Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Πέμπτη, Σεπτεμβρίου 06, 2012

ΣΥΝΑΞΑΡΙΟΝ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΩΦΡΟΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΧΤΑΛΕΙΑΣ ΤΗΣ ΕΝ ΙΒΗΡΙᾼ (ΤΟΥ ΕΚ ΒΑΖΕΛΩΝΟΣ)-7 Σεπτεμβρίου


πηγή

06ΣΕΠ
ΣΥΝΑΞΑΡΙΟΝ ΚΑΙ ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΩΦΡΟΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΧΤΑΛΕΙΑΣ ΤΗΣ ΕΝ ΙΒΗΡΙᾼ (ΤΟΥ ΕΚ ΒΑΖΕΛΩΝΟΣ)
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ


Ο θεοφόρος πατήρ ἡμῶν Σωφρόνιος κατήγετο ἐκ τῆς ἐν Πόντῳ ἐπαρχίας Χαλδείας, τό δέ χωρίον αὐτοῦ ἐκαλεῖτο Λοτσίον. Ἐγεννήθη τό ἔτος 1738 ἐκ τοῦ εὐσεβοῦς ἱερέως Γεωργίου Σερταρίδου καί τῆς ἐναρέτου αὐτοῦ πρεσβυτέρας Βαρβάρας. Κατά κόσμον ὠνομάζετο Συμεών, εἶχε δέ ἀδελφούς πέντε καί ἀδελφάς τέσσαρας.
Ἐκ νεαρᾶς ἡλικίας ἔτρεφε μεγάλον πόθον πρός τήν μοναχικήν πολιτείαν, ἥν καί ἠσπάσθη, προσελθών τελικῶς, μετά σχετικήν περιπλάνησιν, εἰς τήν ἱεράν μονήν Βαζελῶνος, τήν τιμωμένην ἐπ᾿ ὀνόματι τοῦ Τιμίου Προδρόμου, καί ὑποταχθείς εἰς τόν ἐν αὐτῇ ἀσκούμενον θεῖον αὐτοῦ, ὀνόματι Μελέτιον. Εἰς τήν ἐν λόγῳ μονήν ἐδιδάχθη τά ἱερά γράμματα καί ἐπαιδεύθη εἰς πᾶσαν ἀρετήν, μετά δέ τήν κεκανονισμένην δοκιμασίαν ἐκάρη μοναχός, λαβών τό ὄνομα Σωφρόνιος, καί ἐχειροτονήθη συντόμως ἱερεύς. Ἔκτοτε ἐπεδόθη μετά πλείονος ζήλου εἰς ἀγῶνας ἀσκητικούς καί ἐφαίνετο ἐν μέσῳ τῶν ἀδελφῶν ὡς ἐν σώματι ἄγγελος, καταυγάζων αὐτούς διά τῶν ἀρετῶν καί τῆς φιλοθέου αὐτοῦ βιοτῆς. 
