Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Πέμπτη, Φεβρουαρίου 24, 2022

Παρακλητικός Κανων εις τον Κύριον ημών Ιησού Χριστόν δια την Ειρήνη Ποίημα Μητροπολίτου Κρήτης Τιμοθέου Παπουτσάκη Χανιά 1948




 Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.

Εἰσάκουσόν μου Κύριε, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου. Συνέτισόν με καὶ δίδαξόν με τὰ δικαιώματά σου· ὅτι ἐγὼ ἐν τῷ πλήθει τοῦ ἐλέους Σου εἰσελευσομαι εἰς τὸν οἴκόν Σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν Σου ἐν φόβῳ Σου. Κύριε ὁ Θεός μου ἐπί Σοι ἤλπισα, σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, μήποτε ὁ ἐχθρὸς ἁρπάση ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου, μηδὲ σῴζοντος. Βοήθησόν μοι καὶ σωθήσομαι. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων καὶ ἀπὸ γλώσσης δολίας. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἑξάγαγέ με. Ἴδε τὴν ταπείνωσίνμου καὶ τὸν κόπο μου. Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰς ἐντολάς Σου. Ἐκολλήθη ἡ ψυχή μου τῷ ἐδάφει, ζῆσόν με κατὰ τὸν λόγον σΣου. Ἀνάστα Κύριε, σῶσόν με ὁ Θεός μου, ὅτι Σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. Ὁ Θεός μου βοηθός μου, ὅτι περιέσχον με ὠδῖνες θανάτου καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με, ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγῖδες θανάτου. Κύριε, ἴδε τὴν ταπείνωσίν μου καὶ σῶσόν με, ὅτι θλίψεις καὶ ἀνάγκαι εὕροσάν με. Ἐξελοῦ με ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ἱλὺν βυθοῦ. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ, ῥῦσαί με ἐκ τῶν μισοῦντών με. Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς Σὲ ὁ Θεός. Κύριε ὁ Θεὸς φωτιεῖς τὸ σκότος μου, ὅτι ἐν Σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου. Μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός Σου, ὅτι θλίβομαι. Ταχὺ ἐπακοῦσόν μου, πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν. Μὴ ἐγκαταλείπῃς με Κύριε, ὁ Θεός μου, μὴ ἀποστῆς ἀπ’ ἐμοῦ. Ὅτι Σὺ Κύριε, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ ἀληθινός.

Ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με. Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου, ἴσχυσα πρὸς αὐτόν. Ποίησον μετ᾿ ἑμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι Σὺ Κύριε ἐβοήθησάς με καὶ παρεκάλεσάς με. Ἐπὶ Σοὶ Κύριε ἤλπισα, σῶσόν με ὁ Θεός μου, ὅτι Σὺ ἡ ἰσχύς μου, στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου. Καὶ ἐὰν πορευθῶ ἐν σκότει καὶ σκιᾷ θανάτου οὐ φοβηθήσομαι κακὰ ὅτι Σὺ μετ᾿ἐμοῦ εἰ. Σὺ εἰσακούση Κύριε ὁ Θεός μου, ἐλέησόν με καὶ σῶσόν με.

Ἡμάρτομεν ἐνώπιόν Σου Κύριε. Διὰ τοῦτο ἐταπείνωσας ἡμᾶς καὶ ἐκάλυψεν ἡμᾶς σκιὰ θανάτου. Ἡμάρτομεν ἠνομήσαμεν· καὶ τῶν ἐντολῶν Σου οὐκ ἠκούσαμεν. Ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες πάντα ταῦτα ἐφ’ ἡμᾶς, διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἐδοκίμασας ἡμᾶς ὁ Θεός. Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα. Ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν. Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Ἀλλά Σὺ Κύριε ἕως πότε; Μακροθύμησον καὶ σῶσον ἡμᾶς κατὰ τὸ μέγα Σου ἔλεος. Μνήσθητι ὅτι χοῦς ἐσμεν. Ἐπιφάνηθι Κύριε καὶ λύτρωσαι ἡμᾶς, ὅτι ἐπὶ Σὲ ἠλπίσαμεν. Σὺ εἰ ὁ Θεὸς ἡμῶν ἐκτός Σου ἄλλον οὐκ οἴδαμεν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ τροπάρια.
Σῶσον, Κύριε, τὸν λαόν Σου καὶ εὐλόγησον τῆν κληρονομίαν Σου, νίκας τοῖς βασιλεῦσι κατά βαρβάρων δωρούμενος καὶ τὸ σον φυλάττων, διὰ τοῦ Σταυρού Σου, πολίτευμα.

Δόξα. Τῆς τυχούσης ἑορτῆς ἤ τοῦ Ἁγίου τοῦ Ναοῦ.

Καὶ νῦν. Θεοτοκίον
Οἱ τὴν Σὴν προστασίαν κεκτημένοι Ἄχραντε καὶ ταῖς Σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ σταυρῷ τοῦ Υἱοῦ Σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος Σὲ πάντες εὐσεβῶς μεγαλύνομεν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους..

Καὶ ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δέσποτα Χριστὲ ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἰησοῦ τοὺς ἀπείρους Σου οἰκτιρμούς, καὶ τὴν εὐσπλαγχνίαν κνδυνεύων ἐπιζητῶ. Ὦ Κύριε τοῦ κόσμου μὴ παρίδης, τὸν δυστυχῆ καὶ ἀχρεῖον ἱκέτην Σου.

Ἰησοῦ Παντοδύναμε Λυτρωτά, κατάργησον πολέμους ἐκδικήσεις καὶ σπαραγμούς, καὶ παῦσον τὰ μίση καὶ τὰ πάθη, τῶν ἀδελφῶν ἡμῶν φιλάνθρωπε.

Ἰησοῦ εὐσπλαχνίας θεία πηγή, μὴ παρίδῃς τὰ δάκρυα ἀναξίων σων ἰκετῶν. Ἐπίβλεψον Κύριε καὶ σῶσον, ἐκ τῶν κινδύνων καὶ θλίψεων ἅπαντας.

