ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ
ἔχων ἡμέρας τριάκοντα μίαν
῾Η ἡμέρα ἔχει ὥρας 13 καὶ ἡ νὺξ ὥρας 11
1. Τετάρτη. ῾Η πρόοδος τοῦ τιμίου Σταυροῦ, ἤ τοι ἡ ἔξοδος αὐτοῦ ἐκ τοῦ ἱεροῦ παλατίου εἰς τὴν Πόλιν· τῶν ἁγίων ἑπτὰ παίδων Μακκαβαίων, Σολομονῆς τῆς μητρὸς αὐτῶν καὶ ᾿Ελεαζάρου τοῦ διδασκάλου αὐτῶν (166 π.Χ.). ᾿Ελέσης ὁσιομάρτυρος τῆς ἐν Κυθήροις (τυπικὸν 1ης Αὐγούστου §§4-6).
᾿Αρχὴ τῆς νηστείας τοῦ δεκαπενταυγούστου
῾Η ἀκολουθία, ἑορτάσιμος οὖσα, ψάλλεται δίχα Παρακλητικῆς, ὡς ἔχει εἰς τὸ Μηναῖον. Εἰς τὸν ἑσπερινὸν γίνεται εἴσοδος μετὰ θυμιατοῦ. Τὸ ἀπολυτίκιον τῶν ἁγίων εἰς μὲν τὸν ἑσπερινὸν καὶ μετὰ τὴν μεγάλην δοξολογίαν ἅπαξ, εἰς δὲ τὸ «Θεὸς Κύριος» δίς (μετὰ τοῦ Δόξα), Δόξα, Καὶ νῦν, τὸ τοῦ Σταυροῦ. Εἰς τὸν ὄρθρον μόνον οἱ δύο κανόνες τοῦ Μηναίου· καταβασίαι (μόνον σήμερον) οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος». ᾿Εξαποστειλάρια καὶ στιχηρὰ εἰς τοὺς αἴνους, ὡς ἐν τῷ Μηναίῳ· δοξολογία μεγάλη. Εἰς τὴν λειτουργίαν κοντάκιον «῾Ο ὑψωθεὶς ἐν τῷ σταυρῷ»· τρισάγιον· προκείμενον καὶ ἀλληλουιάριον τῶν μαρτύρων (9 Μαρτίου)· ᾿Απόστολος: τῶν ἁγίων, Κυρ. α΄ ἐπιστ., «Οἱ ἅγιοι πάντες» (῾Εβρ. ια΄ 33-ιβ΄ 2)· Εὐαγγέλιον: ὁμοίως, Τετ. γ΄ ἑβδ. Ματθ.,«᾿Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς» (Μτθ. ι΄ 16-22)· «῎Αξιον ἐστί»· κοινωνικὸν «᾿Εσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἀλληλούια», «Εἴδομεν τὸ φῶς».
Εἴδησις. ᾿Απὸ σήμερον τὸ ἑσπέρας μέχρι τῆς ἑσπέρας τῆς 13ης τοῦ αὐτοῦ μηνὸς συνάπτεται εἰς τὰς ἀκολουθίας τῶν ἑσπερινῶν –ἐξαιρέσει τῶν ψαλλομένων εἰς τὸ λυχνικὸν τοῦ Σαββάτου καὶ τῆς παραμονῆς τῆς ἑορτῆς τῆς Μεταμορφώσεως– εἷς ἐκ τῶν δύο παρακλητικῶν κανόνων τῆς Θεοτόκου, «τῇ μὲν α΄ ἡμέρᾳ ὁ μικρός, τῇ δὲ β΄ ὁ μέγας καὶ οὕτω καθεξῆς», ἀπὸ δὲ τῆς πρώτης Κυριακῆς τοῦ Αὐγούστου, ἥ τις γίνεται ἀπὸ τῆς 5ης τοῦ μηνός, ψάλλονται, ὡς εἴθισται, ὁ μὲν μέγας τὴν ἑσπέραν τῆς Κυριακῆς, τῆς Τρίτης καὶ τῆς Πέμπτης, ὁ δὲ μικρὸς τὴν ἑσπέραν τῆς Δευτέρας, τῆς Τετάρτης καὶ τῆς Παρασκευῆς. Κατὰ ταῦτα ψάλλονται ὁ μὲν μικρὸς τὴν ἑσπέραν τῆς 1ης, 3ης, 6ης, 8ης, 10ης καὶ 13ης Αὐγούστου, ὁ δὲ μέγας τὴν ἑσπέραν τῆς 2ας, 7ης, 9ης, καὶ 12ης τοῦ μηνός.
Τῇ Τετάρτῃ ἑσπέρας. Εἰς τὴν θ΄. ᾿Απολυτίκια «Σῶσον, Κύριε, τὸν λαόν σου», Δόξα,«Τὰς ἀλγηδόνας»· κοντάκιον «῾Ο ὑψωθείς».
Εἰς τὸν ἑσπερινόν. Εἰς τὸ «Κύριε, ἐκέκραξα» τὰ 3 προσόμοια τοῦ πρωτομάρτυρος «Τῇ τοῦ Πνεύματος χάριτι» κ.λπ. εἰς 6, Δόξα, «Πρῶτος ἐν μάρτυσι», Καὶ νῦν, τὸ α΄ ὁμόηχον θεοτοκίον «Τίς μὴ μακαρίσει σε» (βλέπε Παρακλ., ἦχος πλ. β΄, Σάβ. ἑσπέρας). ᾿Απόστιχα τὰ 3 ἰδιόμελα τοῦ ἁγίου (ζήτει ἐν τοῖς ἑσπερίοις) «Πρῶτος ἐν διακόνοις» κ.λπ., εἰς στίχους τὰ δύο τελευταῖα α΄) «Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται», β΄) «Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει», Δόξα, τὸ εἰς τὸν στίχον ἰδιόμελον τοῦ ἁγίου «Χαίροις ἐν Κυρίῳ», Καὶ νῦν,«Θεοτόκε σὺ εἶ ἡ ἄμπελος... μετὰ τοῦ ἀθλοφόρου» (Παρακλ., ἦχος πλ. β΄, Τετάρτῃ ἑσπέρας).«Νῦν ἀπολύεις» καὶ εὐθὺς
Ἡ παράκλησις. Μετὰ τὸ «Νῦν ἀπολύεις» ὁ ρμβ΄ (142ος) ψαλμὸς «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου». Οἱ χοροὶ τὸ «Θεὸς Κύριος», τὸ θεοτοκίον «Τῇ Θεοτόκῳ ἐκτενῶς», Δόξα, τὸ ἀπολυτίκιον τοῦ ἁγίου τοῦ ναοῦ, Καὶ νῦν, τὸ ἕτερον θεοτοκίον «Οὐ σιωπήσωμεν ποτέ». Ὁ ν΄ ψαλμὸς χῦμα καὶ ψάλλεται ὁ κανὼν τῆς μικρᾶς παρακλήσεως ὡς ἔχει ἐν τῷ ῾Ωρολογίῳ ἄνευ τῶν εἱρμῶν (ἀλλ᾿ ἐν τῇ θ΄ ᾠδῇ ψάλλεται πρῶτον ὁ εἱρμὸς αὐτῆς). Μετὰ τὸ κοντάκιον«Προστασία» (καταλιμπανομένου τοῦ ἀντιφώνου τῶν ἀναβαθμῶν) εὐθὺς τὸ προκείμενον«Μνησθήσομαι τοῦ ὀνόματός σου» καὶ τὰ λοιπά. Εἰς τὰ μεγαλυνάρια θυμιᾷ ὁ ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν λαόν, πρὸ δὲ τοῦ «Πᾶσαι τῶν ἀγγέλων» ψάλλεται καὶ τὸ μεγαλυνάριον τοῦ ἁγίου τοῦ ναοῦ. Μετὰ τὸ τρισάγιον κ.λπ. τὸ ἀπολυτίκιον «Βασίλειον διάδημα», Δόξα, Καὶ νῦν, τὸ ὁμόηχον θεοτοκίον «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον». Ἡ ἐκτενὴς ἀπὸ τῆς αἰτήσεως«᾿Ελέησον ἡμᾶς, ὁ Θεός», «᾿Επάκουσον ἡμῶν, ὁ Θεός», καὶ ἡ (μεγ.) ἀπόλυσις, ἀλλὰ πρὸ τοῦ«Δι᾿ εὐχῶν» ψάλλονται τὰ ἐξαποστειλάρια «᾿Απόστολοι ἐκ περάτων» καὶ λοιπά (κατὰ νεώτερον ἔθος, τὰ ἐξαποστειλάρια ταῦτα ψάλλονται καθ᾿ ἑκάστην καθ᾿ ὅλην τὴν περίοδον τοῦ δεκαπενταυγούστου). [᾿Εν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 2ας Αὐγ.].