Κατά τό ἔτος 1776 ἀπεστάλη ὑπό τοῦ ἡγουμένου Ἰγνατίου εἰς διακονίαν μακράν τῆς μονῆς, ἤτοι πρός τό ἐν Ἀχταλείᾳ τῆς Ἰβηρίας κείμενον μεταλλεῖον, ἐν ᾧ εἶχον ἐγκατασταθῇ οἰκογενειακῶς, κληθέντες ἐκ Χαλδείας ὑπό τοῦ Βασιλέως τῆς Ἰβηρίας, πλέον τῶν πεντακοσίων Ἑλλήνων μεταλλουργῶν, ᾠκοδομήσαντες ἴδιον χωρίον ὀνομασθέν Δάλ-Βέρ (πολύτιμοι λίθοι). Διαμένων ἐν Ἰβηρίᾳ ὁ ἱερός Σωφρόνιος προσείλκυσε διά τῆς ἐναρέτου αὐτοῦ ζωῆς τήν ἀγάπην, τόσον τῶν Ἑλλήνων συμπατριωτῶν αὐτοῦ, ὅσον καί τῶν Γεωργιανῶν, ἰδίᾳ δέ τοῦ τοπάρχου αὐτῶν Ραμπλῆ Χάν, ὅστις καί προέτρεπεν ἐπιμόνως τόν Ὅσιον, ὅπως χειροτονηθῇ ἐπίσκοπος Ἀχταλείας. Οὗτος ἠρνεῖτο, προφασιζόμενος τό ὕψος καί τάς εὐθύνας  τοῦ ἀξιώματος, ἔτι δέ καί τήν ἀπουσίαν σχετικῆς ἀδείας ἐκ τῆς ἰδίας αὐτοῦ μονῆς. Πρός ἄρσιν τοῦ ἀδιεξόδου ὁ τοπάρχης, ὁμοῦ μετά τῶν Ἑλλήνων μεταλλουργῶν, ἀποστέλλει πρεσβείαν εἰς τήν μονήν, αἰτούμενος τήν ἔκδοσιν ἀδείας, πρός τέλεσιν τῆς χειροτονίας. Οἱ πατέρες, λαβόντες γνῶσιν τῶν γεγονότων, προθύμως συγκατένευσαν· τοιουτοτρόπως δέ ἐχειροτονήθη ὁ θεῖος Σωφρόνιος, ἐν ἔτει 1777, ἐπίσκοπος Ἀχταλείας, ἔχων ὡς ἕδραν τῆς ἐπισκοπῆς αὐτοῦ τήν ἐκεῖσε ὑπάρχουσαν ἱεράν μονήν τῆς Θεοτόκου.
Ἐν τῇ ἀσκήσει τῆς ἀρχιερατικῆς αὐτοῦ διακονίας ὁ Ὅσιος διεκρίθη διά τήν δεξιότητα αὐτοῦ περί τό κυβερνᾶν ἐπιτυχῶς τάς πιστευθεῖσας αὐτῷ ψυχάς, ὡς ἀληθής ποιμήν  καί οὐχί μισθωτός. Τήν λαχοῦσαν αὐτῷ ἐπαρχίαν ἐποίμανε μέχρι τοῦ ἔτους 1794, ὅτε ἡ ἐκ Ταγιστάν ὁρμωμένη ἀγρία φυλή τῶν Λεσγῶν ἐπέδραμε κατά τῆς Ἀχταλείας καί κυριεύσασα ἐλεηλάτησεν αὐτήν. Ἐκ τῶν κατοίκων τῆς πόλεως, τούς μέν κατέσφαξαν, τούς δέ συνέλαβον αἰχμαλώτους, μεθ᾿ ὧν ἀπήχθη καί ὁ ἱερός Σωφρόνιος. Οἱ συλληφθέντες ἐπωλοῦντο, κατά τό τότε κρατοῦν σύστημα, ὑπό τῶν Λεσγῶν ὡς δοῦλοι εἰς τάς διαφόρους πόλεις τοῦ Καυκάσου. Καθ᾿ ὁδόν οἱ βάρβαροι πολυτρόπως ἐβασάνιζον τόν Ὅσιον. Πολλάκις δέ ἠνάγκαζον αὐτόν, ὅπως ἀναλάβῃ ἐπί τῶν ὤμων τούς ἐξ αὐτῶν ἐκ τῆς ὁδοιπορίας ἀποκάμνοντας· μή φέρων δέ τοῦτο, λόγῳ τοῦ προβεβηκότος τῆς ἡλικίας, ἐδεήθη μετά δακρύων πρός τόν Θεόν, ὅπως ἀπαλλ άξῃ αὐτόν τῶν τοιούτων δεινῶν. Ἔκτοτε ὅστις ἀνέβαινεν ἐπί τοῦ Ἁγίου ἔπιπτεν με τ᾿ ὀλίγον νεκρός, τοῦ δέ λοιποῦ οὐδείς ἐτόλμα κακῶσαι αὐτόν. Τόν θεῖον Σωφρόνιον ἠγόρασεν, ἐν τέλει, γυνή τις τοῦ λατινικοῦ δόγματος, ἥτις, ἀπελευθερώσασα αὐτόν, ἀπέστειλε δι᾿ ἱστιοφόρου εἰς Τραπεζοῦντα.



