Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Σάββατο, Απριλίου 07, 2012

Τυπικόν της 8ης Ἀπριλίου 2012 Κυριακής των Βαίων


Κυριακή: ΤΩΝ ΒΑΪΩΝ. Ἐν ᾗ τήν λαμπράν καί ἔνδοξον
 πανήγυριν τῆς εἰς Ἰερουσαλήμ εἰσόδου τοῦ Κυρίου ἡμῶν 
Ἰησοῦ Χριστοῦ ἑορτάζομεν. Τῶν Ἁγίων Ἀποστόλων ἐκ 
τῶν Ἑβδομήκοντα Ἡρωδίωνος, Ἀγάβου, Ρούφου, Ἀσυγκρίτου,
 Φλέγοντος καί Ἑρμοῦ. Τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου
 τοῦ ναυκλήρου, ἐν Κῷ μαρτυρήσαντος. 
 
Τῷ Σαββάτῳ ἑσπέρας: Θ΄ ΩΡΑ
Ἀπολυτίκιον: 
«Τήν κοινήν Ἀνάστασιν...».
Κοντάκιον: 
«Ἡ πάντων χαρά...».
Ἀπόλυσις:
 Μικρά· «Ὁ ἀναστάς ἐκ νεκρῶν...».
ΕΣΠΕΡΙΝΟΣ
Προοιμιακός - Ψαλτήριον.
Εἰς τό· «Κύριε, ἐκέκραξα...».
Ἑσπέρια:
 Τά 5 Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς·
 «Σήμερον ἡ χάρις...
 – Ὁ ἔχων θρόνον οὐρανόν...
 – Δεῦτε καί ἡμεῖς σήμερον...
 – Τήν σεπτήν Ἀνάστασιν... 
– Πρό ἕξ ἡμερῶν τοῦ Πάσχα...»
 εἰς 6, τό πρῶτον δίς.
Δόξα, Καί νῦν: 
Τό α΄ Ἰδιόμελον τῆς Ἑορτῆς· «Σήμερον ἡ χάρις...».
Εἴσοδος: 
«Φῶς ἱλαρόν...». Τό Προκείμενον τῆς ἡμέρας
 καί τά Ἀναγνώσματα.
Ἀπόστιχα: 
Τά 3 Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς· 
«Χαῖρε καί εὐφραίνου..
. – Ἦλθεν ὁ Σωτήρ...
 Ὁ τοῖς Χερουβίμ ἐποχούμενος...», μετά τῶν πρό αὐτῶν στίχων εἰς τά δύο τελευταῖα: α΄
.– «Ἐκ στόματος νηπίων καί θηλαζόντων κατηρτίσω αἶνον».β΄.
– «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστόν τό ὄνομά σου ἐν πάσῃ τῇ γῇ».
Δόξα, Καί νῦν: 
Τό Ἰδιόμελον αὐτῶν· «Σήμερον ἡ χάρις...».
Τρισάγιον.
Ἀπολυτίκια: 
1.– Τῆς Ἑορτῆς· «Τήν κοινήν Ἀνάστασιν...».
 2.– Δόξα, τό αὐτό καί
 3.– Καί νῦν· «Συνταφέντες σοι διά τοῦ βαπτίσματος...».
Ἀπόλυσις:
 «Ὁ ἐπί πώλου ὄνου καθεσθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός...».
Τῇ Κυριακῇ πρωΐ: ΜΕΣΟΝΥΚΤΙΚΟΝ
Μετά τόν Ν΄ Ψαλμόν, τά διά τήν Λιτήν Στιχηρά Ἰδιόμελα
 τῆς Ἑορτῆς· «Τό παν­άγιον Πνεῦμα...», κτλ. μετά τοῦ Δόξα,
 Καί νῦν αὐτῶν. Τρισάγιον καί τό  Ἀπολυτίκιον τῆς Ἑορτῆς·
«Συνταφέντες σοι...».
