Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Παρασκευή, Απριλίου 13, 2012

Τυπικόν της 14ης Ἀπριλίου 2012 + ΑΓΙΟΝ ΚΑΙ ΜΕΓΑ ΣΑΒΒΑΤΟ


14η πριλίου 2012

Μέγα Σάββατον: 
Ἐν ᾧ τήν θεόσωμον Ταφήν καί τήν εἰς ᾍδου κάθοδον τοῦ Κυρίου καί
 Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορ­τάζομεν, δι’ ὧν τῆς
 φθορᾶς τό ἡμέτερον γένος ἀνακληθέν πρός αἰωνίαν ζωήν μεταβέβηκε.
 Τῶν Ἁγίων ἐνδόξων Ἀποστόλων ἐκ τῶν Ο΄, Ἀριστάρχου, 
Πούδη καί Τροφίμου.
 
 Τῇ Μεγάλη Παρασκευῇ ἑσπέρας: ΟΡΘΡΟΣ
Ἡ Ἀκολουθία τοῦ Ὄρθρου τοῦ Μ. Σαββάτου (Ἐπιτάφιος θρῆνος) τελεῖται κατά 
τήν ἐν τῷ Τριῳδίῳ τάξιν καί τήν ἐν τῷ ΤΜΕ § 85, σ. 262 κ.ἑξ. διατύπωσιν.
Ὁ Πατριάρχης κατέρχεται μετά τῶν Κληρικῶν τῆς Πατριαρχικῆς Αὐλῆς εἰς τόν
 Νάρθηκα, ἐνδύεται Μανδύαν καί εἰσέρχεται εἰς τόν Ναόν. Εὐλογεῖ τόν λαόν,
 ἄνευ τοῦ· «Εἰς πολλά ἔτη», καί ἀνέρχεται εἰς τόν Θρόνον. Λαμ­βάνουσι καιρόν
 ὁ Μ. Ἀρχιμανδρίτης μετά τοῦ Μ. Ἀρχιδιακόνου καί τοῦ Δευτερεύοντος
 καί ὁ Ἐφημέριος μετά τοῦ Τριτεύοντος καί τοῦ Διακόνου τῆς Σειρᾶς. 
Εἰσέρχονται ὅλοι εἰς τό Ἱερόν Βῆμα, πλήν τοῦ Μ. Ἀρχιδιακόνου, ὁ ὁποῖος
 ἵσταται παρά τῷ Πατριάρχῃ.

Μετά τόν Ἑξάψαλμον.
Εἰς τό· «Θεός Κύριος...».
Ἀπολυτίκια: 
1.– «Ὁ εὐσχήμων Ἰωσήφ...», μέχρι τό· «κηδεύσας ἀπέθετο»
2.– Δόξα·«Ὅτε κατῆλθες...» καί 
3.– Καί νῦν· «Ταῖς μυροφόροις... ἐδείχθη ἀλλότριος».
Καθίσματα:· 
1. – «Σινδόνι καθαρά...» καί
 2.– Δόξα, Καί νῦν· «Ἐξέστησαν χοροί...».
Εἰς τό τελευταῖον Κάθισμα ὁ Μ. Ἀρχιδιάκονος ποιεῖ σχῆμα τῷ Πατριάρχῃ
 καί εἰσέρχεται εἰς τό Ἱερόν Βῆμα, ἵνα μετά τῶν λοιπῶν κληρικῶν ἐνδυθῇ 
τήν μέλαναν αὐτοῦ στολήν.

Ὁ Ν΄ Ψαλμός: (Χῦμα).
Κανών:
 «Κύματι θαλάσσης...» μετά τῶν Εἱρμῶν αὐτοῦ, εἰς 6.
 Εἰς τό τέλος ἑκάστης ᾨδῆς ἐπαναλαμβάνεται ὁ Εἱρμός αὐτῆς.
