Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Εμφάνιση αναρτήσεων με ετικέτα Το Αποστολικό Ανάγνωσμα της Κυριακής. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Το Αποστολικό Ανάγνωσμα της Κυριακής. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο, Ιανουαρίου 27, 2018

† Κυριακῇ 28 Ἰανουαρίου 2018 (ΙΣΤ' Λουκᾶ) (Τελώνου καί Φαρισαίου)


Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατά Λουκᾶν 
Κεφ. ιη' : 10-14

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· Ἂνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος Τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ Θεός εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ Τελώνης. Νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ Τελώνης μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος. Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν. ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.



Ὁ Ἀπόστολος

Προκείμενον. Ἦχος πλ, δ' [Ψαλμός οε΄ 75]

Στίχ. Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Στίχ. Γνωστός ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.

Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα

Κεφ. γ' : 10-15

Τέκνον Τιμόθεε, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν ᾿Αντιοχείᾳ, ἐν ᾿Ικονίῳ, ἐν Λύστροις. Οἵους διωγμοὺς ὑπήνεγκα! Καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ ᾿Ιησοῦ διωχθήσονται· Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ ᾿Ιησοῦ.

Ἀλληλούϊα [γ΄]. Ἦχος πλ, δ' [Ψαλμός 94]

Στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.
Στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.


Εἰς τόν Ὄρθρον
Τὸ A΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατά Ματθαῖον
Κεφ. κη' : 16-20

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς, ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

Κυριακή, Μαρτίου 05, 2017

† Κυριακῇ 5 Μαρτίου 2017 (Α' Νηστειῶν) (Κυριακῇ τῆς Ὀρθοδοξίας)





Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατά Ἰωάννην
Κεφ. α' : 44-52

Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαῑδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ὅν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ Προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ, τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν μὲ γινώσκεις; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς, καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.

Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς τοῦ ᾿Ισραήλ. Ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς Ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας, καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.



Ὁ Ἀπόστολος

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα
Κεφ. ια' : 24-26, 32-40

δελφοί, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.


Εἰς τόν Ὄρθρον
Τὸ Δ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατά Λουκᾶν 
Κεφ. 24:1-12


Τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος, ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου· καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὦν ἐν τῇ Γαλιλαίᾳ, λέγων· Ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ· καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς Ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος, ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.

Κυριακή, Μαρτίου 06, 2016

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 6 Μαρτίου 2016 (Της Απόκρεω)



Το Αποστολικό Ανάγνωσμα
(Α´ Κορ. η΄8 – θ΄2)

Ἀδελφοί, βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύωμεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.
Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε.
Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; 

Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.

