Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Σάββατο, Οκτωβρίου 13, 2012

Ὑπόμνημα εἰς τὸν Ἅγιον Εὐαγγελιστὴν Ματθαῖον, ὁμιλία μδ΄ Κυριακή Δ΄ Λουκᾶ (Λουκ. 4-15)


Κυριακή Δ΄ Λουκᾶ. Ἁγίου Ἰωάννου Χρυσοστόμου


Ὑπόμνημα εἰς τὸν Ἅγιον Εὐαγγελιστὴν Ματθαῖον, ὁμιλία μδ΄
Κυριακή Δ΄ Λουκᾶ (Λουκ. 4-15)

 Ἁγίου Ἰωάννου Χρυσοστόμου
  

α΄. Ὅπερ πρώην ἔλεγον, ὅτι ἀρετῆς ἅπαντα περιττά, τοῦτο καὶ νῦν μετὰ πολλῆς δείκνυται τῆς περιουσίας. Ἐγὼ μὲν γὰρ ἔλεγον, ὅτι καὶ ἡλικία, καὶ φύσις, καὶ τὸ ἔρημον οἰκεῖν, καὶ ὅσα τοιαῦτα ἀνόνητα, γνώμης οὐκ οὔσης ἀγαθῆς· σήμερον δὲ καὶ πλέον ἕτερον τι μανθάνομεν, ὅτι οὐδὲ τὸ κυοφορῆσαι τὸν Χριστὸν, καὶ τὸν θαυμαστὸν ἐκεῖνον τόκον τεκεῖν, ἔχει τι κέρδος, ἀρετῆς οὐκ οὔσης.  Καὶ τοῦτο μάλιστα ἐντεῦθεν δῆλον. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, φησίν, εἶπέ τις αὐτῷ ὅτι Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοὶ σου ζητοῦσί σε. Ὁ δὲ λέγει· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; Ταῦτα δὲ ἔλεγεν, οὐ ἐπαισχυνόμενος ἐπὶ τῇ μητρί, οὐδὲ ἀρνούμενος τὴν γεγεννηκυῖαν· εἰ γὰρ ἐπῃσχύνετο, οὐδ’ ἄν διῆλθε διὰ τῆς μήτρας ἐκείνης· ἀλλὰ δηλῶν, ὅτι οὐδὲν ὄφελος αὐτῇ τούτου εἰ μὴ τὰ δέοντα ποιεῖ ἅπαντα.  Καὶ γὰρ ὅπερ ἐπεχείρησε, φιλοτιμίας ἦν περιττῆς· ἐβούλετο γὰρ ἐνδείξασθαι τῷ δήμῳ, ὅτι κρατεῖ καὶ αὐθεντεῖ τοῦ παιδὸς, οὐδὲν οὐδέπω περὶ αὐτοῦ μέγα φανταζομένη· διὸ καὶ ἀκαίρως προσῆλθεν. Ὅρα γοῦν καὶ αὐτῆς καὶ ἐκείνων τὴν ἀπόνοιαν. Δέον γὰρ εἰσελθόντος ἀκοῦσαι μετὰ τοῦ ὄχλου, ἤ μὴ τοῦτο βουλομένους ἀναμεῖναι καταλῦσαι τὸν λόγον, καὶ τότε προσελθεῖν·  οἱ δὲ ἔξω καλοῦσιν αὐτὸν, καὶ ἐπὶ πάντων τοῦτο ποιοῦσι, φιλοτιμίαν ἐπιδεικυνόμενοι περιττήν, καὶ δεῖξαι θέλοντες, ὅτι μετὰ πολλῆς αὐτῷ ἐπιτάττουσι τῆς ἐξουσίας. Ὅπερ καὶ εὐαγγελιστὴς δείκνυται ἐγκαλῶν· αὐτὸ γὰρ τοῦτο αἰνιττόμενος οὕτως εἴρηκεν· Ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις· ὡσανεὶ ἔλεγε· Μὴ γὰρ οὐκ ἦν καιρὸς ἕτερος; μὴ γὰρ οὐκ ἦν κατ’ ιδίαν διαλεχθῆναι; Τί δὲ καὶ λαλῆσαι ἐβούλοντο; Εἰ μὲν γὰρ ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων, κοινῇ ταῦτα προσθεῖναι ἐχρῆν,  καὶ ἐπὶ πάντων εἰπεῖν, ὥστε καὶ τοὺς ἄλλους κερδᾶναι· εἰ δὲ περὶ ἑτέρων τῶν αὐτοῖς διαφερόντων, οὐκ ἐχρῆν οὕτω καταπείγειν.  Εἰ γὰρ πατέρα θάψαι οὐκ ἀφῆκεν, ἵνα μὴ διακόπτηται ἡ ἀκολούθησις, πολλῷ μᾶλλον τὴν αὐτοῦ δημηγορίαν καταλῦσαι οὐκ ἐχρῆν ὑπὲρ τῶν οὐδὲν προσηκόντων. Ὅθεν δῆλον, ὅτι κενοδοξίᾳ τοῦτο μόνο ἐποίουν· ὅ καὶ Ἰωάννης δηλῶν ἔλελγεν, ὅτι Οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν· καὶ τὰ ρήματα δὲ αὐτῶν ἀπαγγέλλει τὰ πολλῆς γέμοντα ἀνοίας, λέγων ὅτι εἴλκον αὐτὸν ἐπὶ τὰ Ἱεροσόλυμα, δι’ ἕτερον μὲν οὐδὲν, ἵνα δὲ αὐτοὶ δόξαν ἀπὸ τῶν ἐκείνου σημείου καρπώσωνται· Εἰ γὰρ ταῦτα ποιεῖς, φησί, δεῖξον σεαυτὸν τῷ κόσμῳ· οὐδεὶς γὰρ τι ποιεῖ ἐν κρυπτῷ, καὶ ζητεῖ αὐτὸς φανερὸς εἶναι· ὅτι καὶ αὐτὸς αὐτοῖς ἐπετίμησε, τὴν σαρκικὴν αὐτῶν αἰτιώμενος γνώμην. Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι ὠνείδιζον καὶ ἔλεγον· Οὐχ αὐτὸς ἐστιν ὁ τοῦ τέκτονος υἱός, οὗ ἐμεῖς ἴσμεν τὸν πατέρα καὶ τὴν μητέρα; καὶ οἱ ἀδελφοί αὐτοῦ οὐχὶ παρ’ ἡμῖν εἰσι; Τὴν εὐτέλειαν βουλόμενοι τὴν ἀπὸ τοῦ γένους ἀποκρούεσθαι, ἐπὶ τὴν τῶν σημείων αὐτὸν τὸν ἐκάλουν ἐπίδειξιν. Διὰ τοῦτο αὐτοὺς διακρούεται, τὸ πάθος αὐτῶν βουλόμενος ἰάσασθαι· ὡς εἶγε ἀρνήσασθαι ἤθελε τὴν μητέρα, ὅτε ἐκεῖνοι ὠνείδιζον, τότε ἄν ἠρνησατο. Νῦν δὲ φαίνεται τοσαύτην αὐτῆς ποιούμενος πρόνοιαν, ὡς καὶ πρὸς αὐτῷ τῷ σταυρῷ  τῷ πάντων μάλιστα ποθουμένῳ μαθητῇ παρακαταθέσθαι αὐτήν, καὶ πολλὰ ὑπὲρ αὐτῆς ἐπισκῆψαι. Ἀλλ ’οὐχὶ νῦν τοῦτο ποιεῖ, κηδόμενος αὐτῆς καὶ τῶν ἀδελφῶν. Ἐπειδὴ γὰρ ὡς ἀνθρώπῳ προσεῖχον ψιλῷ, καὶ ἐκενοδόξουν, τὸ νόσημα ἐκβάλλει, οὐχ ὑβρίζων, ἀλλὰ διορθούμενος. Σὺ δὲ μοι μὴ τὰ ρήματα ἐξέταζε μόνον τὰ ἐπιτίμησιν ἔχοντα σύμμετρον, ἀλλὰ καὶ τὴν ἀτοπίαν καὶ τὴν τόλμην τῶν ἀδελφῶν, ἥν ἐτόλμησαν, καὶ τὸν ἐπιτιμῶντα τίς ἦν· ὅτι οὐχὶ ψιλὸς ἄνθρωπος, ἀλλ’ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ τί βουλόμενος ἐπετίμα· οὐδὲ γὰρ ἐξαπορῆσαι θέλων, ἀλλ’ ἀπαλλάξαι τοῦ τυραννικωτάτου πάθους, καὶ κατὰ μικρὸν ἐναγαγεῖν εἰς τὴν προσήκουσαν περὶ αὐτοῦ ἔννοιαν, καὶ πεῖσαι ὅτι οὐχὶ υἱὸς αὐτῆς μόνον ἐστίν, ἀλλὰ καὶ Δεσπότης· καὶ ὄψει σφόδρα πρέπουσαν καὶ αὐτῷ τὴν ἐπιτίμησιν, κἀκείνῃ λυσιτελοῦσαν, καὶ μετὰ τούτων πολὺ καὶ τὸ ἥμερον ἔχουσαν. Οὐδὲ γὰρ εἶπεν, Ἄπελθε, εἰπὲ τῇ μητρὶ, ὅτι Οὐκ εἶ μου μήτηρ, ἀλλὰ πρὸς τὸν εἰπόντα ἀποτείνεται λέγων·  Τὶς ἐστιν ἡ μήτηρ μου; μετὰ τῶν εἰρημένων καὶ ἕτερόν τι κατασκευάζων. Ποῖον δὴ τοῦτο; Τὸ μήτε ἐκείνους, μήτε ἄλλους, συγγενείᾳ θαρροῦντος, ἀρετῆς ἀμελεῖν. Εἰ γὰρ ταύτην οὐδὲν ὠφελεῖ τὸ μητέρα εἶναι, εἰ μὴ ἐκεῖνο εἴη, σχολῇ γ’ ἄν ἕτερός τις ἀπὸ συγγενείας σωθήσεται Μία γάρ ἐστιν εὐγένεια μόνη, τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν. Οὗτος τῆς εὐγενείας ὁ τρόπος βελτίων ἐκείνου καὶ κυριώτερος.
