία τοῦ Σαββάτου ψάλλεται μὲ «Θεὸς Κύριος» (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§31-44). ᾿Απόστολος: Σαβ. ιϛ΄ ἑβδ. ἐπιστ. (Α΄ Κορ. ι΄ 23-28)· Εὐαγ­γέ­λι­ον: ἡμέρας, Σαβ. α΄ ἑβδ. Λουκᾶ (Λκ. δ΄ 31-36).

23. † ΚΥΡΙΑΚΗ ΙΖ΄ (Α΄ ΛΟΥΚΑ). ῾Η σύλληψις τοῦ Προ­δρό­μου καὶ βαπτι­στοῦ ᾿Ιωάννου. ῾Ραΐδος μάρτυρος, Ξανθίπ­πης καὶ Πολυξένης ὁσίων (†109), Νικολάου νεομ. τοῦ Καρ­πε­νη­σιώτου (†1672), ᾿Ιωάν­νου νεομάρτ. τοῦ ἐκ Κονίτσης (†1814). ῏Ηχος βαρύς· ἑωθινὸν ε΄.
῾Ο ἥλιος εἰσέρχεται εἰς τὸν Ζυγόν. ᾿Αρχὴ τοῦ φθινοπώρου.
Εἰς τὴν θ΄. ᾿Απολυτίκια «᾿Απόστολε ἅγιε Κοδρᾶτε», Δόξα, «Καὶ τρόπων μέτοχος»·κοντάκιον «῾Ως θεαυγῆ».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ τοῦ προ­δρόμου 4, Δόξα, «᾿Εκ στειρευούσης σήμερον», Καὶ νῦν, «Μήτηρ μὲν ἐγνώσθης».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ προδρόμου «῎Αγγε­λος ἐκ στειρωτικῶν ὠδίνων», Καὶ νῦν, «῾Ο ποιητὴς καὶ λυ­τρωτής μου» (Παρακλητ., Σάβ. ἑσπέρας, ἦχ. πλ. β΄).
ΑΠΟΛΥΤΙΚΙΑ «Κατέλυσας τῷ σταυρῷ σου», Δόξα, «῾Η πρώην οὐ τί­κτου­σα», Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ«῎Αξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου.
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύ­ρι­ος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα, τῆς α΄ στι­χολογίας μὲ θεο­το­κίον «῾Ως τῆς ἡμῶν ἀναστάσεως», καὶ τὰ τῆς β΄ στι­χολογίας μὲ τὸ θεοτοκίον αὐτῶν. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀνα­βαθ­μοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ε΄) μετὰ πάσης τῆς συνήθους τάξε­ως αὐτοῦ.
ΚΑΝΟΝΕΣ ὁ ἀναστάσιμος καὶ ὁ τοῦ προδρόμου· ἀπὸ γ΄ ᾠ­δῆς [κοντάκιον καὶ οἶκος τοῦ Προδρόμου καὶ ψάλλονται] τὰ μεσῴδια καθίσματα ὡς ἐν τῷ Μηναίῳ· ἀφ᾿ ϛ΄ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «᾿Ανοίξω τὸ στόμα μου»· «Τὴν τι­μι­ω­τέραν», «Ἅπας γηγενής».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ ε΄ ἀναστάσιμον, τὸ τοῦ Προδρόμου «῾Η τοῦ Προδρόμου ἔνδοξος» καὶ τὸ θεο­το­κίον αὐτοῦ.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τοῦ προδρόμου 3 εἰς 4 –εἰς στίχους τὰ δύο τελευταῖα «Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κλη­θήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ», καὶ «Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν»–, Δόξα, τὸ ε΄ ἑωθινὸν «Ὢ τῶν σοφῶν σου», Καὶ νῦν, «῾Υπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀνα­στὰς ἐκ τοῦ μνή­­ματος» (ἢ «Σή­μερον σωτηρία»).
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακα­ρισμῶν] (βλέπε ἔμπροσθεν, γεν. τυπ. διατάξεις §§64-66).
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Κατέλυσας», «῾Η πρώην οὐ τίκτουσα» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: τοῦ Προ­δρόμου, 23 Σεπτ., «᾿Αβραὰμ δύο υἱοὺς ἔσχεν»(Γαλ. δ΄ 22-27)· Εὐαγγέλιον: Κυρ. α΄ Λουκᾶ, «῾Εστὼς ὁ ᾿Ιησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ»(Λκ. ε΄ 1-11).
Εἰς τὸ ᾿Εξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», «Πληρωθή­τω», «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἀπόλυσις.

