Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Εμφάνιση αναρτήσεων με ετικέτα Λειτουργικά Κείμενα. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Λειτουργικά Κείμενα. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή, Μαρτίου 07, 2014

Ο Ακάθιστος Ύμνος. Οι Χαιρετισμοί της Θεοτόκου

Ο Ακάθιστος 'Υμνος αποτελείται από 24 «οίκους» και έχει σαν ακροστιχίδα ένα από τα γράμματα του Ελληνικού Αλφαβήτου.
Επίσης έχει δυο «εφύμνια».
Οι «οίκοι» με περιττούς αριθμούς (1, 3, 5 κ.λ.π) είναι μεγαλύτεροι, αναφέρονται στο πρόσωπο της Θεοτόκου και τελειώνουν με το «χαίρε Νύμφη ανύμφευτε».
Οι «οίκοι» με άρτιους, ζυγούς αριθμούς (2, 4, 6 κλπ) είναι σύντομοι, αναφέρονται στο πρόσωπο του Χριστού (εκτός από τον τελευταίο που αναφέρεται στο πρόσωπο τηςΘεοτόκου) και τελειώνουν με την λέξη «Αλληλούια».

Το αρχικό «προοίμιο», που είναι «το προσταχθέν μυστικώς λαβών εν γνώσει» και που εξυμνεί τον Ευαγγελισμό της Θεοτόκου, αντικαταστάθηκε από το 626μ.Χ. από το « Τη Υπερμάχω Στρατηγώ...» σαν ευχαριστία για τη σωτηρία της Κωνσταντινουπόλεως από την πολιορκία των Αβάρων.

Όπως είναι γνωστό, ενώ ο αυτοκράτορας Ηράκλειος βρισκόταν σε εκστρατεία εναντίον των Περσών για την απελευθέρωση των Αγίων Τόπων και ιδιαίτερα του Τιμίου Σταυρού, Οι Άβαροι πολιόρκησαν την βασιλεύουσα από ξηρά και θάλασσα.
Οι λιγοστοί μαχητές στήριξαν τις ελπίδες τους στην «Υπέρμαχο Στρατηγό» τη Θεοτόκο.
Ξαφνικός ανεμοστρόβιλος καταστρέφει τα πλοία των Αβάρων τη νύκτα στις 7 Αυγούστου του 626μΧ., με αποτέλεσμα να λύσουν την πολιορκία και να φύγουν.

Η βασιλεύουσα σώθηκε. Ο λαός πανηγυρίζοντας για τη σωτηρία, την οποία απέδωσε στην προστασία της Υπεραγίας Θεοτόκου, μαζεύτηκε στον ιερό Ναό της Παναγίας των Βλαχερνών και ακάθιστος έψαλλε αυτό τον ύμνο και μαζί με «τα νικητήρια ως λυτρωθείσα των δεινών ευχαριστήρια».


Από τότε ο λαός του Θεού καταφεύγει στη Θεοτόκο είτε για να ζητήσει βοήθεια και προστασία, είτε για να την ευχαριστήσει.
Με τον τρόπο αυτό δυναμώνει την πίστη των χριστιανών στις διάφορες δοκιμασίες και τους ενθαρρύνει να βρίσκουν α' αυτήν «κράτος απροσμάχητον».

Iamatikos.gr

προοίμιο.
Το προσταχθέν μυστικώς λαβών έν γνώσει,
εν τή σκηνή του Ιωσήφ σπουδή επέστη,
ο ασώματος λέγων τή Απειρογάμω.
Ο κλίνας τή καταβάσει τους ουρανούς,
χωρείται αναλλοιώτως όλος εν σοι·
ον καί βλέπων εν μήτρα σου,
λαβόντα δούλου μορφήν,
εξίσταμαι κραυγάζειν σοι·
Χαίρε Νύμφη ανύμφευτε. 

ΣΤΑΣΙΣ Α'
γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε (γ')
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε,
ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα· 

Χαῖρε, δι' ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως·
Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται·
ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων·
Ἀλληλούϊα.


Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα·
Ἐκ λαγόνων ἀγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοι;.
Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ Φῶς ἀρρήτως γεννήσασα· χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμω·
καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι,
τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·
Ἀλληλούϊα.


χουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ·
τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε!
καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη,
πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε·
μαθῶν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη·
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Β'


κουσαν οἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·
καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν τῇ γατρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον·
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῆ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ ᾍδης· χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ,
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα,
καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες·
Ἀλληλούϊα.


δον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τὸν πλάσαντα χειρί τοὺς ἀνθρώπους·
καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν
τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένη·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα·
ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν·
Ἀλληλούϊα.


Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος·
τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν·
οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφή τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ' ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος·
διόπερ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν, κράζων·
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Γ'


Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις·
ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον·
ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες·
διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος,
βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς Αὐτῷ βοῶντας·
Ἀλληλούϊα.


λος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος·
συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε·
καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.
Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις· χαῖρε, δι' ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον·
τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον·
ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
Ἀλληλούϊα.


Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε·
ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας·
ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἀλιέων τὰς σαγῆνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε·
καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος·
ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Δ'


Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων·
ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε,
οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοὶ προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συλληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


μνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου·
ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε,
οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν·
Ἀλληλούϊα.


Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον·
τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας,
αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε, ἀκτὶς νοητοῦ Ἠλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύρρητον, ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον.
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων,
ἐπεδήμησε δι' ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος·
καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως·
Ἀλληλούϊα.


Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε·
ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος,
ἡγίασεν, ἐδόξασεν, ἐδίδαξεν βοᾶν σοι; πάντας·
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων,
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον, ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἧς ἐγείρονται τρόπαια· χαῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.


Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (γ')·
δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥύσαι συμφορὰς ἅπαντας·
καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας·
Ἀλληλούϊα.


γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε,
ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι' ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κοντάκιον. Ήχος πλ. δ΄. Τη υπερμάχω.
Τη υπερμάχω Στρατηγώ τα νικητήρια Ως λυτρωθείσα των δεινών ευχαριστήρια
Αναγράφω σοι η πόλις σου Θεοτόκε.
Αλλʼ ως έχουσα το κράτος απροσμάχητον Εκ παντοίων με κινδύνων ελευθέρωσον
Ίνα κράζω σοι. χαίρε, Νύμφη ανύμφευτε.

πηγή

Κυριακή, Ιανουαρίου 05, 2014

Ευχή του Μεγάλου Αγιασμού

Κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡμῶν τὴν διάνοιαν τῷ Ἁγίῳ σου Πνεύματι, καὶ πρόσδεξαι ἡμᾶς μεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας, ἐπὶ τοῖς ἀπ᾽ αἰῶνος θαυμαστοῖς σου μεγαλουργήμασι, καὶ τῇ ἐπ᾽ ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονομίᾳ. Ἐν ᾗ τὸ ἀσθενὲς ἡμῶν καὶ πτωχὸν περιβαλόμενος φύραμα, καὶ τοῖς τῆς δουλείας μέτροις συγκατιών, ὁ τῶν ἁπάντων Βασιλεύς, ἔτι καὶ δουλικῇ χειρὶ ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι κατεδέξω, ἵνα τὴν τῶν ὑδάτων φύσιν ἁγιάσας ὁ ἀναμάρτητος, ὀδοποιήσῃς ἡμῖν τὴν δι᾽ ὕδατος καὶ Πνεύματος ἀναγέννησιν, καὶ πρὸς τὴν πρώτην ἡμᾶς ἀποκαταστήσῃς ἐλευθερίαν. Οὗ τινος θείου Μυστηρίου τὴν ἀνάμνησιν ἐορτάζοντες, δεόμεθά σου φιλάνθρωπε Δέσποτα. Ῥᾶνον ἐφ᾽ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, κατὰ τὴν θείαν σου ἐπαγγελίαν, ὕδωρ καθάρσιον, τῆς σῆς εὐσπλαγχνίας τὴν δωρεάν, εἰς τὸ ἐπὶ τῷ ὕδατι τούτῳ τὴν αἴτησιν ἡμῶν τῶν ἁμαρτωλῶν εὐπρόσδεκτον γενέσθαι τῇ σῇ ἀγαθότητι, καὶ τὴν εὐλογίαν σου δι᾽ αὐτοῦ ἡμῖν τε καὶ παντὶ τῷ πιστῷ σου χαρισθῆναι λαῷ, εἰς δόξαν τοῦ ἁγίου προσκυνητοῦ σου Ὀνόματος. Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παρασκευή, Οκτωβρίου 25, 2013