β΄. Ταῦτ’ οὖν εἰδότες, μήτε ἐπὶ παισὶν εὐδοκίμοις μέγα φρονῶμεν, ἄν μὴ τὴν ἀρετὴν αὐτῶν ἔχωμεν· μήτε ἐπὶ πατράσι γενναίοις, ἐὰν μὴ ὧμεν αὐτοῖς ὁμότροποι. Ἔστι,  γὰρ καὶ τὸν γεννήσαντα μὴ εἶναι πατέρα, καὶ τὸν μὴ γεννήσαντα εἶναι.  Διὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ γυναικὸς τινος εἰπούσης· Μακάριοι ἡ γαστὴρ ἡ βαστάσασά σε, καὶ μαστοὶ οὕς ἐθήλασας· οὐκ εἶπεν, Οὐκ ἐβάστασέ με κοιλία, οὐδὲ Μαστοὺς οὐκ ἐθήλασα· ἀλλὰ τοῦτο·  Μενοῦγνε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρὸς μου. Ὁρᾷς πῶς ἄνω καὶ κάτω οὐκ ἀρνεῖται τὴν κατὰ φύσιν συγγένεια ἀλλὰ προστίθησι τὴν κατ’ ἀρετήν; Καὶ ὁ πρόδρομος δὲ λέγων, Γεννήματα ἐχιδνῶν, μὴ δόξητε λέγει, Πατέρα ἔχομεν τὸν Ἀβραάμ, οὐ τοῦτο δείκνυσιν, ὅτι οὐκ ἦσαν ἐκ τοῦ Ἀβραὰμ κατὰ φύσιν, ἀλλ’ ὅτι οὐδὲν αὐτοὺς ὠφελεῖ τὸ εἶναι ἐκ τοῦ Ἀβραάμ, εἰ μὴ τὴν ἀπὸ τῶν τρόπων συγγένειαν ἔχοιεν· ὅ καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Εἰ τέκνα του Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· οὐ τῆς συγγενείας αὐτοὺς ἀποστερῶν τῆς κατὰ σάρκα, ἀλλὰ παιδεύων τὴν μείζονα ταύτης καὶ κυριωτέραν ἐπιζητεῖν. Τοῦτο δὴ καὶ ἐνταῦθα κατασκευάζει, ἀλλ’ ἀνεπαχθέστερον καὶ ἐμμελέστερον· καὶ γὰρ πρὸς μητέρα ἦν ὁ λόγος αὐτῷ. Οὐδὲ γὰρ εἶπε, Οὐκ ἔστι μου μήτηρ, οὐδὲ ἀδελφοί ἐκεῖνοι, ἐπειδὴ οὐ ποιοῦσι τὸ θέλημά μου· οὐδὲ ἀπεφήνατο καὶ κατεδίκασεν· ἀλλ’ ἔτι κυρίους αὐτοὺς ἐποίει τοῦ βούλεσθαι, μετὰ τῆς αὐτῷ πρεπούσης ἐπιεικείας φθεγγόενος. Ὁ γὰρ ποιῶν, φησί, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Ὥστε εἰ βούλονται εἶναι, ταύτην ἐρχέσθωσαν τὴν ὁδόν. Καὶ ἡνίκα δὲ ἐβόησε, ἡ γυνὴ λέγουσα Μακαρία ἡ κοιλία ἡ βαστάσασα οὐκ εἶπεν, Οὐκ ἔτσι μου μήτηρ, ἀλλ’, Εἰ βούλεται μακαρία εἶναι, τὸ θέλημα ποιεῖτω τοῦ Πατρός μου. Ὁ γὰρ τοιοῦτος, καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί. Βαβαὶ τῆς τιμῆς!  βαβαὶ τῆς ἀρετῆς!  εἰς ὅσην ἀνάγει κορυφὴν τὸν μετιόντα αὐτήν.  Πόσαι γυναῖκες ἐμακάρισαν τὴν ἁγίαν Παρθένον ἐκείνην καὶ τὴν νυδήν, καὶ ηὔξαντο τοιταῦται γενέσθαι μητέρες, καὶ πάντα προέσθαι, Τί τοίνυν τὸ κωλῦον; Ἰδοῦ γὰρ εὐρεῖα ἔτεμεν ἡμῖν ὁδόν, καὶ ἕξεστιν οὐ γυναιξὶ μόνον, ἀλλὰ καὶ ἀδράσιν ἐπὶ τῆς τοιαύτης γενέσθαι τάξεως· μᾶλλον δὲ καὶ ἔτι πολλῷ μείζονος.  Τοῦτο γὰρ πολλῷ μᾶλλον μητέρα ποιεῖ, ἤ αἱ ὠδῖνες ἐκεῖναι. Ὥστε εἰ μακαριστὸν ἐκεῖνο, πολλῷ μᾶλλλον τοῦτο, ὅσῳ καὶ κυριώτερον. Μὴ τοίνυν ἁπλῶς ἐπιθύμει·  ἀλλὰ καὶ τὴν ὁδὸν τὴν φέρουσάν σε ἐπὶ τὴν ἐπιθυμίαν βάδιζε μετὰ πολλῆς σπουδῆς. Ταῦτα τοίνυν εἰπὼν ἐξῆλθεν ἐκ τῆς οἰκίας. Εἶδες πῶς καὶ ἐπέλεξε, καὶ ἐποίησεν ὅπερ ἐπόθουν; Ὅ δὴ καὶ ἐπὶ τῶν γάμων ποιεῖ. Καὶ γὰρ ἐκεῖ καὶ ἐπετίμησεν ἀκαίρως αἰτούσῃ, καὶ ὅμως οὐκ ἀντεῖπε· τῷ μὲν προτέρῳ διορθούμενος τὴν ἀσθένειαν, τῶ δὲ δευτέρῳ τὴν περὶ τὴν μητέρα εὔνοιαν ἐπιδεικνύμενος. Οὕτω δὴ καὶ ἐνταῦθα τῆς τε κενοδοξίας τὸ νόσημα ἰάσατο, καὶ τὴν πρέπουσαν τιμὴν τῇ μητρὶ ἀπέδωκε, καίτοι καὶ ἄκαιρα αἰτούσῃ. Ἐν γὰρ τῇ ἡμέρᾳ, φησίν, ἐκείνῃ ἐξελθὼν Ἰησοῦς ἐκ τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν. Εἰ γὰρ βούλεσθε, φησίν, ἰδεὶν καὶ ἀκοῦσαι, ἰδοὺ ἐξέρχομαι καὶ διαλέγομαι. Ἐπειδὴ γὰρ σημεῖα πολλὰ ἐποίησε, πάλιν ἐκ τῆς διδασκαλίας ὠφέλειαν παρέχει.  Καὶ κάθηται παρὰ τὴν θάλασσαν, ἁλιεύων καὶ σαγηνεύων τοὺς ἐν τῇ γῇ. Ἐκάθισε δὲ παρὰ τῆν θάλασσαν οὐχ ἁπλῶς·  καὶ τοῦτο αὐτὸ τέθεικεν αἰνιττόμενος ὁ εὐαγγελιστής. Ἵνα γὰρ δείξῃ, ὅτι βουλόμενος μετὰ ἀκριβείας συγκροτῆσαι τὸ θέατρον, τοῦτο πεποίηκε, καὶ ὥστε μηδένα ἀφεῖναι κατὰ νώτου, ἀλλὰ πάντας ἀντιπροσώπους ἔχειν.  Καὶ συνήχθησαν, φησί, πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλόν, εἱστήκει. Καθίσας δὲ ἐκεῖ, διὰ παραβολῶν φθέγγεται. Καὶ ἐλάλησεν αὐτοῖς, φησί, πολλὰ ἐν παραβολαῖς.  Καίτοι γε ἐπὶ τοῦ ὄρους οὐχ οὕτως ἐποίησεν, οὐδὲ διὰ παραβολῶν τοσούτων τὸν λόγον ὕφηνεν· τότε γὰρ ὄχλοι μόνον ἦσαν καὶ δῆμος ἄπλαστος· ἐνταῦθα δὲ καὶ γραμματεῖς καὶ Φαρισαῖοι. Σὺ δὲ μοι σκόπει ποίαν προτέραν λέγει παραβολήν, καὶ πῶς κατὰ ἀκολουθίαν αὐτὰς τίθησιν ὁ Ματθαῖος. Ποίαν οὖν πρώτη λέγει; Ἥν μάλιστα πρώτην ἔχρῆν εἰπεῖν, τὴν ποιοῦσαν τὸν ἀκρατὴν προσεκτικώτερον. Ἐπειδὴ γὰρ αἰνιγματωδῶς ἔμελλε διαλέγεσθαι, διανίστησι τὴν διάνοιαν τῶν ἀκουόντων πρῶτον διὰ τῆς παραβολῆς. Διὰ τοῦτο καὶ ἕτερος εὐαγγελλιστὴς φησίν, ὅτι ἐπετίμησεν ὅτι οὐ νοοῦσι λέγων. Πῶς οὐκ ἔγνωτε τὴν παραβολήν; Οὐ διὰ τοῦτο δὲ μόνον ἐν παραβολαῖς φθέγγεται, ἀλλ’ ἵνα καὶ ἐμφανικώτερον τὸν λόγον  ποιήσῃ, καὶ πλείονα τὴν μνήμην ἐνθῇ, καὶ ὑπ’ ὄψιν ἀγάγῃ τὰ πράγματα. Οὕτω καὶ οἱ προφῆται ποιοῦσι.
γ΄. Τίς οὖν ἐστιν ἡ παραβολή; Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν, φησί. Πόθεν ἐξῆλθεν ὁ πανταχοῦ παρών, ὁ πάντα πληρῶν; ἤ πῶς ἐξῆλθεν ; Οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς, ἐγγύτερος ἡμῖν γενόμενος διὰ τῆς κατὰ σάρκα περιβολῆς. Ἐπειδὴ γὰρ ἡμεῖς εἰσελθεῖν οὐκ ἐδυνάμεθα, τῶν ἁμαρτημάτων διατειχειζόντων ἡμῖν τὴν εἴσοδον, αὐτὸς ἐξέρχεται πρὸς ἡμᾶς. Καὶ τὶ ἐξῆλθεν; ἀπολέσαι τὴν γῆν ἀκανθῶν γέμουσαν; τιμωρήσασθαι τοὺς γεωργούς; Οὐδαμῶς· ἀλλὰ γεωργῆσαι καὶ ἐπιμελήσασθαι, καὶ σπεῖραι τῆς εὐσεβείας τὸν λόγον. Σπόρον γὰρ ἐνταῦθα τὴν διδασκαλίαν φησίν·  ἄρουραν δέ, τῶν ἀνθρώπων τὰς ψυχάς·  σπορέα δέ, ἑαυτόν. Τί τοίνυν γίνεται ἀπὸ τοῦ σπέρματος τούτου; Τρία ἀπόλλυται μέρη, καὶ σώζεται τὸ ἕν.  Καὶ ἐν τῷ  σπείρειν αὐτόν, ἅ μὲν ἔπεσε, φησί, παρὰ τὴν ὁδὸν, καὶ ἦλθε τὰ πετεινά, καὶ κατέφαγεν αὐτά. Οὐκ εἶπεν, ὅτι αὐτὸς ἔρριψε, ἀλλὰ ὅτι ἔπεσεν. Ἅ δὲ ἐπὶ τὴν πέτραν, ὅπου οὐκ εἶχεν γῆν πολλήν · καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·  ἡλίου δὲ ἀνατείλαντος, ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ρίζαν ἐξηράνθη. Ἅ δὲ ἐπὶ τὰς ἀκάνθας·  καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ ἐπετίναξαν αὐτά. Ἅ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν· καὶ ἐδίδου καρπόν, ὅ μὲν ἑκατόν, ὅ δὲ ἑξήκοντα, ὅ δὲ τριάκοντα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τέταρτον μέρος ἐσώθη·  καὶ οὐδὲ τοῦτο ἐξίσης, ἀλλὰ καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. Ταῦτα δὲ ἔλεγε, δηλῶν ὅτι μετὰ ἀφθονίας ἅπασι διαλέγετο.  Καθάπερ γὰρ ὁ σπείρων οὐ διαιρεῖ τὴν ὑποκειμένην ἄρουραν, ἀλλ’ ἁπλῶς καὶ ἀδιακρίτως βάλλει τὰ σπέρματα·  οὕτω καὶ αὐτὸς οὐ πλούσιον, οὐ πένητα διαιρεῖ, οὐ σοφόν, οὐκ ἄσοφον, οὐ ράθυμον, οὐ σπουδαῖον, οὐκ ἀνδρεῖον,   οὐ δειλόν, ἀλλὰ πᾶσι διελέγετο, τὰ παρ’ ἑαυτοῦ πληρῶν, καίτοι προειδὼς τὰ ἐσόμενα· ἵνα ἐξῇ αὐτῷ λέγειν·  Τί με ἔδει ποιῆσαι, καὶ οὐκ ἐποίησα; Καὶ οἱ μὲν προφῆται ὡς περὶ ἀμπέλου διαλέγονται τοῦ δήμου·  Ἀμπελὼν γὰρ ἐγεννήθη, φησί, τῷ ἠγαπημένῳ· καὶ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρεν·  αὐτὸς δὲ ὡς περὶ σπόρου. Τί δήποτε δηλῶν;  Ὅτι ταχεῖα ἔσταινῦν ἡ ὑπακουή, καὶ εὐκολωτέρα, καὶ εὐθέως τὸν καρπὸν δώσει. Ὅταν δὲ ἀκούσῃς, ὅτι Ἐξῆλθεν ὁ σπεῖρον τοῦ σπείραι, μὴ ταυτολογίαν εἶναι νόμιζε. Ἐξέρχεται γὰρ ὁ σπείρων πολλάκις καὶ ἐφ’ ἕτερον πρᾶγμα, ἤ ὥστε τὰς πονηρὰς ἐκτεμεῖν βοτάνας, ἤ ὥστε ἀκάνθας ἀνασπάσαι, ἤ ἄλλο τι ἐπιμελήσασθαι τοιοῦτον· αὐτὸς δὲ ἐπὶ τὸ σπεῖραι ἐξῆλθε.