24. Δευτέρα. Θέκλης μεγαλομάρτυρος, Θεοτόκου τῆς «Μυρ­τι­διω­τίσσης» ἐν Κυθή­ροις. Σιλουανοῦ τοῦ ᾿Αθωνίτου.
Ἂν δὲν ὑπάρχῃ ἰδιαιτέρα φυλλὰς τῆς Θεοτόκου, ἡ ἀκο­λουθία ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου μετὰ Πα­ρα­κλητικῆς (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§2-30). ᾿Από­στο­λος: τῆς με­γαλομάρτυρος, λγ΄ Κυρ. ἐπιστ. (Β΄ Τιμ. γ΄ 10-15)· Εὐαγγέλιον: τῆς ἡμέρας, Δευτέρας β΄ ἑβδ. Λου­κᾶ (Λκ. δ΄ 38-44).
Εἰδήσεις. 1. Ἔνθα τιμᾶται ἡ μεγαλομάρτυς, ἀλλὰ δὲν ὑπάρχει ἰδιαι­τέρα φυλλὰς αὐτῆς, μετὰ τοὺς αἴνους παραλείπονται τὰ ἀπόστιχα καὶ λέγεται δοξολογία μεγάλη, ἐν δὲ τῇ λει­τουργίᾳ Εὐαγγέλιον τῆς ἁγίας, Σαβ. ιζ΄ ἑβδ. (Μτθ. κε΄ 1-13).
2. Ἐὰν ὑπάρχῃ ἀκολουθία τῆς Μυρτιδιωτίσσης, κατὰ τὸ Τ.Μ.Ε. συμ­ψάλλεται μετὰ τῆς ἁγίας Θέκλης καὶ προηγεῖται αὐτῆς, ἐν δὲ τῇ λει­τουργίᾳ ἀναγινώσκεται ᾿Απόστολος τῆς ἁγίας καὶ Εὐαγγέλιον τῆς Θεοτόκου.
3. Εἰς τοὺς πανηγυρίζοντας σήμερον ναοὺς τῆς Μυρτιδιωτίσσης ψάλ­λεται μόνη ἡ ἀκολουθία αὐτῆς μετὰ καταβασιῶν τοὺς εἱρμοὺς «Πεποι­κιλμένη τῇ θείᾳ δόξῃ», ᾿Αναγνώσματα τὰ τῆς 8ης Σεπτ. (Φιλιπ. β΄ 5-11· Λκ. ι΄ 38-42, ια΄ 27-28).
᾿Απολυτίκιον Μυρτιδιωτίσσης. ῏Ηχος δ΄. «Ταχὺ προκατάλαβε».
«Λαοὶ νῦν κροτήσωμεν δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ᾄσωμεν ᾄσμα­σι τῇ θεομήτορι, ἐν πόθῳ κραυγάζοντες· χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, χαῖρε ἡ σωτηρία τῶν τιμώντων σε πόθῳ, χαῖρε ἡ τῷ πα­ραλύτῳ τὴν ἴασιν βραβεύσασα».

25. Τρίτη. Εὐφροσύνης ὁσίας καὶ Παφνουτίου τοῦ πατρὸς αὐτῆς (ε΄ αἰ.).
᾿Απόστολος: ἡμέρας, Τρ. ιζ΄ ἑβδ. ἐπιστ. (᾿Εφεσ. β΄ 19-γ΄ 7)· Εὐ­αγ­γέ­λιον: ἡμέρας, Τρ. β΄ ἑβδ. Λουκᾶ (Λκ. ε΄ 12-16).

26. Τετάρτη. † ῾Η μετάστασις τοῦ ἀποστόλου καὶ εὐ­αγ­γε­λι­στοῦ ᾿Ιωάννου τοῦ θεολόγου. Γεδεὼν τοῦ δικαίου (1350 π.Χ.).
῾Η ἀκολουθία ἅπασα ὡς ἐν τῷ Μηναίῳ. Τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν. Τὸ ἀπο­λυ­τί­κιον τοῦ εὐαγ­γελιστοῦ εἰς μὲν τὸν ἑσπερινὸν καὶ μετὰ τὴν μεγ. δοξολογίαν ἅπαξ, εἰς δὲ τὸ «Θεὸς Κύριος» δίς (μετὰ τοῦ Δόξα), καὶ τὸ θεοτοκίον. Εὐαγγέλιον ὄρθρου –ἐκ τῶν βημοθύρων– τὸ ια΄ ἑωθινὸν «᾿Εφανέρωσεν ἑαυτὸν ὁ ᾿Ιησοῦς» (᾿Ιω. κα΄ 1, 15-25). Οἱ κα­νόνες τοῦ Μηναίου. Καταβα­σίαι οἱ εἱρμοὶ «᾿Ανοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν». Εἰς τὴν λειτουργίαν, μετὰ τὴν εἴσοδον ἀπολυτίκια «᾿Απόστολε Χριστῷ» καὶ τοῦ ναοῦ, κον­τάκιον «Προστασία». Προκείμενον καὶ ἀλληλουιάριον ἀπο­στο­λικά· ᾿Απόστολος: τοῦ εὐαγγελιστοῦ, 26 Σεπτ., «Θεὸν οὐ­δεὶς πώποτε τεθέαται» (Α΄ ᾿Ιω. δ΄ 12-19)· Εὐαγγέ­λιον: ὁ­μοί­ως, «Εἱστήκεισαν παρὰ τῷ σταυρῷ» (᾿Ιω. ιθ΄ 25-27, κα΄ 24-25). Κοινωνικὸν «Εἰς πᾶσαν τὴν γῆν»· καὶ τὰ λοιπὰ ὡς συν­ήθως.