Τοῦ Ἁγίου ὄντος ἐν Τραπεζοῦντι, ἐν ἔτει 1796, μετέστη πρός Κύριον ὁ Μητροπολίτης αὐτῆς Δωρόθεος. Εἰς διαδοχήν αὐτοῦ ἐξελέγη ὑπό τῶν λογάδων τῆς πόλεως, κατά τό τότε ἰσχῦον προνόμιον τῆς ἐπαρχίας, ὁ πρώην Ἀχταλείας Σωφρόνιος. Δι᾿ ἄδηλον ὅμως αἰτίαν ὁ θεῖος Σωφρόνιος, καιτοι ἀπεδέχθη τήν ἐκλογήν, δέν κατέστη μητροπολίτης τῆς πόλεως, τόν δέ θανόντα Δωρόθεον διεδέχθη Παρθένιος ὁ Τριπολίτης. Ὁ Ὅσιος, τῷ θείῳ ἑαυτόν ὑποτάξας θελήματι, ἐπανῆλθεν εἰς τήν ἱεράν μονήν Βαζελῶνος, ἐπιθυμῶν ὅπως διανύσῃ τόν ἐπίλοιπον βίον ἐν ἡσυχίᾳ, πρός τελείαν κάθαρσιν τοῦ νοός καί ὕψωσιν αὐτοῦ πρός τόν Θεόν. Χωρισθείς δέ τελείως τῶν ὑλικῶν, ἐγένετο σκεῦος χωρητικόν τῆς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος, ὑφ᾿ οὗ καταλαμπόμενος προεῖπε πολλά τῶν μελλόντων συμβαίνειν, ἅτινα καί ἐξεπληρώθησαν ἀκριβῶς μετά τήν ἁγίαν αὐτοῦ κοίμησιν.

Ἡἁγία αὐτοῦ πολιτεία ἀνέδειξεν τόν Ὅσιον ἔνθεον θεράποντα Θεοῦ, παρά δέ τῶν ἀδελφῶν τῆς μονῆς καί τῶν πέριξ αὐτῆς οἰκούντων χριστιανῶν ἠγαπήθη, τολμῶ εἰπεῖν, μέχρι λατρείας. Τό τοιοῦτον ἠρέθισε τόν τότε ἡγούμενον τῆς μονῆς Ἱερεμίαν, ὅστις, φθονήσας τόν Ἅγιον διά τήν εἰς αὐτόν ἀπονεμομένην τιμήν, ἐδημιούργει αὐτῷ ταραχάς καί σκάνδαλα. Ὁ ἱερός Σωφρόνιος, θέλων τηρῆσαι ἑαυτόν ἐν εἰρηνικῇ καταστάσει, ἀνεχώρησεν ἐκ τῆς μονῆς περίλυπος, ἔνδακρυς καί βαρυαλγής, πορευθείς εἰς τό χωρίον αὐτοῦ. Λέγεται δέ ὅτι ὅτε ἀνεχώρει προσηυχήθη ἱκετεύσας τόν Θεόν, ὅπως εἰς μέν τούς ἄλλους καταπέμψῃ πλουσίως τά ἐλέη Αὐτοῦ, ἀπό δέ τοῦ ἡγουμένου Ἱερεμίου ζητήσῃ λόγον διά τήν πολιτείαν αὐτοῦ. Πάραυτα νευρική συνοχή κατέλαβε τόν Ἱερεμίαν, ἀποδοθεῖσα ὑπό τῶν πατέρων εἰς τήν διά τοῦ ἐκβιασμοῦ ἀπομάκρυνσιν τοῦ Ὁσίου. Ὅθεν, ἀπεστάλησαν ταχυδρόμοι, παρακαλέσαντες τόν θεῖον