Πόθεν οὖν, εἰπέ μοι, τὸ πλέον ἀπώλετο τοῦ σπόρου; Οὐ παρὰ τὸν σπείροντα, ἀλλὰ παρὰ τὴν ὑποδεχομένην γῆν· τοὐτέστι, παρὰ τὴν μὴ ἀκούσασαν ψυχήν.  Καὶ τίνος ἕνεκεν οὐ λέγει, ὅτι τὰ μὲν ἐδέξαντο οἱ ράθυμοι, καὶ ἀπώλεσαν, τὰ δὲ οἱ πλούσιοι, καὶ ἀπέπνιξαν· τὰ δὲ οἱ χαῦνοι, καὶ προὔδωκαν; Οὐ βούλεται αὐτῶν σφόδρα καθικέσθαι, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ἀλλὰ καταλιμπάνει τῷ συνειδότι τῶν ἀκουόντων τὸν ἔλεγχον. Οὐχ ὁ σπόρος δὲ τοῦτο ἔπαθε μόνον, ἀλλὰ καὶ ἡ σαγήνη. Πολλὰ γὰρ καὶ ἐκείνη ἤνεγκεν ἄχρηστα.  Ταύτην δὲ λέγει τὴν παραβολήν, καὶ τους μαθητὰς ἀλείφων, καὶ παιδεύων, κἄν πλείους τῶν δεχομένων τὸν λόγον ὦσιν οἱ ἀπολλύμενοι, μὴ καταπίπτειν.  Καὶ γὰρ ἐπὶ τοῦ Δεσπότου τοῦτο γέγονε·  καὶ ὁ πάντως προειδώς, ὅτι ταῦτα ἔσται, οὐκ ἀπέστη τοῦ σπείρειν.  Καὶ πῶς ἄν ἔχοι λόγον, φησίν, ἐπὶ τὰς ἀκάνθας σπείρειν, ἐπὶ τὴν πέτραν, ἐπὶ τὴν ὁδόν; Ἐπὶ μὲν τῶν σπερμάτων καὶ τῆς γῆς, οὐκ ἄν ἔχοι λόγον·  ἐπὶ δὲ τῶν ψυχῶν καὶ τῶν διδαγμάτων, καὶ πολὺν ἔχει τοῦτο τὸν ἔπαινον. Ὁ μὲν γὰρ γεωργὸς εἰκότως ἄν ἐγκαλοῖτο τοῦτο ποιῶν· οὐ γὰρ ἔνι τὴν πέτραν γενέσθαι γῆν, οὐδὲ τὴν ὁδὸν μὴ εἶναι ὁδόν, οὐδὲ τὰς ἀκάνθας μὴ εἶναι ἀκάνθας· ἐπὶ δὲ τῶν λογικῶν οὐ οὕτω. Δυνατὸν γὰρ τὴν πέτρα μεταβληθῆναι, καὶ γενέσθαι γῆν λιπαράν· καὶ τὴν ὁδὸν μηκέτι καταπατεῖσθαι, μηδὲ προκεῖσθαι τοῖς παριοῦσιν ἅπασιν, ἀλλ’ εἶναι ἄρουραν πίονα· καὶ τὰς ἀκάνθας ἀφανισθῆναι, καὶ πολλῆς ἀπολαύειν ἀδείας τὰ σπέρματα. Εἰ γὰρ μὴ ἐξῆν, οὐκ ἄν ἔσπειρεν οὗτος. Εἰ δὲ μὴ ἐγένετο ἐπὶ πάντων ἡ μεταβολή, οὐ παρὰ τὸν σπείροντα, ἀλλὰ παρὰ τοὺς μὴ βουλομένους μεταβληθῆναι. Αὐτὸς μὲν γὰρ τὸ αὐτοῦ πεποίηκεν· εἰ δὲ ἐκεῖνοι τὰ παρ’ αὐτοῦ, προὔδωκαν, ἀνεύθυνος αὐτός, ὁ τοσαύτην φιλανθρωπίαν ἐπιδειξάμενος. Σὺ δὲ μοι ἐκεῖνο σκόπει, ὅτι οὐ μία τῆς ἀπωλείας ἡ ὁδός, ἀλλὰ διάφοροι καὶ ἀλλήλων διεστηκυῖαι.  Οἱ μὲν γὰρ τῇ ὁδῷ ἐοικότες εἰσίν, οἱ βάναυσοι καὶ ράθυμοι καὶ ὀλίγωροι· οἱ δὲ ἐν τῇ πέτρᾳ, οἱ ἀσθενέστεροι μόνον. Ὁ γὰρ ἐπὶ τὰ πετρώδη σπαρείς, φησὶν οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν· οὐκ ἔχει δὲ ρίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρος ἐστι· γενομένης δὲ θλίψεως ἤ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως ἐσκανδαλίσθη. Παντός, φησίν, ἀκούοντος τὸν λόγον τῆς ἀληθείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ Πονηρός, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐκ τῆς καρδίας αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. Οὐκ ἔστι δὲ ἴσον, μηδενὸς ἐπηρεάζοντος, μηδὲ ἀναμοχλεύοντος, τὴν διδασκαλίαν μαραθῆναι, καὶ πειρασμῶν ἐπικειμένων. Οἱ δὲ ταῖς ἀκάνθας προσεοικότες, πολλῷ τούτων ἀσυγγνωστότεροι.
δ΄. Ἵν’ οὖν μὴ τι τούτων πάθωμεν, ἐπικαλύψωμεν τῇ προθυμίᾳ τὰ λεγόμενα, καὶ τῇ δινηεκεῖ μνήμῃ. Εἰ γὰρ καὶ ἁρπάζει ὁ διάβολος, ἀλλ’ ἡμεῖς κύριοι τοῦ μὴ ἀρπαγῆναι· εἰ καὶ ξηραίνεται τὰ σπέρματα, οὐ παρὰ τὸν καύσωνα τοῦτο γίνεται (οὐ γὰρ εἶπεν, ὅτι διὰ τὸν καύσωνα ἐξηράνθη, ἀλλὰ διὰ τὸ μὴ ἔχειν ρίζαν)· εἰ καὶ ἀποπνίγεται τὰ λεγόμενα, οὐ παρὰ τὰς ἀκάνθας, ἀλλὰ παρὰ τοὺς συγχωροῦντας ἀναβῆναι ταύτας. Ἔνεστι γάρ, ἐὰν θέλῃς, κωλῦσαι τὴν πονηρὰν ταύτην βλάστην, καὶ τῷ πλούτῳ εἰς δέον χρήσασθαι. Διὰ τοῦτο οὐκ εἶπεν, Ὁ αἰὼν, ἀλλ’, Ἡ μέριμνα τοῦ αἰῶνος οὐδέ, Ὁ πλοῦτος, ἀλλ’, Ἡ ἀπάτη τοῦ πλούτου. Μὴ τοίνυν τὰ πράγματα αἰτιώμεθα, ἀλλὰ τὴν γνώμην τὴν διεφθαρμένην. Ἔστι γὰρ καὶ πλουτεῖν, καὶ μὴ ἀπατᾶσθαι· καὶ ἐν τῷ αἰῶνι εἶναι τούτῳ, καὶ μὴ ἀποπνίγεσθαι ταῖς φροντίσι. Καὶ γὰρ δύο ἐλαττώματα ὁ πλοῦτος ἔχει ἐναντίᾳ· τὸ μὲν, κατατεῖνον καὶ ἐπισκοποῦν, τὴν μέριμναν· τὸ δὲ μαλακωτέρους ποιοῦν, τὴν τρυφήν. Καὶ καλῶς εἶπεν, Ἡ ἀπάτη τοῦ πλούτου. Πάντα γὰρ τὰ τοῦ πλούτου ἀπάτη·  ὀνόματα γὰρ μόνον ἐστίν, οὐκ ἐπὶ πραγμάτων κείμενα. Καὶ γὰρ ἡ ἡδονή, καὶ ἡ δόξα, καὶ ὁ καλλωπισμός, καὶ πάντα ταῦτα, φαντασία τίς ἐστιν, οὐ πραγμάτων ἀλήθεια. Εἰπὼν τοίνυν τοὺς τρόπους τῆς ἀπωλείας, ὕστερον τίθησι τὴν καλὴν γῆν, οὐκ ἀφιεὶς ἀπογνῶναι, ἀλλὰ διδοὺς ἐλπίδα μετανοίας, καὶ δεικνύς, ὅτι δυνατὸν ἐκ τῶν εἰρημένων εἰς ταύτην μεταβαλεῖν. Καίτοι εἰ καὶ ἡ γῆ καλή, καὶ ὁ σπορεύς εἷς, καὶ τὰ σπέρματα τὰ αὐτά, διατὶ ὅ μὲν ἑκατὸν, ὅ δὲ ἑξήκοντα, ὅ δὲ τριάκοντα ἤνεγκεν; Ἐνταῦθα πάλιν παρὰ τὴν φύσιν τῆς γῆς ἡ διαφορά· καὶ γὰρ ἔνθα ἄν καλὴ ἡ γῆ, πολλὴ ἐν αὐτῇ καὶ ἡ διαφορά. Ὁρᾷς οὐχὶ τὸν γεωργὸν αἴτιον ὄντα, οὐδὲ τὰ σπέρματα, ἀλλὰ τὴν δεχομένην γῆν; οὐ παρὰ τὴν φύσιν ἀλλὰ παρὰ τὴν γνώμην. Καὶ ἐνταῦθα δὲ πολλὴ ἡ φιλανθρωπία, ὅτι οὐχ ἕν ἀπαιτεῖ μέτρων ἀρετῆς, ἀλλὰ καὶ τοὺς πρώτους ἀποδέχεται, καὶ τοὺς δευτέρους οὐκ ἐκβάλλει, καὶ τοῖς τρίτοις δίδωσιν χώραν. Ταῦτα δὲ λέγει, ἵνα μὴ νομίσωσιν οἱ ἀκολουθοῦντες αὐτῷ, ὅτι ἀρκεῖ ἡ ἀκρόασις εἰς σωτηρίαν. Καὶ τίνος ἕνεκεν, φησίν, οὐχὶ καὶ τὰς ἄλλας ἔθηκε πονηρίας, οἷον, ἐπιθυμίαν σωμάτων, κενοδοξίαν; Εἰπὼν τὴν μέριμναν τοῦ αἰῶνος τούτου, καὶ τὴν ἀπάτην τοῦ πλούτου, ἅπαντα τέθεικε. Καὶ γὰρ καὶ κενοδοξία, καὶ τὰ ἄλλα ἅπαντα, τοῦ αἰῶνος τούτου, καὶ τῆς τοῦ πλούτου ἀπάτης ἐστίν·  οἷον, ἡδονή, καὶ γαστριμαργία, καὶ βασκανία, καὶ κενοδοξία, καὶ ὅσα τοιαῦτα. Προσέθηκε δὲ καὶ τὴν ὁδὸν καὶ τὴν πέτραν, δεικνὺς ὅτι οὐκ ἀρκεῖ χρημάτων ἀπηλλάχθαι μόνον, ἀλλὰ δεῖ καὶ τὴν ἄλλην ἀρετὴν ἀσκεῖν. Τί γάρ, ἄν χρημάτων μὲν ἐλεύθερος ᾖς , ἄνανδρος δὲ καὶ μαλακός; τί δὲ ἄν ἄνανδρος μὲ μὴ ᾖς, ράθυμος δὲ καὶ ὀλίγωρος περὶ τὴν ἀκρόασιν; Οὐδὲ γὰρ ἀρκεῖ μέρος ἕν πρὸς σωτηρίαν ἡμῖν, ἀλλὰ δεῖ πρῶτον μὲν ἀκροάσεως ἀκριβῶς καὶ μνήμης διηνεκοῦς, ἔπειτα ἀνδρείας, εἶτα χρημάτων ὑπεροψίας καὶ τῆς τῶν βιοτικῶν ἁπάντων ἀπαλλαγῆς. Διὰ γὰρ τοι τοῦτο τίθησιν ἐκείνουν τοῦτο, ἐπειδὴ τούτου πρώτου χρεία· (Πῶς γὰρ πιστεύουσιν, ἐὰν μὴ ἀκούσωσι; καθάπερ οὖν καὶ ἡμεῖς ἐὰν μὴ προσέχωμεν τοῖς λεγομένοις, οὐδὲ μαθεῖν δυνησόμεθα ἅ χρὴ ποιεῖν): ἔπειτα τὴν ἀνδρείαν, καὶ τὴν τῶν παρόντων ὑπεροψίαν. Ταῦτ’ οὖν ἀκούοντες, πάντοθεν ἑαυτοὺς τειχίζωμεν, προσέχοντες τοῖς λεγομένοις, καὶ κατὰ βάθος ἀφιέντες τὰς ρίζας, καὶ πάντων ἑαυτοὺς ἐκκαθαίροντες τῶν βιοτικῶν. Ἄν δὲ τὰ μὲν ποιῶμεν, τῶν δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ἔσται πλέον· κἄν γὰρ μὴ οὕτως, ἀλλ’ ἐκείνως ἀπολλύμεθα. Τὶ γὰρ διαφέρει, ἄν μὴ διὰ πλούτου, ἀλλὰ διὰ ραθυμίας· ἄς μὴ διὰ ραθυμίας, ἀλλὰ δι’ ἀνανδρίας διαφθαρῶμεν; Ἐπεὶ καὶ ὁ γεωργὸς, ἄν τε οὕτως, ἄν τε ἐκείνως ἀπολέσῃ τὸν σπόρον, ὁμοίως πενθεῖ. Μὴ τοίνυν, ἐπειδὴ μὴ πᾶσιν ἀπολλύμεθα τοῖς τρόποις, παραμυθίαν ἔχωμεν, ἀλλὰ ἀγλῶμεν οἵῳ ἄν ἀπολώμεθα τρόπῳ. Καὶ κατακαίωμεν τὰς ἀκάνθας· καὶ γὰρ ἀποπνίγει τὸν λόγον. Καὶ ἴσασι τοῦτο οἱ πλουτοῦντες, οἱ μὴ πρὸ ταῦτα μόνον, ἀλλὰ μηδὲ πρὸς ἕτερα ὄντε χρήσιμοι. Δοῦλοι γὰρ καὶ αἰχμάλωτοι γενόμενοι τῶν ἡδονῶν, καὶ πρὸς τὰ πολιτικὰ εἴσιν ἄχρηστα πράγματα· εἰ δὲ πρὸς ἐκεῖνα πολλῷ μᾶλλον πρὸς τὰ τῶν οὐρανῶν. Καὶ γὰρ διπλῆ τοῖς λογισμοῖς ἐντεῦθεν ἡ λύμη γίνεται, ἀπὸ τε τῆς τρυφῆς, ἀπὸ τε τῆς φροντίδος. Τούτων γὰρ καὶ καθ’ ἑαυτὸ μὲν ἕκαστον ἱκανὸν καταποντίσαι τὸ σκάφος· ὅταν δὲ καὶ ἀμφότερα συνδράμῃ, ἐννόησον ἡλίκον τὸ κλυδώνιον γίνεται.