Ἀπό γ΄ ᾨδῆς·
Τό Κάθισμα: 
«Τόν τάφον σου, Σωτήρ, στρατιῶται τηροῦντες...», ἅπαξ.
Εἰς τήν ἀρχήν τῆς δ΄ ᾨδῆς· «Τήν ἐν Σταυρῷ σου θείαν κένωσιν...»
, ἐξέρχονται τῆς Ὡραίας Πύλης οἱ τέσσαρες Διάκονοι μετά δικηροτρικήρων
 καί ποιήσαντες σχῆμα ἀνά δύο, λαμβάνουσι τάς ἑκατέρωθεν τοῦ 
Θρόνου θέσεις αὐτῶν καί εὐθύς ὁ Πατριάρχης κατέρχεται τοῦ Θρόνου
 καί εἰσέρχεται διά τῆς Ὡραίας Πύλης εἰς τό Ἱερόν Βῆμα, ἔνθα
 ἀσπάζεται τό Ἱερόν Εὐαγ­γέλιον προσαγόμενον ὑπό τοῦ Μ. Ἀρχιμανδρίτου.
Ἀφ’ ς΄ ᾨδῆς·
Κοντάκιον-Οἶκος: 
Τοῦ Τριῳδίου.
Συναξάριον:
 Τῆς ἡμέρας (14ῃ Ἀπριλίου) καί τό Ὑπόμνημα τοῦ Τριῳδίου.
Ὁ Διάκονος:
 «Τήν Θεοτόκον...». Ὁ Διάκονος δέν θυμιᾷ.
Εἰς τό τέλος τῆς θ΄ ᾨδῆς ἀνοίγεται ἡ Ὡραία Πύλη καί ἐξέρχονται πρῶτον
 οἱ Ἱερεῖς, ὁ Τριτεύων καί ὁ Διάκονος τῆς Σειρᾶς, οἱ Ἅγιοι Ἀρχιερεῖς, ὁ
 Μ. Ἀρχιδιάκονος, ὁ Δευτερεύων καί ὁ Πατριάρχης, ὅστις κρατῶν
 θυμιατόν ἄρχεται ψάλλειν τό· «Ἡ ζωή ἐν τάφῳ...».
Οἱ Ἀρχιερεῖς λαμβάνουσι τάς εἰς τά Ἀρχιερατικά στασίδια θέσεις 
αὐτῶν, οἱ Ἱερεῖς τάς ἑκατέρωθεν τοῦ Κουβουκλίου θέσεις αὐτῶν,
 ὁ Πατριάρχης πλαισιωμένος ὑπό τῶν τεσσάρων Διακόνων, προπορευομένου
 τοῦ Πριμηκηρίου μετά τοῦ Διβαμβούλου, τοῦ Ἀρχικλητῆρος 
καί ἀκολουθούντων τοῦ Μ. Ἐκκλησιάρχου, τοῦ Μ. Πρωτοσυγκέλλου
 καί τοῦ Ἀρχιγραμματέως θυμιᾷ ὅλον τόν Ναόν καί τόν λαόν. 
Καθ’ ὅν χρόνον ὁ Πατριάρχης θυμιᾷ, τάς αἰτήσεις καί τάς 
ἐκφωνήσεις ποιοῦσιν οἱ Ἅγιοι Ἀρχιερεῖς.
Εἰς τό τέλος τῆς α΄ στάσεως τῶν ἐγκωμίων, μετά τήν Αἴτησιν, 
ἡ ἐκφώνησις· «Ὅτι ηὐλόγηταί σου τό ὄνομα, καί δεδόξασταί σου 
ἡ Βασιλεία τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος,
 νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων»· καί ἄρχεται ἡ β΄ 
στάσις τῶν Ἐγκωμίων.