Χαιρετισμοί εις τον Άγιο Δημήτριο τον Μυροβλήτη

agios Dimitrios
(ποίημα του Αγίου Αθανασίου Γ΄ Πατελάρου, πατριάρχου Κωνσταντινουπόλεως, του Βατοπαιδινού και χρηματίσαντος μητροπολίτης Θεσσαλονίκης)
Κοντάκιον. Ήχος πλ. δ’. Τη Υπερμάχω.
Του μυροβλύτου εν ωδαίς και θείοις άσμασι,νυν μελωδήσωμεν πιστοί ύμνον επάξιον, του ολέσαντος τυράννου την ωμότητα, και απώσαντος Λυαίου την θρασύτητα, και Χριστόν Θεού Υιόν τρανώς κηρύξαντος, και βοήσωμεν· Χαίροις μάρτυς Δημήτριε.
Άγγελοι εκπλαγέντες, ουρανόθεν ορώντες την άθεον ορμήν του τυράννου (εκ γ’) και συν τη αποφάσει αυτού, θανατούμενον όντα Δημήτριον κατήρχοντο και ήρχοντο, κραυγάζειν προς Αυτόν τοιαύτα·
Χαίροις μαρτύρων σεπτών ακρότης,
Χαίροις Αγίων φαιδρών λαμπρότης.
Χαίροις ότι ως κατάδικος καταβάς προς τον βυθόν,
Χαίροις ότι ως ασώματος αναβάς προς ουρανόν.
Χαίροις χοροστασίαις των Αγγέλων οικήσας,
Χαίροις ταις τιμωρίαις του τυράννου υποίσας.
Χαίροις απειλάς βασιλέων σοβήσας,
Χαίροις τας βουλάς των εχθρών καταργήσας.
Χαίροις στερρόν της πίστεως έρεισμα,
Χαίροις λαμπρόν φρονήσεως όρισμα.
Χαίροις ο ζων ψυχή σου και θανών εν τω σώματι
Χαίροις ο την ζωήν σου ουρανού έχων δόματι.
Χαίροις μάρτυς Δημήτριε.
Βλέπων ο θείος Νέστωρ, εαυτόν εν ανδρεία, φησί τω βασιλεί θαρσαλέως· το εξαίσιον της απειλής αποτρόπαιόν μοι τη ψυχή φαίνεται. Λυαίον γαρ τον άθεον, εγώ φονεύσω, κράζων,
Αλληλούια.
Γνώσιν ένθεον έχων, των μαρτύρων το κλέος, Δημήτριος προς τον τύραννον έφη· εξ αψύχων υλών, πώς εστι γενέσθαι, τον Θεόν λέξον μοι· προς ον οι πιστοί σέβοντες Θεόν βοώμεν πλην εν φόβω·
Χαίροις Θεσσαλονίκης λαμπτήρ παμφαέστατος,
Χαίροις Λυαίου νίκης υπάρχων υπέρτερος.
Χαίροις το θείον μύρον εκ του τάφου σου βρύων,
Χαίροις τον θείον ζήλον εν καρδία σου φέρων.
Χαίροις ότι το αίμα σου υπήρχε λουτήριον,
Χαίροις ότι εξεύρες αμαρτιών λυτήριον.
Χαίροις των ειδώλων καταβάλλων την πλάνην,
Χαίροις των τυράννων εξελέγχων την μάνην.
Χαίροις την αιμόρρουν υγιάνας του πάθους,
Χαίροις την ψυχήν σου εξελκύσας του βάθους.
Χαίροις ότι Μαρίνον εξερύσω της λέπρας,
Χαίροις ότι τον Ίστρον τον πιστόν σου επέρας.
Χαίροις μάρτυς Δημήτριε.
Δύναμις ουρανόθεν, κατεκράτησε τότε, τον Νέστορα προς το πολεμήσαι, και τα όπλα τα τούτου λαβών, την Λυαίου άκραν ισχύν, ευχερώς καθείλεν, αποδούς θάνατον και τότε προς τον πάντων Σωτήρα ανεβόα, ψάλλων,
Αλληλούια.
Έχων τον θείον πόθον, ευσεβής μονοκράτωρ κατέχειν Δημητρίου το σώμα· εξαπέστειλε τότε ευθύς, αλλ’ αυτός μη θέλων, το πυρ εκ τάφου εξέπεμψε και θάνατον ηπείλησε· και είπον προς αυτόν, εκείνοι εν φόβω·