Σωφρόνιον ὅπως ἐπανέλθῃ μετ᾿ αὐτῶν εἰς τήν μονήν, ἀλλ᾿ οὗτος ἠρνήθη, φοβούμενος τυχόν ἐπανάληψιν τῶν τοῦ Ἱερεμίου σκανδάλων, διό καί οἱ ἀπεσταλμένοι ἐπέστρεψαν ἄπρακτοι. Οὕτως ἐπί τριετίαν καταβασανισθείς ὁ Ἱερεμίας ὑπό τῆς νόσου, καταληξάσης εἰς ἐγκεφαλικήν παραλυσίαν, ἐξεμέτρησε τό ζῆν ἐν ἔτει 1805. Μετά δεκαετίαν, ἀνοίξαντες οἱ πατέρες τόν τάφον αὐτοῦ, πρός μετακομιδήν τῶν ὀστῶν εἰς τό τῆς μονῆς ὀστεοφυλάκιον, εὗρον, πρός μεγίστην αὐτῶν ἔκπληξιν, τό σῶμα τοῦ Ἱερεμίου ἄλυτον καί τυμπανιαῖον. Ἀπετάθησαν περί τοῦ θέματος πρός τήν Μεγάλην τοῦ Χριστοῦ Ἐκκλησίαν, ἥτις ἐξέδωκε τήν προβλεπομένην εὐχετήριον ἅμα καί συγχωρητήριον ἐπιστολήν, ἀναγνωσθεῖσαν ἐπί τοῦ ἐκ νέου ἀνοιχθέντος τάφου, ὑπό τοῦ Μητροπολίτου Τραπεζοῦντος Παρθενίου, τοῦ Ἁγίου ἔχοντος ἦδη ἀπέλθει πρός τάς οὐρανίους μονάς. Τήν ἀνάγνωσιν τῆς συγχωρητηρίου ἐπιστολῆς ἠκολούθησεν ἡ διάλυσις τοῦ σώματος καί ἡ αὐθημερόν μετακομιδή τῶν ὀστῶν εἰς τό ὀστεοφυλάκιον.

Ὁἱερός Σωφρόνιος, διανύσας ἐν τῷ χωρίῳ αὐτοῦ τόν ἐπίλοιπον βίον, ἐκοιμήθη ἐν Κυρίῳ πλήρης ἡμερῶν καί προσετέθη εἰς τήν χορείαν τῶν ἀπ᾿ αἰῶνος ἁγίων. Ἡ τῶν Ἁγίων αὐτοῦ Λειψάνων ἀνακομιδή ἐγένετο ἐν ἔτει 1824, ὅτε ἡ πρεσβυτέρα τοῦ ἀδελφιδοῦς αὐτοῦ ἱερέως Χαραλάμπους, πάσχουσα ἐπί πολλά ἔτη ἐξ ἀνιάτου ἀσθενείας, εἶδε κατ᾿ ὄναρ ἄνδρα τινά, φέροντα λαμπρά καί λευκά ἱμάτια, ὅστις προέτρεψεν ταύτην, ὅπως λάβῃ τά ἐν τῷ τάφῳ τοῦ θείου Σωφρονίου κείμενα Λείψανα καί προσκαλέσῃ τρεῖς ἱερεῖς διά τέλεσιν ἁγιασμοῦ, πρός θεραπείαν. Τήν ὀπτασίαν διηγήθη εἰς τόν σύζυγον αὐτῆς, ὅστις καί προέβη εἰς τήν ἀνακομιδήν τῶν Λειψάνων τήν κ´ Δεκεμβρίου τοῦ ἰδίου ἔτους, διά τοῦ ἁγιασμοῦ τῶν ὁποίων χρισθεῖσα ἡ σύζυγος αὐτοῦ κατέστη ὑγιής, ὡς μηδέποτε ἀσθενήσασα. Τά Ἱερά καί πλήρη