ΟΡΘΡΟΣ
Ἑξάψαλμος.
Εἰς τό· «Θεός Κύριος...».
Ἀπολυτίκια:
 Τά τοῦ Ἑσπερινοῦ.
Καθίσματα: 
Τῆς Ἑορτῆς τῆς α΄ καί β΄  Στιχολογίας καί τό μετά τόν 
Πολυέλεον, ὡς ἐν τῷ Τριῳδίῳ, τό τελευταῖον δίς.
Ἀναβαθμοί:
 Τό α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου· «Ἐκ νεότητός μου...».
Προκείμενον: 
«Ἐκ στόματος νηπίων καί θηλαζόντων κατηρτίσω αἶνον».
Στίχος: 
«Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστόν τό ὄνομά σου ἐν πάσῃ τῇ γῇ».
Εὐαγγέλιον Ὄρθρου: 
Τῆς Ἑορτῆς· «Ὅτε ἤγγισεν ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα...» (Ματθ. κα΄ 1-11, 15-17).
Ὁ Ν΄ Ψαλμός:
 (Χῦμα). Δόξα· «Σήμερον ὁ Χριστός εἰσέρχεται ἐν
 πόλει τῇ ἁγίᾳ ἐν πώλῳ καθήμενος...». Καί νῦν, τό αὐτό καί 
τό Ἰδιόμελον· «Σήμερον ἡ χάρις...».
Κανών: 
Τῆς Ἑορτῆς· «Στόματος, ἐκ νηπίων ἀκάκων...»,
 μετά τῶν Εἱρμῶν αὐτοῦ ἄνευ στίχου καί εἰς τά δύο τελευταῖα
 Δόξα, Καί νῦν, εἰς 6.
Ἀπό γ΄ ᾨδῆς·
Ὑπακοή: 
«Μετά κλάδων ὑμνήσαντες πρότερον...».
Ἀφ’ ς΄ ᾨδῆς·
Κοντάκιον – Οἶκος:
 Τῆς Ἑορτῆς.
Συναξάριον:
 Τῆς ἡμέρας καί τό Ὑπόμνημα τοῦ Τριῳδίου.
Καταβασίαι: 
«Ὤφθησαν αἱ πηγαί...».
Ἡ Τιμιωτέρα:
 Οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς ἡ θ΄ ᾨδή 
τοῦ Κανόνος τῆς Ἑορτῆς, ὡς ἐν τῷ Τριῳδίῳ.
Εἱρμός θ΄ ᾨδῆς: 
«Θεός Κύριος καί ἐπέφανεν ἡμῖν...».
Εἰς τήν ἀρχήν τῆς θ΄ ᾨδῆς ἐξέρχονται ἐκ τῆς Νοτίου Πύλης 
τοῦ Ἱεροῦ βήματος, προπορευομένου τοῦ Μ. Ἐκκλησιάρχου, οἱ
 συγχοροστατήσοντες Ἅγιοι Ἀρχιερεῖς καί λαμβάνουσι τάς 
οἰκείας αὐτῶν θέσεις ἐν τῷ Ναῷ.
«Ἅγιος Κύριος...» τρίς, ὡς Ἐξαποστειλάριον.
Ἀρχομένου τοῦ· «Ἅγιος Κύριος...», ὁ Πατριάρχης περιβάλλεται 
τά ὑπό τοῦ Μ. Ἀρχιδιακόνου προσαγόμενα Ἐπιτραχήλιον 
καί Ὠμοφόριον. Οἱ λαμπαδοῦχοι φέρουσι ἐντός κανίστρου
 τά βαΐα καί ὁ Πατριάρχης ἀναγινώσκει τήν εἰδικήν εὐχήν.
