Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Παρασκευή, Σεπτεμβρίου 22, 2017

ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΛΛΗΨΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ, ΕΝΔΟΞΟΥ, ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ (2017)

23 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017

   + Σύλληψις το τιμίου νδόξου Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου.

Τ ΠΑΡΑΣΚΕΥ ΕΣΠΕΡΑΣ (22/9/17)

 

 

Ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 ναγνστης: μήν.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα Πατρί… Κα νν …

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

 ἐλπὶς ἡμῶν, Κύριε, δξα σοι.

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…….

ὁ α’ χορός

Ἦχος δ‘  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στχ. α’. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

 ξ ψίστου κληθες

ερατεύων ὁ θεῖος Ζαχαρίας, καὶ ἔνδον γενόμενος, τοῦ θειοτάτου ναοῦ, καὶ τοῦ λαοῦ τὰ αἰτήματα, προσαναφέρων, τῷ εὐεργέτῃ καὶ πανοικτίρμονι, θειότατον Ἄγγελον, εἶδε βοῶντα αὐτῷ. Ἡ προσευχὴ καὶ ἡ δέησις, σοῦ εἱσηκούσθη, θάρσει πρεσβῦτα, καὶ μὴ ἀπίστει μοι· ἕξεις γὰρ παῖδα θεῖον Πρόδρομον, γεννητοῖς γυναικῶν ὑπερέχοντα, Ἡλίου ἐν δυνάμει, τοῦ Χριστοῦ προπορευσόμενον.

ὁ β’ χορός

Στχ. β’. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

ερατεύων ὁ θεῖος Ζαχαρίας…

ὁ α’ χορός

Στχ. γ’. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ξένος μοι φαίνῃ τῇ θέᾳ καὶ τῷ τρόπῳ, ξένος καὶ τοῖς ῥήμασι, καὶ τοῖς μηνύμασιν, ὁ Ζαχαρίας ἀντέφησεν· ἐγὼ γὰρ ἦλθον, τὴν σωτηρίαν λαοῦ αἰτήσασθαι, οὐχὶ δὲ κομίσασθαι, παῖδα ὡς προσφωνεῖς, ἀπ’ ἐναντίας εὑρίσκω σε, τῶν αἰτημάτων, καὶ ὑποπτεύω μὴ ἀληθεύειν σε· πῶς γὰρ ὃ λέγεις πιστωθήσεται; Ἐλισάβετ τὰ μέλη νενέκρωται, καὶ ἐμοῦ δὲ τὸ γῆρας, δυσπιστίαν νῦν τεκμαίρεται.

ὁ β’ χορός

Στχ. δ’. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ξένος μοι φαίνῃ τῇ θέᾳ καὶ τῷ τρόπῳ…

ὁ α’ χορός

Στχ. ε’. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Τί ἀπιστεῖς μου τοῖς λόγοις Ζαχαρία, ψευδῆ εὐαγγέλια, λέγων κομίζειν με; Θεοῦ Ἀρχάγγελος πέφυκα, ἃ προσετάχθην, ταῦτα σοι λέγω σὺν σοὶ ἱστάμενος, ἐπεὶ δὲ ἠπίστησας, καὶ οὐκ ἐπίστευσας, ἔσῃ κωφεύων καὶ ἄλαλος, ἕως ἂν ἴδῃς, ἐμῶν ῥημάτων τὴν θείαν ἔκβασιν. Ἐπὰν δὲ τέκῃ Ἐλισάβετ σοι, τὴν τοῦ Λόγου φωνὴν μέγαν Πρόδρομον, τρανουμένης τῆς γλώττης, εὐλογήσεις τὸν Θεὸν Ἰσραήλ.

ὁ β’ χορός

Στχ. Ϛ ‘. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τί ἀπιστεῖς μου τοῖς λόγοις Ζαχαρία… 

ὁ α’ χορός

Δξα Πατρί… Ἦχος πλ.β’ Βυζαντίου

κ στειρευούσης σήμερον νηδύος, καρπὸς προσευχῆς ἀνεβλάστησεν, Ἰωάννης ὁ Πρόδρομος. Ἀγάλλου ἡ ἔρημος, καὶ χόρευε ἡ ἀνθρωπότης, ὁ τῆς μετανοίας κήρυξ, ἰδοὺ ἄρχεται, ἐν κοιλίᾳ μητρικῇ σαρκοῦσθαι. Δεῦτε ἀγαλλόμενοι ἐν τῇ ἐνδόξῳ αὐτοῦ συλλήψει, οἱ φιλέορτοι χορεύσωμεν βοῶντες· ὁ ἐν γεννητοῖς γυναικῶν μείζων ὑπάρχων, μὴ διαλίπῃς πρεσβύειν, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν θείαν σου σύλληψιν, ὅπως εὕρωμεν ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

 ὁ β’ χορός

Κα νν...Θεοτοκίον ἦχος ὁ αὐτός

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Παρασκευῇ ἑσπέρας   

 Ἦχος βαρύς

ὁ α’ χορός  

 Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεος σου προφθάσει με.

     ὁ β’ χορός

 Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεος σου προφθάσει με.

ὁ α’ χορός  

Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.

 Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεος σου προφθάσει με.

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. 17,15-17,19 & 18,11-14 & 21,1-2,4-8)

Εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ. Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογησω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων. Εἰ τῷ ἑκατονταετεῖ γεννήσεται υἱός; καὶ εἰ ἡ Σάρρα ἐννενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ. Ναί, Ἰδοὺ Σάρρα ἡ γυνὴ σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, Ἀβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν. Ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα· Οὔπω μὲν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ. Τὶ ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα, μὴ ἀδυνατήσῃ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ ἐλάλησε, καὶ συλλαβοῦσα, ἔτεκε τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. Περιέτεμε δὲ αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόη, καθὰ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Καὶ Ἀβραὰμ ἦν ἐτῶν ἑκατόν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἶπε δὲ Σάρρα· Γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ συγχαρεῖταί μοι. Καὶ εἶπε. Τὶς ἀναγγελεῖ τῷ Ἀβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα, ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου; Καὶ ηὐξήθη τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη· καὶ ἐποίησεν Ἀβραὰμ δοχήν μεγάλην, ᾗ ἡμέρα ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.