Χαίροις ο των θαυμάτων ποταμός ανεξάντλητος
Χαίροις των τραυμάτων η εικών η ανέγκλητος.
Χαίροις το λείψανόν σου μη διδούς προσιούσι,
Χαίροις αγιασμόν σου σε διδούς προσκυνούσι.
Χαίροις το πυρ εξάλλων εκ του θείου σου μνήματος,
Χαίροις το φως νυν φέρων του ενθέου ενδύματος.
Χαίροις του τυράννου την μανίαν ελέγξας,
Χαίροις των ειδώλων την λατρείαν κατάξας.
Χαίροις λόγχαις οξυτάμοις νενυγμένος το σώμα,
Χαίροις αίμα σου αθέοις δεδωκώς ώσπερ πόμα.
Χαίροις καθαγιάσας πάσαν γην τω σω αίματι,
Χαίροις ο προσεγγίσαι κωλύσας τω σω σώματι.
Χαίροις μάρτυς Δημήτριε.
Ζάλην άθεον έχων, λογισμών κακοδόξων, ο άφρων βασιλεύς εταράχθη· προς τους μάρτυρας μεν καθορών, την ειδώλων πλάνην μη κηρύττοντας· ημείς δ’ αυτών την άδικον σφαγήν τιμώντες, λεγομεν ούτως
Αλληλούια.
Ήκουσαν εκ περάτων, Δημητρίου τον φόνον, ον έδωκεν ο τύραννος άφρων· και νοούντες αυτόν θανόντα, προσδραμόντες τούτου, τα σεπτά έβλεπον, πάση τη γη, θαυμάσια πηγάζοντα, ον τιμώντες είπον·
Χαίροις ο ανταλλάξας των φθαρτών τα ουράνια,
Χαίροις ο καταρράξας των κακών τα συνέδρια.
Χαίροις συνεδριάζων τοις αΰλοις Αγγέλοις,
Χαίροις συγχοριάζων πολυμόχθοις Αγίοις.
Χαίροις ο συνδουλεύων τοις αχράντοις Χερουβίμ,
Χαίροις ο συνδιάγων τοις αμώμοις Σεραφίμ.
Χαίροις Κυριοτήτων την κυρίαν κατέχων,
Χαίροις των θείων θρόνων την καθέδραν ενέχων.
Χαίροις των Αγγέλων ο θερμότατος σύνδουλος,
Χαίροις Αρχαγγέλων εμφρονέστατος σύμβουλος.
Χαίροις των Οσίων το σεπτόν εγκαλλώπισμα,
Χαίροις των μαρτύρων το λαμπρόν αγαλλίαμα.
Χαίροις μάρτυς Δημήτριε.
Θεοφόρον νομίζων, τον Δημήτριον έμφρων, θερμότατος ανήρ εν τη πίστει· και ως λύτρον κατέχων αυτόν, δι’ αυτού ερρύσθη φοβερού δαίμονος και ληψάμενος την λύτρωσιν, εχάρη τω Κυρίω κραυγάζων.
Αλληλούια.
Ίδε παις ορθοδόξων, ο Λεόντιος πάλαι, το άφραστον του μάρτυρος κράτος, και ελθών και προς τούτον αυτός την χλαμύδα έλαβεν αυτού, και έσπευσε τον Ίστρον εκπεράσαι και βοήσαι ποσίν αβρόχοις·
Χαίροις ο την χλαμύδα τερατουργούσαν έχων,
Χαίροις ο μη κηλίδα καταθολούσαν φέρων.
Χαίροις ότι τα ρείθρα σοι υπείκουσιν Ίστρου.
Χαίροις ότι σα ρείθρα ημίν φέρουσιν οίκτον.
Χαίροις ο των βαρβάρων καταργήσας ενέδρας,
Χαίροις ο των μαρτύρων κατοικών τας καθέδρας.
Χαίροις Θεσσαλονίκην του λιμού απαλλάξας,
Χαίροις ηλίου δίκην τους πιστούς καταλάμψας.
Χαίροις ο ρύσας πάντας της ειδωλομανίας,
Χαίροις ο λύσας πάντα τα δεσμά της δουλείας.
