Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Τετάρτη, Μαΐου 15, 2013

Συναξαριστής της 15ης Μαίου


Ὁ Ὅσιος Παχώμιος

 


Ἡ Ἄνω Θηβαΐδα τῆς Αἰγύπτου εἶναι ὁ τόπος ὅπου γεννήθηκε ὁ Παχώμιος ἀπὸ γονεῖς εἰδωλολάτρες, τὸ 292 μ.Χ. Σὲ ἡλικία 20 χρονῶν, κατατάχθηκε στὸν αὐτοκρατορικὸ στρατό, ὅπου συνδέθηκε μὲ χριστιανοὺς στρατιῶτες καὶ ἔτσι γνώρισε τὴν χριστιανικὴ θρησκεία. Ὅταν ἀπολύθηκε ἀπὸ τὶς τάξεις τοῦ στρατοῦ, βαπτίσθηκε.

Ἡ ψυχή του, ὅμως, ἐπιθυμοῦσε κάτι περισσότερο καὶ ἀνώτερο πνευματικά. Πῆγε, λοιπόν, κοντὰ σὲ ἕναν φημισμένο ἡσυχαστή, τὸν Παλαίμονα, ὅπου κοντά του προόδευσε στὴν ἄσκηση, τὴν ἀρετὴ καὶ ἰδιαίτερα στὴ βαθειὰ ταπεινοφροσύνη.

Ὅταν πέθανε ὁ Παλαίμονας, μὲ τὴν χάρη τοῦ Θεοῦ ὁ Παχώμιος ἔκτισε δικό του κελλὶ στὸν τόπο Ταβενησία, κοντὰ στὸ Νεῖλο. Μὲ τὸ χρόνο σχηματίσθηκε ἀδελφότητα, καὶ ἔτσι ἔγινε ἐκεῖ ὁλόκληρη Μονή. Καταπληκτικὰ ὀργανωτικὸ πνεῦμα ὁ Παχώμιος καὶ μὲ βοηθὸ τὴν ταπεινοφροσύνη, κατόρθωσε νὰ δημιουργήσει ἄριστο κοινοβιακὸ σύστημα καὶ διοικοῦσε ἁρμονικότατα τοὺς 3.000 περίπου μοναχοὺς ποὺ ἦταν γύρω ἀπ᾿ αὐτόν.

Θεωρεῖται, μάλιστα, καὶ ὁ ἱδρυτὴς τῆς κοινοβιακῆς ζωῆς. Ὁ Παχώμιος δὲν ἦταν καὶ τόσο πολὺ ἐγγράμματος, ἀλλὰ αὐτὸ δὲν τὸν ἐπηρέαζε, διότι πάντα εἶχε κατὰ νοῦ τὴν συμβουλὴ τοῦ Ἀποστόλου Πέτρου: «Τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ταπεινοῖς δίδωσι χάριν». Δηλαδή, κουμπωθεῖτε σὰν ἄλλο ῥοῦχο τὴν ταπεινοφροσύνη, διότι ὁ Θεὸς στοὺς ταπεινοὺς δίνει χάρη. Ἔτσι καὶ ὁ Παχώμιος, μὲ τὸ ταπεινὸ φρόνημα εἶχε τὴν χάρη νὰ συζητᾷ κατὰ τὸν καλύτερο δυνατὸ τρόπο τὰ θεολογικὰ ζητήματα.
Τὸ Μάιο τοῦ 348, προσβλήθηκε ἀπὸ πανώλη καὶ πέθανε.

 


Ἀπολυτίκιον 
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀγελάρχης ἐδείχθης τοῦ Ἀρχιποιμένος, Μοναστῶν τᾶς ἀγέλας Πάτερ Παχώμιε, πρὸς τὴν μάνδραν ὁδηγῶν τὴν ἐπουράνιον, καὶ τὸ πρέπον ἀσκηταίς, ἐκεῖθεν σχῆμα μυηθεῖς, καὶ τοῦτο πάλιν μυήσας, νῦν δὲ σὺν τούτοις ἀγάλλη, καὶ συγχορεύεις ἐν οὐρανίαις σκηναίς.

Ἕτερον Ἀπολυτίκιον Ἦχος πλ. δ’.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Παχώμιε Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον 
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Φωστὴρ φαεινός, ἐδείχθης ἐν τοὶς πέρασι τὴν ἔρημον δέ, ἐπόλισας τοὶς πλήθεσι, σεαυτὸν ἐσταύρωσας, τὸν σταυρόν σου ἐπ’ ὤμων ἀράμενος, καὶ ἀσκήσει τὸ σῶμα, κατέτηξας, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἠμῶν.