Κριτῶν τὸ Ἀνάγνωσμα

(Κεφ. 13, 2-8, 13-14, 17-18, 21)

ν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἀνὴρ ἐκ τῆς φυλῆς τοῦ Δάν, καὶ ὄνομα αὐτῷ Μανωέ, καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα, καὶ οὐκ ἔτικτε. Καὶ ὤφθη Ἄγγελος Κυρίου πρός τὴν γυναῖκα καὶ εἶπε πρὸς αὐτήν· Ἰδοὺ σὺ στεῖρα, καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν. Καὶ νῦν φύλαξαι δή, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον. Ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι Ναζηραῖον τῷ Θεῷ ἔσται τὸ παιδάριον ἀπό τῆς γαστρός. Καὶ ἦλθεν ἡ γυνή, καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς, λέγουσα· Ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρὸς με, καὶ ἡ ὅρασις αὐτοῦ ὡς ὅρασις Ἀγγέλου τοῦ Θεοῦ, ἐπιφανὴς σφόδρα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ νῦν φύλαξαι, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Ναζηραῖον Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρός, ἕως ἡμέρας θανάτου αὐτοῦ. Καὶ ἐδεήθη Μανωὲ τοῦ Κυρίου, καὶ εἶπεν· Ἐν ἐμοί, Κύριε, ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ φωτισάτω ἡμᾶς, τὶ ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ. Ἦλθε δὲ ὁ Ἄγγελος πρὸς Μανωὲ καὶ εἶπεν· Ἀπὸ πάντων ὧν εἶπον πρὸς τὴν γυναῖκά σου, φυλαξάσθω. Ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ φάγεται, καὶ οἶνον καὶ σίκερα μὴ πιέτω. Καὶ εἶπε Μανωὲ πρὸς τὸν Ἄγγελον Κυρίου. Τὶ ὄνομά σοι; ἵνα ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε. Καὶ εἶπεν αὐτῷ ὁ Ἄγγελος Κυρίου. Ἴνα τὶ ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτὸ ἐστι θαυμαστόν. Καὶ οὐ προσέθηκεν ἔτι ὁ Ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωέ, καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 40,1-5, 9 & 41,17-18 & 45,8 & 48,20-21 & 54,1)

Τάδε λέγει Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου λέγει ὁ Θεός. Οἱ Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ Ταπείνωσις αὐτῆς· λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμω. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπ’ ὅρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον ἐν ἰσχὺϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε, μὴ φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμούς, καὶ μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε, ὅτι ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. Καὶ ἐὰν διψήσωσι δι’ ἐρήμου, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

ὁ διάκονος:

  • Εἴπωμεν πάντες….. 

Ὁ Προεστὼς ἢ ὁ ναγνστης

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

 ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν….. 

Ἀπόστιχα

Στιχηρὰ προσόμοια

ὁ α’ χορός

                                                           Ἦχος πλ.β’   ληνποθέμενοι

Μολοῦντι εἰς Ἅγια, τὰ τῶν Ἁγίων ἁγίως, ἱερεῖ Προφήτῃ τε, καὶ ἁγίῳ ἅγιος, καθὼς γέγραπται, ἐπιστὰς Ἄγγελος, προσεφώνει λέγων. Εἱσηκούσθη σοῦ ἡ δέησις, καὶ διαλύεται, νῦν τῆς Ἐλισάβετ ἡ στείρωσις, καὶ τέξεται πρεσβῦτά σοι, υἱὸν Ἰωάννην καὶ Πρόδρομον, λύχνον τοῦ Ἡλίου, προφήτην τοῦ Ὑψίστου καὶ φωνήν, τοῦ ἐκ Παρθένου θεόπαιδος, Λόγου ἀνατείλαντος.

ὁ β’ χορός

Στίχ.  Καί σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδούς αὐτοῦ.

Λέγε μοι τρανότατα, κατὰ τὶ γνώσομαι τοῦτο; Αὖθις πρὸς τὸν Ἄγγελον, ὁ μακαριώτατος πρέσβυς ἔφησεν· ὡς ὁρᾷς πλήρης γάρ, ἡμερῶν ὑπάρχω, Ἐλισάβετ στεῖρα πέφυκε. Πῶς οὖν μοι ῥήματα, φθέγγῃ ὑπὲρ φύσιν, ἐξίσταμαι, οὐδόλως ἀληθεύοντα, νῦν ὑπονοῶ σε ὦ ἄνθρωπε. Ἄπιθι, ἐγὼ γάρ, λαοῦ τὴν σωτηρίαν ἐξαιτῶ, οὐχὶ δὲ παῖδα κομίσασθαι, πρᾶγμα δυσπαράδεκτον.

ὁ α’ χορός

Στίχ.    Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καί δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τάς ἡμέρας τῆς ζωῆς ἡμῶν.

Θεοῦ Παντοκράτορος, ἐγὼ Ἀρχάγγελος πέλω, Γαβριήλ μοι ὄνομα, τῷ πρεσβύτῃ ἔφησεν ὁ Ἀσώματος, τὸ παρὸν κώφευσον, καὶ σιγὴν ἄσκησον, ἀπιστήσας ἐμοῖς ῥήμασιν. Ἐπὰν δὲ τέκῃ σοι, σάλπιγγα τοῦ Λόγου ἡ σύζυγος, τοῦ Πνεύματος τρανοῦντός σοι, γλῶτταν ἐκβοήσεις τρανότατα· Προφήτης Ὑψίστου, κληθήσῃ ὦ παιδίον τάς αὐτοῦ, προετοίμασαι ἐν χάριτι, τρίβους ὡς ηὐδόκησεν.