Χαίροις ο δους την χάριν πάσι τοις προσιούσι,
Χαίροις ότι συ πάρει αεί τοις σε αινούσι.
Χαίροις μάρτυς Δημήτριε.
Κήρυκες ψυχοφθόροι γεγονότες οι πλάνοι, ανέτρεχον προς Θεσσαλονίκην, εκτελέσαντες ειδωλισμόν και κηρύξαντες αθεϊσμόν άπασιν· αφέντες δέ τυράννους, ώσπερ άνους οι Μάρτυρες είπον.
Αλληλούια.
Λάμψας ο θείος Νέστωρ, συν σεπτώ Δημητρίω απέβαλεν του ψεύδους τον ζόφον· τα γαρ είδωλα πάνυ στερρώς, αναθεματούντες ευχερώς πέπτωκεν, οι πιστοί δε σωθέντες εβόων προς τους εναθλούντας·
Χαίροις στερρόν Δημήτριε έρεισμα,
Χαίροις στιλπνόν ω Νέστορ αγλάϊσμα.
Χαίροις Νεστορίω την ισχύν χαρισάμενος,
Χαίροις τω Λυαίω την φθοράν δωρησάμενος.
Χαίροις πρώτος ελέγξας του τυράννου τον τύφον
Χαίροις δεύτερος στέρξας του προτέρου τον τύπον.
Χαίροις ο ταις λόγχαις δεξάμενος θάνατον,
Χαίροις ου τω ξίφει ζωήν λαβών άφθαρτον.
Χαίροις εν φυλακή φονευθείς ως κατάδικος,
Χαίροις ο εν τη γη κηρυχθείς ως αθάνατος.
Χαίροις ο προ θανάτου ενεργών τα τεράστια,
Χαίροις και μετά πότμον εκτελών τα θαυμάσια.
Χαίροις μάρτυς Δημήτριε.
Μέλλουσα των μαρτύρων, η δυάς η αγία, μεθίστασθαι από του νυν κόσμου, επεδόθησαν άμφω στερρώς τω ανόμω φόνω, οι σεπτοί μάρτυρες, διόπερ εξεπλάγησαν οι ορώντες και εβόησαν τω Κυρίω·
Αλληλούϊα.
Νέον άσμα ευρόντες, γοερόν Δημητρίου βοώμεν τον εξόδιον ύμνον· εξ αθέου τυράννου γαρ νυν, αυθαδώς εσφάγη, ότι ουκ έθυσε τοις βδελυκτοίς ειδώλοις, ον ανυμνούντες θερμώς βοώμεν.
Χαίροις ως νεκρός εν τω τάφω φερόμενος,
Χαίροις ώσπερ ζων εν τω πόλω ελκόμενος.
Χαίροις νέον λουτρόν τω σω αίματι δείξας,
Χαίροις την σην ψυχήν μετ’ Αγγέλων συμμίξας.
Χαίροις ον ανυμνούσιν εν τοις πέρασι κόσμου,
Χαίροις ότι αντλούσι του σου μύρου εύοσμου.
Χαίροις λαμπτήρ εν τω μέσω μαρτύρων,
Χαίροις βολίς των ενθέων χαρίτων.
Χαίροις ο φοινιχθείς αγίω σου αίματι,
Χαίροις αγιασθείς και θείω σου σώματι.
Χαίροις αμαραντίνους δεξάμενος στεφάνους,
Χαίροις τους αοιδίμους κατοικών νυν θαλάμους.
Χαίροις μάρτυς Δημήτριε.
Ξένον θαύμα ορώντες, των μαρτύρων το θάρσος τα είδωλα στερρώς μεταθέντων· διά τούτο γαρ ο υψηλός, τοις εν γη οικούσιν ευθαρσώς, δέδωκεν ειδώλων τα τοξεύματα βάλλειν· προς ον νυν βοώμεν·
Αλληλούια.
Όλος ην εν τοις άνω, τω νοΐ και ουδόλως απήν ο καθαρώτατος Μάρτυς, τη ισχύϊ τη θεϊκή των ειδώλων την πλάνην τρανώς ώλεσε και τον Χριστόν κηρύξας παρρησία, ακούει ούτως·
Χαίροις ότι εφρόνεις τα Χριστού του Θεού σου
Χαίροις ότι επόθεις τα τερπνά παραδείσου.