Ἕτερον Κοντάκιον 
Ἦχος β’. Τὴν ἐν πρεσβείαις
Τὴν τῶν Ἀγγέλων ἐν στόματι πολιτείαν, ἐπιδεξάμενος Παχώμιε θεοφόρε, τούτων καὶ τῆς εὐκλείας ἠξίωσαι, τῷ τοῦ Δεσπότου θρόνῳ, σὺν αὐτοῖς παριστάμενος, καὶ πᾶσι πρεσβεύων θείαν ἄφεσιν.

Μεγαλυνάριον 
Χαίροις εὐσεβείας ὑπογραμμός, καὶ τῶν μοναζόντων, Ἀγελάρχης θεοειδής. Χαίροις τῆς Αἰγύπτου, κανὼν καὶ τύπος μέγας, Παχώμιε θεόφρον, Πατέρων καύχημα.

 
Ὁ Ὅσιος Ἀχίλλειος ἐπίσκοπος Λαρίσης

 


Καταγόταν ἀπὸ τὴν Καππαδοκία καὶ ἔζησε στὰ χρόνια του Μεγάλου Κωνσταντίνου. Ὁ νεανικός του πόθος τὸν ἔφερε στοὺς ἅγιους Τόπους καὶ κατόπιν στὴ Ῥώμη. Ἐκεῖ ἐπιδόθηκε στὸ ἱερὸ ἔργο τοῦ ἱεροκήρυκα, διδάσκοντας ἀκατάπαυστα τὸ θεῖο λόγο σὲ πόλεις καὶ χωριά, ἀψηφῶντας ἀνάγκες, βρισιές, διωγμοὺς καὶ ταλαιπωρίες.

Οἱ μεγάλες καὶ σπουδαῖες ὑπηρεσίες του, τὸν ἀνέδειξαν ἐπίσκοπο Λαρίσης. Ἀπὸ τὴν νέα του θέση ὁ Ἀχίλλειος ὑπῆρξε ὁ πνευματικὸς ἀρχηγὸς καὶ διδάσκαλος, αὐτὸς ποὺ ἔλεγε καὶ ἔπραττε. Κήρυττε κάθε μέρα, βοηθοῦσε τὶς χῆρες, προστάτευε τὰ ὀρφανά, ἀνακούφιζε τοὺς φτωχούς, ὑπεράσπιζε τοὺς ἀδικημένους, ἦταν ὁ ἄγρυπνος φύλακας καὶ φρουρὸς τῆς παρακαταθήκης τῆς πίστεως καὶ τοῦ ποιμνίου ποὺ τοῦ ἐμπιστεύτηκαν.

Ὁ Ἀχίλλειος διακρίθηκε καὶ στὴν Α´ Οἰκουμενικὴ σύνοδο στὴ Νίκαια, ἐναντίον τοῦ Ἀρείου. Καὶ τότε ὁ μέγας Κωνσταντῖνος, ἐκτιμῶντας τὶς ἀρετές του, τοῦ ἔδωσε μεγάλη χρηματικὴ δωρεὰ τὴν ὁποία, ὅταν ὁ Ἀχίλλειος ἐπέστρεψε στὴ Λάρισα, διέθεσε γιὰ νὰ κτίσει ναοὺς καὶ γιὰ τὴν μέριμνα τῶν ἀσθενῶν καὶ τῶν φτωχῶν.

Ὅταν προαισθάνθηκε τὸ θάνατό του, κάλεσε κοντά του ὅλους τοὺς ἱερεῖς τῆς ἐπισκοπῆς του καὶ τοὺς ἔδωσε πατρικὲς συμβουλὲς γιὰ τὰ καθήκοντά τους.

Τὸ λείψανό του, μέχρι τὸν 10ο αἰῶνα κοσμοῦσε τὴν Λάρισα. Τὸ ἅρπαξαν ὅμως οἱ Βούλγαροι ὅταν εἰσέβαλαν στὴ Θεσσαλία.

Ἀπολυτίκιον 
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Λαρίσης σὲ πρόεδρον, καὶ πολιοῦχον λαμπρόν, ἡ χάρις ἀνέδειξεν ὡς Ἱεράρχην σοφόν, παμμάκαρ Ἀχίλλιε, σὺ γὰρ τὸ τῆς Τριάδος, ὁμοούσιον κράτος, θαύμασι τε καὶ λόγοις, κατετράνωσας κόσμω. Ἣν πάτερ ἐξευμενίζου, τοὶς σὲ γεραίρουσι.