Ἀπόδοση:
δελφοί, ἐμᾶς δὲν μᾶς συνιστᾶ τὸ φαγητὸν εἰς τὸν Θεόν, διότι οὔτε ἐὰν φάγωμεν, ἔχομεν κανένα πλεονέκτημα, οὔτε ἐὰν δὲν φάγωμεν, χάνομεν τίποτε.
Προσέχετε ὅμως μήπως ἡ ἐλευθερία σας αὐτὴ γίνῃ αἰτία νὰ πέσουν οἱ ἀσθενεῖς κατὰ τὴν πίστιν. Ἐὰν κάποιος ἰδῇ ἐσένα ποὺ ἔχεις γνῶσιν, νὰ κάθεσαι εἰς τὸ τραπέζι ἑνὸς ναοῦ εἰδώλων, δὲν θὰ ἐνθαρρυνθῇ ἡ συνείδησίς του, ἐπειδὴ εἶναι ἀδύνατος εἰς τὴν πίστιν, εἰς τὸ νὰ τρώγῃ κρέατα τῶν θυσιῶν ποὺ προσφέρονται εἰς τὰ εἴδωλα; Καὶ ἐξ αἰτίας τῆς γνώσεώς σου θὰ χαθῇ ὁ ἀδύνατος ἀδελφὸς διὰ τὸν ὁποῖον ἐπέθανε ὁ Χριστὸς. Ἁμαρτάνοντες δὲ μὲ αὐτὸν τὸν τρόπον εἰς τοὺς ἀδελφοὺς καὶ πληγώντες τὴν συνείδησίν των ποὺ εἶναι ἀδύνατη, ἁμαρτάνετε εἰς τὸν Χριστόν.
Δι’ αὐτὸν τὸν λόγον, ἐὰν φαγητὸν κάνῃ τὸν ἀδελφόν μου νὰ πέσῃ, δὲν θὰ φάγω κρέας ποτέ, διὰ νὰ μὴ γίνω αἰτία νὰ πέσῃ ὁ ἀδελφός μου. Δὲν εἶμαι ἀπόστολος; Δὲν εἶμαι ἐλεύθερος; Δὲν εἶδα τὸν Ἰησοῦν Χριστὸν τὸν Κύριόν μας; Δὲν εἶσθε σεῖς τὸ ἔργον μου ἐν Κυρίῳ; Ἐὰν δι’ ἄλλους δὲν εἶμαι ἀπόστολος, εἶμαι τοὐλάχιστον γιὰ σᾶς, διότι σεῖς εἶσθε ἡ σφραγίδα τῆς ἀποστολῆς μου ἐν Κυρίῳ.

Το Ευαγγελικό Ανάγνωσμα
(Ματθ. κε΄ 31 - 46)