2. Πέμπτη. Μνήμη τῆς ἀνακομιδῆς τοῦ ἱ. λειψάνου τοῦ πρωτομάρτυρος καὶ ἀποστόλου Στεφάνου (428). Θεοδώρου νεομάρτυρος τοῦ ἐν Δαρδανελλίοις (†1690).
Τῇ Πέμπτῃ πρωί. ῾Ο ὄρθρος ὡς ἐν τῷ Μηναίῳ· καταβασίαι δὲν λέγονται ἀλλὰ μόνον οἱ 4 εἱρμοὶ τοῦ Μηναίου εἰς τὴν τάξιν αὐτῶν. Μετὰ τοὺς αἴνους ἡ μικρὰ δοξολογία χῦμα καὶ ἀπόστιχα. Εἰς τὴν λειτουργίαν κοντάκιον [τῆς ἡμέρας καὶ] «᾿Επὶ τοῦ ὄρους μετεμορφώθης»· ᾿Απόστολος: τοῦ ἁγίου, Δευτ. γ΄ ἑβδ. Πράξ. (Πρξ. ϛ΄ 8-ζ΄ 5, 47-60)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. θ΄ ἑβδ. Ματθ. (Μτθ. κ΄ 17-28)· κοινωνικὸν «Εἰς πᾶσαν τὴν γῆν».
Τῇ Πέμπτῃ ἑσπέρας. Ψάλλεται ὁ ἑσπερινὸς τῆς 3ης Αὐγούστου μετὰ τῆς Παρακλητικῆς, καὶ ἐν συνέχειᾳ ἡ παράκλησις, κατὰ τὴν προγραφεῖσαν χθὲς διάταξιν, ἀλλὰ μετὰ τὸν ν΄ ψαλμὸν ὁ κανὼν τῆς μεγάλης παρακλήσεως ὡς ἐν τῷ ῾Ωρολογίῳ (καὶ ἐν τῷ τέλει τῆς Παρακλητικῆς), εἰς πάσας τὰς ᾠδὰς ἄνευ τῶν εἱρμῶν· μετὰ τὸ τρισάγιον κ.λπ. (ἐπειδὴ ἡ ἀκολουθία τῶν ὁσίων στερεῖται ἰδιομέλου δοξαστικοῦ) ἀντὶ ἀπολυτικίου τὰ 3 κατανυκτικὰ τροπάρια «᾿Ελέησον ἡμᾶς, Κύριε», Δόξα, «Κύριε, ἐλέησον ἡμᾶς», Καὶ νῦν, θεοτοκίον «Τῆς εὐσπλαγχνίας». [Ἐν τῇ ἀπολύσει μνημονεύονται οἱ ἅγιοι τῆς 3ης Αὐγ.]
3. Παρασκευή. Δαλμάτου, Φαύστου καὶ ᾿Ισαακίου ὁσίων. Θεοκλητοῦς ὁσίας, Σαλώμης τῆς μυροφόρου, Θεοδώρας τῆς ἐν Θεσ/νίκῃ.
Κοντάκιον τῆς ἡμέρας. ᾿Απόστολος: ἡμέρας, Παρ. θ΄ ἑβδ. ἐπιστ. (Α΄ Κορ. ιδ΄ 26-40)· Εὐαγγέλιον: ἡμέρας, Παρ. θ΄ ἑβδ. Ματθ. (Μτθ. κα΄ 12-14, 17-20).
Τῇ Παρασκευῇ ἑσπέρας. Ψάλλεται ὁ ἑσπερινὸς τῆς 4ης Αὐγούστου μετὰ τῆς Παρακλητικῆς, καὶ ἐν συνέχειᾳ ἡ μικρὰ παράκλησις· μετὰ τὸ τρισάγιον κ.λπ. τὰ τροπάρια (τῆς μετ᾿ ἀλληλούια ἀκολουθίας τοῦ Σαββάτου) «᾿Απόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε», Καὶ νῦν, «Μήτηρ ἁγία». [Ἐν τῇ ἀπολύσει μνημονεύονται οἱ ἅγιοι τῆς 4ης Αὐγούστου.]
4. Σάββατον. Τῶν ἑπτὰ παίδων τῶν ἐν ᾿Εφέσῳ.
῾Η ἀκολουθία τοῦ Σαββάτου μὲ ἀλληλούια εἰς τὸν ὄρθρον (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§45-51) καὶ τὰ 8 νεκρώσιμα εὐλογητάρια. Κοντάκια τοῦ Σαββάτου. ᾿Απόστολος: ἡμέρας, Σαβ. θ΄ ἑβδ. ἐπιστ. (῾Ρωμ. ιδ΄ 6-9)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. θ΄ ἑβδ. Ματθ. (Μτθ. ιε΄ 32-39).
5. † ΚΥΡΙΑΚΗ Θ΄ ΜΑΤΘΑΙΟΥ. Προεόρτια τῆς Μεταμορφώσεως· Εὐσιγνίου μάρτυρος (†362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ. ῏Ηχος πλ. δ΄, ἑωθινὸν θ΄ (τυπικὸν 5ης Αὐγούστου §§4-6).
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «᾿Απόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε»· κοντάκιον«῾Ως ἀπαρχάς».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6, καὶ προεόρτια 3 εἰς 4, Δόξα, τῆς ἑορτῆς«Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος», Καὶ νῦν, «῾Ο βασιλεὺς τῶν οὐρανῶν».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τῆς ἑορτῆς «῾Ο ἐν τῷ ὄρει τῷ Θαβώρ».
ΑΠΟΛΥΤΙΚΙΑ τὸ ἀναστάσιμον «᾿Εξ ὕψους κατῆλθες», Δόξα, Καὶ νῦν, τὸ προεόρτιον«Χριστοῦ τὴν μεταμόρφωσιν».
ΑΠΟΛΥΣΙΣ «῾Ο ἀναστὰς ἐκ νεκρῶν».
Ἡ τοῦ μάρτυρος Εὐσιγνίου ἀκολουθία ἐν τοῖς ἀποδείπνοις.
Εἰς τὸ μεσονυκτικόν. Ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «῎Αξιον ἐστί»·ἀπολυτίκιον «Χριστοῦ τὴν μεταμόρφωσιν».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀναστάσιμον ἀπολυτίκιον δίς (μετὰ τοῦ Δόξα), Καὶ νῦν, «Χριστοῦ τὴν μεταμόρφωσιν». [Τὸ Ψαλτήριον καὶ ὁ ῎Αμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῆς α΄ στιχολογίας, ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «῾Ο δι᾿ ἡμᾶς γεννηθείς», καὶ εἶτα τὰ ἀναστάσιμα τῆς β΄ στιχολογίας μὲ τὸ θεοτοκίον αὐτῶν. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (θ΄) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος, καὶ ὁ προεόρτιος (μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι»)· ἀπὸ γ΄ ᾠδῆς μόνον τὸ προεόρτιον κάθισμα «᾿Επεφάνη ἤστραψεν»· ἀφ᾿ ϛ΄ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Χοροὶ ᾿Ισραήλ»· «Τὴν τιμιωτέραν», «῾Ο τόκος σου ἄφθορος».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ θ΄ ἀναστάσιμον «Συγκεκλεισμένων, δέσποτα», καὶ τὸ προεόρτιον «Οἱ δόξης ἐφιέμενοι».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ προεόρτια 3 «Τῆς παναγίας ἐνδόξου μεταμορφώσεως» κ.λπ. εἰς 4 –μὲ τοὺς πρὸ αὐτῶν στίχους τὰ δύο τελευταῖα–, Δόξα, τὸ θ΄ ἑωθινὸν «῾Ως ἐπ᾿ ἐσχάτων τῶν χρόνων», Καὶ νῦν, «῾Υπερευλογημένη». Δοξολογία μεγάλη,«᾿Αναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς ϛ΄ ᾠδῆς τοῦ προεορτίου κανόνος].