ὁ β’ χορός

Δξα Πατρί… Ἦχος πλ.β’

 γγελος, ἐκ στειρωτικῶν ὠδίνων προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων, τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὂν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν υἱότητα, καὶ τὸ Πνεῦμα εἶδες, περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον· Ἀλλ’ ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.

ὁ α’ χορός

Κα νν…Θεοτοκίον χος ὁ αὐτὸς

 ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος,ἐκ τῆς σῆς νηδύος προελθών,ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας,τὸν Ἀδὰμ ἠλευθέρωσε·διό σοι Πάναγνε,ὡς τοῦ Θεοῦ Μητρί τε καὶ αρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως,τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

ὁ προεστὼς: Νῦν ἀπολύεις …Τρισάγιον….

 ὁ α’ χορός

πολυτίκιον τοῦ Προδρόμου χος δ

Ταχ προκατάλαβε

 πρῴην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι· ἰδοὺ γὰρ συνέλαβες, Ἠλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν, χόρευε Ζαχαρία, ἐκβοῶν παῤῥησίᾳ, Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλων τίκτεσθαι.

ὁ β’ χορός

Δξα Πατρὶ… Κα νν… Θεοτοκον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις  ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τς ψυχς μν.

πόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν….»

Ἡ ματαιοδοξία στήν ἀνατροφὴ τῶν παιδιῶν Ἅγιος Ἰωάννης Χρυσόστομος

Στο πρῶτο τμῆμα τῆς πραγματείας του «Περί κενοδοξίας και ανατροφής των τέκνων», ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος, δείχνει ὅτι ἡ ἀγωγὴ τῶν νέων ἐπηρεάζεται ἀποφασιστικὰ ἀπὸ τὴν ἐπικρατοῦσα πράξη ζωῆς, ἀπὸ τὸν τρόπο ζωῆς καὶ σκέψεως τῶν μελῶν τῆς ὁμάδος, μέσα στήν ὁποίαν ἀναπτύσσεται ὁ νέος. Στό κλῖμα τῆς ζωῆς αὐτῆς τῆς ὁμάδος ἀναπνέει καὶ ἀναπτύσσεται ὁ νέος, καὶ ἀναποτρέπτως ἡ ἠθικὴ του ποιότητα, ἡ πνευματικὴ του ὀντότητα, προσδιορίζονται ἀπ' αὐτὸ τὸ κλῖμα. Τὴν νοσηρότητα τοῦ κλίματος αὐτοῦ ἐντοπίζει ὁ Χρυσόστομος στήν κενοδοξία, στή ματαιοδοξία δηλαδή, στήν ἐσφαλμένη ἀντιλήψη περὶ ἀξιοπρέπειας καὶ στή συνδεδεμένη μὲ αὐτὴ τάση γιά ἐπίδειξη πλούτου, ἐνδυμάτων, σπιτιῶν, ἐπιπλώσεων.

         Ἀναφέρεται κατ' ἀρχὴν στή συνήθεια πού εἶχε ἐπικρατήσει μεταξὺ τῶν πλουσίων νά κάμνουν ἐπίδειξη τῶν οἰκονομικῶν τους δυνατοτήτων, χρηματοδοτώντας θεατρικὲς παραστάσεις ἤ ὀργανώνοντας ἀγῶνες ἱπποδρόμου. Κίνητρο γι' αὐτὰ ἦταν τὰ χειροκροτήματα, οἱ ἐπευφημίες τοῦ λαοῦ, ἡ δόξα. Ὁ ἀνταγωνισμὸς αὐτὸς στήν ἐπίδειξη οἰκονομικῆς δυνάμεως εἶχε φθάσει σὲ τέτοιο σημεῖο, ὥστε μερικοὶ μόνο καὶ μόνο γιά νά μὴ δυσφημισθοῦν, ἔφθαναν στήν πτώχευση καὶ στήν ἀθλιότητα, σκορπώντας τὰ χρήματά τους ἀλόγιστα σ' αὐτές τίς ἐκδηλώσεις, τή στιγμή πού ὑπῆρχε πλῆθος ἀνθρώπων πού πέθαιναν ἀπὸ τὴν πεῖνα.

         Ἡ τάση ὅμως αὐτὴ γιά ἐπίδειξη δέν ἦταν γνώρισμα ὀλίγων πλουσίων μόνον. εἶχε καταλάβει ὅλα τὰ στρώματα τῆς κοινωνίας. Ἀκόμη καὶ οἱ φτωχοὶ ἐφρόντιζαν νά ἀγοράζουν τὰ καλύτερα ἐνδύματα, τὰ καλύτερα ἔπιπλα καὶ σκεύη, γιά νά ἐπιδεικνύονται. Ἀκόμη καὶ ὑπηρεσία εἰς τὸ σπίτι προσελάμβαναν, γιατὶ ἐνόμιζαν ὅτι ἡ αὐτοεξυπηρέτηση ἐμείωνε τὴν κοινωνικὴ τοὺς ὑποστάση.

          Πολλοί, ἐνῶ πεινοῦσαν, δέν ἐφρόντιζαν γιά τή διατροφή τους παρὰ γιά τὴν κοινωνικὴ τους ἀξιοπρέπεια, γιά νά δείξουν ὅτι εἶναι κάτι, ὅτι εἶναι καλοστεκούμενοι. Ὁ ἰδανικὸς κοινωνικὸς τύπος, ὁ ἐπιτυχημένος, ὁ ἀξιοθαύμαστος δέν ἦταν ὁ ἐνάρετος ἄνθρωπος, ὁ συνετός, ὁ πνευματικὰ καλλιεργημένος, ἀλλὰ ὁ πλούσιος, ὁ βολεμένος οἰκονομικά.