ε΄. Καὶ μὴ θαυμάσῃς, εἰτὴν τρυφὴν ἀκάνθας ἐκάλεσε. Σὺ μὲν γὰρ ἀγνοεῖς μεθύων τῷ πάθει· οἱ δὲ ὑγιαίνοντες ἴσασιν ὄτι ἀκάνθης μᾶλλον κεντεῖ, καὶ τρυφὴ πλέον ἤ μέριμα δαπανᾷ τὴν ψυχήν, καὶ χαλεπωτέρας παρέχει τὰς ὀδύνας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ. Οὐδὲ γὰρ οὕτως ὑπὸ φροντίδος τις πλήττεται, ὡς ὑπὸ πλησμονῆς. Ὅταν γὰρ ἀγυρπνίαι, καὶ κροτάφων διατάσεις, καὶ καρηβαρίαι, καὶ σπλάχνων ὀδύναι περιέχωσι τὸν τοιούτον, ἐννόησον πόσων ἀκανθῶν ταῦτα χαλεπώτερα.  Καὶ καθάπερ αἱ ἄκανθαι, ὅθεν ἄν κατασχθῶσιν, αἱμάττουσι τὰς κατεχούσας αὐτὰς χεῖρας· οὕτω δὴ καὶ ἡ τρυφὴ καὶ πόδας, καὶ χεῖρας, καὶ κεφαλὴν, καὶ ὀφθαλμούς, καὶ πάντα ἁπλῶς λυμαίνεται τὰ μέλη· καὶ ξηρὰ δὲ καὶ ἄκαρπός ἐστιν, ὥσπερ ἡ ἄκανθα, καὶ πολλῷ μειζόνως ἐκείνης λυπεῖ, καὶ ἐν τοῖς καιρίοις. Καὶ γὰρ γῆρας ἄκαιρον ἐπεισάγει, καὶ ἀμβλύνει τὰς αἰσθήσεις, καὶ σκοτοῖ τὸν λογισμόν, καὶ πηροῖ τὸν νοῦν ὀξὺ βλέποντα, καὶ πλαδαρὸν τὸ σῶμα ποιεῖ, δαψιλεστέρον τῆς κόπρου τὴν ἀποθήκην ἐργαζομένη, καὶ πολλὴν τὴν σωρείαν τῶν κακῶν συνάγουσα, καὶ μεῖζον τὸ φορτίον, καὶ ὑπέρογκον ποιεῖται τὸν γόμον· ὅθεν καὶ πολλὰ καὶ συνεχῆ τὰ πτώματα, καὶ πυκνὰ τὰ ναυάγια. Τί γὰρ λιπαίνεις; εἰπέ μοι τὸ σῶμα; Μὴ γὰρ καταθῦσαί σε ἔχομεν; Μὴ γὰρ παραθεῖναι τραπέζῃ; Τὰς ὄρνεις καλῶς πιαίνεις· μᾶλλον δὲ οὐδὲ ἐκείνας καλῶς· ὅταν γὰρ πιανθῶσι, ἄχρηστοι πρὸς ὑγιεινήν εἰσι δίαιταν. Τοσοῦτον κακὸν ἡ τρυφή, ὡς καὶ ἐν ἀλόγοις τὴν λύμην ἐπιδείκνυσθαι. Καὶ γὰρ ἐκείνας τρυφώσας καὶ ἑαυταῖς καὶ ἡμῖν ἀχρήστους ποιοῦμεν, Καὶ γὰρ τὰ περιττώματα ἀκατέραγαστα, καὶ ἡ ὑγροτέρα σῆψις ἀπὸ τῆς πιμελῆς ἐκείνης γίνεται. Τὰ δὲ οὐχ οὕτω τρεφόμενα, ἀλλ’, ὡς ἄν εἴποι τις, ἐν νηστείᾳ διάγοντα, καὶ συμμέτρῳ διαίτῃ, καὶ πονοῦντα καὶ ταλαιπωρούμενα, ταῦτα καὶ ἑαυτοῖς καὶ ἄλλοις χρησιμώτατα καὶ πρὸς τροφὴν καὶ πρὸς τὰ ἄλλα ἅπαντα. Οἱ γοῦν ἐκεῖνα σιτούμενοι μᾶλλον ὑγιαίνουσιν· οἱ δὲ τούτοις τερφόμενοι αὐτοῖς ἐοίκασι, νωθροὶ καὶ ἐπίνοσοι γινόμενοι, καὶ τὸν δεσμὸν χαλεπώτερον ἐργαζόμενοι. Οὐδὲν γὰρ οὕτω σώματι πολέμιον καὶ βλαβερόν, ὡς ἡ τρυφή· οὐδὲν οὕτω διαρρήγνυσι καὶ καταχώννυσιν αὐτὴν καὶ διαφθείρει, ὡς ἀσωτία. Διὸ μάλιστα ἄν τις κἀντεῦθεν ἐκπλαγείη τῆς ἀνοίας αὐτούς, ὅτι οὐδὲ ὄσην ἐπὶ τῶν ἀσκῶν ἔχουσιν ἕτεροι τὴν φειδώ, τοσαύτην ἐφ’ ἑαυτῶν θέλουσιν ἐπιδείκνυσθαι οὗτοι. Ἐκείνους μὲν γὰρ οἱ τῶν οἴνων πρᾶται οὐκ ἑῶσι πλέον τοῦ δέοντος λαβεῖν, ὥστε μὴ διαρραγῆναι· τὴν δὲ ἀθλίαν οὗτοι γαστέρα οὐδὲ ταύτης ἀξιοῦσι τῆς προνοίας· ἀλλ’ ἐπειδὰν αὐτὴν ἐμπλήσωσι καὶ διαρρήξωσι, μέχρι τῶν ὤτων, μέχρι τῶν ρινῶν, μέχρι τῆς φάρυγγος αὐτῆς πληροῦσιν ἅπαντα, διπλῆν ἐντεῦθεν τῷ πνεύματι καὶ τῇ ζῶον οἰκονμούσῃ δυνάμει κατασκευάζοντες τὴν στενοχωρίαν. Μὴ γὰρ διὰ τοῦτό σοι γέγονε φάρυξ, ἵνα μέχρι τοῦ στόματος ἄνω σεσηπότος οἴνου καὶ τῆς ἄλλης ἀποπληρώσῃς αὐτὸν διαφθορᾶς; Οὐ διὰ τοῦτο, ἄνθρωπε, ἀλλ’ ἵνα προηγουμένως ᾄδης τῷ Θεῷ, καὶ τὰς ἱερὰς ἀναπέπεμπῃς εὐχάς, καὶ τοὺς θείους ἀναγινώσκῃς νόμους, καὶ τοῖς πλησίον τὰ συμφέροντα συμβουλεύῃς. Σὺ δὲ ὥσπερ διὰ τοῦτο αὐτὴν λαβών, ἐκείνῃ μὲν οὐδὲ μικρὸν ἐᾷς καιρὸν σχολάζειν τῇ λειτουργίᾳ, πάντα δὲ τὸν βίον τῇ πονηρᾷ ταύτῃ αὐτὴν ὑποττάσεις δουλείᾳ. Καὶ ὥσπερ εἴ τις κιθάραν λαβών, χρυσᾶς νευρὰς ἔχουσαν, καὶ ἡρμοσμένην καλῶς, ἀντὶ τοῦ τὴν παναρμόνιον μελῳδίαν εἰς αὐτὴν ἀνακρούεσθαι, κόπρῳ πολλῇ καταχώσειε καὶ πηλῷ· οὕτω καὶ οὗτοι ποιοῦσι. Κόπρον δὲ οὐ τὴν τροφὴν ἐκάλεσα, ἀλλὰ τὴν τρυφήν, καὶ τὴν πολλὴν ἐκείνη ἀσέλγειαν. Τὸ γὰρ πλέον τοῦ δέοντος οὐκ ἔστι τροφὴ, ἀλλὰ λύμη μόνον. Καὶ γὰρ ἡ γαστὴρ μονη διὰ τὴν τῶν σιτίων μόνον γέγονεν ὑποδοχήν· στόμα δέ, καὶ φάρυξ, καὶ γλῶττα, καὶ δι’ ἕτερα ἀναγκαιότερα τούτων πολλῷ· μᾶλλον δὲ οὐδὲ ἡ γαστήρ διὰ σιτίων ὑποδοχὴν ἁπλῶς, ἀλλὰ διὰ σιτίων ὑποδοχὴν συμμέτρων. Καὶ τοῦτο δηλοῖ, καταβοῶσα ἡμῶν μυρία, ὅταν ἐπηρεάσωμεν αὐτὴν διὰ τῆς πλεονεξίας ταύτης·  οὐ καταβοᾷ δὲ μόνον, ἀλλὰ καὶ ἀμυνομένη τῆς ἀδικίας τὴν ἐσχάτην ἡμᾶς ἀπαιτεῖ δίκην.  Καὶ πρῶτον τοὺς πόδας τιμωρεῖται, τοὺς βαστάζοντας καὶ ἀπάγοντας ἡμᾶς ἐπὶ τὰ πονηρὰ ἐκεῖνα συμπόσια, ἔπειτα τὰς χεῖρας τὰς διακονουμένας αὐτῇ συνδέουσα, ἄνθ’ ὧν τοσαῦτα καὶ τοιαῦτα προσῆγον ἐδέσματα· πολλοὶ δὲ καὶ αὐτὸ τὸ στόμα διέστρεψαν, καὶ ὀφθαλμοὺς καὶ κεφαλήν. Καὶ καθάπερ οἰκέτης, ὅταν ἐπιταγῇ τι τὴν δύναμιν ὑπερβαῖνον, ἀπονοηθεὶς ὑβρίζει εἰς τὸν ἐπιτάξαντα πολλάκις· οὕτω καὶ αὕτη μετὰ τῶν μελῶν τούτων καὶ τὸν ἐγκέφαλον πολλάκις αὐτὸν βιασθεῖσα ἀπόλλυσι καὶ διαφθείρει. Καὶ τοῦτο ὁ Θεὸς ᾠκοδόμησε καλῶς ἐκ τῆς ἀμετρίας τοσαύτην γίνεσθαι βλάβην, ἵνα ὅταν ἑκὼν μὴ φιλοσοφῇς, κἄν ἄκων διὰ τὸν φόβον τῆς τοσαύτης διαφθορᾶς μετριάζειν μάθῃς. Ταῦτ’ οὖν εἰδότες, φύγωμεν τροφήν, ἐπιμελώμεθα συμμετρίας, ἵνα καὶ τῆς τοῦ σώματος ὑγείας ἀπολαύσωμεν, καὶ τὴν ψυχὴν πάσης ἀπαλλάξαντες ἀρρωστίας, τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ του Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