Χαίροις δρόμον ουρανού υψηβάτης φοιτήσας,
Χαίροις δόμους καθαρούς εν υψίστοις οικήσας.
Χαίροις ότι Αγγέλους συνοδίτας νυν έχεις,
Χαίροις ότι Αγίους συμπολίτας κατέχεις.
Χαίροις σάλπιγξ αγία τον Χριστόν σου κηρύξας,
Χαίροις άλπεις αχράντους παραδείσου οικήσας.
Χαίροις ένεκα μύρου του ενθέου σου σώματος,
Χαίροις άθεον λήρον ο ελέγξας του σκώμματος.
Χαίροις συ γαρ πλεκτάνας βασιλέως διέρρηξας,
Χαίροις συ γαρ τας πλάνας των ειδώλων κατέαξας.
Χαίροις μάρτυς Δημήτριε.
Πασαν χάριν εδέξω, ουρανόθεν ω μάρτυς Δημήτριε, παράδοξα πράττειν, τον απρόσιτον γαρ ως Θεόν γεγονέναι έφης, προσιτόν άνθρωπον και τούτον μεν υπάρχοντα Υιόν Θεου· διό Αυτώ άδωμεν ούτως·
Αλληλούια.
Ρήτορας πολύστροφους, τους τυράννους ασόφους απέδειξας Δημήτριε μάρτυς· απορούσι γαρ βλέπειν, το πως των ειδώλων πλάνην καταργήσαι ίσχυσας· ημείς δε το παράδοξον θαυμάζοντες εν σοι βοώμεν·
Χαίροις το ρόδον της παρθενίας,
Χαίροις το άκρον της εγκράτειας.
Χαίροις ο προ του φόνου καθαρώς βιοτεύσας,
Χαίροις ο μετά φόνον προς Θεόν συνοδεύσας.
Χαίροις εν ω η λάμψις του Θεού μεν ενίδρυσε,
Χαίροις εν ω η χάρις της Τριάδος ενώκησε.
Χαίροις των ευσεβούντων η ορθότης και στάθμη,
Χαίροις των απιστούντων η οξύτομος σπάθη.
Χαίροις ο ανατέλλων τας ηλίου ακτίνας,
Χαίροις ο καταστέλλων τας τυράννου μανίας.
Χαίροις δένδρον χαρίτων πολλούς φέρων τους καρπούς.
Χαίροις των καλλινίκων συ φέρων τους βλαστούς.
Χαίροις μάρτυς Δημήτριε.
Σώσαι μέλλων το γένος ορθοδόξων ο Μάρτυς, της πλάνης των αθέων ειδώλων, αυτεπάγγελτος ήλθεν ευθύς προς αυτόν τον πλάνον και μωρόν τύραννον κηρύξας τον Κύριον ως τέλειον Θεόν εβόα προς αυτόν το·
Αλληλούια.
Τείχος ει των μαρτύρων, αθλοφόρε και Μάρτυς, και πάντων των εις σε προσφευγότων· συ γαρ τον ουρανού και γης ποιητήν φανερών άπασι, καθείλες δε τον τύραννον και είδωλα· ημείς δε σοι βοώμεν·
Χαίροις την ρώσιν ασθενούσι παρέχων,
Χαίροις την ρύσιν του αιμόρρου συνέχων,
Χαίροις τοις υμνηταίς σου πάσαν χάριν πορίζων,
Χαίροις στήλη των χαρίτων υπάρχων,
Χαίροις θεία δυνάμει των ειδώλων κατάρχων.
Χαίροις αγνόν Θεού καταγώγιον,
Χαίροις σεμνόν Χριστού το εκλόγιον.
Χαίροις ότι το αίμα ώσπερ βάπτισμα έσχες,
Χαίροις ότι το σώμα τω θανάτω παρέσχες.
Χαίροις πύργος ο φθάνων από γης προς ουρανόν,
Χαίροις ότι υπάρχεις των ευσεβών ο κανών.
Χαίροις μάρτυς Δημήτριε.
Ύμνον άπαντες Μάρτυς, της εξόδου σου τάφω προσφέρομεν ημείς, οι σοι δούλοι· δακρυρρόους δ’ ωδάς και ψαλμούς ει και προσφέρομέν σοι, ουδαμώς άξιον της σης τελούμεν, ων πρέπει σοι ταφής, αλλ’ ουν βοώμεν τω Σωτήρι