         Ἀγανακτεῖ γιά τὴν καταστάση αὐτή ὁ Χρυσόστομος. ὅλα αὐτά, λέγει, εἶναι ἐξωτερικὰ καὶ δέν ἔχουν καμμία σχέση μὲ τὸν ἐσωτερικὸ ἄνθρωπο, δέν χαρακτηρίζουν τὸν ἄνθρωπο. Ὁ ἰδανικὸς ἄνθρωπος κρίνεται ἀπὸ τὴν ἀρετὴ του. Ἡ ἀρετὴ δίνει ἀξιοπρέπεια, τιμὴ καὶ δόξα. «τοῦτο εὐσχημοσύνη, τοῦτο δόξα, τοῦτο τιμή». Καὶ στο σημεῖο αὐτό, συνδέοντας ἔτσι τὴν κενοδοξία μὲ τὴν ἀνατροφὴ τῶν παιδιῶν, παρατηρεῖ ὅτι αἰτία ὅλων τῶν κακῶν εἶναι ὅτι τὰ παιδιὰ μεγαλώνουν μέσα στό νοσηρὸ αὐτὸ κλῖμα καὶ ἐπηρεάζονται ἀπ' αὐτό.

          Μόλις γεννηθεῖ τὸ παιδὶ οἱ γονεῖς κάνουν τὸ πᾶν, ὄχι γιά νά βροῦν τὸν κατάλληλο τρόπο τῆς διαπαιδαγώγησής του, ἀλλὰ γιά νά τὸ καλλωπίσουν, νά τὸ ντύσουν, καὶ νά τοῦ ἀγοράσουν χρυσαφικά. Δέν φροντίζουν νά βγάλουν ἀπὸ τὴν ψυχὴ τοῦ παιδίου αὐτὴ τή μανία, ἀλλὰ οἱ ἴδιοι ἀπὸ τὴν ἀρχὴ εἰσάγουν τὸν ἔρωτα τῶν χρημάτων καὶ τή φροντίδα γιά ἀνώφελα πράγματα. Καὶ εἶναι ἡ παιδικὴ ἡλικία, ἡ πρώτη ἡλικία, τὸ πιὸ πρόσφορο ἔδαφος γιά νά φυτεύσει κανεὶς εἴτε τὴν ἀρετὴ εἴτε τὴν κακία. Γι' αὐτὸ εἶναι ἀνυπολόγιστη ἡ εὐθύνη τῶν γονέων, ὅταν ἀμελοῦν γιά τὴν ὀρθὴ καὶ ἐγκαίρη διαπαιδαγώγηση τῶν παιδιῶν τους.

Ἡ Γνώση τοῦ Θεοῦ




Ὁ Πατέρας μᾶς ἀγάπησε τόσο, πού μᾶς ἔδωσε τόν Υἱό Του. ᾿Αλλά καί ὁ ῎Ιδιος ὁ Υἱός θέλησε καί ἐνσαρκώθηκε κι ἔζησε μαζί μας στή γῆ. Κι οἱ ῞Αγιοι ᾿Απόστολοι καί ἕνα πλῆθος ἀνθρώπων εἶδαν τόν Κύριο κατά σάρκα, ἀλλά δέν τόν ἐγνώρισαν ὅλοι ὡς Κύριο. Σ᾿ ἐμένα δέ, τόν γεμάτον ἁμαρτίες, δόθηκε ἀπό τό ῞Αγιο Πνεῦμα νά γνωρίσω πώς ὁ ᾿Ιησοῦς Χριστός εἶναι Θεός.

῾Ο Κύριος ἀγαπᾶ τόν ἄνθρωπο καί ἐμφανίζεται σ᾿ αὐτόν, ὅπως ὁ ῎Ιδιος εὐδοκεῖ. Καί ἡ ψυχή, ὅταν δῆ τόν Κύριο, εὐφραίνεται ταπεινά γιά τήν εὐσπλαγχνία τοῦ Δεσπότη καί δέν μπορεῖ πιά ν᾿ ἀγαπήση τίποτε ἄλλο τόσο, ὅπως ἀγαπᾶ τόν Δημιουργό της. Κι ἄν ἀκόμα ὅλα τά βλέπη κι ὅλους τούς ἀγαπᾶ, ὅμως πάνω ἀπ᾿ ὅλους θά ἀγαπᾶ τόν Κύριο.

῾Η ψυχή γνωρίζει αὐτή τήν ἀγάπη, δέν μπορεῖ ὅμως νά τήν μεταδώση μέ λόγια, γιατί γνωρίζεται μόνο μέ τό ῞Αγιο Πνεῦμα. ῾Η ψυχή ξαφνικά βλέπει τόν Κύριο καί Τόν ἀναγνωρίζει. Ποιός θά μποροῦσε νά περιγράψη αὐτή τή χαρά καί ἀγαλλίαση; 

Μέ τό ῞Αγιο Πνεῦμα γνωρίζεται ὁ Κύριος καί τό ῞Αγιο Πνεῦμα γεμίζει ὅλο τόν ἄνθρωπο.καί τήν ψυχή καί τό νοῦ καί τό σῶμα. ῎Ετσι γνωρίζεται ὁ Θεός καί στόν οὐρανό καί στή γῆ. ῾Ο Κύριος μοῦ ἔδωσε κατά τό ἄμετρο ἔλεός Του κι ἐμέ τοῦ ἁμαρτωλοῦ αὐτή τή χάρη, γιά να γνωρίσουν οἱ ἄνθρωποι τόν Θεό καί νά στραφοῦν πρός Αὐτόν.