Εἰς τό τέλος τῆς β΄ στάσεως· Συναπτή μικρά, καί ἐκφώνησις·
 «Ὅτι ἅγιος εἶ ὁ Θεός ἡμῶν, ὁ ἐπί θρόνου δόξης τῶν Χερουβείμ 
ἐπαναπαυόμενος καί σοί τήν δόξαν ἀναπέμπομεν σύν τῷ ἀνάρχῳ
 σου Πατρί, καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι,
 νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰῶνων»· καί ἄρχεται ἡ
 γ΄ στάσις τῶν ἐγκωμίων.
Εἰς τό· «Ἔῤῥαναν τόν Τάφον...», ὁ Πατριάρχης, κατελθών πρό τοῦ
 Ἐπιταφίου, λαμβάνει παρά τοῦ Μ. Ἐκκλησιάρχου τό κανίον καί 
ραίνει τόν Ἐπιτάφιον ψάλλων ὁ ἴδιος τό· «Ἔῤῥαναν τόν Τάφον...»,
 ὅπερ ἐπαναλαμ­βάνεται καί ὑπό τῶν Χορῶν, καί ἀνέρχεται 
εἰς τόν Θρόνον.
Εἰς τό τέλος τῆς γ΄ στάσεως τῶν ἐγκωμίων· Μικρά Συναπτή καί ἡ
 ἐκφώνησις· «Σύ γάρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης...»· καί ἄρχονται 
τά Ἀναστάσιμα Εὐλογητάρια, καί τούτων πληρωθέντων, 
μικρά Συναπτή καί ἐκφώνησις· «Ὅτι σέ αἰνοῦσι...». 
Ἐξαποστειλάριον· «Ἅγιος Κύριος ὁ Θεός ἡμῶν», τρίς. 
«Πᾶσα πνοή...». «Αἰνεῖτε...».
Εἰς τό δεύτερον· «Αἰνεῖτε...» ὁ Πατριάρχης κατέρχεται τοῦ Θρόνου
 καί ἀσπάζεται τόν Ἐπιτάφιον καί οἱ Ἀρχιερεῖς ποιοῦσι σχῆμα
 τῷ Πατριάρχῃ, ἀσπάζονται τόν Ἐπιτάφιον, ποιοῦσιν πάλιν σχῆμα
 τῷ Πατριάρχῃ καί ἀνέρχονται εἰς τά στασίδια αὐτῶν.
Εἰς τούς Αἴνους: Τά 4 Στιχηρά Ἰδιόμελα·
 «Σήμερον συνέχει τάφος...
 – Τί τό ὁρώμενον θέαμα;...
 – Δεῦτε ἴδωμεν τήν ζωήν ἡμῶν... 
– ᾘτήσατο Ἰωσήφ τό σῶμα τοῦ Ἰησοῦ...». Δόξα· 
«Τήν σήμερον μυστικῶς...». Καί νῦν, 
«Ὑπερ­ευλογημένη...».
 Δοξολογία Μεγάλη.
Ἀρχομένου τοῦ ᾿Ασματικοῦ· «Ἅγιος ὁ Θεός...», ὁ Πατριάρχης 
καί οἱ Ἀρχιερεῖς κατέρχονται καί λαμβάνουσιν θέσιν πέριξ τοῦ
 Κουβουκλίου. Οἱ λαμπαδοῦχοι, οἱ Χοροί, οἱ δύο Ἱερεῖς, ὁ Μ. Ἀρχιδιάκονος, 
ὁ Δευτερεύων, ὁ Πατριάρχης καί οἱ κρατοῦντες τόν Ἐπιτάφιον Ἀρχιερεῖς
 λαμβάνουσι θέσιν εἰς τόν κεντρικόν διάδρομον τοῦ κυρίως Ναοῦ· τοῦ 
Τριτεύοντος καί τοῦ Διακόνου τῆς Σειρᾶς θυμιώντων καί τῶν Χορῶν 
ψαλλόντων τό Τροπάριον·
 «Τόν Ἥλιον κρύψαντα...» γίνεται ἡ ἔξοδος τοῦ
 Ἐπιταφίου, ὁ ὁποῖος κρατεῖται ὑπό ἕξ Ἀρχιερέων, τοῦ πρώτου
 βαστάζοντος τό Ἱερόν Εὐαγγέλιον. Ἀκολούθως γίνεται ἡ πρώτη αἴτησις:
Ὁ Μ. Ἀρχιδιάκονος:
 Ἐλέησον ἡμᾶς ὁ Θεός...