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ, ἀπολυτίκια «᾿Εξ ὕψους», «Χριστοῦ τὴν μεταμόρφωσιν» καὶ τοῦ ναοῦ, κοντάκιον «᾿Εν τῇ θείᾳ σήμερον μεταμορφώσει».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: Κυρ. θ΄ ἐπιστ., «Θεοῦ ἐσμεν συνεργοί» (Α΄ Κορ. γ΄ 9-17)· Εὐαγγέλιον: Κυρ. θ΄ Ματθ., «᾿Ηνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ» (Μτθ. ιδ΄ 22-34).
Εἰς τὸ ᾿Εξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», «Πληρωθήτω», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
Εἴδησις. ᾿Απὸ σήμερον μέχρι τῆς 23ης Αὐγούστου παύει ἡ χρῆσις τῆς Παρακλητικῆς πλὴν τῶν Κυριακῶν.
6. † Δευτέρα. Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.
Εἰς τὴν θ΄. ᾿Απολυτίκια «᾿Εξ ὕψους», Δόξα, «Χριστοῦ τὴν μεταμόρφωσιν»· κοντάκιον «᾿Εν τῇ θείᾳ σήμερον μεταμορφώσει».
῾Η ἀκολουθία ἅπασα ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου.
Εἰς τὸν ἑσπερινὸν ἄνευ Ψαλτηρίου (Προθεωρία τυπικοῦ §4) καὶ ἄνευ Παρακλήσεως. Τὸ ἀπολυτίκιον «Μετεμορφώθης ἐν τῷ ὄρει» τρὶς ἔν τε τῷ ἑσπερινῷ καὶ τῷ ὄρθρῳ. Ἀπόλυσις (λεγόμενη καὶ ἐν πάσαις ταῖς καθημεριναῖς μέχρι τῆς θ΄ ὥρας τῆς 13ης τοῦ μηνὸς) «῾Ο ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ ἐνώπιον τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ ἀποστόλων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν». Τὰ διὰ τὴν λιτὴν ἰδιόμελα τῆς ἑορτῆς εἰς τὸ μεσονυκτικόν.
Εἰς τὸν ὄρθρον, Εὐαγγέλιον τῆς ἑορτῆς, «Παραλαμβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον» (Λκ. θ΄ 28-36)· ὁ ν΄ ψαλμὸς χῦμα κ.τ.λ., ὡς ἐν τῷ Μηναίῳ· καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· ἀντὶ τοῦ «Τὴν τιμιωτέραν» ἡ θ΄ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων καὶ εἶτα οἱ εἱρμοὶ«Μυστικὸς εἶ, Θεοτόκε», «῾Ο διὰ βρώσεως τοῦ ξύλου»· μετὰ τὴν μεγάλην δοξολογίαν τὸ ἀπολυτίκιον «Μετεμορφώθης» ἅπαξ.
Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα τὰ τῆς ἑορτῆς.
ΕΙΣΟΔΙΚΟΝ* «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, Κύριε, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι ἀλληλούια».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ τὸ ἀπολυτίκιον «Μετεμορφώθης ἐν τῷ ὄρει» καὶ τὸ κοντάκιον«᾿Επὶ τοῦ ὄρους μετεμορφώθης». Tρισάγιον.
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: ἑορτῆς, «Σπουδάσατε βεβαίαν ὑμῶν» (Β΄ Πέτρου α΄ 10-19)· Εὐαγγέλιον: ὁμοίως, «Παραλαμβάνει ὁ ᾿Ιησοῦς» (Ματθ. ιζ΄ 1-9).
Εἰς τὸ ᾿Εξαιρέτως τὸ τροπάριον τῆς ζ΄ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς «Νῦν τὰ ἀνήκουστα ἠκούσθη».
ΚΟΙΝΩΝΙΚΟΝ «᾿Εν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Μετεμορφώθης ἐν τῷ ὄρει».
[Πολλάχου, κατὰ παράδοσιν, προτίθενται ὑπὸ τὴν εἰκόνα τοῦ δεσπότου Χριστοῦ ὥριμοι σταφυλαὶ καὶ μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν ψάλλονται τὸ ἀπολυτίκιον, Δόξα, Καὶ νῦν, τὸ κοντάκιον τῆς ἑορτῆς, καὶ ἀναγινώσκεται παρὰ τοῦ ἱερέως ἡ εὐχὴ «Εἰς εὐλόγησιν σταφυλῆς»· «Εὐλόγησον, Κύριε, τὸν καρπὸν τοῦτον τῆς ἀμπέλου» (βλ. ῾Ιερατικόν).]
Ἐν τῇ τραπέζῃ ἰχθύος κατάλυσις.
Εἰδήσεις. 1. ᾿Απὸ αὔριον μέχρι τῆς 12ης τοῦ μηνός, τῶν κανόνων τοῦ Μηναίου προτάσσονται οἱ κανόνες τῆς Μεταμορφώσεως (τὴν μὲν 7ην, 9ην καὶ 11ην ὁ α΄ κανών, τὴν δὲ 8ην, 10ην καὶ 12ην ὁ β΄)· ἐὰν ἑορτάζεται καὶ ἅγιος, ψάλλονται καταβασίαι «Σταυρὸν χαράξας».
2. ᾿Απὸ σήμερον ἕως τῆς 12ης Αὐγούστου εἰς τὴν λειτουργίαν ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν· εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... σῶσον ἡμᾶς... ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ»· κοντάκιον «᾿Επὶ τοῦ ὄρους μετεμορφώθης».
3. ᾿Απὸ αὔριον μέχρι τῆς θ΄ ὥρας τῆς 13ης Αὐγούστου, ἐν ᾗ ἀποδίδεται ἡ ἑορτή, ἀπόλυσις «῾Ο ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς» κ.τ.λ., ὡς ἐν τῇ 6ῃ Αὐγούστου.
Τῇ Δευτέρᾳ ἑσπέρας. Εἰς τὸν ἑσπερινόν. ῾Η ἀκολουθία ὡς ἔχει ἐν τῷ Μηναίῳ, γίνεται δὲ εἴσοδος καὶ ψάλλεται τὸ μέγα προκείμενον «῾Ο Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ» μετὰ τῶν στίχων αὐτοῦ. Μετὰ τὸ «Νῦν ἀπολύεις» ἡ μικρὰ παράκλησις. Μετὰ τὸ τρισάγιον κ.λπ. τὸ ἀπολυτίκιον μόνον τῆς ἑορτῆς (ἅπαξ), ὅ περ ψάλλεται καθ᾿ ἑκάστην μέχρι τῆς 13ης Αὐγούστου. [Ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 7ης Αὐγ.]
7. Τρίτη. Δομετίου ὁσιομάρτυρος τοῦ Πέρσου (†363). Νικάνορος ὁσίου (†1519), κτίτορος τῆς ἱ. μονῆς «Ζάβορδας» Γρεβενῶν· Θεοδοσίου ὁσίου τοῦ ἐξ ᾿Αθηνῶν, προστάτου ᾿Αργολίδος.
Εἰς πάσας τὰς μεθεόρτους ἡμέρας ἡ ἀκολουθία ψάλλεται μόνον ἐκ τοῦ Μηναίου (ὅρα ἔμπροσθεν γεν. τυπικὰς διατάξεις §§52-63). ᾿Απόστολος: ἡμέρας, Τρ. ι΄ ἑβδ. ἐπιστ. (Α΄ Κορ. ιε΄ 29-38)· Εὐαγγέλιον: μεθέορτον, 7 Αὐγ. (Μρ. θ΄ 2-9).
Τῇ Τρίτῃ ἑσπέρας ὁ ἑσπερινὸς τῆς 8ης Αὐγ. μετὰ τῆς μεγάλης παρακλήσεως· ἐν τέλει τὸ ἀπολυτίκιον «Μετεμορφώθης» [ἐν δὲ τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 8ης Αὐγ.]
8. Τετάρτη. Αἰμιλιανοῦ ἐπισκ. Κυζίκου ὁμολογητοῦ (†813-20). Μύρωνος ἐπισκ. Κρήτης τοῦ θαυματουργοῦ (†350), Τριανταφύλλου νεομ. ἐκ Ζαγορᾶς (†1680), ᾿Αναστασίου νεομάρτυρος τοῦ ἐν Θεσσαλονίκῃ (†1794).
᾿Απόστολος: ἡμέρας, Τετ. ι΄ ἑβδ. ἐπιστ. (Α΄ Κορ. ιϛ΄ 4-12)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ι΄ ἑβδ. Ματθ. (Μτθ. κα΄ 28-32).