α. Αὐτὸ ποὺ ἔλεγα προηγούμενα ὅτι, ὅταν λείπη ἡ ἀρετὴ εἶναι ὅλα περιττά, ἀποδεικνύεται τώρα πλουσιώτατα. Ἐγὼ ἔλεγα ὅτι καὶ ἡ ἡλικία καὶ ἡ ἰδιοσυγκρασία, καὶ ἡ κατοικία στὴν ἔρημο καὶ τὰ παρόμοια δὲν ὠφελοῦν, ὅταν λείπη ἡ ἀγαθὴ προαίρεση.  Αὐτὸ γίνεται ὁλοφάνερο ἀπὸ δῶ. Ἐνῶ μιλοῦσε στὸν κόσμο, τοῦ εἶπε κάποιος ὅτι ἡ μητέρα σου καὶ τ’ ἀδέλφια σου σ’ ἀναζητοῦν.  Κι αὐτὸς εἶπε·  Ποιά εἶναι ἡ μητέρα μου καὶ ποιὰ  τ’ ἀδέλφια μου; Αὐτὰ τὰ ἔλεγε ὄχι ἐπειδὴ ντρεπόταν τὴ μητέρα,  οὔτε γιατὶ ἀρνιόταν ἐκείνην, ποὺ  τὸν εἶχε γεννήσει -ἄν ντρεπόταν δὲ θὰ γεννιόταν ἀπ’ αὐτήν. Ἤθελε νὰ φανερώση, ὅτι σὲ τίποτα δὲν τὴν ὠφελοῦσε αὐτό, ἄν δὲν κάνη  ὅλα ὅσα πρέπει.  Κι αὐτὸ ποὺ ἔκαμε ἦταν περιττὴ φιλοδοξία·  ἤθελε  νὰ δείξη στὸν κόσμο ὅτι ἔχει στὸ χέρι τὸ παιδί καὶ τὸ διατάζει·  δὲν ὑποψιαζόταν  ἀκόμα τίποτα γι’ αὐτὸν σπουδαῖο·  γιὰ τοῦτο καὶ ἦρθε κοντά του ἄκαιρα.  Προσέξετε λοιπὸν κι ἐκείνης τὴν ἀπερισκεψία κι αὐτῶν. Ἔπρεπε νὰ μποῦν μαζὶ μὲ τὸν κόσμο καὶ ν’ ἀκούσουν κι ἄν δὲν τοὺς ἄρεσε αὐτό, νὰ περιμένουν νὰ τελειώση τὸ λόγο του καὶ τότε νὰ πλησιάσουν. Αὐτοὶ ὅμως τὸν καλοῦν ἔξω καὶ μάλιστα μπροστὰ σ’ ὅλους, δείχνοντας περιττὴ φιλοδοξία καὶ θέλοντας ν’ ἀποδείξουν ὅτι τοῦ ἐπιβάλλονται μὲ πολλὴν ἐξουσία.  Αὐτὸ τὸ δείχνει κι ὁ Εὐαγγελιστὴς κατηγορῶντας τους. Αὐτὸ ἀκριβῶς ὑπονοεῖ ὅταν λέη·  Ἐνῶ μιλοῦσε αὐτὸς ἀκόμα στὸν κόσμο. Σὰ νὰ λέη·  Δὲν ἦταν ἄλλη ὥρα; Δὲν μποροῦσαν νὰ μιλήσουν ἰδιαιτέρως; Μὰ καὶ γιὰ ποιό λόγο ἤθελαν νὰ μιλήσουν; Ἄν ἦταν γιὰ τὴν ὑπεράσπιση τῆς ἀλήθειας, ἔπρεπε νὰ μιλήσουν φανερὰ καὶ μπροστὰ σὲ ὅλους, ὥστε νὰ ὠφεληθοῦν καὶ οἱ ἄλλοι· ἄν ὅμως γιὰ πράγματα μὲ ἀτομικὸ ἐνδιαφέρον δὲν ἔπρεπε νὰ βιάζωνται τόσο. Ἀφοῦ δὲν ἐπέτρεψε τὴν ταφὴ τοῦ πατέρα, γιὰ νὰ μὴν ἐμποδιστοῦν νὰ τὸν ἀκολουθήσουν, πολὺ περισσότερο δὲν ἔπρεπε νὰ διακόψη τὴν ὁμιλία του γιὰ χάρη ἀνθρώπων χωρὶς συγγενικὴ σχέση. Φανερὸ λοιπὸν πὼς ἀπὸ κενοδοξία μόνο ἐνεργοῦσαν  ἔτσι. Αὐτὸ τὸ  ἔλεγε καὶ ὁ Ἰωάννης ὅτι οὔτε οἱ ἀδελφοί του δὲν πίστευαν σ’ αὐτόν. Κι ἐπαναλαμβάνει τὰ λόγια τους, ποὺ εἶναι γεμᾶτα ἀπὸ ἀστοχασιά·  ὅτι τὸν τραβοῦσαν πρὸς τὰ Ἱεροσόλυμα, ὄχι γι’ ἄλλο λόγο ἀλλὰ νὰ κερδίσουν δόξα  ἀπὸ  τὰ  θαύματά του. Ἅν  κάμης αὐτὰ τὰ θαύματα, λέει, παρουσιάσου στὸν κόσμο.  Κανένας δὲν κάμει κάτι στὰ κρυφὰ  καὶ θέλει ἔπειτα νὰ εἶναι γνωστός.  Τότε κι αὐτὸς τοὺς  ἐπιτίμησε, κατηγορῶντας τὸ σαρκικὸ  φρόνημά τους. Οἱ Ἰουδαῖοι τὸν περιγελοῦσαν, ὅτι δὲν εἶναι αὐτὸς ὁ γιὸς τοῦ μαραγκοῦ, ποὺ ξαίρομε τὸν πατέρα  καὶ τὴ μητέρα του κι οἱ ἀδελφοί του δὲν εἶναι τῆς σειρᾶς  μας;  Γι’ αὐτὸ κι ἐκεῖνοι ἀποκρούοντας τὴν ἀσημότητα τῆς  γενιᾶς τους, τὸν ἔσπρωχναν στὴν ἐπίδειξη τῶν θαυμάτων του.  Γι’ αὐτὸ τοὺς ἀντιφέρεται, θέλοντας νὰ θεραπεύση  τὸ νόσημά τους. Ἄν ἤθελε ν’ ἀρνηθῆ τὴ μητέρα του, θὰ τὸ ἔκαμε, ὅταν ἐκεῖνοι τὸν περιγελοῦσαν. Τότε ὅμως φαίνεται ὅτι τόσο φροντίζει γι’ αὐτήν, ὥστε καὶ στὸν ἴδιο τὸν σταυρό ὅταν ἦταν, τὴν ἐμπιστεύεται στὸν  πιὸ ἀγαπητὸ  ἀπ’ ὅλους  μαθητή του κ αὶ πολλὰ τοῦ παραγγέλλει γι’ αὐτήν.  Τώρα ὅμως δὲν ἐνεργεῖ ἔτσι, ἐπειδὴ φροντίζει  γι’ αὐτὴν καὶ τοὺς ἀδελφούς. Ἐπειδὴ τὸν ἔβλεπαν σὰν ἁπλὸ ἄνθρωπο καὶ ἔνιωθαν κενοδοξία, ἀπομακρύνει τὸ πάθος τους, ὄχι ἐπιπλήττοντας τους ἀλλὰ διορθώνοντάς τους. Ἐμεῖς ἄς προσέξωμε ὄχι μόνο τοὺς λόγους, ποὺ ἐκφράζουν τὴ ζυγισμένη ἐκτίμηση, ἀλλὰ καὶ τὴν οἴηση καὶ τὴν τόλμη ποὺ ἔδειξαν οἱ ἀδελφοί του καὶ ποιὸς ἦταν αὐτὸς ποὺ ἐπιτιμοῦσε. Δὲν ἦταν ἁπλὸς ἄνθρωπος, ἀλλὰ ὁ Μονογενὴς τοῦ Θεοῦ.  Ἀκόμα τί ἐπιδίωκε μὲ τὴν ἐκτίμηση;  Δὲν ἤθελε νὰ τοὺς  ὁδηγήση σ’ ἀδιέξοδο ἀλλὰ νὰ τοὺς ἀπαλλάξη ἀπὸ ἕνα  πολὺ  τυραννικὸ  πάθος καὶ  λίγο λίγο  νὰ τοὺς ἀνεβάση  στὴ σωστή  ἀντίληψη γιὰ τὸν ἑαυτό του  καὶ νὰ τοὺς πείση ὅτι δὲν ἦταν  μόνο γιός της ἀλλὰ καὶ Κύριος.  Θὰ δοῦμε τότε ὅτι ἦταν σ’ αὐτὸν πολὺ  ταιριαστὸ  νὰ ἐπιτιμᾶ καὶ  ἐκείνη κέρδιζε ὠφέλεια.  Κι ἀκόμα ὅτι ἦταν μιὰ ἐπιτίμηση  πολὺ ἤπια.  Δὲν  εἶπε στὴ μητέρα του·  Φύγε, γιατὶ  δὲν εἶσαι ἡ μητέρα μου. Ἀλλὰ ἀπευθύνεται  σ’  ἐκεῖνο  ποὺ τοῦ μίλησε· εἶπε·  Ποιά εἶναι  ἡ  μητέρα μου; Πετυχαίνει καὶ τοῦτο μὲ τὸ λόγο  του· νὰ μὴν ἀμελοῦν τὴν ἀρετὴ  μήτε  αὐτοὶ μήτε ἄλλοι μὲ τὸ θάρρος τῆς συγγένειας.  Γιατὶ  ἄν δὲν  ὠφελοῦσε ἐκεῖνην  τὸ  ὅτι  ἦταν μητέρα του ἄν δὲν εἶχε ἀρετή, μὲ  δυσκολία  κάποιον ἄλλον θὰ ἔσωζε ἡ συγγένεια. Μιὰ καλὴ καταγωγὴ μόνο ὑπάρχει, νὰ κάμης τὸ θέλημα τοῦ Θεοῦ. Αὐτὸ τὸ εἶδος τῆς καταγωγῆς  εἶναι καλύτερο ἀπὸ κεῖνο καὶ πιὸ βασικὸ.
β.Ἄς ἔχουμε στὸ νοῦ μας αὐτὰ κι  ἄς μὴν καυχιώμαστε μήτε γιὰ  τὰ ἐξαίρεται παιδιά μας, ἄν δὲν ἔχωμε οἱ ἴδιοι τὴν ἀρετή τους, μήτε γιὰ τοὺς γενναίους πατέρες μας, ἄν δὲν ἔχωμε τὴν ἴδια γενναιότητα.  Γίνεται νὰ μὴν  εἶναι πατέρας σου κι αὐτὸς ποὺ σὲ γέννησε, κι αὐτὸς ποὺ δὲ σὲ γέννησε νὰ εἶναι. Γι’ αὐτὸ ὄταν ἄλλοτε τοῦ εἶπε κάποια γυναῖκα· Μακαρισμένη ἡ γυναῖκα ποὺ σὲ γέννησε καὶ σὲ θήλασε, δὲν εἶπε, δὲ μὲ γέννησε γυναῖκα οὔτε θήλασα. Εἶπε τοῦτο·  Καλά, ἀλλὰ μακαρισμένοι ὅσοι κάνουν τὸ θέλημα τοῦ Πατέρα μου. Βλέπετε ὅτι ποτὲ δὲν ἀρνεῖται τὴ φυσικὴ συγγένεια, προσθέτει ὅμως τὴ συγγένεια τῆς ἀρετῆς. Κι ὁ Πρόδρομος λέγοντας· Γεννήματα ἐχιδνῶν, μὴ πῆτε πατέρα ἔχομε τὸν Ἀβραάμ, δὲ θέλει νὰ δείξη ὅτι δὲν προέρχονται ἀπὸ τὸν Ἀβραάμ, ἀλλὰ  ὅτι ἡ καταγωγή τους αὐτὴ σὲ τίποτε δὲν τοὺς ὠφελεῖ, ἄν δὲν ἔχουν τὴ συγγένεια τῆς διαγωγῆς. Τὸ ἴδιο  δηλώνει κι ὁ Χριστός, ὅταν ἔλεγε· Ἄν ἤσαστε παιδιὰ τοῦ Ἀβραάμ, θὰ ἐκάματε τὰ ἔργα τοῦ Ἀβραάμ. Δὲ θέλει νὰ τοὺς ἀποξενώσει ἀπὸ τὴ φυσικὴ συγγένεια ἀλλὰ τοὺς ὑποδεικνύει νὰ ἐπιδιώξουν τὴν ἀνώτερη ἀπὸ αὐτὴν καὶ βασικώτερη.  Αὐτὸ ἀποδεικνύει κι ἀλλοῦ, ἀλλὰ μὲ τρόπο λιγώτερο πειραχτικὸ καὶ λεπτότερο, γιατὶ βέβαια μιλοῦσε στὴν μητέρα του.  Δὲν εἶπε  ὅτι «δὲν  εἶναι  μητέρα μου, ἐπειδὴ δὲν κάμουν τὸ θέλημά μου»· οὔτε τοὺς ἀποκήρυξε οὔτε τοὺς καταδίκασε· τοὺς ἀναγνωρίζει ἀκόμα τὸ δικαίωμα τῆς βουλήσέως  τους, μιλῶντας  τους μὲ τὴ μετριοπάθεια ποὺ τοῦ ταιριάζει.  