Θεοτοκίον.
Θεοτόκε Παρθένε ὡς ἀγαθή, τὸν Σωτῆρα τοῦ κόσμου, δυσωποῦσα ὑπὲρ ἡμῶν, μὴ παύσῃς πανάχραντε βοῶμεν, ἁμαρτῶλοι καὶ ἀνάξιοι δοῦλοί Σου.

ᾨδὴ γ΄.
Ἰησοῦ μου, τὰ κύματα τῆς ζωῆς καὶ αἱ τρικυμίαι τῶν πολέμων μὲ ἀπειλοῦν καὶ ἄνεμοι σφόδρα ἐναντίοι, ὡς Πέτρος κράζω σοι, Κύριε σῶσόν με.

Ἰησοῦ τὴν σκληρότητα τῆς ψυχῆς, πάντων τῶν ἀνθρώπων διασκέδασον ἀγαθέ, ἀγάπην καὶ πίστιν καὶ εἰρήνην, πολυέλεε Κύριε δώρησαι.

Ἰησοῦ, ἐμακρύνθημεν ἀπὸ σοῦ, καὶ κατεποντίσθημεν εἰς τὸ βάθος τῆς συμφορᾶς, ὡς Ἰωνᾶς Κύριε βοῶμεν, ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν ἀνάγαγε.

Θεοτοκίον.
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τοῦς παρόντας κινδύνους καὶ τὴν πλήρη καταστροφήν, πρόφθασον Ἄχραντε καὶ σῶσον, ταῖς σαῖς πρεσβείαις, λαὸν τυραννούμενον.

Μακρόθυμε, φιλάνθρωπε Κύριε, τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως λύτρωσαι, ὅτι ἄπειρον ἔχεις τὸ ἔλεος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις.
Ἐλέησον ἡμᾶς ὁ Θεός…
Ἐτι δεόμεθα, ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἐτι δεόμεθα, ὑπὲρ τοῦ Ἐπισκόπου ἡμῶν…
Ἐτι δεόμεθα, ὑπὲρ τῶν Ἐνοριτῶν…
Ἐτι δεόμεθα, ὑπὲρ τῆς ὁμονοίας καὶ εἰρηνεύσεως τοῦ λαοῦ ἡμῶν, τῆς καταπαύσεως τοῦ ἐμφυλίου πολέμου καὶ τοῦ ἀδελφοκτόνου σπαραγμοῦ, τῆς διασώσεως καὶ εὐημερίας τοῦ ἔθνους ἡμῶν καὶ ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου.
Ὅτι ἐλεήμων…

Καὶ το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστέ μου Ἰησοῦ, βοηθείας δεόμεθα, οἱ πάντες δειναῶς πολεμούμενοι Κύριε, ἀλλ’ ἐν πίστει κραυγάζομεν· Ἰησοῦ μακρόθυμε ἀκοῦσον, τὴν ἐκ καρδίας δέησιν ἡμῶν, καὶ σῶσον ἡμᾶς πολυέλεε.

ᾨδὴ δ΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Ἰησοῦ, γλυκύτατε Χριστέ, Ἰησοῦ πολυεύσπλαγχνε, ἐκ βυθοῦ ἀπωλείας σοὶ κράζομεν, Ἰησοῦ ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, καὶ τῆς σωτήριας πάντας καταξίωσον.

Ἰῆσοῦ, γλυκύτατε Χριστέ, Ἰησοῦ πολυέλεε, μὴ παρίδῃς τὰ δάκρυα, τοὺς στεναγμούς, καὶ τὴν δέησιν, ἀχρείων δούλων, βοῶντών Σοι· ἡμάρτομεν Ἰησοῦ Σωτήρ, δεῖξον ἡμῖν τὸ μέγα σου ἔλεος.

Ἰησοῦ, γλυκύτατε Χριστέ, Ἰησοῦ φιλάνθρωπε, αἱ ἁμαρτίαι ἡμῶν ἐπληθύνθησαν, ὁ ἐχθρὸς ὑπερίσχυσεν καὶ εἰς ἱλὺν βυθοῦ ἐνεπάγημεν, Ἰησοῦ μου πρόφθασον, πάσης περιστασεως λυτρούμενος.

Θεοτοκίον.
Θεότοκε Δέσποινα ἁγνή, βοήθησον δεόμεθα, τοὺς ἀναξίους ἰκέτας σου Ἄχραντε, ἵνα τῶν κινδύνων καὶ θλίψεων, λυτρωθῶμεν κραυγάζοντες· Χαῖρε, τῶν χριστιανῶν τὸ καταφύγιον.

ᾨδή ε΄.
Ἰησοῦ, μακρόθυμε Χριστέ, τῶν πιστῶν τὸ καύχημα, τὴν ἐπὶ γῆς ἐκκλησίαν στερέωσον, τῶν ἐχθρῶν τὴν μανίαν, Ἰησοῦ κατάργησον, τῶν πειρασμῶν καὶ κινδύνων ἐλευθέρωσον, ὁ Λυτρωτὴς ἡμῶν καὶ Κύριος.

Ἰησοῦ, ἀγάπης ἀρχηγέ, τὴν φλόγα κατάσβεσον, ἀδελφοκτόνου μανίας μακρόθυμε, Ἰησοῦ παντοδυναμε, εἰρήνην καὶ ἀγάπην δωρούμενος, ἡ πηγὴ τῶν οἰκτιρμῶν καὶ ἁμαρτημάτων ἡ συγχώρησις.

Ἰησοῦ, εἰρήνης χορηγέ, τοὺς πολέμους κατάργησον καὶ σπαραγμοὺς ἐμφυλίους ἑξάλειψαν καὶ τὰς στάσεις ἀφάνισον, τὸν λαόν σου σπλαχνίσθητι Κύριε· καὶ τὸν κόμον σου εἰρήνευσον.