Τῇ Τεταρτῃ ἑσπέρας ὁ ἑσπερινὸς τῆς 9ης Αὐγ. μετὰ τῆς μικρᾶς παρακλήσεως. ᾿Εν τέλει τὸ ἀπολυτίκιον «Μετεμορφώθης» [ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 9ης Αὐγ.]
9. Πέμπτη. Ματθίου τοῦ ἀποστόλου (†63).
᾿Απόστολος: ἀποστόλου, Δευτ. Διακαινησίμου (Πρξ. α΄ 12-17, 21-26)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. ι΄ ἑβδ. Ματθ. (Μτθ. κα΄ 43-46).
Τῇ Πέμπτῃ ἑσπέρας ὁ ἑσπερινὸς τῆς 10ης Αὐγ. μετὰ τῆς μεγάλης παρακλήσεως. Ἐν τέλει τὸ ἀπολυτίκιον «Μετεμορφώθης» [ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 10ης Αὐγ.].
10. Παρασκευή. Λαυρεντίου ἀρχιδιακόνου καὶ μάρτυρος. Ξύστου ἐπισκόπου ῾Ρώμης τοῦ ἐξ ᾿Αθηνῶν (†258).
᾿Απόστολος: ἡμέρας, Παρ. ι΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. α΄ 12-20)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ι΄ ἑβδ. Ματθ. (Μτθ. κβ΄ 23-33).
Τῇ Παρασκευῇ ἑσπέρας. ῾Ο ἑσπερινὸς τῆς 11ης Αὐγούστου, ὡς ἔχει ἐν τῷ Μηναίῳ, μετὰ τῆς μικρᾶς παρακλήσεως· ἐν τέλει τὸ ἀπολυτίκιον τῆς ἑορτῆς «Μετεμορφώθης» [ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 11ης Αὐγ.].
11. Σάββατον μετὰ τὴν ἑορτήν. Εὔπλου διακόνου (†304). Νήφωνος Κωνσταντινουπόλεως (†1502)· ἀνάμνησις θαύματος τοῦ ἁγίου Σπυρίδωνος ἐν Κερκύρᾳ, δι᾿ οὗ ἐλύθη τῷ 1716 ἡ πολιορκία τῶν Τούρκων.
῾Η μεθέορτος ἀκολουθία τοῦ ὄρθρου ψάλλεται κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν (βλέπε καὶ εἰς τὰς γενικὰς τυπικὰς διατάξεις τοῦ παρόντος τόμου §§52-63).
Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν· εἰσοδικὸν«Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ»· ᾿Απόστολος: ἡμέρας, Σαβ. ι΄ ἑβδ. ἐπιστ. (῾Ρωμ. ιε΄ 30-33)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. ι΄ ἑβδ. Ματθ. (Μτθ. ιζ΄ 24-ιη΄ 4)·«῎Αξιον ἐστί»· κοινωνικὸν «᾿Αγαλλιᾶσθε, δίκαιοι».
12. † ΚΥΡΙΑΚΗ Ι΄ ΜΑΤΘΑΙΟΥ, ἡ μετὰ τὴν ἑορτήν. Φωτίου καὶ ᾿Ανικήτου τῶν μαρτύρων (†305-306). ῏Ηχος α΄, ἑωθινὸν ι΄.
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «Μετεμορφώθης»· κοντάκιον «᾿Επὶ τοῦ ὄρους μετεμορφώθης».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς ἰδιόμελα 4 «Πρὸ τοῦ σταυροῦ σου, Κύριε» κ.λπ., Δόξα, τῆς ἑορτῆς «Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου»(ζήτει εἰς τὴν λιτὴν τῆς ἑορτῆς), Καὶ νῦν, «Τὴν παγκόσμιον δόξαν».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «Νόμου καὶ προφητῶν σε, Χριστέ» (ζήτει εἰς τὴν λιτὴν τῆς ἑορτῆς).
ΑΠΟΛΥΤΙΚΙΑ «Τοῦ λίθου σφραγισθέντος», Δόξα, Καὶ νῦν, «Μετεμορφώθης».
ΑΠΟΛΥΣΙΣ «῾Ο ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ ἐνώπιον τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ ἀποστόλων καὶ ἀναστὰς ἐκ νεκρῶν...»
Εἰς τὸ μεσονυκτικόν. Ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Μετεμορφώθης».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Τοῦ λίθου», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Μετεμορφώθης». [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα καὶ τὰ μεθέορτα τῆς 12ης Αὐγούστου ἀντὶ θεοτοκίων. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ι΄) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος καὶ ὁ β΄ τῆς ἑορτῆς (6 Αὐγ.)· ἀπὸ γ΄ ᾠδῆς τὸ κοντάκιον τῆς ἑορτῆς καὶ τὸ μεσῴδιον κάθισμα αὐτῆς ἅπαξ· ἀφ᾿ ϛ΄ τὸ ἀναστάσιμον κοντάκιον καὶ ὁ οἶκος καὶ τὸ συναξάριον τῆς ἡμέρας.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ ι΄ ἀναστάσιμον «Τιβεριάδος θάλασσα» καὶ τὸ τῆς ἑορτῆς «Φῶς ἀναλλοίωτον».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς προσόμοια 3 «Πρὸ τοῦ τιμίου Σταυροῦ σου» κ.λπ. εἰς 4 μετὰ στίχων εἰς τὰ 2 τελευταῖα α) «Σοί εἰσιν οἱ οὐρανοὶ καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας», β)«Θαβὼρ καὶ ᾿Ερμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται», Δόξα, τὸ ι΄ ἑωθινὸν «Μετὰ τὴν εἰς ᾅδου κάθοδον», Καὶ νῦν, «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία».
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ [ἢ τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς ϛ΄ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς].
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τοῦ λίθου σφραγισθέντος», «Μετεμορφώθης» καὶ τοῦ ναοῦ, κοντάκιον «᾿Επὶ τοῦ ὄρους μετεμορφώθης».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: Κυρ. ι΄ ἐπιστ., «῾Ο Θεὸς ἡμᾶς τοὺς ἀποστόλους» (Α΄ Κορ. δ΄ 9-16)· Εὐαγγέλιον: Κυρ. ι΄ Ματθ., «῎Ανθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ» (Μτθ. ιζ΄ 14-23).
Εἰς τὸ ᾿Εξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
Τῇ Κυριακῇ ἑσπέρας. Εἰς τὴν θ΄. «Τοῦ λίθου», Δόξα, «Μετεμορφώθης»· κοντάκιον«᾿Επὶ τοῦ ὄρους μετεμορφώθης».
Εἰς τὸν ἑσπερινόν. ῾Η ἀκολουθία ψάλλεται ὡς τῇ κυρίᾳ ἡμέρᾳ τῆς ἑορτῆς, ἄνευ ὅμως τῶν ἀναγνωσμάτων καὶ ἄνευ τῆς λιτῆς, ἅ τινα καταλιμπάνονται. Μετὰ τὸ «Νῦν ἀπολύεις» συνάπτεται ὁ μέγας παρακλητικὸς κανών. Μετὰ τὸ τρισάγιον κ.λπ. τὸ ἀπολυτίκιον τῆς ἑορτῆς «Μετεμορφώθης ἐν τῷ ὄρει» τρίς.
13. Δευτέρα. ᾿Απόδοσις τῆς ἑορτῆς τῆς Μεταμορφώσεως· μετάθεσις τοῦ ἱεροῦ λειψάνου τοῦ ἁγίου Μαξίμου τοῦ ὁμολογητοῦ.
Τῇ Δευτέρᾳ πρωί. Τὸ καθ᾿ ἡμέραν μεσονυκτικόν, ἄνευ τῶν διὰ τὴν λιτὴν στιχηρῶν τῆς ἑορτῆς. ῾Ο ὄρθρος ψάλλεται ὡς ἐν τῇ α΄ ἡμέρᾳ τῆς ἑορτῆς, ἀλλ᾿ ἄνευ τοῦ καθίσματος τοῦ πολυελέου καὶ ἄνευ τοῦ Εὐαγγελίου μετὰ τῆς τάξεως αὐτοῦ· συναξάριον τὸ τῆς 13ης τοῦ μηνός.
Εἰς τὴν λειτουργίαν ἀντίφωνα καὶ εἰσοδικὸν τῆς ἑορτῆς· ᾿Απόστολος –μετὰ προκειμένου τῆς ἑορτῆς (διὰ τὴν ἀπόδοσιν αὐτῆς)– τῆς ἡμέρας, Δευτ. ια΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. β΄ 3-15)· Εὐαγγέλιον: ὁμοίως, Δευτ. ια΄ ἑβδ. Ματθ. (Μτθ. κγ΄ 13-22). Εἰς τὸ ᾿Εξαιρέτωςὁ εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ α΄ κανόνος «῾Ο τόκος σου ἄφθορος». Κοινωνικὸν «᾿Εν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Μετεμορφώθης».