 Μετά τήν εὐχήν ὁ Α΄ Χορός τό· «Πᾶσα πνοή...», καί ὁ β΄ Χορός 
τό· «Αἰνεῖτε...». Εἰς τό β΄ «Αἰνεῖτε...», ὁ Πατριάρχης 
κατέρχεται τοῦ Θρόνου καί ἀσπάζεται τήν ἐν τῷ τρισκελίῳ
 εἰκόνα τῆς Βαϊφόρου καί εὐλογεῖ τόν λαόν, τοῦ Α΄ Χοροῦ 
ψάλλοντος τό· «Εἰς πολλά ἔτη, Δέσποτα»· λαμ­βάνει τά βαΐα 
παρά τοῦ Μ. Ἐκκλησι
άρχου καί ἵσταται εἰς τήν τελευταίαν βαθμίδα τοῦ Θρόνου.
Αἶνοι: 
Τά 4 Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς
· «Ὁ πλεῖστος ὄχλος, Κύριε...
 – Μέλλοντός σου εἰσιέναι... 
– Ἐξέλθετε ἔθνη... 
– Τήν κοινήν Ἀνάστασιν...».
Ψαλλομένων τῶν Αἴνων οἱ συγχοροστατοῦντες μετά τοῦ Πατριάρχου Ἅγιοι Ἀρχιερεῖς κατέρχονται κατά σειράν τῶν στασιδίων αὐτῶν, ποιοῦσι σχῆμα πρό τοῦ Θρόνου, ἀσπάζονται τήν ἐν τῷ τρισκελίῳ εἰκόνα τῆς Βαϊφόρου καί προσέρχονται τῷ Πατριάρχῃ· ἀσπάζονται τήν δεξιάν Αὐτοῦ καί λαμβάνουσι παρ’ Αὐτοῦ τά βαΐα τῶν φοινίκων.
Δόξα, Καί νῦν:
 Τό Ἰδιόμελον αὐτῶν· «Πρό ἕξ ἡμερῶν τοῦ Πάσχα...».
Δοξολογία: 
Μεγάλη.
      «Συνταφέντες σοι...».
ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀντίφωνα: 
Τῆς Ἑορτῆς.
Ἀντίφωνον α΄.
Ἦχος β΄.
«Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.
Θλῖψιν καί ὀδύνην εὗρον καί τό ὄνομα Κυρίου ἐπεκαλεσάμην.
Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.
Δόξα... Καί νῦν...».       
Ἀντίφωνον β΄.
Ἦχος ὁ αὐτός.
«Ἐπίστευσα, διό ἐλάλησα·   ἐγώ δέ ἐταπεινώθην σφόδρα.
 Τί ἀνταποδώσω τῷ Κυρίῳ περί πάντων, ὧν ἀνταπέδωκέ μοι;
 Ποτήριον σωτηρίου λήψομαι, καί τό ὄνομα Κυρίου ἐπικαλέσομαι.
 Τάς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντός τοῦ λαοῦ αὐτοῦ.
Δόξα... Καί νῦν... Ὁ Μονογενής Υἱός...».       
Ἀντίφωνον γ΄.
Ἦχος α΄.
«Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Εἰπάτω δή οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Εἰπάτω δή οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Εἰπάτωσαν δή πάντες οἱ φοβούμενοι τόν Κύριον, ὅτι ἀγαθός, 
ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ».    
Εἴσοδος.
Εἰσοδικόν, Ἦχος β΄ : 
«Εὐλογημένος  ὁ ἐρχόμενος  ἐν  ὀνόματι  Κυρίου· Θεός  Κύριος
  καί ἐπέφανεν ἡμῖν, Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐπί πώλου ὄνου 
καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα».
Μετά τήν Εἴσοδον.
Ἀπολυτίκια: 
1.– Τῆς Ἑορτῆς· «Τήν κοινήν Ἀνάστασιν...» καί
 2.– «Συνταφέντες σοι...».
Κοντάκιον:
 Τῆς Ἑορτῆς· «Τῷ θρόνῳ ἐν οὐρανῷ...».
Τρισάγιον.