Θεοτοκίον.
Θεοτόκε Δέσποινα ἁγνή, πρόφθασον βοῶμέν σοι, καὶ τὸν κόσμον εἰρήνευσον Ἄχραντε, διαιρέσεις καὶ μίση τὸν λαόν σου κατέλαβον· καὶ τυραννούμενον, ταῖς σαῖς πτρεσβείαις λύτρωσαι, Μήτηρ Θεοῦ παμμακάριστε.

ᾨδὴ στ΄.
Ἰησοῦ, πανάγαθε Θεέ, τὸν κόσμον Σου πράϋνον, τὰ ἔθνη εἰρήνευσον, Ἰησοῦ κατάργησον, τοὺς πολέμους καὶ μίση, βοῶμέν σοι· Ἰησοῦ Σωτήρ μου, τῶν χριστιανῶν ἡ ἀπολύτρωσις.

Ἰησοῦ, γλυκύτατε Χριστέ, Ἰησοῦ ἐξάλειψον, ἐκ τῆς ψυχῆς τῶν ἀνθρώπων δεόμεθα, τὰ πάθη καὶ ὁδήγησον, πρὸς ὁδὸν ἀρετῆς καὶ εὐθύτητος, Ἰησοῦ Σωτήρ μου, πίστιν καὶ μετάνοιαν δωρούμενος.

Ἰησοῦ, γλυκύτατε Χριστέ, πάντες ἐξεκλίναμεν, τὰς ἐντολάς Σου παρέβημεν Κύριε, ταχὺ ἐπίστρεψον, τὰς καρδίας ἡμῶν πρὸς μετάνοιαν κράζομεν, Σωτὴρ τοῦ κόσμου, ἵνα τὴν ἀγάπην Σου γεραίρωμεν,

Ἰησοῦ, γλυκύτατε Χριστέ, ὧν ἐπράξαμεν ἀξία, οἱ ἁμαρτωλοὶ ἀπελαύομεν, ἀπιστίας καρπούς, Ἰησοῦ ἐθερίσαμεν, αἵματα, πολέμους καὶ θάνατον, ἵλεως γενοῦ ἡμῖν, φιλάνθρωπε.

Θεοτοκίον.
Θεοτόκε Δέσποινα ἁγνή, θερμὴν παράκλησιν, πρὸς τὸν Υἰόν σου καὶ Κύριον ἔχομεν, καὶ πίστει προστρέχομεν, ἐκ πάντων θλίψεων ἐλευθέρωσαν, ἵνα σὲ δοξάζομεν, πανύμνητε.

Αἴτησις ὡς ἀνώτερω.
Κοντάκιον. Προστασία τῶν Χριστιανῶν.

Παντοδύναμε Λυτρωτά, λαὸν τυραννούμενον, ἐκ δεινῶν περιστάσεων, Κύριε λύτρωσαι καὶ ἐκ κινδύνων ἐλευθέρωσον, προστρέχοντας ἡμᾶς, καὶ προστάτευσον, ὡς ἀγαθὸς, ἀπειλουμένους ἱκέτας σου, ἐν μετανοίᾳ κραυγάζοντας· ἡμάρτομεν Σωτήρ μου, γλυκύτατε Ἰησοῦ μου, ὦ πολυέλεε Χριστέ, σῶσον ἡμᾶς, τῇ εὐσπλαχνίᾳ Σου.

Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης του ὀνόματός Σου.
Στίχος: Ἐν θλίψει ἐμνήσθημεν Σου Κύριε.

ΕΚ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Εἶπεν ὁ Κύριος· Βλέπετε μὴ πλανηθῆτε. Ὅταν ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, σεισμοί τε μεγάλοι, κατὰ τόπους καὶ λοιμοὶ καὶ λιμοὶ ἕπονται, φόβητρά τε καὶ σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα ἔσται. Πρὸ δὲ πάντων τούτων, ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον, παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν καὶ θανατώσουσίν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων, διὰ τὸ ὄνομά μου. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου: Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον, ὅτι εὐδοκησεν ὁ Πατήρ ὕμων, δοῦναι ὑμῖν τὴν βασίλειαν. Γίνεσθε οὖν, ὑμεῖς ἕτοιμοι. Ἔστωσαν ὑμῶν αἱ ὀσφῦες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας. Ἐλεύσονται δὲ ἡμέραι, ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμέρων τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· καὶ οὐκ ὄψεσθε. Καὶ ἔσται ἐπὶ γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων, ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Προσέχετε ἑαυτοῖς, μήποτε βαρυθῶσιν ὑμῶν αἱ καρδίαι, ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιοτικαῖς καὶ αἰφνίδιος ἐφ᾿ ἡμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται, ἐπὶ πάντα τοὺς καθημένους, ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἀγρυπνεῖτε οὖν, ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα ταῦτα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἀπαλλάξαν τὸν κόσμον, τῶν πολέμων καὶ θλίψεων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, σπλαχνίσου τὸν λαόν σου καὶ τὰ ἔθνη εἰρήνευσον.

Στιχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἰησοῦ μου γλυκύτατε, ἡ οἰκουμένη βοᾷ σοι· Ἰησοῦ μοῦ ἐξάλειψον, τῶν πολέμων Δέσποτα τὴν σκοτόμαιναν, Ἰησοῦ ἄκουσον, ἱκετῶν ἀχρείων, Ἰησοῦ μου ὡραιότατε, ταχεῖαν βοήθειαν ἑξαπόστειλον, πρεσβείαις τῆς τεκούσης Σε, καὶ πάντων Ἰησοῦ τῶν ἁγίων Σου. Κύριε τοῦ κόσμου εἰρήνην καὶ ἀγάπην δὸς ἡμῖν, καὶ τῶν πταισμάτων συγχώρησιν, Ἰησοῦ φιλάνθρωπε.