Γράφω στό ὄνομα τῆς εὐσπλαγχνίας τοῦ Θεοῦ. Ναί, τήν ἀλήθεια. Μάρτυράς μου ὁ ῎Ιδιος ὁ Κύριος. ῾Ο Κύριος μᾶς ἀγαπᾶ σάν παιδιά Του καί ἡ ἀγάπη Του εἶναι μεγαλύτερη ἀπό τήν ἀγάπη τῆς μάνας· γιατί ἡ μάνα μπορεῖ νά λησμονήση τό παιδί της, ἐνῶ ὁ Κύριος ποτέ δέν μᾶς λησμονεῖ. Κι ἄν ὁ ῎Ιδιος ὁ Κύριος δέν ἔδινε τό ῞Αγιο Πνεῦμα στόν ὀρθόδοξο λαό καί τούς μεγάλους μας ποιμενάρχες, δέν θά μπορούσαμε νά γνωρίσωμε πόσο πολύ μᾶς ἀγαπᾶ.

῎Ας εἶναι δοξασμένος ὁ Κύριος καί ἡ μεγάλη Του εὐσπλαγχνία πού δίνει σ᾿ ἀνθρώπους ἁμαρτωλούς τή χάρη τοῦ ῾Αγίου Πνεύματος. Πλούσιοι καί βασιλιάδες δέν γνωρίζουν τόν Κύριο, ἀλλά ἐμεῖς οἱ φτωχοί μοναχοί καί βοσκοί γνωρίζομε τόν Κύριο μέ τό ῞Αγιο Πνεῦμα.

Γιά νά γνωρίση κανείς τόν Κύριο δέν χρειάζεται νά εἶναι πλούσιος ἤ ἐπιστήμονας, ἀλλά χρειάζεται νά εἶναι ὑπάκουος, ἐγκρατής, νά ἔχη πνεῦμα ταπεινό καί ν᾿ ἀγαπᾶ τόν πλησίον. ῾Ο Κύριος θ᾿ ἀγαπήση μιά τέτοια ψυχή, θά τῆς φανερώση ὁ ῎Ιδιος τόν ῾Εαυτό Του καί θά τήν διδάξη τή θεία ἀγάπη καί ταπείνωση καί θά τῆς δώση κάθε τι ὠφέλιμο γιά νά βρῆ ἀνάπαυση κοντά στόν Θεό.

῞Οσα κι ἄν μάθουμε, εἶναι πάρα ταῦτα ἀδύνατο νά γνωρίσωμε τόν Κύριο, ἄν δέν ζήσωμε σύμφωνα μέ τίς ἐντολές Του. Γιατί ὁ Κύριος δέν γνωρίζεται μέ τήν ἐπιστήμη, ἀλλά μέ τό ῞Αγιο Πνεῦμα. Πολλοί φιλόσοφοι καί ἐπιστήμονες ἔφτασαν μέχρι τήν πίστη στήν ὕπαρξη τοῦ Θεοῦ, ἀλλά δέν ἐγνώρισαν τόν Θεό. Κι ἐμεῖς οἱ μοναχοί μελετοῦμε μέρα καί νύχτα τόν νόμο τοῦ Κυρίου, ἀλλά δέν ἐγνώρισαν ὅλοι τόν Θεό - ἀπέχομε πολύ ἀπ᾿ αὐτό - παρότι ὅλοι πιστεύουν.

῎Αλλο νά πιστεύης πώς ὑπάρχει Θεός κι ἄλλο νά γνωρίζης τόν Θεό. Νά τό μυστήριο.῾Υπάρχουν ψυχές πού γνώρισαν τόν Κύριο.ὑπάρχουν ψυχές πού δέν Τόν γνώρισαν, ἀλλά πιστεύουν.ὑπάρχουν ὅμως καί ἄλλες, πού οὔτε Τόν γνώρισαν οὔτε πιστεύουν - κι ἀνάμεσά τους ὑπάρχουν ἀκόμα ἐπιστήμονες καί διανοούμενοι.

῾Η ἀπιστία προέρχεται ἀπό τήν ὑπερηφάνεια. ῾Ο ὑπερήφανος ἰσχυρίζεται πώς θά γνωρίση τά πάντα μέ τό νοῦ του καί τήν ἐπιστήμη, ἀλλά ἡ γνώση τοῦ Θεοῦ παραμένει ἀνέφικτη γι᾿ αὐτόν, γιατί ὁ Θεός γνωρίζεται μόνο μέ ἀποκάλυψη τοῦ ῾Αγίου Πνεύματος. ῾Ο Κύριος ἀποκαλύπτεται στίς ταπεινές ψυχές. Σ᾿ αὐτές δείχνει ὁ Κύριος τά ἔργα Του, πού εἶναι ἀκατάληπτα γιά τό νοῦ μας. Μέ τό φυσικό μας νοῦ μποροῦμε νά γνωρίσωμε μόνο τά γήϊνα πράγματα, κι αὐτά μερικῶς, ἐνῶ ὁ Θεός καί ὅλα τά οὐράνια γνωρίζονται μέ τό ῞Αγιο Πνεῦμα.

Μερικοί μοχθοῦν ὅλη τή ζωή τους γιά νά μάθουν τί ὑπάρχει στόν ἥλιο ἤ στή σελήνη ἤ κάτι παρόμοιο, ἀλλ᾿ αὐτά δέν ὠφελοῦν τήν ψυχή. ῎Αν ὅμως προσπαθούσαμε νά γνωρίσωμε τί ὑπάρχει μέσα στήν ἀνθρώπινη καρδιά, τότε θά βλέπαμε στήν ψυχή τοῦ ἁγίου τήν Βασιλεία τῶν οὐρανῶν καί στήν ψυχή τοῦ ἁμαρτωλοῦ σκοτάδι καί κόλαση. Κι εἶναι ὠφέλιμο νά τό ξέρωμε, γιατί θά εἴμαστε αἰώνια εἴτε στή Βασιλεία εἴτε στή κόλαση.

῾Ο νωθρός στή προσευχή ἐξετάζει μέ περιέργεια πάντα, ὅσα βλέπει στή γῆ καί στόν οὐρανό, ἀλλά δέν γνωρίζει ποιός εἶναι ὁ Κύριος οὔτε προσπαθεῖ νά τό μάθη καί ὅταν ἀκούη διδασκαλία γιά τόν Θεό λέει· “Μά πῶς εἶναι δυνατό νά γνωρίσωμε τόν Θεό; Καί σύ ἀπό πού Τόν γνωρίζεις;” Θά σοῦ πῶ. Μαρτυρεῖ τό ῞Αγιο Πνεῦμα. Αὐτό γνωρίζει καί μᾶς διδάσκει. 