εὐωδίας Λείψανα ἐπέδειξεν ὁ ἱερεύς Χαραλάμπης εἰς τόν τότε Μητροπολίτην Χαλδείας Σίλβεστρον, ὅστις ἐπέπληξεν αὐτόν, ὅτι ἄνευ τῆς ἐκείνου γνώμης προέβη εἰς τήν ἀνακομιδήν τῶν ὀστῶν, ἐνετείλατό τε τόν ἐκ νέου ἐνταφιασμόν αὐτῶν, ὅπερ καί ἐγένετο. Ὅθεν, εἰς πίστωσιν τῆς ἁγιότητος τοῦ Ὁσίου, κατά τήν νύκτα τῆς η´ Σεπτεμβρίου (ἐν ταύτῃ γάρ ἀνεπαύσατο ὁ Ὅσιος) ἐφάνη ἐπί τοῦ τάφου αὐτοῦ οὐρανόμηκες καί λίαν θαυμαστόν Φῶς, πολλοί δέ τῶν θεασαμένων τοῦτο ἔδραμον ἐπί τοῦ τάφου, οἱ δέ ἐξ αὐτῶν ἀσθενεῖς ἐθεραπεύθησαν. Ὁμοίως καί ὁ Μητροπολίτης Σίλβεστρος, ἀσθενήσας τήν ια´ Ἰανουαρίου, ἀποκατεστάθη ὑγιής τῇ ἐπικλήσει τοῦ Ἁγίου, μεθ᾿ ὅ καί ἐπισήμως διεκήρυξε τά μέν Λείψανα τοῦ Ὁσίου Ἱερά τόν δέ Σωφρόνιον Ἅγιον, ἑορταζόμενον τήν η´ Σεπτεμβρίου (διά δέ τό ἑορτάζεσθαι τήν αὐτήν ἡμέραν τό Γενέσιον τῆς Θεοτόκου, μετετέθη ἡ ἑορτή αὐτοῦ εἰς τήν ζ´ τοῦ αὐτοῦ μηνός).

Τήν τοιαύτην ἔκβασιν ἀκούσαντες οἱ ἐν Βαζελῶνι πατέρες ἀπήτησαν παρά τε τοῦ Μητροπολίτου καί τῶν κατά σάρκα  συγγενῶν τοῦ Ὁσίου τήν εἰς τήν μονήν ἀπόδοσιν τῶν Ἁγίων Λειψάνων, καθ᾿ ὅσον ὁ Ὅσιος ὑπῆρχε Βαζελιώτης. Πολλῆς δέ ζητήσεως γενομένης, ὁ Μητροπολίτητς Χαλδείας Σίλβεστρος ἔλαβεν ἐντολήν ἐκ τοῦ Πατριαρχείου, ὅπως ἀποστείλῃ τά Ἅγια Λείψανα εἰς τήν Μεγάλην τοῦ Χριστοῦ Ἐκκλησίαν· διό καί οἱ συγγενεῖς, φοβηθέντες, συνεβιβάσθησαν μετά τῆς μονῆς, παραδώσαντες εἰς αὐτήν τήν τιμίαν κάραν καί τήν δεξιάν χεῖρα τοῦ ἁγίου, τά δέ λοιπά κρατήσαντες. Τοιοῦτος ὑπήρξεν ὁ βίος τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Σωφρονίου, ὅστις ἐν τῷ Φωτί τῆς δόξης τοῦ Κυρίου ἀγαλλόμενος, πρεσβεύει ὑπέρ πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων χριστιανῶν.
www.egolpion.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...