Ἕτερον Ἀπολυτίκιον 
Ἦχος γ´. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Θεσσαλία, σὲ ἀκοίμητον, φρουρῶν προστάτην, καὶ τῆς Λαρίσης ἡ πόλις ἀδάμαντα, ἡ Ἐκκλησία τὴν εὔηχον σάλπιγγα, τὸ τοῦ Υἱοῦ ὁμοούσιον κηρύξασαν, Πάτερ Ἅγιε Ἱεράρχα Ἀχίλλιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Κοντάκιον 
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς Θεσσαλίας τὸν ἀστέρα τὸν ὑπέρλαμπρον, τῶν Λαρισαίων τὸν Ποιμένα τὸν ἀνύστακτον, κατὰ χρέος εὐφημήσωμεν ἐκβοῶντες• Παῤῥησίαν κεκτημένος πρὸς τὸν Κύριον, ἐκ παντὸς ἡμᾶς κινδύνου ἐλευθέρωσον, ἵνα κράζωμεν Χαίροις Πάτερ Ἀχίλλιε.

Ἕτερον Κοντάκιον Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς οἰκουμένης τὸν ἀστέρα τὸν ἀνέσπερον Καὶ Λαρισαίων τὸν ποιμένα τὸν ἀκοίμητον Τὸν ἀχίλλιον ὑμνήσωμεν ἐκβοῶντες· Παρρησίαν κεκτημένος πρὸς τὸν Κύριον Ἐκ παντοίας τρικυμίας ἡμᾶς λύτρωσαι Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Ἀχίλλιε.

Ὁ Οἶκος 
Ἄγγελος ἐκ τῶν τρόπων Ἱεράρχα ἐφάνης, καὶ τάγμασι τοῖς τούτων ἐγνώσθης, καὶ σὺν τοῖς Ἀσωμάτων χοροῖς λειτουργῶν τῷ θρόνῳ τοῦ Χριστοῦ Ἅγιε, ἀκούεις παρ’ ἡμῶν τῶν σῶν δούλων ταύτα: Χαῖρε τῆς Τριάδος ἡ σάλπιγξ ἡ εὔηχος· Χαῖρε τῆς Μονάδος ἡδύφωνον ὄργανον· Χαῖρε ὕψος δυσκατάληκτον τῶν δογμάτων τῶν σεπτῶν· χαῖρε βάθος δυσερμήνευοτν νοερῶν ἐργασιῶν· Χαῖρε ὅτι Ἀρείου τᾶς ἐπάρσεις καθεῖλες· Χαῖρε ὅτι τᾶς τούτου μυθουργίας παρεῖδες· Χαῖρε ἀστὴρ Ἑλλάδος ὑπέρλαμπρος· Χαῖρε Ποιμὴν Λαρίσης ὁ ἄκακος· Χαῖρ επροστάτης ὁ ἀκοίμητος ταύτης· Χαῖρε δι’ οὗ τῷ Θεῷ οἰκειοῦται·
Χαίροις Πάτερ Ἀχίλλιε.

Κάθισμα 
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἡ Λάρισα τὰ σά, μεγαλεῖα κηρύττει, θαυμάζει δὲ τὴν σήν, διδαχὴν Θεσσαλία, σεμνύνεται χαίρουσα, τῶν Πατέρων ἡ Σύνοδος, κόσμον ἔχει δέ, ἢ Ἐκκλησία σὲ Πάτερ, ἡμεῖς δ’ ἅπαντες, θερμὸν προστάτην καὶ ῥύστην, οἱ πόθῳ τιμῶντες σέ.

Ἕτερον Κάθισμα Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἡ θεία σου σορός, , ὧ Ἀχίλλιε Πάτερ, ὡς ἄλλη Σιλωὰμ κολυμβήθρα ἐδείχθη, πηγὴν ἁγιάσματος παραδόξως ἐκβλύζουσα· οὗ μετέχοντες οἱ προσιόντες ἐν πίατει χάριν ἄφθονον, καὶ ψυχικὴν σωτηρίαν, εὐχαῖς σου λαμβάνομεν.

Μεγαλυνάριον 

Χαίροις τῆς Λαρίσης ὁ θησαυρός, καύχημα Πατέρων, τῆς Νικαίας ὁ τηλαυγής, φάρος ἑξαστράπτων, τρανώσας θείαν φύσιν, Χριστοῦ ἐν τῇ Συνόδῳ, σοφὲ Ἀχίλλιε.

Ἕτερον Μεγαλυνάριον 
Χαίροις τῆς Ἑῴας ἀστὴρ λαμπρός, καὶ τῶν Λαρισαίων, λαμπαδοῦχος καὶ ὁδηγός, χαίροις εὐσεβείας, λειμὼν ὁ ἀνθηφόρος, Ἀχίλλιε παμμάκαρ, Τριάδος πρόμαχε.