Αλληλούια.
Φωτοφόρος ο τάφος, ανεδείχθη σου Μάρτυς, την χάριν ώσπερ φως εξανάπτων· προσιούσί τε πάσιν χαράν και υγείαν, άφνω αποδούς έπεμπεν· ημείς δ’ ουν σοι προσιώντες νυν εκβοώμεν·
Χαίροις ο του εμπρησμού τον ναόν σου φυλάξας,
Χαίροις ο του πονηρού τας ενέδρας συνθλάσας.
Χαίροις των Σλαβίνων εκδιώξας το έθνος,
Χαίροις των ειδώλων κατεάξας το κράτος.
Χαίροις των βαρβάρων αποβάλλων τα θράση,
Χαίροις των τυράννων καταβάλλων επάρσεις.
Χαίροις ο φυλάξας την πόλιν σου άτρωτον,
Χαίροις ο ταράξας την πλάνην την άθεον.
Χαίροις Ονησιφόρον της κλοπής τιμωρήσας,
Χαίροις βλάβην ειδώλων εκ της γης καταργήσας.
Χαίροις προσφευγότων ασφαλές παραμύθιον,
Χαίροις προσιόντων της ψυχής το σωτήριον.
Χαίροις μάρτυς Δημήτριε.
Χάριν άνωθεν έχων, ω Δημήτριε πάσας, εδίωξας έχθρων τας ενέδρας· εκηρύχθης δε επί γης, ως στερρός οπλίτης της χάριτος Χριστού και ρίψας ουν τα είδωλα, συμψάλλεις μετά πάντων ούτως·
Αλληλούια.
Ψάλλομέν σου το θαύμα, όπερ γέγονε Μάρτυς, ηνίκα την σην πόλιν προδούναι, απεφήνατο απίστοις Θεός, εξαπέστειλεν Αγγέλους ειπείν σοι τάχιστα· εκβλήθητι, μακρύνθητι και άπιθι της πόλεως, όθεν βοώμεν·
Χαίροις ότι βουλή σου η ση πόλις ελήφθη,
Χαίροις οτ’ ισχύϊ σου ο εχθρός κατηργήθη.
Χαίροις ο Αχιλλείω υπαντήσας φυγή σου,
Χαίροις ο Νεστορίω αποστείλας ισχύν σου.
Χαίροις ο τον Λυαίον καταβάψας εν αίματι,
Χαίροις ο τους απίστους καταθραύσας εν πνεύματι.
Χαίροις ο στερεώσας πόλιν ση παρουσία,
Χαίροις ο απολέσας ταύτην ση απουσία.
Χαίροις ο υμνολόγους αγαπών εν τω τάφω σου,
Χαίροις ο ψευδολόγους θανάτων εν τω κράτει σου.
Χαίροις ημίν χαρίζων των χαρίτων το πέλαγος
Χαίροις πάσι πορίζων του σου μύρου το έλεος.
Χαίροις μάρτυς Δημήτριε.
Ω μαρτύρων το ζεύγος, οι κηρύξαντες πάσι Θεόν τον υπερούσιον Λόγον (εκ γ’) εξοδίους υμείς, υμνολόγους ωδάς δεξάμενοι από πάσης νυν με συμφοράς ρύσασθε, και της μελλούσης θλίψεως, υμών πρεσβείαις, τον εκβοώντα τω Κυρίω
Αλληλούια.
Καί πάλιν τό κοντάκιον.
Ήχος πλ. δ΄. Τη Υπερμάχω.
Του μυροβλήτου εν ωδαίς και θείοις άσμασι, νυν μελωδήσωμεν πιστοί, ύμνον επάξιον, του ολέσαντος τυράννου την ωμότητα και απώσαντος Λυαίου την θρασύτητα, και Χριστόν Θεού Υιόν, τρανώς κηρύξαντος και βοήσωμεν· Χαίροις μάρτυς Δημήτριε.
Πηγή φωτογραφίας:Ι.Μ. Χατζηφώτη, Άγιος Ευστάθιος Αρχιεπίσκοπος Θεσσαλονίκης ο κατάφλωρος (12ος αι.)
Εκδόσεις Παρουσία

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...