Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Εμφάνιση αναρτήσεων με ετικέτα Αρχιεπίσκοπος Κωνσταντίνης Αρίσταρχος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Αρχιεπίσκοπος Κωνσταντίνης Αρίσταρχος. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή, Απριλίου 29, 2016

Κήρυγμα τοῦ Γέροντος Ἀρχιγραμματέως Ἀρχιεπισκόπου Κωνσταντίνης κ. Ἀριστάρχου εἰς τήν ἀκολουθίαν τοῦ Ἐπιταφίου τῆς Μεγάλης Παρασκευῆς

Μακαριώτατε Πάτερ καί Δέσποτα,
Σεαβές Ἱερατεῖον,
Εὐσεβεῖς προσκυνηταί,
Ἡ Ἐκκλησία, τό Σῶμα τοῦ Χριστοῦ τό Ἅγιον, ἡ ὑπ’ Αὐτοῦ παρά τοῦ Θεοῦ Πατρός ἐν Πνεύματι Ἁγίῳ συσταθεῖσα, μαρτυρεῖ περί τοῦ προσώπου Αὐτοῦ τοῦ ἀχράντου καί τοῦ λυτρωτικοῦ ἔργου Αὐτοῦ ἐπί τῆς γῆς.
Μαρτυρεῖ ὅτι ὁ Ἰησοῦς Χριστός ἀπεκαλύφθη εἰς αὐτήν ὡς ὁ ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθέβασμία τῶν Ἱεραρχῶν χορεία,
Εὐλνου ἐνανθρωπήσας Μονογενής Υἱός τοῦ Θεοῦ. Ὅτι Οὗτος, Θεός ὤν, προσέλαβε τήν ἀνθρωπίνην φύσιν ἡμῶν, τό ἀνθρώπινον ἡμῶν φύραμα, οὐχί κατά φαντασίαν εἰκονικῶς ἀλλά ἐν ἀληθείᾳ, πραγματικῶς, ἐνυποστάτως. Ἐξ ἀγάπης τελείας καί ἐλέους ἀμέτρου πρός τόν ἄνθρωπον, Ἐκεῖνος προσέλαβε ὅλα τά ἀδιάβλητα ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως ἡμῶν, κόπον καί πόνον, πεῖναν καί δίψαν, ὕπνον, ἀκόμη καί τόν θάνατον.
Ἐπί τοῦ τόπου τούτου, τοῦ Φρικτοῦ Γολθοθᾶ, προσήνεγκε Ἑαυτόν, τό σῶμα Αὐτοῦ τό ἄχραντον καί τήν ψυχήν Αὐτοῦ τήν ἁγίαν, λύτρον ὑπέρ τῶν ἁμαρτιῶν ἡμῶν. Δίκαιος ὤν, ἐδέχθη ἑκουσίως νά λογισθῇ μετά ἀνόμων καί ὡς ἄνομος ἐκρίθη καί κατεκρίθη. «Εἰς τά ἴδια ἦλθε καί οἱ ἴδιοι Αὐτόν οὐ παρέλαβον». (Ἰω. 1, 11). «Τό φῶς ἐλήλυθεν εἰς τόν κόσμον καί οἱ ἄνθρωποι ἠγάπησαν μᾶλλον τό σκότος ἤ τό φῶς». (Ἰω. 3, 19). Οἱ ἄνθρωποι κατεδίκασαν εἰς θάνατον τόν δοτῆρα καί τήν πηγήν τῆς ζωῆς. Τήν ἀπόφασιν ταύτην Οὗτος ἐδέχθη ἄνευ γογγυσμοῦ ἤ χρήσεως βίας τινός. Ὡς πρόβατον ἐπί σφαγήν ἤχθη ( Ἡσ. 53, 7).
Διά τοῦ τρόπου τούτου, διά τῆς ἀσθενείας τοῦ σταυροῦ τοῦ Υἱοῦ Αὐτοῦ, ηὐδόκησεν ὁ Θεός Πατήρ νά σώσῃ ἡμᾶς. Τήν ἐξ ἐλευθέρας ἐκλογῆς ἀνομίαν τῶν ἀνθρώπων κατά τοῦ Υἱοῦ Αὐτοῦ, Ἐκεῖνος μετέτρεψεν εἰς εὐεργεσίαν αὐτῶν. Ἐπειδή « ὁ κόσμος διά τῆς σοφίας οὐκ ἔγνω τόν Θεόν» (Α΄Κορ. 1, 21) καί «ἐπειδή Ἰουδαῖοι σημεῖον ζητοῦσι καί Ἕλληνες σοφίαν ζητοῦσι» (Α΄ Κορ.1, 22), «εὐδόκησεν ὁ Θεός διά τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τούς πιστεύοντας» (Α΄Κορ. 1, 21). Δι’ αὐτούς, τούς πιστεύοντας, «Ἰουδαίους τε καί Ἕλληνας», ἀνέδειξε «τόν ἐσταυρωμένον Χριστόν Θεοῦ δύναμιν καί Θεοῦ σοφίαν». (Α΄Κορ.1, 24).