Εἶπεν ὁ Κύριος· όταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲἐρίφια ἐξ εὐωνύμων.
Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με, γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.
Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε;
Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾿ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με, γυμνός, καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με.
Τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢἀσθενῆἢἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι;
Τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲἐμοὶἐποιήσατε.
Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Ἀπόδοση:
Εἶπε ὁ Κύριος:
«Ὅταν θα ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου μὲ ὅλην του τὴν δόξαν καὶ ὅλοι οἱ ἄγγελοι μαζί του, τότε θὰ καθήσῃ εἰς τὸν θρόνον τῆς δόξης του καὶ θὰ μαζευθοῦν ἐνώπιόν του ὅλα τὰ ἔθνη καὶ θὰ χωρίσῃ τοὺς μὲν ἀπὸ τοὺς δέ, ὅπως ὁ βοσκὸς χωρίζει τὰ πρόβατα ἀπὸ τὰ κατσίκια, καὶ θα τοποθετήσῃ τὰ μὲν πρόβατα πρὸς τὰ δεξιά του, τὰ δὲ κατσίκια πρὸς τὰ ἀριστερά του.
Τότε θὰ πῇ ὁ βασιλεὺς εἰς ἐκείνους, ποὺ θὰ εἶναι πρὸς τὰ δεξιά, «Ἐλᾶτε οἱ εὐλογημένοι τοῦ Πατέρα μου, κληρονομῆστε τὴν βασιλείαν, ἡ ὁποία εἶναι ἐτοιμασμένη γιὰ σᾶς ἀπὸ τὸν καιρὸν τῆς δημιουργίας τοῦ κόσμου. Διότι ἐπείνασα καὶ μοῦ ἐδώκατε νὰ φάγω, ἐδίψασα καὶ μ’ ἐποτίσατε, ξἐνος ἤμουνα καὶ μ’ ἐπήρατε εἰς τὸ σπίτι, γυμνὸς ἤμουνα καὶ μ’ ἐνδύσατε, ἀρρώστησα καὶ μ’ ἐπισκεφθήκατε, εἰς τὴν φυλακὴν ἤμουνα καὶ ἤλθατε σ’ ἐμέ».
Τότε θὰ τοῦ ἀποκριθοῦν οἱ δίκαιοι καὶ θὰ ποῦν, «Κύριε, πότε σὲ εἴδαμε νὰ πεινᾷς καὶ σ’ ἐθρέψαμε ἢ νὰ διψᾷς καὶ σ’ ἐποτίσαμε; Πότε δὲ σὲ εἴδαμε ξένον καὶ σ’ ἐπήραμε εἰς τὸ σπίτι ἢ γυμνὸν καὶ σ’ ἐνδύσαμε; Πότε σὲ εἴδαμε ἄρρωστον ἢ φυλακισμένον καὶ ἤλθαμε σ’ἐσέ;».
Ὁ βασιλεὺς θὰ ἀπαντήσῃ καὶ θὰ τοὺς πῇ, «Ἀλήθεια σᾶς λέγω, ὅ,τι ἐκάνατε εἰς ἕνα ἀπὸ τούτους τοὺς ἀσήμαντους ἀδεφλοὺς μου, σ’ ἐμὲ τὸ ἐκάνατε».
Τότε θὰ πῇ σ’ ἐκείνους, ποὺ θὰ εἶναι πρὸς τὰ ἀριστερά, «Φύγετε ἀπ’ ἐμέ, καταραμένοι, στὴν αἰώνια φωτιά, ποὺ ἔχει ἐτοιμασθῆ διὰ τὸν διάβολον καὶ τοὺς ἀγγέλους του, διότι ἐπείνασα καὶ δὲν μοῦ ἐδώκατε νὰ φάγω, ἐδίψασα καὶ δὲν μ’ ἐποτίσατε, ξένος ἤμουνα καὶ δὲν μ’ ἐπήρατε εἰς τὸ σπίτι, γυμνὸς ἤμουνα καὶ δὲν μ’ ἐνδύσατε, ἀσθενὴς ἤμουνα καὶ φυλακισμένος καὶ δὲν μ’ ἐπισκεφθήκατε».
Τότε θὰ ἀποκριθοῦν καὶ αὐτοὶ καὶ θὰ ποῦν, «Κύριε, πότε σὲ εἴδαμε νὰ πεινᾷς ἢ νὰ διψὰς καὶ νὰ εἶσαι ξένος ἢ γυμνὸς ἢ ἀσθενὴς ἢ φυλακισμένος καὶ δὲν σὲ ὑπηρετήσαμε;»
Τότε θὰ ἀποκριθῇ εἰς αὐτοὺς καὶ θὰ πῇ, «Ἀλήθεια σᾶς λέγω, ὅ,τι δὲν ἐκάνατε εἰς ἕνα ἀπὸ τοὺς ἀσήμαντους τούτους, οὔτε εἰς ἐμὲ ἐκάνατε».
Καὶ αὐτοὶ θὰ μεταβοῦν εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον»

Κυριακή, Φεβρουαρίου 14, 2016

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΠΑΙΔΙΑ ΤΟΥ ΘΕΟΥ

ΠΑΙΔΙΑ ΤΟΥ ΘΕΟΥ
 
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016
ΙΖ΄ Ματθαίου: Β΄ Κορ. ς΄ 16 – ζ΄ 1
Ἀδελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παν­τοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, ­καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁ­­­γιωσύνην ἐν φόβῳ Θεοῦ.
.

Κυριακή, Αυγούστου 09, 2015

Ο Απόστολος της Κυριακής 9 Αυγούστου 2015 (Ι” Ματθαίου)

Το Αποστολικό Ανάγνωσμα.
(Α´ Κορ. δ´ 9-16)

δελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ῾Ημεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. ῎Αχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶ-μεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 

Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ᾿Εὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Ἀπόδοση στή νεοελληνική
δελφοί, ὁ Θεὸς σ” ἐμᾶς τοὺς ἀποστόλους ἔδωσε τὴν ἐλεεινότερη θέση, σὰν νὰ εἴμαστε καταδικασμένοι νὰ πεθάνουμε στὴν ἀρένα. Γιατὶ γίναμε θέαμα γιὰ τὸν κόσμο, γιὰ ἀγγέλους καὶ γι” ἀνθρώπους. ᾿Εμεῖς παρουσιαζόμαστε μωροὶ γιὰ χάρη τοῦ Χριστοῦ, ἐνῶ ἐσεῖς εἶστε σοφοὶ χάρη στὸν Χριστό· ἐμεῖς εἴμαστε ἀδύναμοι, ἐνῶ ἐσεῖς εἶστε δυνατοί· ἐμεῖς εἴμαστε περιφρονημένοι, ἐνῶ ἐσεῖς εἶστε τιμημένοι! ῝Ως αὐτὴν τὴν ὥρα πεινᾶμε, διψᾶμε, γυρνᾶμε μὲ κουρέλια, ξυλοδαρμένοι, ἀπὸ τόπο σὲ τόπο χωρὶς σπίτι, καὶ μοχθοῦμε νὰ ζήσουμε δουλεύοντας μὲ τὰ ἴδια μας τὰ χέρια. Στοὺς ἐμπαιγμοὺς ἀπαντᾶμε μὲ καλὰ λόγια, στοὺς διωγμοὺς μὲ ὑπομονή, στὶς συκοφαντίες μὲ λόγια φιλικά. Καταντήσαμε σὰν τὰ σκουπίδια ὅλου τοῦ κόσμου, ὣς αὐτὴν τὴν ὥρα θεωρούμαστε τὰ ἀποβράσματα τῆς κοινωνίας. Δὲν σᾶς τὰ γράφω αὐτὰ γιὰ νὰ σᾶς κάνω νὰ ντραπεῖτε, ἀλλὰ γιὰ νὰ σᾶς συμβουλέψω ὅπως ὁ πατέρας τ” ἀγαπημένα του παιδιά. Γιατὶ κι ἂν ἀκόμα ἔχετε χιλιάδες δασκάλους στὴ ζωή σας μὲ τὸν Χριστό, δὲν ἔχετε πολλοὺς πατέρες ἀλλὰ μόνον ἕνα. Στὴ σωτήρια οἰκονομία τοῦ ᾿Ιησοῦ Χριστοῦ, ἐγὼ σὰν πατέρας σᾶς γέννησα μὲ τὸ κήρυγμα τοῦ εὐαγγελίου. Σᾶς ζητῶ λοιπὸν νὰ μοῦ μοιάσετε.

Κυριακή, Ιουλίου 26, 2015

Ο Απόστολος Κυριακής 26 Ιουλίου 2015 Η´ Ματθαίου

                                               
Το Αποστολικό Ανάγνωσμα
Προς Γαλάτας (γ΄ 23 – δ΄ 5)

δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.

Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι.
Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δέ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, πριν να έλθη η δια της πίστεως λύτρωσις και σωτηρία, όλοι εφρουρούμεθα από τον Νομον, κλεισμένοι και περιμανδρωμένοι, προοριζόμενοι δια την πίστιν, που έμελλε εν καιρώ να αποκαλυφθή. Ώστε ο Νομος έγινε παιδαγωγός μας, ο οποίος μας εξεπαίδευε και μας προπαρασκευάζε να ποθήσωμεν και γνωρίσωμεν τον Χριστόν, ώστε να πάρωμεν την δικαίωσιν από την πίστιν. Από τότε δε που ήλθεν αυτή η πίστις, που ήλθε δηλαδή ο Χριστός, ο οποίος δια της πίστεως εις αυτόν μας δίδει την δικαίωσιν, δεν είμεθα πλέον κάτω από τον παιδαγωγόν, δηλαδή κάτω από τον Νομον. Διότι όλοι είσθε υιοί του Θεού δια της πίστεως στον Ιησούν Χριστόν, επειδή όσοι έχετε βαπτισθή στο όνομα του Χριστού και ομολογείτε έτσι αυτόν Σωτήρα, εφορέσατε τον Χριστόν και ενωθήκατε με αυτόν.
Δι' αυτό και εις την νέαν κατάστασιν, εις την βασιλείαν του Χριστού, δεν υπάρχουν διαφοραί εθνικότητος, τάξεως και φύλου. Δεν υπάρχει Ιουδαίος ούτε Ελλην, δεν υπάρχει δούλος ούτε ελεύθερος, δεν υπάρχει άρσεν και θύλυ, διότι όλοι σεις είσθε ένας νέος άνθρωπος και νέος οργανισμός, δια μέσου του Ιησού Χριστού.
Εάν δε σεις οι εθνικοί, που επιστεύσατε, ανήκετε στον Χριστόν, άρα είσθε πνευματικοί απόγονοι του Αβραάμ και σύμφωνα με την υπόσχεσιν, που ο Θεός έδωσεν εις αυτόν, κληρονόμοι των ευλογιών.
Σας λέγω δε και τούτο·ότι όσον χρόνον ο κληρονόμος είναι νήπιος και ανήλικος, δεν διαφέρει τίποτε από τον δούλον, καίτοι είναι κύριος όλης της κληρονομίας. Αλλ' ευρίσκεται πάντοτε κάτω από την κηδεμονίαν και την εξουσίαν των επιτρόπων, που τον εκπροσωπούν, και κάτω από τους οικονόμους, που διαχειρίζονται την κληρονομίαν, μέχρι της προσθεμίας, που έχει ορίσει με την διαθήκην του ο πατήρ.
Ετσι και ημείς οι Χριστιανοί, εφ' όσον διαρκούσε η νηπιακή μας ηλικία, από πνευματικής απόψεως, ήμεθα υποδουλωμένοι κάτω από τας στοιχειώδεις διατάξστου μωσαϊκού Νομου και των άλλων θρησκειών, που έχουν οι άνθρωποι της αγνοίας. Όταν δε συνεπληρώθη ο χρόνος και ήλθεν ο κατάλληλος καιρός, που είχεν ορισθή μέσα στο θείον σχέδιον, έστειλεν ο Θεός, από τον ουρανόν εις την γην, τον Υιόν του, ο οποίος έλαβε σάρκα ανθρωπίνην δια μέσου παρθένου γυναικός και υπετάχθη θεληματικά στον μωσαϊκόν Νομον. Και τούτο, δια να εξαγοράση εκείνους που ευρίσκοντο κάτω από την κατάραν του Νομου, δια να πάρωμεν όλοι την υιοθεσίαν, που μας είχεν υποσχεθή ο Θεός.

Κυριακή, Ιουλίου 19, 2015

† Κυριακῇ 19 Ἰουλίου 2015 (τῶν Ἁγίων Πατέρων τῆς Δ΄ Οἰκουμενικῆς Συνόδου)


Εὐαγγελική Περικοπή,

Ἐκ τοῦ κατά Ματθαῖον

Κεφ. ε΄: 14-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν 

 
ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν· Ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.


Ἀπόστολος,

Πρὸς Τίτον Ἐπιστολῆς Παύλου
Κεφ. γ΄: 8-15

Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. ῞Οταν πέμψω ᾿Αρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ ᾿Απολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ῾Η χάρις μετὰ πάντων ὑμῶν· Ἀμήν.



Εἰς τόν Ὄρθρον
Τὸ Ζ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. κ΄: 1-10

Τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον Μαθητὴν, ὃν ἐφίλει ὁ ᾿Ιησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος Μαθητὴς, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος Μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος Μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν· Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

Κυριακή, Ιουλίου 12, 2015

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής ΣΤ' Ματθαίου στις 12/7/2015