Αὐτοὶ ποὺ κάνουν τὸ θέλημα, λέει, τοῦ Πατέρα μου, αὐτοὶ εἶναι ἀδελφός μου καὶ μητέρα μου. Ὥστε ἄν θέλουν  νὰ εἶναι, ἄς βαδίσουν τὸ  δρόμο αὐτό. Κι ὅταν φώναξε ἡ γυναῖκα «μακαρισμένη ἡ γυναῖκα  ποὺ σὲ γέννησε, δὲ εἶπε «δὲν εἶναι μητέρα μου, ἀλλὰ ἄν θέλη νὰ εἶναι μακαρισμένη, ἄς κάνη τὸ θέλημα  τοῦ Πατέρα μου.  Αὐτὸς ὁ ἄνθρωπος μοῦ εἶναι ἀδελφὸς καὶ ἀ δελφὴ καὶ μητέρα». Ὕψος τιμῆς, ἀξία τῆς ἀρετῆς.  Σὲ τὶ κορυφὲς ἀνεβάζει ὅποιον τὴ διαθέτει! Πόσες γυναῖκες  ἐμακάρισαν  τὴν ἁγία Παρθένο κι  εὐχήθηκαν  νὰ γίνουν οἱ ἴδιες τέτοιες μητέρες κι ἄς ἔχασαν τὰ πάντα. Τί λοιπὸν τοὺς ἐμποδίζει; Μᾶς ἄνοιξαν πλατὺ δρόμο, καὶ μποροῦν ὄχι μόνο  γυναῖκες  ἀλλὰ  καὶ  ἄνδρες νὰ βρεθοῦν σ’ αὐτὸ τὸ ἐπίπεδο καὶ σὲ ἀκόμα ψηλότερο. Αὐτὸ ἔχει πολὺ περισσότερη  δύναμη  νὰ φτιάξη  τὴ μητέρα παρὰ ἐκεῖνοι οἱ πόνοι τοῦ τοκετοῦ. Ὥστε ἄν ἀξίζη ἐκεῖνο νὰ μακαρίζεται, πολὺ  περισσότερο ἀξίζει αὐτό, ὅσο βασικώτερο εἶναι.  Μὴν ἔχης λοιπὸν τὴν  ἐπιθυμία μόνο ἀλλὰ μὲ πολλὴ προθυμία  βάδιζε  καὶ τὸ  δρόμο, ποὺ θὰ σὲ φέρη στὴν ἐκπληρωση τῆς ἐπιθυμίας σου. Αὐτὸ εἶπε καὶ βγῆκε ἀπὸ τὸ σπίτι.  Παρατηρήσατε πῶς καὶ τοὺς ἐπιτίμησε καὶ αὐτὸ ἔκαμε ποὺ ποθοῦσαν. Τὸ ἴδιο κάμει καὶ στοὺς γάμους.  Κι ἐκεῖ ἐπιτίμησε  τὴ  μητέρα του, ὅταν  ζητοῦσε   πρὶν  ἀπὸ τὴν ὥρα καὶ  συνάμα δὲν ἐναντιώθηκε· μὲ  τὸ πρῶτο ἤθελε νὰ διορθώση τὴν ἀνθρώπινη ἀδυναμία τους, μὲ τὸ δεύτερο ἔδειξε τὴν ἀγάπη πρὸς τὴ μητέρα  του. Ἔτσι κι ἐδῶ· καὶ τὴ νόσο τῆς κενοδοξίας ἐθεράπευσε καὶ ὅπως ἔπρεπε ἐτίμησε τὴν μητέρα του, μολονότι  ἦταν ἄκαιρη  ἡ αἴτησή της. Τὴν ἡμέρα ἐκείνη, γράφει  ὁ  Εὐαγγελιστής,  βγῆκε ὁ Ἰησοῦς ἀπὸ τὸ σπίτι καὶ καθόταν κοντὰ  στὴ θάλασσα. Ἄν  θέλετε, τοὺς  λέει, νὰ  ἰδῆτε καὶ ν’ ἀκούσετε, ἰδοὺ  βγαίνω ἔξω  καὶ  σᾶς μιλῶ.  Ἀφοῦ ἔκαμε πολλὰ θαύματα, παρέχει πάλι τὴν ὠφέλεια τῆς διδασκαλίας του. Καὶ κάθεται κοντὰ στὴ θάλασσα, ψαρὰς ποὺ προσπαθεῖ νὰ πιάση στὰ δίχτυα του τοὺς κατοίκους τῆς γῆς. Καὶ δὲν κάθισε τυχαῖα κοντὰ στὴ θάλασσα· ὁ Εὐαγγελιστὴς κάνει ὑπαινιγμό. Τὸ  ἔκαμε γιὰ νὰ δείξη ὅτι ἤθελε  μὲ προσοχὴ  νὰ φτιάξη τὸ θέατρο, νὰ τοὺς ἔχη ὅλους ἐμπρὸς καὶ κανένα στὰ νῶτα. Καὶ μαζεύτηκε, συνεχίζει, κοντά  του  κόσμος πολύς, ὥστε ἀναγκάστηκε  νὰ μπρῆ καὶ νὰ καθίση στὸ πλοῖο.  Κι ὅλος ὁ κόσμος στεκόταν στὴν ἀκρογιαλιά.  Κι ἀφοῦ κάθισε ἐκεῖ τοὺς μιλᾶ μὲ παραβολές. «Καὶ τοὺς μίλησε, γράφει, πολλὴ ὥρα μὲ παραβολές». –Στὸ βουνὸ δὲν εἶχε κάμε ἔτσι, οὔτε ἔπλεξε τὸ λόγο του μὲ τὸσες  παραβολές.- Τότε ἦσαν πλήθη μονάχα, κόσμος ἀκαλιέργητος·  ἐδῶ ὅμως δὲν ἔλειπαν  καὶ οἱ γραμματεῖς καὶ οἱ  Φαρισαῖοι - Προσέξετε  τώρα ποιά παραβολὴ τοὺς ἀπευθύνει πρῶτα καὶ πῶς τὴν ἐκθέτει  μὲ τὴ σειρὰ ὁ Ματθαῖος. Ποιά λοιπὸν  λέγει πρώτη; Αὐτὴν ποὺ ἔπρεπε νὰ πῆ πρώτη, ποὺ κάνει προσεκτικώτερο τὸν ἀκροατή. Ἐπειδὴ ἦταν νὰ μιλήση μεταφορικά, ξυπνᾶ πρῶτα  τὸ μυαλὸ τῶν ἀκροατῶν του μὲ τὴν παραβολή. Γι’ αὐτὸ κι ἄλλος εὐαγγελιστὴς τοὺς ἐπιτίμησε γιατὶ δὲν ἐννοοῦσαν·  Πῶς δὲν ἀντιληφθήκατε τὴν παραβολή; Καὶ  δὲ  μιλᾶ γι’ αὐτὸ μονάχα μὲ  παραβολὲς ἀλλὰ γιὰ νὰ κάνη τὸ λόγο πιὸ παραστατικό καὶ νὰ τὸν ἐντυπώση βαθύτερα καὶ νὰ φέρη τὰ πράγματα μπροστὰ στὰ  μάτια τους. Τὸ ἴδιο κάνουν καὶ οἱ προφῆτες.
γ΄. Ποιὰ εἶναι λοιπὸν ἡ παραβολὴ; Ἰδοὺ βγῆκε λέει, αὐτὸς ποὺ σπέρνει γιὰ νὰ σπείρη. Ἀπὸ ποῦ βγῆκε αὐτὸς ποὺ εἶναι παρὼν σ’ ὅλα τὰ μέρη, αὐτὸς  ποὺ  τὰ γεμίζει ὅλα; Καὶ πῶς βγῆκε; Ὄχι τοπικὰ ἀλλὰ κατὰ τὴ σχετικὴ μὲ ἐμᾶς οἰκονομία του, ἔγινε πλησιέστερός  μας μὲ τὴν ἔνδυση  τῆς  σάρκας. Ἐπειδὴ δὲν μπορούσαμε νὰ μποῦμε ἐμεῖς, καθὼς μᾶς ἔκλειναν τὴν εἴσοδο τὰ ἁμαρτήματά μας, βγαίνει ἐκεῖνος σ’ ἐμᾶς. Καὶ μὲ ποιὸ σκοπὸ βγῆκε; Γιὰ νὰ καταστρέψη τὴ γεμάτη ἀπὸ ἀγκάθια γῆ καὶ νὰ τιμωρήση τοὺς γεωργούς; καθόλου· ἀλλὰ νὰ καλλιεργήση καὶ νὰ φροντίση καὶ νὰ σπείρη τὸ λόγο τῆς εὐσέβειας. Σπόρο ἐδῶ ἐννοεῖ τὴ διδασκαλία· χωράφι τὶς ψυχὲς τῶν ἀνθρώπων· σπορέα τὸν ἑαυτό του. Καὶ ποιὰ ἡ τύχη τοῦ σπόρου τούτου;  Τὰ τρία μέρη χάνονται, μένει  τὸ ἕνα. Κι ὅπως ἔσπερνε, μέρος τοῦ σπόρου ἔπεσε κοντὰ στὸ δρόμο.  Κι  ἦρθαν τὰ πουλιὰ καὶ τὸν ἔφαγαν.  Δὲν εἶπε ὅτι αὐτὸς ἔριξε τὸ σπόρο ἀλλὰ ἔπεσε.  Μέρος τοῦ σπόρου ἔπεσε  στὴν πέτρα, ὅπου δὲν εἶχε χῶμα πολύ· φύτρωσε ἀμέσως ἐπειδὴ δὲν  εἶχε  βάθος ἡ γῆ· τὸ χτύπησε ὁ ἥλιος ποὺ βγῆκε καὶ ἐπειδὴ δὲν εἶχε ρίζα ξεράθηκε. Ἄλλο  μέρος ἔπεσε  στ’ ἀγκάθια ἀλλὰ τ’ ἀγκάθια ψήλωσαν καὶ ἔπνιξαν τὰ φυτά. Ἄλλο  μέρος  ἔπεσε στὴ καλὴ γῆ κι ἔδωσε καρπὸ στὰ ἑκατὸ, καὶ στὰ ἑξῆντα καὶ στὰ τριάντα. Ὅποιος ἔχει αὐτιὰ ἄς ἀκούη.  Τὸ τέταρτο  ἔμεινε μόνο  κι  ὄχι ἴσο μὲ τ’ ἄλλα ἀλλὰ κι ἐδῶ μὲ μεγάλη  διαφορά. Τὰ ἔλεγε αὐτὰ δείχνοντας  ὅτι πλούσια μιλοῦσε σ’ ὅλους. Κι ὅπως αὐτὸς ποὺ σπέρνει δὲ χωρίζει τὸ χωράφι ποὺ ἁπλώνεται μπροστά του ἀλλὰ ἁπλᾶ καὶ χωρὶς  νὰ  κάνη  διάκριση ρίχνει τὸ σπόρο, ἔτσι κι αὐτὸς δὲν ξεχωρίζει πλούσιο καὶ φτωχό, σοφὸ καὶ ἄσοφο, ὀκνηρὸ καὶ  ἐνεργητικό, γενναῖο καὶ δειλό·  μιλοῦσε σ’ ὅλους, ἐκπληρώνοντας τὴν ἀποστολή του, ἄν καὶ γνωρίζη τί θὰ συμβῆ. Θέλει νὰ ἔχει τὸ δικαίωμα  νὰ  πῆ·  «τί ἔπρεπε νὰ κάνω ποὺ δὲν τὸ ἔκαμα;».  Καὶ  οἱ προφῆτες παρομοιάζουν τὸ λαὸ μὲ ἀμπέλι. «Ἀπόχτησε ἀμπέλι ὁ ἀγαπητός», γράφει. Καὶ  «μεταφύτεψε  ἀμπέλι ἀπὸ τὴν Αἰγυπτο». Ὁ Χριστὸς μιλάει γιὰ σπόρο, γιὰ νὰ φανερῶση τί πρᾶγμα; Ὅτι τώρα θὰ εἶναι γρήγορη ἡ ὑπακοὴ  κι εὐκολώτερη  καὶ  θὰ δώση  ἀμέσως τὸν καρπό της.  Κι ὅταν  ἀκούσετε ὅτι βγῆκε  αὐτὸς ποῦ σπέρνει γιὰ νὰ σπείρη, μὴ  τὸ  θεωρήσετε τοῦτο  ταυτολογία. Γιατὶ  αὐτὸς ποὺ σπέρνει βγαίνει πολλὲς φορὲς  καὶ γιὰ ἄλλη ἐργασία, νὰ συμπληρώση, νὰ κάψη τὰ ἄχρηστα χόρτα, νὰ βγάλη  τ’ ἀγκάθια, νὰ φροντίζη γιὰ κάτι ἄλλο. Αὐτὸς ὅμως βγῆκε γιὰ νὰ σπείρη.