27. Πέμπτη. Καλλιστράτου μάρ­τυ­ρος (†304)· ᾿Αριστάρχου ἀπο­στόλου, ᾿Ακυλίνης νεομάρτυρος (†1764).
᾿Απόστολος: ἡμέρας, Πέμ. ιζ΄ ἑβδ. ἐπιστ. (᾿Εφεσ. δ΄ 14-17)· Εὐ­αγ­γέλιον: ἡμέρας, Πέμ. β΄ ἑβδ. Λουκᾶ (Λκ. ϛ΄ 12-19).

28. Παρασκευή. Χαρίτωνος ὁμολογητοῦ (†350). Βαροὺχ τοῦ προφήτου (600 π.Χ.).
᾿Απόστολος: ἡμέρας, Παρ. ιζ΄ ἑβδ. ἐπιστ. (᾿Εφεσ. δ΄ 17-25)· Εὐ­αγγέλιον: ἡμέρας, Παρ. β΄ ἑβδ. Λουκᾶ (Λκ. ϛ΄ 17-23).

29. Σάββατον. Κυριακοῦ ὁσίου (†556). Πετρωνίας μάρ­τυ­ρος.
῾Η ἀκολουθία τοῦ Σαββάτου ψάλλεται μὲ «Θεὸς Κύριος» (βλέ­πε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§31-44). ᾿Απόστολος: ἡμέρας, Σαβ. ιζ΄ ἑβδ. ἐπιστ. (Α΄ Κορ. ιδ΄ 20-25)· Εὐ­αγγέλιον: ἡμέρας, Σαβ. β΄ ἑβδ. Λουκᾶ (Λκ. ε΄ 17-26).

30. † ΚΥΡΙΑΚΗ ΙΖ΄ (Β΄ ΛΟΥΚΑ). Γρηγορίου ἱερομάρ­τυρος, ἐπισκόπου τῆς Με­γάλης ᾿Αρμενίας, τοῦ φωτιστοῦ (†335). ῾Ριψιμίας καὶ Γαϊα­νῆς καὶ τῶν μετ᾿ αὐτῶν 32 μαρ­τύ­ρων γυναικῶν. ῏Ηχος πλ. δ΄· ἑωθινὸν ϛ΄.
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «Τῆς ἐρήμου πολίτης»· κοντάκι­ον «῾Ως ὑπερμάχῳ κραταιῷ».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἑσπέρια στιχηρὰ ἀναστάσιμα 6 καὶ τοῦ Μηναίου προσόμοια 3 εἰς 4, Δόξα, τοῦ ἁγίου «Τίς ἐπαξίως», Καὶ νῦν, «῾Ο βασιλεὺς τῶν οὐρανῶν».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ Μηναίου «Εἰς τὸν ἄδυτον γνόφον», Καὶ νῦν, θεοτοκίον ὁμόηχον «῾Ο ποιητὴς καὶ λυτρωτής μου» (Παρακλητ., Σάβ. ἑσπέρας, ἦχος πλ. β΄).
ΑΠΟΛΥΤΙΚΙΑ «᾿Εξ ὕψους κατῆλθες», Δόξα, «Καὶ τρόπων μέτοχος», Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ«῎Αξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου.
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύρι­ος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλ­τήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα, τῆς α΄ στι­χολογίας μὲ θεοτοκίον «῾Ο δι᾿ ἡμᾶς γεννηθείς», καὶ τὰ τῆς β΄ στι­χολογίας μὲ τὸ θε­οτοκίον αὐτῶν. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀνα­βαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ϛ΄) μετὰ πάσης τῆς συνήθους τάξε­ως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος καὶ ὁ τοῦ Μηναίου· ἀπὸ γ΄ καὶ ϛ΄ ᾠδῆς ὡς συνήθως.
ΚΑΤΑΒΑΣΙΑΙ «᾿Ανοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος» τὸ ϛ΄ ἀναστάσιμον «Δεικνύων ὅτι ἄνθρωπος» καὶ τὰ τοῦ Μηναίου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 8, Δόξα, τὸ ϛ΄ ἑωθινὸν «῾Η ὄντως εἰρήνη», Καὶ νῦν,«῾Υπερευλογημένη». Δοξολογία με­γά­λη, «᾿Αναστὰς ἐκ τοῦ μνή­ματος» (ἢ «Σή­μερον σωτηρία»).
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μα­κα­­ρισμῶν] (βλέπε ἔμπροσθεν γεν. τυπ. διατάξεις §§64-66).
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «᾿Εξ ὕψους»«Καὶ τρό­πων μέτοχος» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: Κυρ. ιζ΄ ἐπιστ., «῾Υμεῖς ἐστε ναὸς Θεοῦ ζῶν­τος» (Β΄ Κορ. ϛ΄ 16-ζ΄ 1)· Εὐαγγέλιον Κυρ. β΄ Λουκᾶ, «Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν» (Λκ. ϛ΄ 31-36).
Εἰς τὸ ᾿Εξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε». Καὶ τὰ λοιπὰ τῆς λειτουργίας.


(δημοσίευσις 30/9/2011)

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...