“᾿Αλλά μήπως τό Πνεῦμα εἶναι ὁρατό;” Οἱ ᾿Απόστολοι Τό εἶδαν νά κατεβαίνη σέ πύρινες γλῶσσες κι ἐμεῖς Τό αἰσθανόμαστε μέσα μας. Εἶναι γλυκύτερο ἀπό κάθε τι γήϊνο. Αὐτό γεύονταν οἱ Προφῆτες καί μιλοῦσαν στόν λαό κι ὁ λαός τούς πρόσεχε. Οἱ ῞Αγιοι ᾿Απόστολοι πῆραν ῞Αγιο Πνεῦμα καί κήρυξαν σωτηρία στόν κόσμο χωρίς νά φοβοῦνται τίποτε, γιατί τό ῞Αγιο Πνεῦμα τούς ἐνίσχυε. ῾Ο ᾿Απόστολος ᾿Ανδρέας εἶπε στό ἡγεμόνα τῶν Πατρῶν πού τόν ἀπειλοῦσε πώς θά τόν σταυρώση, ἄν ἐξακολουθῆ νά κηρύττη· “῎Αν φοβόμουν τόν Σταυρό, δέν θά τόν ἐκήρυττα”. Τό ἴδιο καί ὅλοι οἱ ἄλλοι ᾿Απόστολοι καί μετά οἱ μάρτυρες καί ὕστερα οἱ ἅγιοι ἀσκητές πήγαιναν χαρούμενοι στό μαρτύριο καί τά πάθη. Κι ὅλα αὐτά, γιατί τό ῞Αγιο Πνεῦμα, τό ἀγαθό καί γλυκύ, ἔλκει τήν ψυχή στήν ἀγάπη τοῦ Κυρίου κι ἔτσι ἡ ψυχή δέν φοβᾶται τά βασανιστήρια, ἕνεκα τῆς γλυκύτητας τοῦ ῾Αγίου Πνεύματος.

Πολλοί ἅγιοι μάρτυρες γνώρισαν μέσα στά βασανιστήρια τόν Κύριο καί τή βοήθειά Του. Πολλοί μοναχοί ἀντέχουν σέ μεγάλη ἄσκηση καί σέ πολλούς κόπους γιά χάρη τοῦ Κυρίου. Κι αὐτοί γνώρισαν τόν Κύριο καί παλαίβουν γιά νά νικήσουν τά πάθη καί προσεύχονται γιά ὅλη τήν οἰκουμένη καί ἡ χάρη τοῦ Θεοῦ τούς ἐμπνέει τήν ἀγάπη γιά τούς ἐχθρούς. Γιατί ὅποιος δέν ἀγαπᾶ τούς ἐχθρούς, αὐτός δέν γνώρισε ἀκόμη ὅλο τόν πλοῦτο τῆς χάρης τοῦ Κυρίου, ὁ ῾Οποῖος πέθανε στό Σταυρό γιά τούς ἐχθρούς καί μᾶς ἔδωσε τόν ῾Εαυτό Του ὡς πρότυπο καί μᾶς ἔδωσε τήν ἐντολή ν᾿ ἀγαποῦμε τούς ἐχθρούς.

῾Ο Κύριος εἶναι ἀγάπη. Καί μᾶς ἔδωσε ἐντολή ν᾿ ἀγαποῦμε ἀλλήλους καί ν᾿ ἀγαπούμε τούς ἐχθρούς.καί τό ῞Αγιο Πνεῦμα μᾶς διδάσκει αὐτὴ τήν ἀγάπη. Ψυχή πού δέν γνώρισε τό ῞Αγιο Πνεῦμα δέν καταλαβαίνει πῶς εἶναι δυνατό ν᾿ ἀγαπᾶς τούς ἐχθρούς καί δέν τό δέχεται αὐτό. ῾Ο Κύριος ὅμως σπλαγχνίζεται τούς πάντες κι ὅποιος θέλει νά εἶναι μέ τόν Κύριο ὀφείλει ν᾿ ἀγαπᾶ τούς ἐχθρούς. ῞Οποιος γνώρισε τόν Κύριο μέ τό ῞Αγιο Πνεῦμα γίνεται ὅμοιος μέ τόν Κύριο, ὅπως εἶπε ὁ ᾿Ιωάννης ὁ Θεολόγος.“῞Ομοιοι Αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα Αὐτόν καθώς ἐστιν” καί θά βλέπωμε τή δόξα Του.

Λές πώς πολλοί ἄνθρωποι πάσχουν ἀπό πολλές δυστυχίες καί ἀπό κακούς ἀνθρώπους. Σέ παρακαλῶ ὅμως, ταπείνωσε τόν ἑαυτό σου κάτω ἀπό τό ἰσχυρό χέρι τοῦ Θεοῦ καί τότε ἡ χάρη θά σέ διδάξη καί θά ἐπιθυμῆς καί σύ ὁ ἴδιος νά πάσχης γιά τήν ἀγάπη τοῦ Κυρίου. Νά τί θά σέ διδάξη τό ῞Αγιο Πνεῦμα, τό ῾Οποῖο γνωρίσαμε ἐμεῖς στήν ᾿Εκκλησία. ῞Οποιος ὅμως κατηγορεῖ τούς κακούς ἀνθρώπους, ἀντί νά προσεύχεται γι᾿ αὐτούς, αὐτός δέν θά γνωρίση τή χάρη τοῦ Θεοῦ.