Πέστε μου τώρα, πῶς χάθηκε ὁ περισσότερος  σπόρος. Ὄχι ἀπὸ ἀφορμὴ αὐτὸν ποὺ ἔσπειρε, ἀλλὰ ἀπὸ ἀφορμὴ τὴ γῆ ποὺ δέχτηκε τὴ σπορά, δηλαδὴ τὴν ψυχὴ ποὺ δὲν ἄκουσε.  Καὶ γιατί δὲ λέει, ὅτι ἄλλο σπόρο δέχτηκαν οἱ ὀκνηροὶ καὶ τὸν χάλασαν, ἄλλον οἱ πλούσιοι καὶ τὸν ἔπνιξαν κι ἄλλον οἱ ἀδιάφοροι καὶ τὸν πρόδωσαν; Δὲ θέλει νὰ τοὺς χτυπήση δυνατά, γιὰ νὰ μὴν τοὺς ὁδηγήση στὴν ἀπόγνωση ἀλλὰ ἀφήνει τὸν ἔλεγχο στὴν συνείδηση τῶν ἀκροατῶν. Καὶ δὲν τὸ ἔπαθε αὐτὸ ὁ σπόρος μονάχα ἀλλὰ καὶ τὸ δίχτυ. Γιατὶ πολλὰ ἄχρηστα ἔφερε κι αὐτό.  Καὶ τοὺς λέει αὐτὴ τὴν παραβολὴ προαλείφοντας καὶ προετοιμάζοντας τοὺς μαθητὰς νὰ μὴν ἀπογοητεύωνται, ἀκόμα κι ἄν χάνωνται περισσότεροι ἀπ’ ὅσους ποὺ δέχονται τὸ λόγο. Αὐτὸ ἔγινε καὶ στὸ Δεσπότη·  κι αὐτὸς ποὺ ἐγνώριζε  ἀπὸ πρῶτα ὅτι αὐτὰ θὰ γίνουν δὲν ἀρνήθηκε τὴ σπορά. Καὶ πῶς δικαιολογεῖται ἡ σπορὰ πάνω στ’ ἀγκάθια καὶ στὴν πέτρα καὶ στὸν δρόμο; Βέβαια εἶναι ἀδικαιολόγητη στὴν περίπτωση τοῦ πραγματικοῦ σπόρου καὶ τῆς γῆς.  Στὶς ψυχὲς ὅμως καὶ τὴ διδασκαλία, γίνεται αὐτὸ ἀφορμὴ γιὰ πολὺν ἔπαινο.  Σωστὰ μπορεῖς νὰ κατηγορήσης τὸ γεωργὸ ποὺ σπέρνει ἔτσι.  Γιατὶ δὲν πρόκειται ἡ πέτρα νὰ γίνη γῆ, καὶ ὁ δρόμος νὰ μὴν εἶναι δρόμος καὶ τὰ ἀγκάθια ἀγκάθια. Στὶς λογικὲς ὅμως ὑπάρξεις δὲ γίνεται ἔτσι. Εἶναι δυνατὸ ἡ πέτρα ν’ ἀλλάξη καὶ νὰ γίνη εὔφορη γῆ, κι ὁ δρόμος νὰ μὴν πατιέται πιά, μήτε νὰ εἶναι ἀνοιχτὸς σ’ ὅλους τοὺς περαστικοὺς ἀλλὰ νὰ γίνη χωράφι γόνιμο καὶ τ’ ἀγκάθια νὰ ἐξαφανιστοῦν καὶ οἱ σπόροι νὰ ἔχουν μεγάλη ἄνεση -Ἄν δὲν ἦταν αὐτὸ σωστό, δὲ θὰ ἔσπερνε ἐκεῖνος. Κι ἄν δὲν ἔγινε σ’ ὅλους μεταβολή, δὲν ἐξαρτᾶται ἀπ’ αὐτὸν ποὺ ἔσπειρε ἀλλ’ ἀπ’ αὐτοὺς ποὺ δὲ θέλησαν ν’ ἀλλάξουν. Ἐκεῖνος ἔκαμε τὸ δικό του ἔργο. Ἄν αὐτοὶ τὸ πρόδωσαν, δὲν ἔχει εὐθύνη αὐτὸς ποὺ ἔδειξε τόση φιλανθρωπία. Προσέξτε σεῖς ὅτι δὲν εἶναι ἕνας ὁ δρόμος τῆς καταστροφῆς ἀλλὰ πολλοὶ καὶ διάφοροι μεταξύ τους. –Οἱ ἄνθρωποι ποὺ παρομοιάζονται μὲ δρόμο εἶναι οἱ βάναυσοι καὶ οἱ ὀκνηροὶ καὶ οἱ ἀδιάφοροι· μὲ τὴν πέτρα οἱ πιὸ ἀσθενικοί μόνο. Τὰ πετρώδη μέρη ποὺ δέχτηκαν τὸ σπόρο εἶναι αὐτοὶ ποὺ ἀκοῦν τὸ λόγο καὶ τὸν δέχονται ἀμέσως μὲ χαρά, δὲ ριζώνει ὅμως μέσα τους βαθιὰ ἀλλὰ εἶναι προσωρινός. Κι ὅταν ἔρθη θλίψη ἤ διωγμὸς ἐξ αἰτίας τοῦ λόγου, σκανδαλίζονται ἀμέσως. Σὲ καθέναν ποὺ ἀκούει τὸ λόγο τῆς ἀλήθειας καὶ δὲν τὸν κατανοεῖ ἔρχεται ὁ πονηρὸς κι ἁρπάζει τὸ σπόρο ἀπὸ τὴν καρδιά του. Αὐτὸς εἶναι ὁ σπόρος ποὺ ἔπεσε στὸ δρόμο. Οὔτε εἶναι ἴσο νὰ ἀπομαραθῆ ἡ διδασκαλία χωρὶς νὰ τὴν πειράζη εἴτε νὰ τὴν κλονίζει κανένας καὶ νὰ τὸ πάθη αὐτὸ ἐπειδὴ ἀπειλοῦνται δοκιμασίες. Αὐτοὶ πάλι ποὺ μοιάζουν μὲ τ’ ἀγκάθια εἶναι πολὺ πιὸ ἀσυγχώρητοι ἀπ’ τοὺς ἄλλους.
δ. Γιὰ νὰ μὴν πάθωμε κάτι ἀπ’ αὐτὰ ἄς σκεπάσωμε μὲ τὴν προθυμία μας τοὺς λόγους καὶ μὲ τὴν ἀδιάκοπη μνήμη. Κι ἄν τοὺς ἁρπάζη ὁ διάβολος, στὸ χέρι μας εἶναι μὰ μὴν τοὺς ἁρπάζη· κι ἄν ξηραίνωνται οἱ σπόροι,δὲ γίνεται αὐτὸ ἀπὸ τὴ ζέστη –γιατὶ δὲν εἶπε ὅτι ξεράθηκαν ἀπὸ τὴ ζέστη, ἀλλὰ ἐπειδὴ δὲν εἶχαν ρίζα· κι ἄν πνίγεται ὁ λόγος, δὲ γίνεται ἀπὸ τ’ ἀγκάθια ἀλλὰ ἀπ’ αὐτοὺς ποὺ ἀφήνουν τ’ ἀγκάθια νὰ μεγαλώσουν. Εἶναι δυνατό, ἄν θέλης, νὰ ἐμποδίσης τὴ βλαβερὴ αὐτὴ βλάστηση καὶ νὰ χρησιμοποιήσης τὸν πλοῦτο σου ὅπως πρέπει. Γι’ αὐτὸ δὲν εἶπε, ἡ ζωὴ αὐτὴ ἀλλὰ ἡ φροντίδα τῆς ζωῆς αὐτῆς. Οὔτε ὁ πλοῦτος ἀλλὰ ἡ ἀπάτη τοῦ πλούτου. Ἄς μὴ κατηγοροῦμε λοιπὸν τὰ πράγματα ἀλλὰ τὸ χαλασμένο φρόνημα. Εἶναι δυνατὸ νὰ εἶναι κανένας πλούσιος καὶ νὰ μὴν ξεγελιέται· καὶ στὴ ζωὴ αὐτὴ νὰ ζῆ καὶ νὰ μὴν πνίγεται μὲ τὶς φροντίδες. Ἔχει ὁ πλοῦτος δυὸ μειονεκτήματα ἀντίθετα·  τὸ ἕνα βασανίζει καὶ σκοτίζει, ἡ μέριμνα· τὸ ἄλλο προκαλεῖ τὴ μαλθακότητα, ἡ τρυφή. Καὶ καλὰ εἶπε «ἡ ἀπάτη τοῦ πλούτου». Ὅλα ποὺ μᾶς δίνει ὁ πλοῦτος εἶναι ἀπάτη. Εἶναι ἁπλὲς λέξεις ποὺ δὲν ἀντιπροσωπεύουν πράγματα. Ἡ ἀπόλαυση, ἡ δόξα, ὁ καλλωπισμός, ὅλα αὐτὰ εἶναι μιὰ φαντασία ξεκομμένη ἀπὸ τὰ πράγματα. Ἀφοῦ ἀνάφερε τοὺς τρόπους τῆς ἀπώλειας, θέτει ὕστερα τὴν καλὴ γῆ· δὲ μᾶς ἀφήνει ἔτσι στὴν ἀπόγνωση ἀλλὰ μᾶς δίνει τὴν ἐλπίδα τῆς μετανοίας καὶ δείχνει ὅτι εἶναι δυνατὸ ἀπὸ ὅσα εἶπε νὰ γυρίσωμε σ’ αὐτήν. Ἀλλὰ πάλι μόλο ποὺ ἡ γῆ εἶναι καλή, ἕνας ὁ σπορέας καὶ ὁ σπόρος ὁ ἴδιος, γιατὶ ἄλλος ἀποδίδει στὰ ἑκατό, ἄλλος στὰ ἑξῆντα κι ἄλλος στὰ τριάντα; Ἐδῶ πάλι ἡ διαφορά βρίσκεται στὴ φύση τῆς γῆς. Ὅπου ὑπάρχει καλὴ γῆ, εἶναι σ’ αὐτὴ κι ἡ διαφορὰ πολλή. Βλέπετε ὅτι δὲν εἶναι αἴτιος ὁ γεωργός, οὔτε ὁ σπόρος ἀλλὰ ἡ γῆ, ποὺ δέχεται τὸ σπόρο· ὄχι ἀνάλογα μὲ τὴ φύση ἀλλὰ μὲ τὴ γνώμη. Κι ἐδῶ ὑπάρχει πολλὴ φιλανθρωπία, γιατὶ δὲν ἀπαιτεῖ ἀπ’ ὅλους τὸ ἴδιο μέτρο τῆς ἀρετῆς ἀλλὰ καὶ τοὺς πρώτους δέχεται, καὶ τοὺς δεύτερους δὲ διώχνει καὶ δίνει θέση καὶ στοὺς τρίτους. Αὐτὰ τὰ λέει, γιὰ νὰ μὴ νομίσουν αὐτοὶ ποὺ τὸν ἀκολουθοῦν ὅτι φτάνει ἡ ἀκρόαση μόνο γιὰ τὴ σωτηρία. Καὶ γιὰ ποιὸ λόγο δὲν ἀναφέρει καὶ τὶς ἄλλες κακίες, ὅπως εἶναι ἡ ἐπιθυμία τῶν σωμάτων, ἡ κενοδοξία... Μὲ τὶς ἐκφράσεις «μέριμνα τῆς ζωῆς αὐτῆς», καὶ «ἀπάτη τοῦ πλούτου» τ’ ἀνάφερε ὅλα. Γιατὶ ἡ κενοδοξία κι ὅλα τ’ ἄλλα περιλαμβάνονται «στὴ ζωὴ αὐτή» καὶ «στὴ ἀπάτη τοῦ πλούτου»·  κι ἄν πῆς τὴν ἀπόλαυση, τὴ λαιμαργία, τὴ ζήλεια, τὴν κενοδοξία καὶ τὰ ὅμοια. Πρόσθεσε συνάμα τὸ δρόμο τὴν πέτρα, γιὰ νὰ δείξη ὅτι δὲ φτάνει νἄχης ἀπλλαγῆ ἀπὸ τὴν περιουσία μονάχα ἀλλὰ πρέπει νὰ πραγματοποιήσης καὶ τὴν ἄλλη ἀρετή. Τί σημαίνει, νὰ εἶσαι ἐλεύθερος ἀπὸ χρήματα, νὰ εἶσαι ἄνανδρος ἤ μαλθακός; Καὶ πάλι, ἄν δὲν εἶσαι ἄνανδρος, εἶσαι ὅμως ὀκνηρὸς κι ἀδιάφορος στὴν ἀκρόαση τοῦ λόγου; Δὲ μᾶς φτάνει ἕνα μέρος τῆς ἀρετῆς γιὰ νὰ σωθοῦμε. Ἀλλὰ χρειαζόμαστε πρῶτα ἀκριβῆ ἀκρόαση καὶ παντοτινὴ θύμηση κι ἔπειτα ἀνδρεία, ἔπειτα περιφρόνηση τῶν χρημάτων κι ἀπελευθέρωση ἀπ’ ὅλα τὰ βιωτικά. Γι’ αὐτὸ ἀκριβῶς θέτει αὐτὴν πρωτύτερα ἀπὸ ἐκείνη, γιατὶ αὐτὴ πρῶτα μᾶς χρειάζεται. (Πῶς θὰ πιστέψουν, ἄν δὲν ἀκούσουν; Ὅπως κι ἐμεῖς, ἄν δὲν προσέχωμε στὰ λεγόμενα, οὔτε νὰ πληροφορηθοῦμε δὲ θὰ μπορέσωμε τί πρέπει νὰ κάνωμε). Ἔπειτα ἀναφέρει τὴν ἀνδρεία καὶ τὴν περιφρόνηση τῶν παρόντων. Ἄς ἀκοῦμε αὐτὰ κι ἄς περιτειχίζωμε γύρω γύρω τὸν ἑαυτό μας, δίνοντας προσοχὴ στὴ διδασκαλία κι ἀφήνοντας τὶς ρίζες νὰ πᾶνε βαθιὰ καὶ καθαρίζοντας τὸν ἑαυτό μας ἀπ’ ὅλα τὰ βιοτικά. Ἄν ὅμως ἄλλα κάνωμε κι ἄλλα παραμελοῦμε, δὲν κερδίζομε τίποτα· κι ἄν δὲν χανώμαστε ἔτσι, χανόμαστε ἀλλιώτικα. Τί διαφορὰ ὑπάρχει ἄν χαθοῦμε ὄχι ἐξ αἰτίας τοῦ πλούτου ἀλλὰ ἀπὸ ὀκνηρία, κι ἄν καταστραφοῦμε ὄχι ἀπὸ ὀκνηρία ἀλλὰ ἀπὸ ἀνανδρία; Κι ὁ γεωργὸς εἴτε ἔτσι εἴτε ἀλλιῶς χάση τὸ σπόρο του, ἴδια λυπᾶται. Ἄς μὴν παρηγορούμαστε λοιπὸν, ἐπειδὴ δὲν χανόμαστε μὲ ὅλους μαζὶ τοὺς τρόπους· ἄς λυπούμαστε μ’ ὅποιον τρόπο κι ἄν χανώμαστε κι ἄς κάψωμε τὰ ἀγκάθια, γιατὶ πνίγουν τὸ λόγο. Τὸ γνωρίζουν αὐτὸ ὅσοι πλουτοῦν, ποὺ δὲν εἶναι χρήσιμοι μήτε γι’ αὐτὰ μήτε καὶ γι’ ἄλλα. Ἔτσι ὅπως ἔγιναν δοῦλοι κι αἰχμάλωτοι τῶν ἀπολαύσεων εἶναι ἄχρηστοι καὶ γιὰ τὰ κοσμικὰ ζητήματα· κι ἄν εἶναι γι’ αὐτά, εἶναι πολὺ περισσότερο γιὰ τὰ οὐράνια. Διπλὴ βλάβη τοῦ νοῦ μας προέρχεται ἀπ’ αὐτά, κι ἀπὸ τὴν τρυφὴ κι ἀπὸ τὴ φροντίδα. Ἀπ’ αὐτὰ τὸ καθένα χωριστὰ εἶναι ἱκανὸ νὰ βουλιάξη τὸ σκάφος μας· ὅταν συνεργαστοῦν καὶ τὰ δύο σκεφτῆτε πόσο μεγάλη γίνεται ἡ τρικυμία.