ᾨδὴ ζ΄. Ἦχος πλ. δ΄. Σκέπη γενοῦ.
Κύριε, δώρησαι εἰρήνην καὶ κατάπαυσον τὸν πόλεμον Ἰησοῦ μου, διαιρέσεις καὶ πᾶσαν κακουργίαν, διὰ παντὸς ἐξάλειψον, τῇ ἀῤῥήτῳ Σου δυνάμει.

Μίση καὶ πάθη τὸν λαόν Σου, καὶ ἐκδίκησις καὶ πόλεμος Ἰησοῦ μου, ἀθλιότης καὶ στέρησις καὶ φθόνος, καταπονοῦν τὸν κόσμον Σου, φιλάνθρωπε βοήθει.

Μὴ παρίδῃς τῶν δούλων σου τὰς δεήσεις, εἰς δεινὰς περιστάσεις Ἰησοῦ μου, ἐκ κινδύνων καὶ πάσης δυστυχίας, ἡμᾶς ἐλευθέρωσον, ἀμετρήτῳ σου ἐλέει.

Θεοτοκίον.
Παναγία Παρθένε, δέομαι σου, πρόσδεξαι ἁγνή, τοὺς στεναγμοὺς τῆς καρδίας καὶ λύτρωσαί με τῶν δεινῶν καὶ κινδύνων καὶ πρόφθασον τὸν κόσμον σου, ἐλπὶς ἀπηλπισμένων.

ᾨδὴ η΄.
Ἰησοῦ ἐκδικήσεις φανατισμοί, μεταβάλου εἰς κοιλάδα τῶν στεναγμῶν, τέκνα γονεῖς σύζυγοι καὶ φίλοι, μανιακῶς κατασπαράσσονται.

Ἰησοῦ μου τὴν εἰρήνην, ἐν τῇ ψυχῇ πάντων τῶν ἀνθρώπων καὶ μετάνοιαν ἀληθῆ, πίστιν, ἐλπίδα καὶ ἀγάπη τῶν ἀγαθῶν, χορηγέ, ἐξαπόστειλον.

Ἰησοῦ μου προστρέχομεν ἐπὶ Σὲ καὶ ἐν κατανύξει γόνυ κλίνομεν ταπεινῶς. Εἰσάκουσον Κύριε καὶ ἴδε τοὺς στεναγμοὺς τῶν πιστῶν Σου φιλάνθρωπε.

Θεοτοκίον.
Θεοτόκε Παρθένε ὁ γλυκασμός, τῶν ἁγίων ἀγγέλων, καὶ ἀνθρώπων ἡ χαρμονή, ὦ Δέσποινα πρόφθασον καὶ σῶσον, ἐκ τῶν κινδύνων τοὺς δούλους σου Ἄχραντε.

ᾨδὴ θ΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Ἰησοῦ μου εὐσπλαχνε Σωτήρ, Ἰησοῦ γλυκύτατε, πῶς ἀτενίσω τὴν δόξαν Σου ἅγιε, ἀφόβως ἡμάρτησα καὶ τὰς ἐντολάς Σου κατεπάτησα Κύριε, ἐκ νεότητός μου, μὴ ἀπωλεσθῶ Ἰησοῦ μου βοήθησον.

Ἰησοῦ ἐλέους ἡ πηγή, θρηνῶ ὁ ἄθλιος, ὅταν συλλογίζομαι, πόσον ἡμάρτησα καὶ παρεπίκρανα, τὴν Θείαν σου ἀγαθότητα, Ἰησοῦ Σωτήρ μου, πάσης καταδίκης με ἀπάλλαξον.

Ἰησοῦ, δοτὴρ τῶν ἀγαθῶν, Ἰησοῦ σῆς χαρᾶς ἐστερήθημεν ἅπαντες, ἀσώτως σκορπίσαντες, τοῦ Πατρὸς ἡμῶν τὰ χαρίσματα Κύριε, καὶ δεόμεθά σου, δέξαι ἀγαθὲ ἡμᾶς ἐπιστρέφοντας.

Θεοτοκίον.
Θεοτόκε Δέσποινα ἁγνή, ἁμαρτωλοῦ σπλαχνίσθητι, ἄβυσσος ἐκύκλωσεν ἡμᾶς Ἄχραντε, καὶ δεινῶς πολεμούμενοι, ἐκ τῶν πυλῶν τοῦ θανάτου καὶ τῆς φθορᾶς ἑξαρπασον, ἵνα σὲ δοξάξωμεν, Πανύμνητε.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Τροπάριον. Ἦχος α΄.
Τὴν πρεσβεία Κύριε πάντων τῶν ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.

Προσευχή.
Τοῦ Κυρίου δεηθῶμεν.

Θεὲ καὶ Κύριε τοῦ ἐλέους, βασιλεῦ τῶν αἰώνων, ·Πάτερ Παντοκράτορ, συναισθανόμεθα ὅτι εἴμεθα ἔνοχοι ἐνώπιόν Σου, καὶ ἀνάξιοι νὰ ἀτενίσωμεν εἰς τὸ ὕψος τῆς δόξης Σου καὶ νὰ ἐπικαλεσθῶμεν τὸ ἅγιον ὄομά σου. Σὺ Κύριε, ὁ πάνσοφος καὶ πανάγαθος Δημιουργὸς πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως, κατευθύνεις τὰ πάντα εἰς τὸν προορισμόν των, συντηρῶν αὐτὰ διὰ τῆς παντοδυναμίας, τῆς πανσοφίας καὶ τῆς παναγαθότητός Σου. Ἕνεκα τούτου, εἰς Σὲ τὸν Δημιουργὸν καὶ Κτίστην τοῦ κόσμου ἀνήκει πάσα δόξα, τιμὴ καὶ προσκύνησις. Διὰ τοῦτο καὶ ἡμεῖς οἰ ἁμαρτωλοί, κλίνομεν τὰ γόνατα ἐνώπιον τῆς παναγάθου Μεγαλειότητός Σου καὶ δεόμεθα, ἵνα κινήσῃς τὰ ῥυπαρὰ ἡμῶν χείλη, εἰς δοξολογίαν τοῦ Παναγίου Σου ὀνόματος καὶ τὴν ἀθλίαν ἡμῶν γλῶσσαν εἰς ἔπαινον καὶ τιμὴν τῆς Μεγαλοσύνης Σου. Σὺ Κύριε, εἶσαι ἡ πηγὴ παντὸς καλοῦ καὶ ἀπὸ Σοῦ προέρχεται πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον. Διὰ τοῦτο φώτισον τὸν ἐσκοτισμένον νοῦν μας, εἰς τὴν κατανόησιν τῆς πανσόφου Σου Προνοίας καὶ τὴν ἀναίσθητον καρδίαν μας, εἰς συναίσθησιν τῆς ἀπείρου Σου φιλανθρωπίας, ἵνα καὶ ἡμεῖς Σὲ εὐλογοῦμεν ἀξίως, καθὼς καὶ οἱ ἀναρίθμητοι Ἄγγελοι καὶ πάντες οἱ ἅγιοι, Σὲ δοξολογοῦν ἀκαταπαύστως εἰς τοὺς οὐρανούς.