῎Αν θέλης νά μάθης πόσο μᾶς ἀγαπᾶ ὁ Κύριος, μίσησε τίς ἁμαρτίες καί τούς κακούς λογισμούς καί προσευχήσου ἔνθερμα μέρα καί νύχτα καί θά σοῦ δώση ὁ Κύριος τή χάρη Του καί θά γνωρίσης μέ τό ῞Αγιο Πνεῦμα τόν Κύριο καί μετά θάνατον, ὅταν θά πᾶς στόν παράδεισο, θ᾿ ἀναγνωρίσης κι ἐκεῖ μέ τό ῞Αγιο Πνεῦμα τόν Κύριο, ὅπως τόν γνώρισες στή γῆ.

Καί στόν οὐρανό καί στή γῆ ὁ Κύριος γνωρίζεται μόνο μέ τό ῞Αγιο Πνεῦμα καί ὄχι μέ τήν ἐπιστήμη. Καί τά παιδιά πού δέν σπούδασαν καθόλου γνωρίζουν τόν Κύριο μέ τό ῞Αγιο Πνεῦμα. ῾Ο ῞Αγιος ᾿Ιωάννης ὁ Βαπτιστής βρικόταν ἀκόμα στήν κοιλιά τῆς μητέρας του ὅταν αἰσθάνθηκε τήν ἔλευση τοῦ Κυρίου. ῾Ο Συμεών ὁ Στυλίτης ὁ Θαυμαστορείτης ἦταν ἑφτά χρονῶν, ὅταν Τοῦ φανερώθηκε ὁ Κύριος καί Τόν ἐγνώρισε. ῾Ο ῞Οσιος Σεραφείμ τοῦ Σάρωφ βρισκόταν σέ ὥριμη ἡλικία ὅταν ὁ Κύριος τοῦ ἐμφανίστηκε κατά τήν ὥρα τῆς Λειτουργίας. Κι ὁ Συμεών ὁ Θεοδόχος ἐγνώρισε τόν Κύριο στά βαθειά γηρατειά του καί Τόν δέχτηκε στά χέρια του. ῎Ετσι ὁ Κύριος προσαρμόζεται μ᾿ ἐμᾶς, γιά νά παρηγορήση κάθε ψυχή ὅσο τό δυνατόν περισσότερο.

῾Η ἀγάπη τοῦ Κυρίου δέν γνωρίζεται ἀλλιῶς, παρά μέ τό ῞Αγιο Πνεῦμα. Καί εἰρηνική ψυχή, πού κρατᾶ καθαρή τή συνείδηση, ἀπό τή θεωρία τῆς δημιουργίας γνωρίζει τόν Θεό, γιατί αὐτός ἔκτισε τόν οὐρανό καί τή γῆ. Κι αὐτό εἶναι, παρότι μικρό ακόμη, ἔργο τῆς χάρης. Χωρίς ὅμως τή χάρη δέν μπορεῖ ὁ νοῦς μᾶς νά γνωρίση τόν Θεό, ἀλλά σύρεται πάντα πρός τή γῆ, πρός τόν πλοῦτο, πρός τή δόξα, πρός τίς ἡδονές.

῞Οπως ἡ ἀγάπη τοῦ ᾿Ιησοῦ Χριστοῦ, ἔτσι καί τά πάθη Του ὑπῆρξαν τόσο μεγάλα, πού δέν μποροῦμε νά τά καταλάβωμε, γιατί ἀγαποῦμε λίγο τόν Κύριο. ῞Οποιος ὅμως ἀγαπᾶ περισσότερο, αὐτός μπορεῖ νά καταλάβη βαθύτερα καί τά πάθη τοῦ Κυρίου. ῾Υπάρχει ἀγάπη μικρή, ὑπάρχει μέση, ὑπάρχει καί ἡ τέλεια ἀγάπη. Κι ὅσο τελειότερη εἶναι ἡ ἀγάπη, τόσο τελειότερη ἡ γνώση.

Γενικῶς καθένας μας μπορεῖ νά κρίνη γιά τόν Θεό κατά τό μέτρο τῆς χάρης τοῦ ῾Αγίου Πνεύματος πού ἐγνώρισε. Γιατί πῶς εἶναι δυνατόν νά σκεφτώμαστε καί νά κρίνωμε γιά πράγματα πού δέν εἴδαμε ἤ γιά τό ὁποῖα δέν ἀκούσαμε καί δέν ξέραμε; Νά, οἱ ῞Αγιοι λέγουν πώς εἶδαν τόν Θεό. ᾿Αλλά ὑπάρχουν καί ἄνθρωποι πού λέγουν πώς δέν ὑπάρχει Θεός. Εἶναι φανερό πώς μιλοῦν ἔτσι, γιατί δέν γνώρισαν τόν Θεό· αὐτό ὅμως δέν σημαίνει καθόλου πώς ὁ Θεός δέν ὑπάρχει. 

Οἱ ῞Αγιοι μιλοῦν γιά πράγματα πού πραγματικά εἶδαν καί γνωρίζουν. Δέν μιλοῦν γιά κάτι πού δέν εἶδαν. Δέν λέγουν, ἐπί παραδείγματι, πώς εἶδαν ἕνα ἄλογο ἕνα χιλιόμετρο μῆκος ἤ ἕνα πλοῖο δέκα χιλιομέτρων, πού δέν ὑπάρχουν. Κι ἐγώ νομίζω πώς, ἄν δέν ὑπῆρχε Θεός, δέν θά μιλοῦσαν κἄν γι᾿ Αὐτόν στή γῆ. Οἱ ἄνθρωποι ὅμως θέλουν νά ζοῦν σύμφωνα μέ τό δικό τους θέλημα, καί γι᾿ αὐτό λένε πώς δέν ὑπάρχει Θεός, βεβαιώνοντας ἔτσι μᾶλλον πώς ὑπάρχει.