ε. Μὴ θαυμάσετε ποὺ ὠνόμασε τὴν τρυφὴ ἀγκάθια. Δὲν τὸ γνωρίζει ὅποιος παραφέρεται ἀπὸ τὸ πάθος. Οἱ φρόνιμοι γνωρίζουν ὅτι προξενεῖ περισσότερο πόνο ἀπὸ τ’ ἀγκάθια, κι ὅτι ἡ τρυφὴ πιὸ πολὺ ἀπ’ ὅ,τι ἡ μέριμνα καταδαπανᾶ τὴν ψυχή. Οὔτε τόσο βασανίζεται κάποιος ἀπὸ τὴ φροντίδα, ὅσο ἀπὸ τὴν ἀφθονία. Ὅταν πολιορκοῦν τὸν τρυφηλὸ ἀγρυπνίες, καὶ ἡμικρανίες καὶ πονοκέφαλοι καὶ πόνοι τῶν σπλάχνων, σκεφθῆτε ἀπὸ πόσα ἀγκάθια εἶναι ὅλ’ αὐτὰ χειρότερα. Κι ὅπως τ’  ἀγκάθια ἀπ’ ὅπου κι ἄν τὰ κρατήσης ματώνουν τὰ χέρια, ὅμοια καὶ ἡ τρυφὴ καὶ τὰ πόδια καὶ τὰ χέρια καὶ τὸ κεφάλι καὶ τὰ μάτια κι ὅλα τὰ μέλη γενικὰ τὰ καταστρέφει. Καὶ  εἶναι ξηρὴ καὶ ἄγονη, ὅπως τ’ ἀγκάθια καὶ περισσότερη ἀπὸ κεῖνα λύπη προξενεῖ καὶ μάλιστα στὰ καίρια. Φέρνει πρόωρα γηρατειά, ἀμβλύνει τὶς αἰσθήσεις, σκοτίζει τὸ λογισμό, τραυματίζει τὴν ὀξύτητα τοῦ νοῦ, κάνει τὸ σῶμα πλαδαρό. Πιὸ πλούσια κάνοντας τὴν ἀποθήκη τῆς κοπριᾶς καὶ μαζεύοντας μεγάλο σωρὸ κακῶν παραμεγαλώνει τὸ φορτίο καὶ γεμίζει τὸ σῶμα παραπάνω ἀπὸ τὸ μέτρο. Γι’ αὐτὸ κι οἱ πτώσεις εἶναι ἀδιάκοπες καὶ πυκνὰ τὰ ναυάγια. Γιατὶ παχαίνεις τὸ σῶμα σου; πές μου –Μήπως σὲ προορίζομε γιὰ τὴ θυσία καὶ θὰ σὲ παραθέσωμε σὲ τραπέζι; Εἶναι ὀρθὸ νὰ παχαίνωμε τὰ πουλερικὰ μόνο· καὶ μήτε ἐκεῖνα Γιατὶ ὅταν παχύνουν εἶναι ἀκατάλληλα γιὰ τὴν ὑγιεινὴ  ζωή.  Τόσο κακὴ εἶναι ἡ τρυφή, ὥστε καὶ στ’ ἄλογα ζῶα  παρουσιάζει τὴ βλάβη της.  Γιατὶ  καὶ τὰ πουλερικὰ ποὺ τρυφοῦν τὰ κάνομε ἄχρηστα καὶ γιὰ τὸν ἑαυτὸ τους καὶ γιὰ μᾶς.  Γιατὶ τὸ πάχος εἶναι ποὺ δημιουργεῖ τὶς ἀνωμαλίες στὴ χώνευση.  Ἐκεῖνα ὅμως ποὺ δὲν τρέφονται ἔτσι ἀλλὰ περνοῦν, θὰ ἔλεγα μὲ νηστεία καὶ κανονικὴ δίαιτα, μὲ στέρηση καὶ ταλαιπωρία, αὐτὰ εἶναι χρήσιμα καὶ στὸν ἑαυτό τους καὶ  στοὺς ἄλλους, καὶ ὡς τροφὴ καὶ γιὰ ὅλα τὰ ἄλλα. Αὐτοὶ ποὺ τρῶνε τὰ τελευταῖα εἶναι πιὸ ὑγιεῖς·  ἐκεῖνοι ποὺ τρῶνε τὰ πρῶτα μοιάζουν μ’ αὐτὰ τὰ ἴδια, γίνονται δυσκίνητοι καὶ φιλάσθενοι, χειροτερεύουν τὰ δεσμὰ τοῦ σώματός τους. Τίποτα δὲν εἶναι τόσο ἐχθρικὸ καὶ βλαβερὸ στὸ σῶμα, ὅσο  ἡ τρυφή.  Τίποτα δὲν ὁδηγεῖ  στὴ διάρρηξη καὶ τὴ διάλυση τὸ σῶμα, ὅσο ἡ ἀσωτία.  Γι’ αὐτὸ κι ἀπὸ δῶ μεγάλη ἔκπληξη θὰ δοκιμάση κανεὶς μὲ τὴν ἀνοησία τους, ποὺ μήτε ὅση προσοχὴ ἔχουν ἄλλοι γιὰ τὰ ἀσκιὰ τους δὲ θέλουν αὐτοὶ νὰ δείξουν γιὰ τὸν ἑαυτό τους. Τὰ ἀσκιὰ οἱ ἐμποριοι τοῦ κρασιοῦ δὲν ἀφήνουν νὰ γεμίσουν περισσότερο ἀπὸ ὅσο πρέπει, γιὰ  νὰ μὴ σκάσουν· αὐτοὶ ὅμως δὲν ἀξίωνουν μήτε γιὰ τόση πρὸνοια  τὴν ταλαίπωρη κοιλιά τους. Ἀλλὰ ὅταν τὴ γεμίσουν καὶ τὴ σκάσουν ὡς τ’ αὐτιὰ καὶ τὴ μύτη, ὡς ἐπάνω στὸν οἰσοφάγο φέρνουν τὶς τροφὲς καὶ προκαλοῦν διπλῆ στενοχώρια  καὶ  στὴν ψυχὴ καὶ στὴ δύναμη ποὺ συντηρεῖ τὸ σῶμα.  Μήπως γι’ αὐτὸ ἔχεις τὸ λαιμό; Γιὰ νὰ τὸν ἀπογεμίσης ὡς ἐπάνω, στὸ στόμα, ἀπὸ σαπισμένο, κρασὶ καὶ τὴν ἄλλη φθορά; Ὄχι γι’ αὐτὸ βέβαια, ἄνθρωπέ μου. Ἀλλὰ  γιὰ νὰ ὑμνῆς πρῶτα τὸ  Θεὸ καὶ νὰ τοῦ ἀναπέμπης τὶς ἱερὲς  προσευχὲς  καὶ νὰ μελετᾶς τὸ θεῖο του νόμο καὶ στὶς δίνης ὠφέλιμες συμβουλὲς στοὺς ἀδελφούς σου. Σὺ ὅμως σὰ νὰ τὸν ἔχης λάβει γι’ αὐτό, δὲν ἀφήνεις οὔτε  μιὰ στιγμὴ νὰ σταματήση ἀπὸ τὴ λειτουργία  αὐτὴ  καὶ σ’  ὅλη τὴ ζωή σου τὸν ὑποτάσσεις σ’ αὐτὴν τὴν κακὴ δουλεία. Κι ὅπως ἄν προμηθευτῆ κάποιος κιθάρα μὲ χρυσὲς χορδές, τονισμένη ἁρμονικὰ κι ἀντὶ νὰ παίζη σ’ αὐτὴ παναρμόνιο μέλος, τὴ σκεπάση μὲ πολλὴ κοπριὰ  καὶ λάσπη, ἔτσι κάνουν κι αὐτοί. Κοπριὰ ὠνόμασα ὄχι τὴν τροφὴ  ἀλλὰ τὴν  τρυφὴ καὶ τὴν πολλὴ ἐκείνη ἀκολασία. Γιατὶ τὸ παραπάνω ἀπὸ τὸ χρειαζούμενο δὲν εἶναι τροφὴ ἀλλὰ βλάβη μονάχα. Ἡ κοιλιὰ ἔγινε μόνο γιὰ νὰ δέχεται τὶς τροφές· τὸ σῶμα ὅμως κι ὁ φάρυγγας κι ἡ γλῶσσα καὶ γιὰ ἄλλες λειτουργίες πιὸ ἀπαραίτητες. Ἀλλὰ καὶ ἡ κοιλιὰ δὲν ἔγινε ἁπλᾶ γιὰ νὰ δέχεται τροφὴ ἀλλὰ τὴν κανονικὴ τροφή.  Κι αὐτὸ τὸ φανερώνει μὲ ἄπειρες φωνές, ὅταν  τὴν  ἐπηρεάσωμε μ’ αὐτοῦ τοῦ  εἴδους τὴν πλεονεξία. Καὶ δὲ φωνάζει μόνο ἀλλὰ ἀμύνεται καὶ μᾶς ζητᾶ γιὰ τὴν ἀδικία τὴν πιὸ μεγάλη τιμωρία. Πρῶτα τιμωρεῖ τὰ πόδια ποὺ μᾶς σηκώνουν  καὶ μᾶς μεταφέρουν στὰ πονηρὰ ἐκεῖνα συμπόσια, ἔπειτα ἀχρηστεύει τὰ χέρια ποὺ  τὴ διακονοῦν, ἐπειδὴ τόσα καὶ τέτοια φαγητὰ τῆς πρόσφεραν· πολλοὶ βοηθήσανε νὰ  παραμορφωθῆ καὶ τὸ ἴδιο τὸ  στόμα τους καὶ τὰ μάτια καὶ τὸ κεφάλι. Κι ὅπως ὁ ὑπηρέτης, ὅταν τοῦ ἐπιβάλλουν κάτι πάνω ἀπὸ τὴ δύναμή του, φτάνει σ’ ἀπόγνωση καὶ δὲν ὑπακούει πολλὲς φορὲς σ’ αὐτὸν ποὺ τὸν διέταξε, ἔτσι κι αὐτή· μαζὶ μὲ τὰ μέλη ποὺ ἀνέφερα, ὅταν τὴν παραπιέσωμε, διαφθείρει καὶ καταστρέφει πολλὲς φορὲς καὶ τὸν ἴδιο τὸν ἐγκέφαλο. Κι αὐτὸ καλὰ τὸ οἰκονόμησε ὁ Θεός, καὶ προξενῆται τόση βλάβη ἀπὸ τὴν παράβαση τοῦ μέτρου. Ἔτσι ὅταν θὰ ζῇς θεληματικὰ τὴν πνευματικὴ ζωή, νὰ μάθης ἀπὸ τὸ φόβο τόσης καταστροφῆς νὰ ἀκολουθῆς τὸ μέτρο καὶ χωρὶς νὰ θέλης. Ἔχοντας αὐτὸ στὸ νοῦ μας, ἄς ἀποφύγωμε τὴν τρυφή, ἄς ἀσκήσωμε τὸ μέτρο μ’ ἐπιμέλεια, γιὰ νὰ ἀπολαύσωμε καὶ τὴ σωματικὴ ὑγεία καὶ νὰ ἐπιτύχωμε τὰ μελλοντικὰ ἀγαθά, ἀφοῦ ἀπαλλάξωμε τὴν ψυχή μας ἀπὸ κάθε ἀδυναμία μὲ τὴ χάρη καὶ τὴ φιλαθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἀνήκει ἡ δόξα κι ἡ δύναμη στοὺς αἰῶνες. Ἀμήν.  

Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ..28-40

Άναβάσεις http://anavaseis.blogspot.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...