Ο Ἀπόστολος στο πρωτότυπο κείμενο:
Προς Ρωμαίους επιστολή Παύλου (ιβ΄ 6-14)
 δελφοί, έχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
Ο Απόστολος σε απόδοση στη νεοελληνική:
Αποτέλεσμα εικόνας για προς ρωμαίουςδελφοί, έχοντες χαρίσματα διαφορετικά, σύμφωνα μὲ τὴν χάριν ποὺ μᾶς ἐδόθηκε, ἂς τὰ χρησιμοποιήσωμεν, ἐὰν προφητείαν, ἀνάλογα μὲ τὴν πίστιν μας, ἐὰν ὑπηρεσίαν, εἰς τὸ ἔργον τῆς ὑπηρεσίας, ὁ διδάσκαλος, εἰς τὴν διδασκαλίαν, ἐκεῖνος ποὺ παρηγορεῖ, εἰς τὴν παρηγορίαν, ἐκεῖνος ποὺ δίνει κάτι, ἂς τὸ κάνῃ μὲ γενναιοδωρίαν, ἐκεῖνος ποὺ εἶναι προϊστάμενος, ἂς ἐργάζεται μὲ ζῆλον, ἐκεῖνος ποὺ ἐλεεῖ, ἂς ἐλεῇ μὲ χαράν.
Ἡ ἀγάπη νὰ εἶναι εἰλικρινής. Μισεῖτε τὸ κακὸν καὶ προσκολᾶσθε εἰς τὸ καλόν. Ὡς πρὸς τὴν ἀδελφικὴν ἀγάπην, νὰ εἶσθε γεμᾶτοι στοργὴν ὁ ἕνας πρὸς τὸν ἄλλον· νὰ μὴ εἶσθε ὀκνηροὶ ὡς πρὸς τὸν ζῆλον, νὰ εἶσθε κατὰ τὸ πνεῦμα θερμοί, νὰ ὑπηρετῆτε τὸν Κύριον, νὰ χαίρετε διὰ τὴν ἐλπίδα σας, νὰ ἔχετε ὑπομονὴν εἰς τὴν θλῖψιν, νὰ ἐπιμένετε εἰς τὴν προσευχήν, νὰ συμμετέχετε εἰς τὰς ἀνάγκας τῶν χριστιανῶν, τὴν φιλοξενίαν νὰ ἐπιδιώκετε.
Εὐλογεῖτε ἐκείνους ποὺ σᾶς διώκουν, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.

Το Ευαγγέλιο στο πρωτότυπο κείμενο:
Κατά Ματθαίον (θ΄ 1-8)
 Τῷ καιρῷ εκείνω, ἐμβὰς ὁ ᾿Ιησοῦς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
Καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
Το Ευαγγέλιο σε απόδοση στη νεοελληνική:
Αποτέλεσμα εικόνας για ευαγγέλιο Τον καιρό εκείνο, ἐμπῆκε ὁ ᾿Ιησοῦς εἰς πλοιάριο, ἐπέρασε ἀπέναντι καὶ ἦλθεν εἰς τὴν δική του πόλιν. Καὶ τοῦ ἔφεραν ἕνα παράλυτον, ξαπλωμένον σὲ ἕνα κρεββάτι. Ὁ Ἰησοῦς ὅταν εἶδε τὴν πίστιν τους, εἶπε εἰς τὸν παράλυτον, «Ἔχε θάρρος, παιδί μου. Σοῦ συγχωροῦνται αἱ ἁμαρτίαι σου».
Καὶ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς εἶπαν μέσα τους, «Αὐτὸς βλασφημεῖ».
Ὁ δὲ Ἰησοῦς, ἐπειδὴ κατάλαβε τὰς σκέψεις των, , εἶπε, «Γιατὶ σκέπτεσθε πονηρὰ μέσα στὴν καρδιά σας; Τὶ εἶναι εὐκολώτερον νὰ πῶ «Σοῦ συγχωροῦνται αἱ ἁμαρτίαι σου» ἢ νὰ πῶ «Σήκω ἐπάνω καὶ περπάτει»; Ἀλλὰ διὰ νὰ μάθετε ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἁμαρτίας ἐπὶ τῆς γῆς», - τότε λέγει εἰς τὸν παράλυτον, «Σήκω ἐπάνω, πάρε τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου».
Αὐτὸς ἐσηκώθηκε καὶ ἐπῆγε εἰς τὸ σπίτι του. Ὅταν εἶδεν αὐτὸ ὁ κόσμος, ἐθαύμασε καὶ δόξασε τὸν Θεόν, ποὺ ἔδωσε τέτοιαν ἐξουσίαν εἰς τοὺς ἀνθρώπους.