Σὲ εὐχαριστοῦμεν Κύριε, διὰ τὰς ἀπείρους Σου εὐεργεσίας, τὰς ὑλικὰς καὶ πνευματικάς, τὰς φανερὰς καὶ ἀφανεῖς τὰς ὁποίας ἀνὰ πᾶσαν στιγμὴν μᾶς χορηγεῖς. Σὲ εὐχαριστοῦμεν διὰ τὴν ἄπειρον ἀγάπην Σου πρὸς ἡμᾶς, ἡ ὁποῖα ἐκορυφώθη διὰ τῆς ἐνανθρωπήσεως καὶ τοῦ σταυρικοῦ Σου θανάτου. Διότι δὲν μᾶς ἔφερες μόνον εἰς τὴν ζωήν, ἀλλὰ μᾶς διεφύλαξες μέχρι τῆς ὥρας ταύτης καὶ διὰ πάντων τῶν μέσων τὰ ὁποία ἐνεπιστεύθης εἰς τὴν ἐπὶ γῆς ἐκκλησίαν Σου, μὰς ἐπιδαψιλεύεις τὴν ἀπολύτρωσιν ἀπὸ τὴν ἁμαρτίαν καὶ ἀπὸ τὰ δεσμὰ τοῦ διαβόλου καὶ μᾶς χαρίζεις τὰ ἄπειρα ἀγαθὰ τῆς σταυρικῆς Σου θυσίας. Σὲ εὐχαριστοῦμεν καὶ διὰ πάντα τὰ περιστατικὰ τῆς ζωῆς μας, τὰ λυπηρὰ καὶ εὐχάριστα, διότι διὰ πάντων τούτων, μᾶς κατευθύνεις εἰς τὸν ἀληθῆ καὶ αἰώνιον προορισμὸν μας.
Ἀξίωσον ἡμᾶς Κύριε, νὰ σὲ γνωρίσωμεν καὶ νὰ σὲ ἀγαπήσωμεν, ἐξ ὅλης τῆς ψυχῆς μας καὶ νὰ σὲ πιστεύωμεν σταθερῶς, ἵνα μὴ προσκολλώμεθα εἰς τὴν ματαιότητα τοῦ κόσμου καὶ νὰ μὴ ὑποκύπτωμεν εἰς τὰ δελεάσματα τοῦ διαβόλου, ἀλλὰ μετὰ πάσης ταπεινώσεως, νὰ ὑποτασσώμεθα εἰς τὸν νόμον Σου καὶ νὰ ἀκολουθῶμεν τὴν ὁδὸν τῆς ἀρετῆς καὶ τῆς ἁγιότητος. Τοῦτο Κύριε, εἶναι τὸ θέλημά Σου, ὁ ἁγιασμὸς ἡμῶν. Ἡμεῖς ὅμως εἴμεθα ἁμαρτωλοὶ καὶ οὐδεὶς ὑπάρχει καθαρὸς ἀπὸ ῥύπου. Πῶς θὰ Σὲ πλησιάσωμεν, πῶς θὰ σωθῶμεν; Σὺ Κύριε ἐν τῇ ἀπείρῳ Σου εὐσπλαχνίᾳ, ἦλθες καὶ ἔσωσας ἡμᾶς, διά του αἵματός Σου. Ποῖος δύναται νὰ μετρήσῃ τὰ πλήθη τῶν οἰκτιρμῶν Σου; Σὺ Κύριε, εἶσαι φιλάνθρωπος, ἐξαλείφεις τὰς ἁμαρτίας μας, διότι γνωρίζεις ὅτι ἔχομεν κλίσιν πρὸς τὸ κακόν, ἐκ νεότητός μας, καὶ δὲν θέλεις τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ μακροθυμεῖς καὶ πάντας καλεῖς εἰς μετάνοιαν. Σὺ Κύριε, ηὐδόκησες νὰ γίνης ἄνθρωπος ὅμοιος μὲ ἡμᾶς καὶ κατεδέχθης νὰ γεννηθῇς εἰς τὸ ταπεινὸν σπήλαιον καὶ πᾶσαν τὴν ἐπίγειον ζωήν Σου, διήλθες ἐν ἀφανείᾳ εὐεργετῶν καὶ διδάσκων τὴν ἀλήθειαν, διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων. Σὺ Κύριε, εἶσαι ὁ ποίμην ὁ καλός, ὅστις ἦλθες νὰ ζητήσῃς καὶ νάὰ σώσῃς, τὸ ἀπολωλὸς καὶ εἶπες ὅτι γίνεται χαρὰ εἰς τὸν οὐρανὸν, ὅταν ἕνας ἁμαρτωλὸς μετανοήσῃ, διότι δεν ἦλθες νὰ καλέσης δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Σὺ Κύριε ἐῤῥαπίσθης, ἐμαστιγώθης, ἐφόρεσες τὸν ἀκάνθινον στέφανον καὶ τὴν πορφύραν καὶ τέλος ἐσήκωσες τὸν σταυρόν Σου, καὶ ἀπέθανες ἐπ’ αὐτοῦ διὰ νὰ ἐξιλεώσης τὴν θείαν δικαιοσύνην καὶ νὰ ἀπαλλάξῃς τὴν ἀνθρωπότητα ἐκ τῆς αἰωνίου καταδίκης.