Ἀπόστολος:
 Κυριακῆς Βαΐων· «Χαίρετε ἐν Κυρίῳ πάντοτε...» (Φιλιπ. δ΄ 4-9).
Εὐαγγέλιον:
 Ὁμοίως· «Πρό ἕξ ἡμερῶν τοῦ Πάσχα...» (Ἰω. ιβ΄ 1-18).
Καθεξῆς ἡ Θ. Λειτουργία Ἰωάννου τοῦ Χρυσοστόμου.
Εἰς τό Ἐξαιρέτως:
 «Θεός Κύριος καί ἐπέφανεν ἡμῖν...».
Κοινωνικόν: 
«Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα».
 «Τήν κοινήν Ἀνάστασιν...», κτλ.
Ἀπόλυσις: 
Ἡ τοῦ Ἑσπερινοῦ.
Ἐν τῇ τραπέζῃ κατάλυσις ἰχθύος.
Τῇ αὐτῇ Κυριακῇ ἑσπέρας: Θ΄ ΩΡΑ
Ἀπολυτίκια:
 1.– «Τήν κοινήν Ἀνάστασιν...».
 2.– Δόξα· «Συνταφέντες σοι...».
Κοντάκιον:
 «Τῷ θρόνῳ ἐν οὐρανῷ...».
Ἀπόλυσις: Μικρά·
 «Ὁ ἐπί πώλου ὄνου...». 
ΕΣΠΕΡΙΝΟΣ
Ἐν ᾧ ἀποδίδεται ἡ Ἑορτή τῶν Βαΐων.
Προοιμιακός.
Εἰς τό· «Κύριε, ἐκέκραξα...».
Ἑσπέρια: 
Τά 3 Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς· 
«Χαῖρε καί εὐφραίνου, πόλις Σιών... 
– Ἦλθεν ὁ Σωτήρ σήμερον...
 – Ὁ τοῖς Χερουβίμ ἐποχούμενος...» εἰς 6, ἅπαντα ἐκ δευτέρου.
Δόξα:
 Τό α΄ Ἰδιόμελον· «Χαῖρε καί εὐφραίνου...».
Καί νῦν:
 Τό γ΄ Ἰδιόμελον· «Ὁ τοῖς Χερουβίμ ἐποχούμενος...».
Εἴσοδος:
 «Φῶς ἱλαρόν...». Τό Προκείμενον τῆς ἡμέρας.
Ἀπόστιχα: 
Τά 3 Στιχηρά Ἰδιόμελα τῆς Ἑορτῆς· 
«Ἐκ βαΐων καί κλάδων... – Φοβερόν τό ἐμπεσεῖν... 
– Συναγωγή πονηρά...», μετά τῶν πρό αὐτῶν στίχων εἰς τά δύο τελευταῖα.
Δόξα: 
Τό α΄ Ἰδιόμελον· «Ἐκ βαΐων καί κλάδων...».
Καί νῦν:
 Τό β΄ Ἰδιόμελον· «Φοβερόν τό ἐμπεσεῖν...».
           «Νῦν ἀπολύεις...».
Καί εὐθύς ὁ Κανών τοῦ Ἀποδείπνου· «Ἰωσήφ τήν σωφροσύνην...» μετά στίχου· «Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι». Εἰς τό τέλος ἐπαναλαμβάνεται ὁ Εἱρμός τῆς θ΄ Ὠδῆς· «Ἀλλότριον τῶν μητέρων ἡ παρ­θενία...», ἀργῶς.
Τρισάγιον.
κτλ., ὡς καί τῷ ἑσπέρας τῆς Κυριακῆς τῆς Τυρινῆς.
Ἀπόλυσις:
 «Ἐρχόμενος ὁ Κύριος ἐπί τό ἑκούσιον πάθος διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός...».
Εἰς τήν συγχώρησιν τό Σταυροθεοτοκίον· «Σφαγήν σου τήν ἄδικον...».
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...