Τῇ Δευτέρᾳ ἑσπέρας. Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «Μετεμορφώθης»· κοντάκιον «᾿Επὶ τοῦ ὄρους»· ἀπόλυσις (μικρὰ) «῾Ο ἐν τῷ ὄρει τῷ Θαβώρ», ὡς εἰς τὸν ἑσπερινὸν τῆς ἑορτῆς.
῾Ο προεόρτιος ἑσπερινὸς τῆς 14ης Αὐγ. κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν καὶ ἡ τελευταία μικρὰ παράκλησις· μετὰ τὸ τρισάγιον κ.λπ. τὸ προεόρτιον ἀπολυτίκιον «Λαοὶ προσκιρτήσατε» (ἅπαξ).
14. Τρίτη. Προεόρτια τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, Μιχαίου τοῦ προφήτου (η΄ π.Χ. αἰ.).
Εἴδησις. Σήμερον, ἐὰν ἑορτάζεται ἅγιος, καταβασίαι «᾿Ανοίξω τὸ στόμα μου... ταύτης τὴν κοίμησιν» (ὅρα εἱρμοὺς β΄ κανόνος 15ης Αὐγούστου).
Τῇ Παρασκευῇ πρωὶ ὁ ὄρθρος κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν (βλέπε καὶ ἔμπροσθεν εἰς τὰς γεν. τυπ. διατάξεις, §§52-63). Εἰς τὴν λειτουργίαν κοντάκιον «Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη»· ᾿Απόστολος: ἡμέρας, Τρ. ια΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. β΄ 14-γ΄ 3)· Εὐαγγέλιον: ἡμέρας, Τρ. ια΄ ἑβδ. Ματθ. (Μτθ. κγ΄ 23-28).
15. Τετάρτη. † Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «Λαοὶ προσκιρτήσατε»· κοντάκιον «Τῇ ἐνδόξῳ μνήμῃ σου».
Εἰς τὸν ἑσπερινόν. Ἡ ἀκολουθία ἅπασα ὡς ἀκριβῶς ἔχει εἰς τὸ Μηναῖον, ἀλλὰ τὰ διὰ τὴν λιτὴν στιχηρὰ θὰ ψαλοῦν εἰς τὸ μεσονυκτικόν. Τὸ ἀπολυτίκιον «᾿Εν τῇ γεννήσει»ψάλλεται τρίς (ὡσαύτως καὶ εἰς τὸ «Θεὸς Κύριος»). Ἀπόλυσις «Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρός, ἧς τὴν κοίμησιν ἑορτάζομεν, δυνάμει τοῦ τιμίου...»
Εἰς τὸν ὄρθρον. Ἡ ἀκολουθία ἅπασα ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου. Εὐαγγέλιον τῆς ἑορτῆς τὸ «᾿Αναστᾶσα Μαριάμ». Οἱ δύο κανόνες μετὰ τῶν εἱρμῶν καὶ μετὰ στίχου «῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς». Καταβασίαι «Πεποικιλμένη τῇ θείᾳ δόξῃ»· ἡ θ΄ ᾠδὴ τῶν δύο κανόνων μετὰ τῶν μεγαλυναρίων, εἰς μὲν τὸν α΄ «Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε» εἰς δὲ τὸν β΄ «῎Αγγελοι τὴν κοίμησιν τῆς παρθένου», καὶ ὁ εἱρμὸς «Αἱ γενεαὶ πᾶσαι... Νενίκηνται τῆς φύσεως οἱ ὅροι». Τὸ ἐξαποστειλάριον (τρίς). Εἰς τοὺς αἴνους τὰ στιχηρὰ τῆς ἑορτῆς εἰς 4 μετὰ τοῦ Δόξα, Καὶ νῦν, «Τῇ ἀθανάτῳ σου κοιμήσει». Δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον «᾿Εν τῇ γεννήσει» ἅπαξ.
Σημείωσις. Ἐνιαχοῦ, κατὰ παλαιὸν ἔθος, ψάλλονται καταβασίαι οἱ εἱρμοὶ ἀμφοτέρων τῶν κανόνων τῆς ἑορτῆς«Πεποικιλμένη τῇ θείᾳ δόξῃ» καὶ «᾿Ανοίξω τὸ στόμα μου» (βλέπε εἰς τὸ Μηναῖον τὴν πρὸ τῶν κανόνων τῆς ἑορτῆς ὑπάρχουσαν διάταξιν).
Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα τὰ τῆς ἑορτῆς.
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ μόνον τὸ ἀπολυτίκιον «᾿Εν τῇ γεννήσει» καὶ τὸ κοντάκιον «Τὴν ἐν πρεσβείαις».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: τῆς ἑορτῆς, 15 Αὐγ. ἢ 8 Σεπτ., «Τοῦτο φρονείσθω ἐν ὑμῖν»(Φιλιπ. β΄ 5-11)· Εὐαγγέλιον: ὁμοίως, «Εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά» (Λκ. ι΄ 38-42, ια΄ 27-28).
Εἰς τὸ ᾿Εξαιρέτως «Αἱ γενεαὶ πᾶσαι... Νενίκηνται τῆς φύσεως». Κοινωνικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
Σημείωσις. ᾿Εν τῇ τραπέζῃ, κατάλυσις ἰχθύος.
Εἰδήσεις. 1. ᾿Απὸ αὔριον μέχρι τῆς 22ας τοῦ μηνός, τῶν κανόνων τοῦ Μηναίου προτάσσονται οἱ τῆς ἑορτῆς τῆς κοιμήσεως· τὴν μὲν 16ην, 18ην, 20ὴν καὶ 22αν τοῦ μηνὸς ὁ α΄ κανών, τὴν δὲ 17ην, 19ην καὶ 21ην ὁ β΄.
2. ᾿Επίσης ἀπὸ αὔριον μέχρι τῆς 23ης Αὐγούστου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι«Πεποικιλμένη».
3. ᾿Εν ταῖς θείαις λειτουργίαις μέχρι τῆς 23ης Αὐγούστου λέγονται τὰ ἀντίφωνα τῆς ἑορτῆς· κοντάκιον «Τὴν ἐν πρεσβείαις ἀκοίμητον».
16. Πέμπτη. ῾Η ἐξ ᾿Εδέσσης ἀνακομιδὴ τῆς ἀχειροποιήτου εἰκόνος τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ἤ τοι τοῦ ἱεροῦ μανδηλίου (944). Διομήδους μάρτυρος (†298). Τιμοθέου ἐπισκ. Εὐρίπου (†1578), Γερασίμου τοῦ ἐν Κεφαλληνίᾳ (†15 Αὐγ. 1579), ᾿Αποστόλου (†1680) καὶ Σταματίου νεομαρτ.· τῶν ἐν Μεγάροις 6 μαρτύρων.
Εἰς τὴν θ΄. «᾿Εν τῆ γεννήσει»· κοντάκιον «Τὴν ἐν πρεσβείαις».
Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν (ἄνευ Ψαλτηρίου) εἰς τὸ «Κύριε, ἐκέκραξα»στιχηρὰ προσόμοια τοῦ ἱεροῦ μανδηλίου 3 καὶ τῆς ἑορτῆς 3 (τὰ τοῦ μικροῦ ἑσπερινοῦ) «Ποίοις οἱ εὐτελεῖς χείλεσι» (βλέπε 15 Αὐγ.), Δόξα, Καὶ νῦν, «Δεῦτε τὴν παγκόσμιον κοίμησιν»(16 Αὐγ.). Εἴσοδος κ.λπ.. Ἀπόστιχα τὰ τῆς σειρᾶς «Δῆμος τῶν μαθητῶν», Δόξα, Καὶ νῦν, μεθέορτον «῞Οτε πρὸς τὸν ἐκ σοῦ». Ἀπολυτίκια «Τὴν ἄχραντον εἰκόνα σου», Δόξα, Καὶ νῦν,«᾿Εν τῇ γεννήσει».