Καί τῶν ἐθνικῶν ἡ ψυχή αἰσθανόταν πώς ὑπάρχει ὁ Θεός, ἄν καί δέν ἤξεραν νά λατρεύουν τόν ἀληθινό Θεό. Τό ῞Αγιο Πνεῦμα ὅμως δίδαξε τούς ἅγιους Προφῆτες, ἔπειτα τούς ᾿Αποστόλους, κατόπι τούς ἅγιους Πατέρες καί τούς ἐπισκόπους μας κι ἔτσι ἔφτασε μέχρι ἐμᾶς ἡ ἀληθινή πίστη. Καί ἐμεῖς γνωρίσαμε τόν Κύριο μέ τό ῞Αγιο Πνεῦμα, καί ὅταν Τόν γνωρίσαμε, τότε στερεώθηκε σ᾿ Αὐτόν ἡ ψυχή μας.

Γνωρίσατε λαοί, πώς κτισθήκαμε γιά νά δοξάσωμε τόν οὐράνιο Θεό καί μήν προσκολλᾶσθε στή γῆ, γιατί ὁ Θεός εἶναι Πατέρας μας καί μᾶς ἀγαπᾶ σάν πολυπόθητα παιδιά Του.

῾Ο ᾿Ελεήμων Κύριος ἔδωκε τό ῞Αγιο Πνεῦμα στή γῆ καί στό ῞Αγιο Πνεῦμα στερεώθηκε ἡ ἁγία ᾿Εκκλησία.

Τό ῞Αγιο Πνεῦμα μᾶς ἀπεκάλυψε ὄχι μόνο τά ἐπίγεια, ἀλλά καί τά ἐπουράνια. Μέ τό ῞Αγιο Πνεῦμα γνωρίσαμε τήν ἀγάπη τοῦ Κυρίου. ῾Η ἀγάπη τοῦ Κυρίου εἶναι φλογερή. Γεμάτοι ἀπό ἀγάπη οἱ ἅγιοι ᾿Απόστολοι διέτρεξαν ὅλη τήν οἰκουμένη καί διψοῦσε τό πνεῦμα τους, νά γνωρίσουν ὅλοι οἱ ἄνθρωποι τόν Κύριο.

Τό ῞Αγιο Πνεῦμα χαροποιοῦσε τούς ἀγαπημένους τοῦ Θεοῦ Προφῆτες κι ὁ λόγος τους ἦταν δυνατός καί εὐχάριστος, γιατί κάθε ψυχή ἐπιθυμεῖ ν᾿ ἀκούση τό λόγο τοῦ Κυρίου.

῎Ω θαῦμα! ῾Ο Κύριος δέν μέ παρέβλεψε, ἐμέ τόν τόσο μεγάλο ἁμαρτωλό, ἀλλά μοῦ ἔδωσε νά Τόν γνωρίσω μέ τό ῞Αγιο Πνεῦμα.

῞Ω Πνεῦμα ῞Αγιο, Μεγάλε Βασιλιά! Τί νά σοῦ ἀνταποδώσω ἐγώ, ἡ ἁμαρτωλή γῆ; ᾿Εσύ μοῦ ἀπεκάλυψες ἕνα ἀκατάληπτο μυστήριο. ᾿Εσύ μοῦ ἔδωσες νά γνωρίσω τόν Κτίστη μου. ᾿Εσύ μοῦ ἔδωσες νά γνωρίσω πόσο ἄμετρη εἶναι ἡ ἀγάπη Του γιά μᾶς.

῾Ο Κύριος εἶπε· “οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς”. Καί βλέπομε πώς πραγματικά δέν μᾶς ἐγκατέλειψε, ἀλλά μᾶς ἔδωσε τό ῞Αγιο Πνεῦμα.

Τό ῞Αγιο Πνεῦμα δίνει ἀοράτως στήν ψυχή τή γνώση. Στό ῞Αγιο Πνεῦμα βρίσκει ἡ ψυχή τήν ανάπαυση. Τό ῞Αγιο Πνεῦμα εὐφραίνει τήν καρδιά καί τῆς δίνει χαρά ἐπί γῆς. Πόση ἄραγε θά εἶναι ἡ χαρά καί ἡ ἀγαλλίαση στούς οὐρανούς; ᾿Εμεῖς γνωρίσαμε μέ τό ῞Αγιο Πνεῦμα τήν ἀγάπη τοῦ Θεοῦ, ἀλλά ἐκεῖ ἡ ἀγάπη τοῦ Θεοῦ θά εἶναι τέλεια. ῞Ω, ἐγώ ὁ ἀδύναμος ἄνθρωπος! ᾿Εγνώρισα μόνο στήν τελειότητά της τήν ἀγάπη τοῦ Θεοῦ, ἀλλά δέν μπορῶ νά τήν ἀποκτήσω καί καθημερινά θρινεῖ ἡ ψυχή μου καί συνεχῶς σκέφτομαι· “ἀκόμη δέν ἔλαβε ἡ ψυχή μου αὐτό πού ποθεῖ”.

῞Οταν τό ῞Αγιο Πνεῦμα ἐπεφοίτησε στούς ᾿Αποστόλους, τότε ἔμαθαν μέ τήν πείρα τους τί εἶναι ἡ ἀγάπη τοῦ Θεοῦ καί ἡ ἀγάπη γιά τόν ἄνθρωπο.

“Τεκνία μου, οὕς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστός ἐν ὑμῖν”, λέγει ὁ ᾿Απόστολος (Γαλ. δ´ 19).

Πόσο εὐτυχής θά ἤμουν ἄν ὅλοι οἱ λαοί ἐγνώριζαν τόν Κύριο!

Κύριε, δῶσε Σύ ὁ ῎Ιδιος, νά Σέ γνωρίσουν μέ τό ῞Αγιο Πνεῦμα· ὅπως ἔδωσες στούς ᾿Αποστόλους τό ῞Αγιο Πνεῦμα καί Σέ γνώρισαν, δῶσε ἔτσι καί σ᾿ ὅλο τόν κόσμο νά Σέ γνωρίση μέ τό ῞Αγιο Πνεῦμα.

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...