Ὁ Δευτερεύων:
 Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν...
Ὁ Τριτεύων:'
 Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου...
Ὁ Διάκονος τῆς Σειρᾶς: 
Ἔτι δεόμεθα ὑπέρ τῶν Ἁγίων Ἀρχιερέων...
Ὁ Μ. Ἀρχιδιάκονος:
 Ἔτι δεόμεθα ὑπέρ ὑγείας καί διαφυλάξεως τῶν ἐνθέρμων
 προστατῶν τῶν Ἐκπαιδευτικῶν καί Φιλανθρωπικῶν Καθιδρυμάτων
 τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας.
Ὁ Πατριάρχης:
 Ὅτι ἐλεήμων...
Ἐξέρχονται ἀκολούθως τοῦ Νάρθηκος, στρέφουσι ἀριστερά καί ἐρχόμενοι
 κάτωθεν τῆς κλίμακος τῆς ἀγούσης εἰς τήν Μ. Πρωτοσυγκελλίαν
 ποιοῦσι τήν δευτέραν αἴτησιν.
Ὁ Μ. Ἀρχιδιάκονος
: Ἐλέησον ἡμᾶς...
Ὁ Δευτερεύων:
 Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου...
Ὁ Διάκονος τῆς Σειρᾶς: 
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Πατριάρχης: 
τήν σχετικήν εὐχήν.
Κατόπιν διά τῆς νοτίου θύρας τοῦ Νάρθηκος εἰσέρχονται εἰς 
αὐτόν καί φθάσαντες πρό τῆς Κεντρικῆς θύρας τοῦ Ναοῦ 
ποιοῦσι τήν τρίτην αἴτησιν.
Ὁ Μ. Ἀρχιδιάκονος:
 Ἐλέησον ἡμᾶς...
Ὁ Δευτερεύων: 
Ἔτι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν
 τῶν προκεκοιμημένων δούλων σου, τῶν κτητόρων τῆς Ἱερᾶς Ἐκκλησίας 
ταύτης καί πάντων τῶν ἐν μετανοίᾳ καί πίστει τελειωθέντων.
Ὁ Πατριάρχης:
 Ὅτι σύ ἡ ἀνάστασις...
Περατωθεισῶν τῶν αἰτήσεων εἰσέρχονται εἰς τόν Ναόν· οἱ Χοροί
 λαμ­βάνουσι τάς θέσεις αὐτῶν καί οἱ λαμπαδοῦχοι ἵστανται ἑκατέρωθεν 
τῆς Ὡραίας Πύλης.
Ὁ Πατριάρχης πρό τῆς Ἁγίας Τραπέζης ἐκφωνεῖ κρατῶν θυμιατήριον·

«Πρόσχωμεν. Εἰρήνη πᾶσι. Σοφία» καί θυμιᾷ κύκλῳ τρίς τήν Ἁγίαν 
Τράπεζαν. Ψάλλονται τά Ἀπολυτίκια· 
«Ὅτε κατῆλθες...», 
«Ταῖς Μυροφόροις γυναιξί...» μέχρι τοῦ· 
\«Ἐδείχθη ἀλλότριος», καί· 
«Ὁ εὐσχήμων Ἰωσήφ...» μέχρι τό· 
«Κηδεύσας ἀπέθετο» καί ἀποθέτουσι τόν Ἐπιτάφιον ἐπί 
τῆς ἁγίας Τραπέζης. Ὁ Ἀναγνώστης ἀναγινώσκει τό Τροπάριον τῆ
ς Προφητείας· «Ὁ συνέχων τά πέρατα...», καί τήν Προφητείαν· 
Προκείμενον ἦχος δ΄.