Εἰς τὸν ὄρθρον. ῾Ο ἑξάψαλμος καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Μηναίῳ· κανόνες, ὁ α΄ τῆς ἑορτῆς καὶ ὁ τοῦ ἱ. μανδηλίου (μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι»). Καταβασίαι«Πεποικιλμένη τῇ θείᾳ δόξῃ»· «Τὴν τιμιωτέραν» καὶ ὁ εἱρμὸς «[Αἱ γενεαὶ πᾶσαι...] Νενίκηνται τῆς φύσεως οἱ ὅροι». Ἐξαποστειλάριον τὸ τῆς σειρᾶς «Τῶν ἀποστόλων ὁ δῆμος»δίς. Εἰς τοὺς αἴνους τὰ τοῦ ἑσπερινοῦ 3 προσόμοια τοῦ ἁγίου μανδηλίου «Ποίοις οἱ γηγενεῖς ὄμμασιν» εἰς 4, Δόξα, Καὶ νῦν, «῾Η τῶν οὐρανῶν ὑψηλοτέρα» (ζήτει εἰς τὴν λιτὴν 15 Αὐγούστου). Δοξολογία μεγάλη καὶ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου».
Εἰς τὴν λειτουργίαν. ᾿Εὰν προτιμηθοῦν ἀντίφωνα, θὰ ψαλοῦν τὰ τῆς ἑορτῆς. Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν». ᾿Απολυτίκια «Τὴν ἄχραντον εἰκόνα σου», «᾿Εν τῇ γεννήσει» καὶ τὸ τοῦ ναοῦ· κοντάκιον «Τὴν ἐν πρεσβείαις». ᾿Απόστολος: 16ης Αὐγ., ζήτει Σαβ. πρὸ τῶν Φώτων (Α΄ Τιμ. γ΄ 13-δ΄ 5)· Εὐαγγέλιον: ἱεροῦ μανδηλίου, 16ης Αὐγ. (Λκ. θ΄ 51-57, ι΄ 22-24 καὶ ιγ΄ 22). «῎Αξιον ἐστίν»· «Αἰνεῖτε τὸν Κύριον».
17. Παρασκευή. Μύρωνος μάρτυρος. Παύλου καὶ τῆς ἀδελφῆς αὐτοῦ ᾿Ιουλιανῆς (†257), Δημητρίου ὁσιομάρτυρος τοῦ ἐκ Σαμαρίνης (†1808), Παναγίας τῆς Γουμενίσσης.
Εἰς πάσας τὰς μεθεόρτους καθημερινὰς ἡ ἀκολουθία ψάλλεται μόνον ἐκ τοῦ Μηναίου (ὅρα ἔμπροσθεν γεν. τυπικὰς διατάξεις §§52-63)· ᾿Απόστολος ἡμέρας, Παρ. ια΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. δ΄ 13-18)· Εὐαγγέλιον ἡμέρας, Παρ. ια΄ ἑβδ. Ματθαίου (Μτθ. κδ΄ 27-33, 42-51).
18. Σάββατον. Φλώρου καὶ Λαύρου μαρτύρων. Λέοντος καὶ Ἑρμοῦ· ἀνακομιδὴ λειψάνων ᾿Αρσενίου ὁσίου τοῦ ἐν Πάρῳ (†1877).
᾿Απόστολος: ἡμέρας, Σαβ. ια΄ ἑβδ. ἐπιστ. (Α΄ Κορ. α΄ 3-9)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. ια΄ ἑβδ. Ματθ. (Μτθ. ιθ΄ 3-12).
19. † ΚΥΡΙΑΚΗ ΙΑ΄ ΜΑΤΘΑΙΟΥ, ἡ μετὰ τὴν ἑορτήν. ᾿Ανδρέου μεγαλομάρτυρος (δ΄ αἰ.). Τιμοθέου, Εὐτυχιανοῦ, Στρατηγίου μαρτύρων (†304). ῏Ηχος β΄, ἑωθινὸν ια΄ (τυπικὸν 15ης Αὐγ. §§ 13-15).
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «᾿Εν τῇ γεννήσει»· κοντάκιον «Τὴν ἐν πρεσβείαις».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς προσόμοια 3 «Ὢ τοῦ παραδόξου θαύματος» κ.λπ. εἰς 4, Δόξα, «῾Η τῶν οὐρανῶν ὑψηλοτέρα»(ζήτει εἰς τὴν λιτὴν τῆς 15ης Αὐγ.), Καὶ νῦν, «Παρῆλθεν ἡ σκιά».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «῎ᾼσατε, λαοί, τῇ μητρί» (ζήτει εἰς τὴν λιτὴν τῆς ἑορτῆς).
ΑΠΟΛΥΤΙΚΙΑ «῞Οτε κατῆλθες», Δόξα, Καὶ νῦν, «᾿Εν τῇ γεννήσει».
Εἰς τὸ μεσονυκτικόν. Ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «῎Αξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «᾿Εν τῇ γεννήσει».
Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «῞Οτε κατῆλθες», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «᾿Εν τῇ γεννήσει». [Τὸ Ψαλτήριον καὶ ὁ ῎Αμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα καὶ ἀντὶ θεοτοκίων τὰ μεθέορτα καθίσματα τῆς 19ης Αὐγούστου. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ια΄) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ β΄ τῆς ἑορτῆς (15 Αὐγ.) ἄνευ τῶν εἱρμῶν· ἀπὸ γ΄ ᾠδῆς τὸ μεθέορτον μεσῴδιον κάθισμα «῾Ο πάντιμος χορός» (ζήτει ὡς μεσῴδιον εἰς τὸν ὄρθρον τῆς 19ης τοῦ μηνός)· ἀφ᾿ ϛ΄ τὸ ἀναστάσιμον κοντάκιον καὶ ὁ οἶκος καὶ τὸ συναξάριον τῆς ἡμέρας.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Πεποικιλμένη τῇ θείᾳ δόξῃ»· «Τὴν τιμιωτέραν», «[Αἱ γενεαὶ πᾶσαι...] Νενίκηνται τῆς φύσεως οἱ ὅροι».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ ια΄ ἀναστάσιμον, καὶ τὸ τῆς ἑορτῆς «᾿Απόστολοι ἐκ περάτων» ἅπαξ.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τὰ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς «Τῇ ἐνδόξῳ κοιμήσει σου» κ.λπ. (δευτεροῦντες τὸ πρῶτον), εἰς στίχους τὰ δύο τελευταῖα α΄) «᾿Ανάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου», β΄) «῎Ωμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν», Δόξα, τὸ ια΄ ἑωθινὸν «Φανερῶν ἑαυτόν», Καὶ νῦν, «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία».
Εἰς τὴν λειτουργίαν. ᾿Εὰν προτιμηθοῦν ἀντίφωνα, ψάλλονται τὰ τῆς ἑορτῆς ἀλλ᾿ εἰς τὸ β΄ μὲ ἐφύμνιον «Σῶσον ἡμᾶς... ὁ ἀναστάς».
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «῞Οτε κατῆλθες», «᾿Εν τῇ γεννήσει» καὶ τοῦ ναοῦ, κοντάκιον «Τὴν ἐν πρεσβείαις».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: Κυρ. ια΄ ἐπιστ., «῾Η σφραγὶς τῆς ἐμῆς ἀποστολῆς» (Α΄ Κορ. θ΄ 2-12)· Εὐαγγέλιον: Κυρ. ια΄ Ματθ., «῾Ωμοιώθη ἡ βασιλεία... βασιλεῖ ὃς ἠθέλησε συνᾶραι» (Μτθ. ιη΄ 23-35).
Εἰς τὸ ᾿Εξαιρέτως «῎Αξιον ἐστί». Κοινωνικὸν «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς»· «Πληρωθήτω»· «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἀπόλυσις.
20. Δευτέρα. Σαμουὴλ προφήτου (1144 π.Χ.), Λουκίου μάρτυρος τοῦ βουλευτοῦ (γ΄ αἰ.).
᾿Απόστολος: ἡμέρας, Δευτ. ιβ΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. ε΄ 10-15)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιβ΄ ἑβδ. Ματθ. (Μρ. α΄ 9-15).
21. Τρίτη. Θαδδαίου ἀποστόλου (α΄ αἰ.), Βάσσης μάρτυρος καὶ τῶν τέκνων αὐτῆς (γ΄ αἰ.).
᾿Απόστολος: ἡμέρας, Τρ. ιβ΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. ε΄ 15-21)· Εὐαγγέλιον: ἡμέρας, Τρ. ιβ΄ ἑβδ. Ματθ. (Μρ. α΄ 16-22).