Ὁ Χριστός διά τοῦ σταυροῦ ἦλθε χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Ἡ ἄβυσσος τῆς ἀγάπης ἀνεζήτησε τόν ἄνθρωπον ἕως  τά βάθη τῆς ἀβύσσου.  Διά τοῦ σταυροῦ κατῆλθεν εἰς τόν Ἅιδην καί ἐνίκησε τάς δυνάμεις τοῦ Ἅιδου, τόν διάβολον, τήν ἁμαρτίαν καί τόν θάνατον.  Ἐκήρυξε καί εἰς τούς ἐν Ἅιδῃ τήν μετάνοιαν. Ἐκήρυξεν εἰς τούς πρωτοπλάστους γενάρχας ἡμῶν, εἰς τούς ἀνόμως ἀποθανόντας καί εἰς τούς πρό τοῦ νόμου καί  διά τοῦ νόμου μή προσδεξαμένους τήν ἀπολύτρωσιν. Συνέτριψε τούς μοχλούς τούς αἰωνίους τοῦ Ἅιδου, τούς «κατόχους πεπεδημένων», αἰχμαλώτων  ἀνθρώπων. Ἀναστάς διά τῆς θείας δυνάμεως Αὐτοῦ, συνανέστησε μετ’ Αὐτοῦ παγγενῆ τόν Ἀδάμ, συνανέσυρε καί συνανύψωσε αὐτόν μετ’ Αὐτοῦ εἰς τά ὕψη τῆς θείας δόξης Αὐτοῦ παρά τῷ Πατρί.
Τοῦτον, Ἰησοῦν τόν Ναζωραῖον, τόν κατά σάρκα Ἰουδαῖον, τόν πληρωτήν καί οὐχί καταλυτήν τοῦ νόμου (Ματθ. 5, 17), ἡμεῖς οἱ Ἕλληνες τήν καταγωγήν καί ὅσοι ἄλλοι λαοί ὡς μέτοχοι τῆς Ἑλληνικῆς παιδείας Ἕλληνες, ἡμεῖς τά ἔθνη, οἱ ζῶντες πρίν ὡς «ἄθεοι ἐν κόσμῳ» (Ἐφεσ. 2, 12), ἀλλά καί «οἱ τόν ἀγνοούμενον ἄγνωστον Θεόν εὐσεβοῦντες» (Πράξ. 17, 23), συναντήσαντες, γνωρίσαντες  καί ἐπιγνόντες , ἀπεδέχθημεν ὡς ἐλευθερωτήν καί λυτρωτήν. Ἀρνηθέντες τήν πλάνην τῶν εἰδώλων, ἐπεγράφημεν τῷ ὀνόματι τῆς Θεότητος Αὐτοῦ. Ἡμεῖς, «ἡ ἀγριέλαιος, ἐνεκεντρίσθημεν εἰς τήν καλλιέλαιον καί ἐγενόμεθα κοινωνοί τῆς πιότητος τῆς ρίζης αὐτῆς (Ρωμ. 11, 17&24). Παύσαντες τήν ζήτησιν  τῆς ἀληθείας διά τοῦ ἀνθρωπίνου λόγου μόνον, ἀπεδέχθημεν τόν Μονογενῆ Υἱόν τοῦ Θεοῦ ὡς τόν σεσαρκωμένον Λόγον τῆς ζωῆς.  Ὁ «κόκκος τοῦ σίτου» (Ἰω. 12, 24) τῆς Ἑλληνικῆς φιλοσοφίας, «πεσών εἰς τήν γῆν ἀπέθανε (Ἰω.12, 24), ἤτοι ἠρνήθη τήν αὐτοδυναμίαν αὐτοῦ,  διά τοῦτο καί ἀνενεώθη καί ἀνεγεννήθη  καί «ἤνεγκε καρπόν πολύν (Ἰω. 12, 24) καί οὕτως, ὡς εἶπεν ὁ Κύριος, «ὅτε Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων, ἵνα προσκυνήσσωσιν ἐν τῇ ἑορτῇ ἐζήτησαν νά ἴδουν Αὐτόν»(Ἰω. 12, 20-22), «ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱός τοῦ ἀνθρώπου» (Ἰω.12, 23).