 «Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν... 
– Ὁ Θεός, ἐν τοῖς ὠσίν ἡμῶν ἠκούσαμεν. 
Προφητείας Ἰεζεκιήλ τό Ἀνάγνωσμα.· Ἐγένετο ἐπ’ ἐμέ...», 
ὁ Ἀπόστολος· «Μικρά ζύμη ὅλον τό φύραμα ζυμοῖ...» (Α΄ Κορ. ε΄ 6-8 
καί Γαλ. γ΄ 13-14). Ὁ Πατριάρχης· τό Εὐαγγέλιον· 
«Τῇ ἐπαύριον, ἥτις ἐστί μετά τήν Παρασκευήν...» 
(Ματθ. κζ΄ 62-66). Ἐκτενής. Πληρωτικά. Ἀπόλυσις· 
ὑπό τοῦ Πατριάρχου, πρό τῆς Ὡραίας Πύλης· 
«Ὁ δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν
 σωτηρίαν τά φρικτά πάθη καί τόν ζωοποιόν Σταυρόν,
 καί τήν ἑκούσιον ταφήν σαρκί καταδεξάμενος, Χριστός 
ὁ ἀληθινός Θεός ἡμῶν...». «Δι’ εὐχῶν...».


Ἡ Τιμιωτέρα:
 Οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς ἡ θ΄ ᾨδή τοῦ Κανόνος.
 Εἰς τό τέλος τῆς θ΄ ᾨδῆς ἀνοίγεται ἡ Ὡραία Πύλη καί ἐξέρχεται 
ὁ Ἱερεύς, ὅστις κρατῶν θυμιατόν ἄρχεται ψάλλειν τό· 
«Ἡ ζωή ἐν τάφῳ...». Μετά τήν πλήρωσιν τῆς α΄ στάσεως, μικρά
 Συναπτή καί ἡ Ἐκφώνησις
· «Ὅτι ηὐλόγηταί σου τό ὄνομα...». Εὐθύς ἄρχεται ἡ β΄ στάσις· 
«Ἄξιόν ἐστιν...», ἧς πληρωθείσης μικρά Συναπτή καί πάλιν 
καί ἡ Ἐκφώνησις·
 «Ὅτι ἅγιος εἶ ὁ Θεός ἡ­μῶν...». Ἐν συνεχείᾳ ἄρχεται ἡ γ΄ στάσις·
 «Αἱ γενεαί πᾶσαι...», πληρωθείσης καί αὐτῆς γίνεται καί 
πάλιν μικρά Συναπτή μετ’ Ἐκ­φωνήσεως·
 «Σύ γάρ εἶ ὁ βασιλεύς...».
Εὐλογητάρια: 
Τά Ἀναστάσιμα.
Συναπτή μικρά καί ἡ Ἐκφώνησις·
 «Ὅτι σέ αἰνοῦσι...».
         «Ἅγιος Κύριος ὁ Θεός ἡμῶν» ἐκ τρίτου.
Αἶνοι:
 Τά 4 Στιχηρά Ἰδιόμελα· «Σήμερον συνέχει τάφος... 
– Τί τό ὁρώμενον θέαμα... – Δεῦτε ἴδωμεν τήν ζωήν ἡμῶν...
 –­ ᾘτήσατο Ἰωσήφ τό σῶμα τοῦ Ἰησοῦ...».
Δόξα: Τό Ἰδιόμελον αὐτῶν· «Τήν σήμερον μυστικῶς...».
Καί νῦν: «Ὑπερευλογημένη...».
Δοξολογία: Μεγάλη.