22. Τετάρτη. ᾿Αγαθονίκου μάρτυρος καὶ τῶν σὺν αὐτῷ (δ΄ αἰ.).
Σήμερον ἐν τῷ μηναίῳ τίθεται καὶ ἡ ἀκολουθία τοῦ μάρτυρος Λούπου τοῦ ὁμολογητοῦ διὰ τὸ ἀποδίδοσθαι αὔριον τὴν ἑορτήν.
᾿Απόστολος: ἡμέρας, Τετ. ιβ΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. ϛ΄ 11-16)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ιβ΄ ἑβδ. Ματθ. (Μρ. α΄ 23-28).
Εἴδησις. ῎Εν τισι περιοχαῖς ὀρθῶς ἔχει ἐπικρατήσει (καὶ εἰς ἑορτάζοντας ἀκόμη ναοὺς) νὰ ψάλλεται σήμερον 22ᾳ τοῦ μηνὸς ἡ ἀκολουθία τῆς Παναγίας τῆς Προυσιωτίσσης ἐξ ἰδιαιτέρας φυλλάδος μετὰ τῶν μεθεόρτων. Αἱ μὲν ἀκολουθίαι τοῦ μηναίου καταλιμπάνονται [λεγόμεναι ἐν τοῖς ἀποδείπνοις], εἰς δὲ τὴν λειτουργίαν ἀναγινώσκεται ᾿Απόστολος τῆς 21ης Νοεμ., «Εἶχεν ἡ πρώτη σκηνή», καὶ Εὐαγγέλιον τῆς 8ης Σεπτ., «Εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά». Οὕτω τῇ ἐπαύριον 23ῃ θὰ ψαλῇ ἀμιγῶς ἡ τῆς ἀποδόσεως ἀκολουθία.
23. Πέμπτη. Ἀπόδοσις τῆς ἑορτῆς τῆς κοιμήσεως τῆς Θεοτόκου (Παναγίας τῆς Προυσιωτίσσης). Λούπου μάρτυρος (δ΄ αἰ.), Εἰρηναίου ἐπισκόπου Λουγδούνων (†202). (Τυπικὸν 15ης Αὐγούστου §16.)
῾Η ἀκολουθία ψάλλεται ἀπαραλλάκτως κατὰ τὴν ἐν τῷ Μηναίῳ διάταξιν τῆς ἑορτῆς τῆς 15ης Αὐγούστου, ἀλλ᾿ ἐν τῷ ἑσπερινῷ ἄνευ τοῦ «Μακάριος ἀνὴρ» καὶ τῶν ἀναγνωσμάτων. Ἐν τῷ μεσονυκτικῷ ἄνευ τῶν στιχηρῶν τῆς λιτῆς. Ἐν τῷ ὄρθρῳ ἄνευ τοῦ πολυελέου καὶ τοῦ καθίσματος αὐτοῦ, ἄνευ τοῦ Εὐαγγελίου καὶ τῆς τάξεως αὐτοῦ καὶ ἄνευ τῆς ὑπακοῆς μετὰ τὴν γ΄ ᾠδὴν (ἀντὶ τῆς ὁποίας ψάλλεται τὸ διὰ τὸν πολυέλεον παραλειφθὲν κάθισμα «᾿Εν τῇ γεννήσει σου»)· μηνολόγιον ἀναγινώσκεται τὸ τῆς 23ης Αὐγούστου. Ἐν δὲ τῇ λειτουργίᾳ ἀντίφωνα καὶ ἀναγνώσματα καὶ πάντα τὰ λοιπὰ τὰ τῆς ἑορτῆς, ὡς ἐν τῇ 15ῃ Αὐγούστου.
Σημείωσις. Τὰ ἀναγνώσματα τῆς ἑορτῆς λέγονται ἀπαραιτήτως καὶ εἰς τοὺς ναοὺς ἔνθα σήμερον συμψάλλεται ἐξ ἰδιαιτέρας φυλλάδος καὶ ἡ πανηγυρικὴ ἀκολουθία τῆς Παναγίας τῆς Προυσιωτίσσης.
Εἰδήσεις. 1. ᾿Απὸ αὔριον ἄρχεται ἡ χρῆσις τῆς Παρακλητικῆς, μέχρι τῆς 5ης Σεπτεμβρίου.
2. ᾿Επίσης ἀπὸ αὔριον, ἐὰν ἑορτάζεται ἅγιος, μέχρι μὲν τῆς 21ης Σεπτεμβρίου ψάλλονται καταβασίαι«Σταυρὸν χαράξας»· μέχρι δὲ τῆς 12ης Σεπτεμβρίου κοντάκιον «᾿Ιωακεὶμ καὶ ῎Αννα» (πλὴν τῆς 31ης Αὐγούστου, 1ης καὶ 7ης Σεπτεμβρίου).
24. Παρασκευή. Εὐτυχοῦς ἱερομάρτυρος († β΄ αἰ.). Κοσμᾶ τοῦ νέου ἱερομάρτυρος τοῦ Αἰτωλοῦ (†1779)· μετάθεσις εἰς Ζάκυνθον τοῦ λειψάνου τοῦ ἁγ. Διονυσίου, ἐπισκόπου Αἰγίνης (1624).
Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-32). Κοντάκιον τῆς ἡμέρας καὶ τὸ προεόρτιον (7ης σεπτ.). ᾿Απόστολος: ἡμέρας, Παρ. ιβ΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. ζ΄ 10-16)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ιβ΄ ἑβδ. Ματθ. (Μρ. β΄ 18-22).
Σημείωσις. ῎Ενθα ἑορτάζεται ὁ νεομάρτυς Κοσμᾶς ὁ Αἰτωλὸς ἢ ὁ ἅγιος Διονύσιος, ἡ ἀκολουθία ἑκατέρου ψάλλεται ἑορτάσιμος κατὰ τὴν εἰς ἑκάστην φυλλάδα διαλαμβανομένην τάξιν, ἀλλὰ καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν κοντάκιον «᾿Ιωακεὶμ καὶ Ἄννα» καὶ ἀναγνώσματα τὰ τοῦ ἑορταζομένου ἁγίου.
25. Σάββατον. Τίτου ἀποστόλου, ἐπισκόπου Γορτύνης Κρήτης· ἡ ἐπάνοδος τοῦ λειψάνου τοῦ ἀποστόλου Βαρθολομαίου.
Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου μετὰ Παρακλητικῆς, μὲ «Θεὸς Κύριος» (βλέπε καὶ ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§31-44).
Εἰς τὸν ἑσπερινόν, Καὶ νῦν τῶν ἑσπερίων «Παρῆλθεν ἡ σκιά» (Παρακλητ., Παρασκ. ἑσπέρας, ἦχ. β΄)· ἀπόστιχα τὰ 3 μαρτυρικὰ τοῦ β΄ ἤχου, Δόξα, Καὶ νῦν, τὰ τοῦ Μηναίου. Τὸ ἀπολυτίκιον τῶν ἁγίων εἰς μὲν τὸν ἑσπερινὸν καὶ μετὰ τὴν μεγάλην δοξολογίαν ἅπαξ, εἰς δὲ τὸ «Θεὸς Κύριος» δίς (μετὰ τοῦ Δόξα), καὶ τὸ θεοτοκίον αὐτοῦ.
Εἰς τὸν ὄρθρον «Θεὸς Κύριος»· καθίσματα τὰ τῆς Παρακλητικῆς ἄνευ τῶν δύο νεκρωσίμων· κανόνες, ὁ πρῶτος τῆς Παρακλητικῆς καὶ οἱ δύο τῶν ἀποστόλων· καταβασίαι δὲν ψάλλονται, ἀλλὰ μόνον οἱ 4 εἱρμοὶ τοῦ μηναίου κατὰ τὴν τάξιν αὐτῶν· μετὰ τοὺς αἴνους ὅμως λέγομεν δοξολογίαν μεγάλην.
Εἰς τὴν λειτουργίαν κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα»· ᾿Απόστολος: ἀποστόλου Τίτου, 25 Αὐγ., «Παῦλος δοῦλος Θεοῦ» (Τίτ. α΄ 1-5, β΄ 15-γ΄ 2, 12-15)· Εὐαγγέλιον: ἀποστόλων, 18 ᾿Ιαν. τὸ τῆς λειτουργίας, «῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» (Μτθ. ε΄ 14-19)· κοινωνικὸν «Εἰς πᾶσαν τὴν γῆν».