Σὲ παρακαλοῦμεν Κύριε, διὰ τοὺς πόνους καὶ τὴν ὀδύνην τοῦ σταυρικοῦ Σου μαρτυρίου, διὰ τὸ αἷμα τὸ ὁποῖον, ἐξεχύθη ἀπὸ τὰς πληγάς Σου, διὰ τὸν ἐπονείδιστον θάνατον τὸν ὁποῖον ἑκουσίως ὑπέμεινες, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν, ἐν τῇ ὥρᾳ ταύτῃ καὶ προδεξαι τὴν δέησιν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν Σου. Γενοῦ ἡμῖν βοηθὸς καὶ μὴ μνησθῆς τῶν ἀνομιῶν ἠμῶν. Ἴδε τὴν κάκωσιν τῶν ψυχῶν ἡμῶν καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐπαπειλούντων δεινῶν καὶ τῶν θλιβερῶ τούτων περιστάσεων. Ἐλευθέρωσον ἡμᾶς Κύριε, ἐκ τῆς ἐλεεινῆς ταύτης καταστάσεως. Ἐπλανήθημεν μακράν σου καὶ διὰ τοῦτο μᾶς περιεκύκλωσαν αἱ καταιγῖδες καὶ ἡ καταστροφή. Ἐμακρύνθημεν ἀπὸ τὴν ἀγάπην Σου καὶ εὑρισκόμεθα δυστυχεῖς καὶ ἀπεγνωσμένοι, ὑπὸ τὴν σκιὰν τοῦ θανάτου. Κατεπατήσαμεν τὸν Νόμον Σου καὶ μας κατεπάτησαν τὰ βάρη τῆς ἁμαρτίας καὶ καταθλίβουν τὴν ψυχὴν μας αἱ ὀδύνες τῆς ἀνομίας. Ἐλησμονήσαμεν τὰς ἐντολάς Σου καὶ ἐφυγαδεύθη ἡ εἰρήνη ἀπὸ τὴν καρδίαν μας καὶ ἡ ὁμόνοια ἀπὸ τὸν λαόν μας. Περιεφρονήσαμεν τὸν δρόμον τοῦ Εὐαγγελίου Σου καὶ παρεσύρθημεν εἰς τοὺς διεστραμμένους δρόμους τῆς ἀποστασίας, μὲ ὁδηγὸν τὸν ἐχθρὸν τῆς ψυχῆς μας καὶ τῆς σωτηρίας μας, τὸν διάβολον, ὅστις μᾶς δελεάζει διὰ νὰ μᾶς τραυματίσει, μᾶς ἐξαπατᾶ διὰ νὰ μᾶς θανατώση. Γνωρίζομεν Κύριε, ὅτι αἱ θλιβεραὶ περιστάσεις τὰς ὁποίας διερχόμεθα, εἶναι βλαστοὶ τῆς ἀσεβείας μας καὶ σήμερον θερίζομεν τοὺς πικροὺς καὶ θανατηφόρους καρποὺς τῆς πνευματικῆς ἀδιαφορίας καὶ τῆς ἠθικῆς καταπτώσεως. Ἀγνωμονες πρὸ τῶν ἀπείρων Σου εὐεργεσιῶν καὶ ἀσεβεῖς πρὸ τῆς μακροθυμίας Σου, ἐδείξαμεν διὰ λόγων καὶ ἔργων ὅτι εἴμεθα ἀνάξιοι καὶ τῆς προσκαίρου ζωῆς. Ἀλλ’ ὡς ἐδέχθης Κύριε, τοὺς ποικιλοτρόπως ἁμαρτήσαντας καὶ τοὺς συνεχώρησες μετανοοῦντας, δέξαι καὶ ἡμᾶς ἐπιστρέφοντας καὶ ἀξιῶσαν ἡμᾶς νὰ προσερχώμεθα μετὰ πάσης ταπεινοφροσύνης, εὐλαβείας καὶ κατανύξεως ἐνώπιον Σου. Φώτισον τοὺς ὀφθαλμοὺς τῆς ἐσκοτισμένης μας διανοίας, ὥστε νὰ διακρίνωμεν τὸ βάραθρον τῆς ἀπωλείας, πρὸς τὸ ὁποῖον ἡ κακία καὶ τὰ πάθη μᾶς παρασύρουν. Καθάρισαν τὴν ἐσπιλωμένην καρδίαν μας, ἀπὸ τὰς ἀτελείας καὶ ἀπὸ κάθε πάθος καὶ ἐνίσχυσον τήν ἐξασθενημένην θέλησίν μας, ὥστε νὰ διακρίνωμεν πλέον μόνον διὰ τὴν δόξαν σου καὶ νὰ ὑπάρχωμεν διὰ τὸ θέλημά Σου.