Εἰς τό ᾀσματικόν· «Ἅγιος ὁ Θεός...» γίνεται ἡ περιφορά τοῦ Ἐπιταφίου.
 Κατά τήν ἐπάνοδον ἅμα τῇ εἰσόδῳ τῆς πομπῆς εἰς τό Ἱερόν
 Βῆμα, ὁ (Ἀρχ)ἱερεύς ἐκφωνεῖ·«Πρόσχωμεν», «Εἰρήνη πᾶσι», «Σοφία» 
καί προπορευόμενος τῶν κρατούντων τόν Ἐπιτάφιον θυμιᾷ κύκλῳ τήν
 ἁγίαν Τράπεζαν ψάλλων τά Ἀπολυτίκια·
«Ὅτε κατῆλθες...», 
«Ταῖς Μυροφόροις γυναιξί... ἐδείχθη ἀλλότριος» καί· 
«Ὁ εὐσχήμων Ἰωσήφ... κηδεύσας ἀπέθετο». Τήν στιγμήν αὐτήν ἀποθέτουσιν
 τόν Ἐπιτάφιον ἐπί τῆς ἁγίας Τραπέζης.
Προφητεία:
 Τό τροπάριον τῆς Προφητείας·
 «Ὁ συνέχων τά πέρατα...», τό Προκείμενον αὐτῆς· 
«Ἀνάστα, Κύριε...» καί ἡ Προφητεία τοῦ Ἰεζεκιήλ·
«Ἐγένετο ἐπ’ ἐμέ χείρ Κυρίου...».
Ἀπόστολος:
 «Μικρά ζύμη...» (Α΄ Κορ. ε΄ 6-8, Γαλ. γ΄ 13-14).
     Ὁ (Ἀρχ)ἱερεύς ἀπό τῶν Βημοθύρων τό·
Εὐαγγέλιον: 
«Τῇ ἐπαύριον...» (Ματθ. κζ΄ 62-66).
Ἐκτενής. Πληρωτικά.
Ἀπόλυσις: 
«Ὁ δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν τά φρικτά πάθη 
καί  τόν  ζωοποιόν  Σταυρόν  καί  τήν ἑκούσιον  ταφήν  σαρκί καταδεξάμενος,
 Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...». «Δι’ εὐχῶν...».
Τῷ Μ. Σάββατῳ πρωΐ: ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
 ΜΕΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
Προοιμιακός.
Εἰς τό· «Κύριε, ἐκέκραξα...».
Ἑσπέρια:
 1.– Τά 4 Στιχηρά Ἀναστάσιμα τοῦ α΄ ἤχου· 
«Τάς ἑσπερινάς ἡμῶν εὐχάς... 
– Κυκλώσατε, λαοί, Σιών... 
– Δεῦτε, λαοί, ὑμνήσωμεν... 
– Τῷ πάθει σου, Χριστέ...» καί
 2.– Τά 3 Στιχηρά Ἰδιόμελα τῆς ἡμέρας· 
«Σήμερον ὁ ᾅδης στένων βοᾷ...
 – Σήμερον ὁ ᾅδης στένων βοᾷ... 
– Σήμερον ὁ ᾅδης στένων βοᾷ...» εἰς 4, τό πρῶτον δίς.
Δόξα:
 Τό Ἰδιόμελον αὐτῶν· «Τήν σήμερον μυστικῶς...».
Καί νῦν: 
Τό α΄ Θεοτοκίον τοῦ ἤχου· «Τήν παγκόσμιον δόξαν...».
Εἴσοδος:
 Μετ’ Εὐαγγελίου· «Φῶς ἱλαρόν...»
Τά Ἀναγνώσματα· α΄.– Γενέσεως τό Ἀνάγνωσμα· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός...».
 β΄.– Προφητείας Ἰωνᾶ τό Ἀνάγνωσμα·«Ἐγένετο λόγος Κυρίου...» καί
 γ΄.– Προφητείας Δανιήλ τό Ἀνάγνωσμα· «Ἔτους ὀκτωκαιδεκάτου...».