Ποῖος εἶναι ὁ καρπός οὗτος καί ποία  ἡ δόξα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου; Τό γεγονός ὅτι τό Εὐαγγέλιον ἐκηρύχθη ἐν ὅλῳ τῷ κόσμῳ ἐκ Σιών καί ἡμεῖς τά ἔθνη, ἐλθόντα, «ἐξ ἀνατολῶν καί δυσμῶν καί βορρᾶ καί νότου» (Λουκ. 13, 29), ἠσπάσθημεν αὐτό. Εἰς δέ τήν γῆν τῆς φανερώσεως Αὐτοῦ, τήν γῆν τήν Ἁγίαν, ἐπήξαμεν θυσιαστήρια, ὡς τοῦτο τῆς τοῦ Χριστοῦ ἀναστάσεως, «τοῦ ἁγίου σκηνώματος τῆς δόξης Αὐτοῦ, ἡ κάτω ὡραιότης τοῦ ὁποίου συναποδεικνύεται ἐφάμιλλος τῆς εὐπρεπείας τοῦ ἄνω στερεώματος (Ἀπολυτ. Ἐγκαινίων 13ης Σεπτ.), ὡς τό ἱερόν Κουβούκλιον τοῦτο, τό «κτῆμα καί ἀφιέρωμα τῷ Χριστῷ τῶν Ὀρθοδόξων Ρωμαίων τοῦ 1810». Τό γεγονός ἐπίσης ὅτι ἡμεῖς, οἱ ἐπικληθέντες  Ρωμαῖοι Ὀρθόδοξοι, ἐγενόμεθα πολισταί  τῆς ἐρήμου τῆς Ἰουδαίας καί τοῦ Ἰορδάνου μέ μοναστικάς κοινοβιακάς ἀκτήμονας  Ἀδελφότητας, ὧν πρότυπον ἡ τοῦ ὁσίου Σάββα τοῦ ἡγιασμένου μέχαρι τῆς σήμερον, ὀάσεις καί ἑστίας πνευματικάς, φυτώρια εἰρήνης καί κατακοσμήσεως τῶν ἠθῶν τῶν ἀνθρώπων, τῶν μοναχῶν, τῶν ἰθαγενῶν κατοίκων τῆς Ἁγίας Γῆς καί τῶν ἑκατομμυρίων προσκυνητῶν, τῶν καταφθανόντων καθ’ἑκάστην εἰς τάς πύλας Σιών τῆς Ἁγίας.
Δόξαν Χριστοῦ σεμνοπρεῶς φανερώνει  καί  ἡ πολυεθνική καί πολυπολιτισμική μέν, ἑνοειδής καί ὁμόφωνος τήν πίστιν δέ, Ρωμαιορθόδοξος ὁμήγυρις ἡμῶν, ᾄδουσα, ὡς ἄλλος Ἰωσήφ εὐσχήμων βουλευτής, ἐπιταφίους ὕμνους, ὕμνους χαρμολύπης εἰς τήν θεόσωμον ταφήν καί τήν εἰς ᾷδου κάθοδον τοῦ Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀφυπνώσαντος καί τριημέρου ἀναστησομένου πρός ἀνάκλησιν τῆς φθορᾶς τοῦ ἡμετέρου γένους καί μετάβασιν πρός ζωήν αἰωνίαν.
Ἀπό τούτου τοῦ ζωοδόχου μνημείου, ἐν ᾦ ἐνειλημένος σινδόνι κατατέθειται ὡς θνητός ὁ ἀθάνατος καί ἀπό ταύτης τῆς σεμνῆς καί μεγαλοπρεποῦς τελετῆς τῶν Ὀρθοδόξων, ἡ  Σιωνῖτις Μήτηρ τῶν  Ἐκκλησιῶν, εὐπλοοῦσα καί εὐθυδρομοῦσα ὑπό τήν συνετήν καί θεοφιλῆ ποιμαντορίαν τοῦ καί προεξάρχοντος τῆς πανηγύρεως ταύτης Μακαριωτάτου Πατριάρχου Θεοφίλου Γ΄, διαβιβάζει τάς θεοφιλεῖς εὐχάς καί προσευχάς Αὐτοῦ πρός πάντας ὑμᾶς τούς εὐλαβεῖς προσκυνητάς ὑπέρ ὑγιείας ὑμῶν, εἰρήνης, προκοπῆς, προόδου καί σωτηρίας. Γένοιτο.
Ἐκ τῆς Ἀρχιγραμματείας.

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...