Κυριακή, Ιουλίου 05, 2015

Ὁ Ἀπόστολος τῆς Κυριακῆς. Ἐπιστολή πρός Γαλάτας Ε´ 22 - 26-Ϛ´ 1 - 2


  Ἐπιστολή πρός Γαλάτας ς´ 1 - 2-Ε´ 22 - 26,
καί ἡ ἀπόδοση στήν νεοελληνική

Πρός Γαλάτας Ε´ 22 - 26
22 ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. 25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

Πρός Γαλάτας  Ϛ´ 1 - 2

1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

  Ἀπόδοση

 Πρός Γαλάτας  Ε´ 22 - 26
22 Ο καρπός όμως, τον οποίον το Αγιον Πνεύμα παράγει εις τας καλοπροαιρέτους και πιστάς καρδίας, είναι η αγάπη προς όλους, η χαρά από την λύτρωσιν που δίδει ο Χριστός, η ειρήνη που παρέχει η αγαθή συνείδησις, η μακροθυμία προς εκείνους που πταίουν απέναντι μας, η καλωσύνη και η διάθεσις να είμεθα εξυπηρετικοί προς τους άλλους, η αγαθότης της καρδίας, η αξιοπιστία στους λόγους και τας υποσχέσεις μας, 23 η πραότης απέναντι εκείνων, που μας φέρονται κατά τρόπον εξοργιστικόν, η εγκράτεια και η αποφυγή κάθε πονηράς επιθυμίας και πράξεως. Εναντίον των ανθρώπων, που έχουν αυτάς τας αρετάς, δεν υπάρχει και δεν ισχύει ο νόμος. 24 Οι δε αληθινοί οπαδοί και μαθηταί του Χριστού έχουν σταυρώσει και νεκρώσει τον παλαιόν σαρκικόν άνθρωπον, μαζή με τα πάθη και τας αμαρτωλάς επιθυμίας του. 25 Εάν πράγματι ζώμεν την ζωήν του Αγίου Πνεύματος, πρέπει να πορευθώμεθα και να συμπεριφερώμεθα σύμφωνα με όσα το Πνεύμα μας διδάσκει. 26 Ας μη γινώμεθα κενόδοξοι, προσκαλούντες και εξερεθίζοντες ο ένας τον άλλον εις αντιθέσεις και φιλονεικίας και φθονούντες ο ένας τον άλλον.

Πρός Γαλάτας  Ϛ´ 1 - 2
1 Αδελφοί, εάν από αδυναμίαν παρασυρθή κανείς και περιπέση εις κάποιο αμάρτημα, σεις οι πνευματικώς προωδευμένοι και ισχυροί ας διορθώνετε αυτόν και ας τον καθοδηγήτε με πνεύμα πραότητος. Αλλά και συ που διορθώνστον άλλον, πρόσεχε τον ευατόν σου, μήπως και ο ίδιος περιπέσης εις πειρασμόν και παρασυρθής είτε στο ίδιον αμάρτημα, είτε στο αμάρτημα της υψηλοφροσύνης. 2 Ας υπομένετε με πραότητα ο ένας του άλλου τα ελαττώματα, τα οποία, καθό αλαττώματα, είναι φορτικά και ενοχλητικά και έτσι τηρήσατε πλήρως τον νόμον του Χριστού, που διδάσκει την αγάπην. (Ανθρωπος, που δεν δείχνει τέτοιαν υπομονήν, αλλ' οργίζεται και περιφρονεί τον παρασυρθέντα, δεν έχει την αγάπην του Χριστού).

  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...