(Τά ἀνωτέρω Ἀναγνώσματα εἰς τό Τριῴδιον ἔχουσιν ἀντιστοίχως
 ἀρίθμησιν α΄, δ΄ καί ιε΄).
   Εἰς τό τέλος τοῦ γ΄ Ἀναγνώσματος ψάλλομεν εἰς ἦχον α΄· 
«Τόν Κύριον ὑμνεῖτε καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας» 
καί ἐπαναλαμβάνεται εἰς τέλος ἑκάστου στίχου τῆς η΄
 ᾨδῆς μέχρι τέλους.
Εὐθύς·
Ὁ Διάκονος: 
«Τοῦ Κυρίου δεηθῶμεν».
Ὁ Ἱερεύς: 
«Ὅτι ἅγιος εἶ ὁ Θεός ἡμῶν...».
Ἀντί τοῦ Τρισαγίου:
 «Ὅσοι εἰς Χριστόν...».
Ἀπόστολος:
 Μεγάλου Σαββάτου· «Ὅσοι εἰς Χριστόν ἐβαπτίσθημεν...» (Ῥωμ. ς΄ 3-11).
Δέν ψάλλεται τό· «Ἀλληλούϊα» ἀντ’ αὐτοῦ δέ ὁ λειτουργῶν Ἱερεύς 
ἐξερχόμενος εἰς τά βημόθυρα καί σκορπίζων φύλλα δάφνης
 ψάλλει εἰς ἦχον βαρύν τό·«Ἀνάστα ὁ Θεός...», τό ὁποῖον ἐπαναλαμβάνουσιν 
οἱ Χοροί ἐναλλάξ μετά τῶν πρό αὐτοῦ στίχων, ὡς ἐν τῷ Τριῳδίῳ, 
μέχρις ὅτου ὁ Ἱερεύς περιέλθῃ ὅλον τόν Ναόν.
Εὐαγγέλιον: 
Ὁμοίως· «Ὀψέ Σαββάτων...» (Ματθ. κη΄ 1-20).
Καθεξῆς ἡ Θ. Λειτουργία τοῦ Μεγάλου Βασιλείου.
Ἀντί τοῦ Χερουβικοῦ ὁ ὕμνος:
 «Σιγησάτω πᾶσα σάρξ βροτεία...». Ἡ Εἴσοδος τῶν Τιμίων Δώρων
 γίνεται μετά τήν φράσιν· «πάσης ἀρχῆς καί ἐξουσίας...» καί εὐθύς ὁ
 β΄ Χορός συμπληρώνει τόν ὕμνον ἀπό τοῦ σημείου· 
«Τά πολυόμματα Χερουβείμ...» καί ἑξῆς.
Εἰς τό Ἐξαιρέτως: 
«Ἐπί σοί χαίρει...».
Κοινωνικόν:
 «Ἐξηγέρθη, ὡς ὁ ὑπνῶν Κύριος καί ἀνέστη σώζων ἡμᾶς. Ἀλληλούϊα».
Ἀντί τοῦ· «Εἴδομεν τό φῶς...», εἰς ἦχον β΄, εἱρμολογικῶς, τό· 
«Μνήσθητι, εὔσπλαχνε, καί ἡμῶν, καθώς ἐμνημόνευσας τοῦ 
λῃστοῦ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν».
Ἀπόλυσις:
 «Ὁ ἀναστάς ἐκ νεκρῶν...».
 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

Η Ευρώπη ακυρώνει τα Χριστούγεννα!

Tα Χριστούγεννα είναι μια γιορτή που γιορτάζουμε όχι ως άτομα ούτε ως έθνος, αλλά ως ανθρώπινη οικογένεια [Ronald Reagan] Ένα σχεδόν σπαρακτ...