Σὲ παρακαλοῦμεν Κύριε, νὰ γνωρίσουν τὸ θέλημά Σου πάντες οἱ ἄνθρωποι καὶ νὰ ζήσουν κατὰ τὰς ἐντολάς Σου πάντες οἱ λαοί, Νὰ ἐπιλάμψη εἰς τὰς ψυχὰς ἀνθρώπων το Πανάγιόν Σου Πνεῦμα καὶ νὰ ἐπικρατήσῃ ἡ βασιλεία Σου εἰς πάντα τὰ ἔθνη, διὰ νὰ ἐκλείψουν τὰ μίση, αἱ διαιρέσεις, αἱ ἀδικίαι, οἱ πόλεμοι καὶ πάντα τὰ δεινά, τὰ ὁποῖα κατατυραννοῦν τὴν ἀνθρωπότητα καὶ νὰ ὑπερισχύση ἡ ἀλήθεια, ἡ δικαιοσύνη, ἡ ἀγάπη καὶ ἡ εἰρήνη Σου εἰς ὁλόκληρον τὸν κόσμον·. Ἕνωσαν Κύριε πάντας τοὺς χριστιανοὺς εἰς ἕν πνεύμα καὶ μιὰν καρδίαν καὶ εἰς τὴν ἀληθῆ πίστιν καὶ ἐπίγνωσιν, ὥστε νὰ γίνουν μία ποίμνη. Στερέωσον τὴν Ἐκκλησίαν Σου καὶ ἀνάδειξον καλοὺς ποιμένας εἰς τὰ λογικά Σου πρόβατα, ἵνα μὴ κατασπαράσσωνται ὑπὸ τῶν λύκων, ἀλλὰ μετὰ πάσης ἐπιμελείας νὰ διαφυλάσσωναι καὶ νὰ ὁδηγοῦνται ἐπὶ ὕδατος ἀναπαύσεως καὶ εἰς νομὰς σωτηρίους.

Σὲ παρακαλοῦμεν Κύριε, ὑπὲρ τοῦ ἔθνους ἡμῶν, ὅπως τὸ διαφύλαξης καὶ τὸ σώσῃς ἐκ τῆς καταιγίδος ταύτης τῶν πολέμων καὶ τοῦ ἐμφυλίου σπαραγμοῦ. Δὸς Κύριε φωτισμόν εἰς τοὺς ἄρχοντας ἡμῶν καὶ ἐμφύτευσον εἰς τὰς καρδίας αὐτῶν τὸ θέλημά σου καὶ τὸν φόβον Σου. Εἰρήνευσον τὸν λαὸν ἡμῶν. Στῆσον τὴν αἱμοῤῥαγίαν, σβέσον τὴν φλόγα τῆς κακίας καὶ τῆς διχονοίας, πράϋνον τὴν μανίαν καὶ τὸ μῖσος, ἀπότρεψον τὴν ὁρμὴν τῆς ἐκδικήσεως. Ἐξάλειψον Κύριε τὰ πάθη καὶ τὰ μίση. Ἴδε τὸ φρβερὸν ἡμῶν κατάντημα, τὴν ἐσχάτην καταπτῶσιν. Ἀνόητοι καὶ παράφρονες, εἰς ψυχοφθόρα πάθη δουλεύομεν. Ἐξέλιπεν ἡ ἀγάπη, ἐσβέσθη τὸ φίλτρον τῆς συγγενείας, ἐξηφανίσθη ἡ σύνεσις, ἐχάθη ὁ σεβασμὸς τῶν γειτόνων, διεσπασθησαν οἱ δεσμοὶ τῆς φιλίας. Πάντες κατεστάθημεν ἐχθροὶ ἀλλήλων. Τέκνα ἐξηγέρθησαν κατὰ τῶν γονέων καὶ γονεῖς κατὰ τέκνων. Ἐγίναμεν ἐχθροὶ καὶ θηρία ἀλληλοσπαρασσόμενα. Σὺ Κύριε, θεράπευσον τὴν τύφλωσιν τῆς ψυχῆς μας καὶ ὁδήγησον ἡμᾶς εἰς ὁδὸν εἰρήνης. Διαλῦσον τὴν ἔχθραν, ἐξομάλυνον τὰς ἀντιθέσεις, ἐπιδαψίλευσον τὴν εὐλογία σου. Ἴδε τὸ πένθος ἡμῶν καὶ τὰ δάκρυα. Ἄκουσον τοὺς στεναγμούς, καὶ τοὺς θρήνους. Θέρμανον τὴν καρδίαν ἡμῶν εἰς ἀγάπην καὶ μὴ εἰς πάθη διαιρεσεων καὶ πολέμων.

Δεῖκον Κύριε τὸ ἔλεός σου καὶ ἀπάλλαξον ἡμᾶς τῶν ἐμφυλίων πολέμων καὶ πάσης ἄλλης συμφορᾶς καὶ χάρισε εἰρήνην καὶ ὁμόνοιαν εἰς τὸν λαόν Σου· διότι ἡ φοβερὰ αὕτη διαίρεσις, :, ὄχι μόνον σώματα νεκρώνει, ἀλλὰ καὶ τὰς ψυχὰς εἰς αἰώνθιον κόλασιν καταδικάζει. Παῦσον Κύριε, τὴν ὀργήν Σου καὶ ἐξαπόστειλον εἰρήνην εἰς τὸν λαόν Σου. Ἕκτος Σοῦ ἄλλον οὐκ οἴδαμεν. Μὴ ἀποστραφῆς ἡμᾶς εἰς τέλος. Ἐλθὲ εἰς τὴν βοήθειαν ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ὡς ἀνεξίκακος συγχώρησον :ἡμᾶς καὶ στῆσον τὴν καταιγίδα τῶν συμφορῶν. Δέξαι ἡμᾶς προσπίπτοντας καὶ βοῶντας, τὸ ἡμάρτομεν. Ἡ ἰσχὺς ἡμῶν ἐξέλιπε, ἀλλὰ Σὺ Κύριε, μὴ ἐγκαταλείπῃς ἡμᾶς. Ἐπίβλεψν ἐπὶ τὸν λαόν Σου καὶ ῥῦσαι αὐτόν, ἐκ τῶν ὁρατῶν καὶ τῶν ἀοράτων ἐχθρῶν. Λύτρωσαι ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ διάλυσον τῆς καθ᾿ ἡμῶν παγίδας αὐτοῦ. Ἐπὶ σὲ ἠλπίσαμεν. Σῶσον ἡμᾶς ἐπιστρέφοντας καὶ βοῶντας· ὁ Θεὸς ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς. Ὡς ἐδέχθης τὴν μετάνοιαν τῶν Νινευϊτῶν, δέξαι τὰ δάκρυα καὶ τοὺς στεναγμοὺς τοῦ λαοῦ Σου. Δέξαι τὴν ταπεινὴν ἡμῶν δέησιν καὶ τὰς ἐκ βάθους ἐκπεμπομένας Σοι κραυγάς. Δεξαι τοῦ ταλαιπωρημένου λαοῦ τὴν παράκλησιν. Σπλαχνίσθητι τὸν λαόν Σου καὶ λύτρωσαι αὐτὸν τῆς ἐξοντωτικῆς μανίας.