26. † ΚΥΡΙΑΚΗ ΙΒ΄ ΜΑΤΘΑΙΟΥ. ᾿Αδριανοῦ καὶ Ναταλίας τῶν μαρτύρων (δ΄ αἰ.). ῏Ηχος γ΄, ἑωθινὸν α΄.
Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «᾿Απόστολοι ἅγιοι»· κοντάκιον «῎Ωφθης μέγας ἥλιος».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» ἀναστάσιμα 6, καὶ τοῦ Μηναίου προσόμοια 3 εἰς 4, Δόξα, τοῦ Μηναίου «Ζῆλος ἀνδρὸς εὐσεβοῦς», Καὶ νῦν, «Πῶς μὴ θαυμάσωμεν».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ Μηναίου «Ὦ ζεῦγος ἄμωμον», Καὶ νῦν, «῾Ο ποιητὴς καὶ λυτρωτής μου» (Παρακλ., ἦχος πλ. β΄, Σαββάτῳ ἑσπέρας, εἰς τὰ ἀπόστιχα).
ΑΠΟΛΥΤΙΚΙΑ «Εὐφραινέσθω τὰ οὐράνια», «Καὶ τρόπων μέτοχος», Δόξα, τῶν ἁγίων«᾿Αναφαίρετον ὄλβον», Καὶ νῦν, «Σὲ τὴν μεσιτεύσασαν».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ«῎Αξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου «᾿Εκπλήττων τῇ ὁράσει».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα κατὰ σειράν καὶ τὰ εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (α΄) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος (μετὰ τῶν εἱρμῶν) καὶ ὁ τοῦ Μηναίου· ἀπὸ γ΄ ᾠδῆς τὰ μεσῴδια καθίσματα τοῦ Μηναίου· ἀφ᾿ ϛ΄ τὸ ἀναστάσιμον κοντάκιον καὶ ὁ οἶκος, καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ α΄ ἀναστάσιμον «Τοῖς μαθηταῖς συνέλθωμεν»καὶ τὰ τοῦ Μηναίου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τοῦ Μηναίου 3 προσόμοια εἰς 4 –μετὰ στίχων εἰς τὰ δύο τελευταῖα «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ» καὶ «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος»–, Δόξα, τὸ α΄ ἑωθινὸν «Εἰς τὸ ὄρος τοῖς μαθηταῖς», Καὶ νῦν, «῾Υπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν γεν. τυπ. διατάξεις §§64-66).
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Εὐφραινέσθω», τῶν ἁγίων «᾿Αναφαίρετον ὄλβον»,καὶ τοῦ ναοῦ, κοντάκιον «᾿Ιωακεὶμ καὶ ῎Αννα».
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: Κυρ. ιβ΄ ἐπιστ., «Γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην» (Α΄ Κορ. ιε΄ 1-11)· Εὐαγγέλιον: Κυρ. ιβ΄ Ματθ., «Νεανίσκος τις προσῆλθε τῷ ᾿Ιησοῦ γονυπετῶν» (Μτθ. ιθ΄ 16-26).
Εἰς τὸ ᾿Εξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
27. Δευτέρα. Ποιμένος ὁσίου (†450)· ᾿Ανθούσης καὶ Φανουρίου τῶν μαρτύρων.
Κοντάκιον τῆς ἡμέρας καὶ τὸ προεόρτιον (7ης σεπτ.). ᾿Απόστολος: ἡμέρας, Δευτ. ιγ΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. η΄ 7-15)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιγ΄ ἑβδ. Ματθ. (Μρ. γ΄ 6-12).
Σημείωσις. ῾Εορτάσιμος ἀκολουθία τοῦ μεγαλομάρτυρος Φανουρίου εὑρίσκεται εἴτε ἐν τέλει τοῦ Μηναίου εἴτε εἰς ἰδιαιτέραν φυλλάδα, ἥ τις τυχὸν προτιμηθεῖσα ψάλλεται ὡς ἔχει ἐκεῖ, ἡ δὲ τῆς ἡμέρας ἀκολουθία καταλιμπάνεται.
28. Τρίτη. Μωυσέως ὁσίου τοῦ Αἰθίοπος († δ΄ αἰ.). Διομήδους, Λαυρεντίου μαρτύρων, ᾿Εζεκίου βασιλέως τοῦ δικαίου (750 π.Χ.).
Κοντάκιον τῆς ἡμέρας καὶ τὸ προεόρτιον (7ης σεπτ.). ᾿Απόστολος: ἡμέρας, Τρ. ιγ΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. η΄ 16-θ΄ 5)· Εὐαγγέλιον: ἡμέρας, Τρ. ιγ΄ ἑβδ. Ματθ. (Μρ. γ΄ 13-21).
29. Τετάρτη. † Μνήμη τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου. Θεοπίστης ὁσίας τῆς ἐξ Αἰγίνης.
Ἡ ἑορτάσιμος ἀκολουθία τοῦ Προδρόμου «ψάλλεται ὡς ἔστι διατεταγμένη ἐν τῷ Μηναίῳ» (Τ.Μ.Ε. 29 Αὐγ. §1), ἄνευ Παρακλητικῆς. Τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν. Εἰς τὸν ὄρθρον Εὐαγγέλιον τοῦ Προδρόμου, Τρίτῃ ζ΄ ἑβδ. Ματθ., «῎Ηκουσεν ῾Ηρῴδης ὁ τετράρχης» (Μτθ. ιδ΄ 1-13)· καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν, μετὰ τὴν εἴσοδον ἀπολυτίκια τοῦ Προδρόμου καὶ τοῦ ναοῦ, ἐπισφραγιστικὸν κοντάκιον «᾿Ιωακεὶμ καὶ ῎Αννα»· ᾿Απόστολος τοῦ Προδρόμου, 29 Αὐγ., «῾Ως ἐπλήρου ὁ ᾿Ιωάννης τὸν δρόμον» (Πρξ. ιγ΄ 25-32)· Εὐαγγέλιον ὁμοίως, «῎Ηκουσεν ῾Ηρῴδης ὁ βασιλεύς»(Μρ. ϛ΄ 14-30)· κοινωνικὸν «Εἰς μνημόσυνον».
Εἴδησις. Εἰς τὴν τράπεζαν νηστεία, ἤ τοι ξηροφαγία.
30. Πέμπτη. ᾿Απόδοσις τῆς ἑορτῆς τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς ᾿Ιωάννου τοῦ προδρόμου· ᾿Αλεξάνδρου (†340), ᾿Ιωάννου (†595), Παύλου (†784) πατριαρχῶν Κωνσταντινουπόλεως.
Κοντάκιον τῆς ἡμέρας καὶ τὸ προεόρτιον (7ης σεπτ.). ᾿Απόστολος: ἡμέρας, Πέμ. ιγ΄ ἑβδ. ἐπιστ. (Β΄ Κορ. ι΄ 7-18)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. ιγ΄ ἑβδ. Ματθ. (Μρ. γ΄ 28-35).
31. Παρασκευή. Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.
῾Η ἀκολουθία κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν, δίχα Παρακλητικῆς. Εἰς τὸν ἑσπερινὸν εἴσοδος μετὰ θυμιατοῦ. Τὸ ἀπολυτίκιον «Θεοτόκε ἀειπάρθενε» εἰς μὲν τὸν ἑσπερινὸν ἅπαξ, εἰς δὲ τὸ «Θεὸς Κύριος» δίς. Εἰς τὸν ὄρθρον καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν κοντάκιον «Τὴν θεοδόχον γαστέρα σου»· ᾿Απόστολος τῆς Θεοτόκου, 21 Νοεμ., «Εἶχεν ἡ πρώτη σκηνή» (῾Εβρ. θ΄ 1-7)· Εὐαγγέλιον ὁμοίως, 8 Σεπτ. τῆς λειτουργίας,«Εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά» (Λκ. ι΄ 38-42, ια΄ 27-28)· «῎Αξιον ἐστί»· κοινωνικὸν«Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς».
Σημειώσεις. 1. Τὸ τροπάριον «Τὴν θεοδόχον γαστέρα σου» ὁρίζεται ὡς κοντάκιον ἐν τῇ προθεωρίᾳ τοῦ Τ.Μ.Ε. (§40).
2. Εἰς τὸ κείμενον τοῦ κοντακίου, ἐκ τυπογραφικοῦ ἐξάπαντος σφάλματος, γράφεται «περιλαβοῦσα» ἀντὶ τοῦ ὀρθοῦ «περιβαλοῦσα».
(δημοσίευσις 30/9/2011)