Ὡς ὁ εὐγνώμων λῃστὴς βοῶμεν· Μνήσθητι ἡμῶν Κύριε. Δεῖξον ἡμῖν τῆς φιλανθρωπίας Σου τὸ μέγεθος. Θραῦσον τὸ δρέπανον τοῦ θανάτου, ἵνα μὴ ἀπωλώμεθα εἰς τέλος. Σοὶ μόνῳ ἡμάρτομεν, ἀλλὰ καὶ Σοὶ μόνῳ προσπίπτομεν. Ἐπάκουσον καὶ μὴ παρίδης τὰς δεήσεις ἡμῶν. Γνωρίζομεν Κύριε, ὅτι εἴμεθα ἀνάξιοι τοῦ ἐλέους Σου καὶ ἱστάμεθα ἐνώπιόν Σου ἀναπολόγητοι, διότι ἠνομήσαμεν καὶ ἐπικράναμεν τὴν ἀγαθότητά Σου. Ἐπορεύθημεν κατὰ τὰς ἐπιθυμίας τῆς ἀθλίας καὶ ἁμαρτωλῆς μας καρδίας καὶ παρέβημεν τὰς ἐντολάς Σου. Ἐὰν μᾶς κρίνῃς κατὰ τὴν . δικαιοσύνην Σου, θὰ εὑρεθῶμεν ἔνοχοι καὶ ἄξιοι πάσης καταδίκης καὶ κολάσεως. Ἀλλὰ θαῤῥοῦντες εἰς τὴν ἄπειρον καὶ ἀνεκδιήγητόν Σου ἀγάπην καὶ εἰς τὴν χάριν τῆς σταυρικῆς Σου θυσίας, Σὲ ἱκετεύομεν, μὴ ἀποδοκιμάσῃς ἡμᾶς. Σὲ παρακαλοῦμεν νὰ καθαρίσης τὴν καρδίαν μας ἀπὸ πᾶσαν κακίαν καίὶ νὰ μᾶς ἀπαλλάξης ἀπὸ τὸν ἐγωϊσμόν, τὸ μῖσος, τὴν ἐκδίκησιν, τὴν ὑποκρισίαν, τὴν πλεονεξίαν καὶ ἀπὸ πᾶσαν/ ἀδυναμίαν καὶ ἀτέλειαν. Διὰ τοῦτο Σὲ παρακαλοῦμεν, νὰ συγχωρήσης πάντας τοὺς πταίοντας εἰς ἡμᾶς. Νὰ φωτίζης καὶ νὰ προστατεύης τοὺς οἰκείους καὶ συγγενεῖς ἡμῶν, τοὺς πνευματικοὺς ἀδελφοὺς καὶ συνεργάτας καὶ πάντας τοὺς ἐργαζομένους πρὸς δόξαν τοῦ ἁγίου Σου ὀνόματος. Χάριζε Κύριε, τὰ ἀπαραίτητα διὰ τὴν συντήρησιν τῆς προσκαίρου ἡμῶν ζωῆς καὶ μὴ ἐπιτρέψῃς νὰ ἐμπέσωμεν εἰς παγίδας τοῦ διαβόλου. Νέκρωσον ἐν τῇ καρδίᾳ ἡμῶν πᾶσαν ἁμαρτωλὴν κλίσιν καὶ πονηρὰν ἐπιθυμίαν καὶ κατάπεμψον ἡμῖν ἄγγελον εἰρηνικὸν ψυχῆς καὶ σώματος φύλακα. Συγχώρησον τοὺς μισοῦντας καὶ ἀδικοῦντας ἡμᾶς καὶ φώτισον αὐτούς. Ἐλέησον τοὺς ἐλεοῦντας καὶ πάντας τοὺς ἐντειλαμένους ἠμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν, ἐλέησον κατὰ τὸ μέγα Σου ἔλεος. Μνήσθηα Κύριε, καὶ τῶν προαπελθόντων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ ἀναπαῦσον αὐτοὺς ἐν σκηναῖς δικαίων. Δὸς Κύριε, ἑνὶ ἑκάστῳ τὰ αἰτήματα καὶ πάντας ἀξίωσον νὰ διέλθωμεν τὰς ὑπολοίπους ἡμέρας τῆς ζωῆς ἡμῶν ἐργαζόμενοι τὰς ἐντολάς Σου. Ἵνα, ὅταν ἀπέλθωμεν τοῦ προσκαίρου τούτου βίου, εὕρωμεν εὐπρόσδεκτον καὶ καλὴν ἀπολογίαν, πρὸ τοῦ φοβεροῦ Σου βήματος καὶ ἀξιωθῶμεν μετὰ πάντων τῶν ἀπ᾿ αἰῶνος Ἁγίων Σου, νὰ δοξάζομεν τὸ Πανάγιον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.

Ἐκτενὴς Αίτησις καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἐτι δεόμεθα ὑπὲρ τῶν συνελθόντων εἰς τὴν παράκλησιν ταύτην μετὰ τῶν οἰκείων καὶ συγγενῶν αὐτῶν.
Ἐτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι…
Ἐτι δεόμεια ὑπὲρ τοῦ εἰσακοῦσαι…
Ἐπάκουσον ἡμῶν ὁ Θεός…
Εὐπρόσδεκτον, ποίησον τὴν δέησιν ἡμῶν…
Δόξα Σοι Χριστὲ ὁ Θεός….
Εὐξώμεθα…

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...