 
Ὁ Ἅγιος Βάρβαρος ὁ Μυροβλύτης

 


Στοὺς Συναξαριστὲς δὲν ὑπάρχουν στοιχεῖα γιὰ τὴν ζωή του, μόνο ὅτι μαρτύρησε διὰ ξίφους. Στὸν Λαυριωτικὸ ὅμως Κώδικα 70φ. 244 ὑπάρχουν τὰ ἑξῆς: Ὁ Ἅγιος αὐτὸς ἦταν βάρβαρος, λεηλατοῦσε καὶ ἔτρωγε σάρκες ἀνθρώπων.

Κάποιος ἱερέας ὅμως, μαζὶ μ᾿ ἕναν βοηθό του, ἦλθαν σὲ ἕνα τόπο ποὺ ὀνομαζόταν Νῆσα γιὰ νὰ λειτουργήσει στὸν ἐκεῖ ναὸ τοῦ Ἁγίου Γεωργίου. Κατὰ τὴν ὥρα τῆς Θείας Λειτουργίας, ὅρμησε ὁ Βάρβαρος γιὰ νὰ τοὺς φάει, ἀλλὰ ὁ Θεὸς ἄνοιξε τὰ μάτια του καὶ εἶδε Ἄγγελο Κυρίου νὰ συλλειτουργεῖ μὲ τὸν ἱερέα. Τότε μετανόησε γιὰ ὅλα καὶ τέθηκε ὑπὸ τὴν πνευματικὴ καθοδήγηση τοῦ ἱερέα, ἀφοῦ κατηχήθηκε καὶ βαπτίστηκε χριστιανός.
Τότε μὲ τὴν ἄδεια τοῦ πνευματικοῦ του, γιὰ τρία χρόνια βάδιζε σὰν τετράποδο καὶ ἔτρωγε χόρτα καὶ ῥίζες ἀπὸ διάφορα φυτά.
Κάποτε ὅμως, ἕνας γεωργὸς τὸν πέρασε γιὰ ἀρκούδα καὶ τὸν χτύπησε θανάσιμα στὴ δεξιά του πλευρά, καὶ ἔτσι παρέδωσε τὴν ἁγία του ψυχὴ στὸν Θεό.

Στὸν τόπο ὅπου μαρτύρησε ἀναβλύζει μύρο καὶ γίνονται ἰάσεις ἀσθενειῶν.

Ἀπολυτίκιον 
Ἦχος δ´.
Μαρτυρικὸν ἀγῶνα γενναίως ἠγώνισαι, ἀσκητικῷ δὲ πόνῳ τὸν βίον διήνυσας ὅσιε Βάρβαρε· διὸ τὴν χάριν ἐδέξω διπλῆν, διὰ μὲν τοῦ λειψάνου ἀσθενείας διώκων, τῇ ψυχῇ δὲ συγχαίρων τῷ Χριστῷ, ὃν δυσώπει, ὑπὲρ ἡμῶν τῶν αἰσίως τιμώντων σε.

Κοντάκιον 
Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τὸ σῶμα τὸ σὸν τῇ γῇ ὑποτίθεται, τὴν σὴν δὲ ψυχὴν ὁ κτίστης κομίζεται, καὶ τὸ μὲν ἀσθενέσιν ὑγείαν πᾶσι χαρίζεται, ἡ δὲ Χριστὸν ἱκετεύει λυτρώσασθαι, πυρὸς αἰωνίου τοὺς τιμῶντάς σε.

Ὁ Οἶκος 
Τῶν οὐρανίων, καὶ ἀϊδίων ἐφιέμενος Βάρβαρε, κατεφρόνησας τὰ ῥέοντα· καὶ σῶμα θνητόν, ψυχὴν δ᾿ ἀθάνατον γιγνώσκων, οὐκ ἐφείσω τοῦ πηλοῦ πάσχοντος ὅλως· τὴν ψυχὴν δὲ ἐκήδου τηρῆσαι ἀλώβητον· ὅθεν καὶ τῆς μακαρίας καὶ ἀϊδίου ἠξίωσαι ζωῆς· ἧς καὶ ἡμεῖς ταῖς πρεσβείαις σου παμμακάριστε ἀξιωθείημεν οἱ τιμῶντές σε.

Κάθισμα 
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἀγάπης καὶ πόθου ὃν εἰς Χριστόν, κατὰ Παῦλον τρισμάκαρ ἔσχες στεῤῥῶς, οὐδέν σε ἀπεχώρισεν, οὐ τυράννων τὰ φόβητρα, οὐ τῶν βασάνων ὄχλος, ἐρήμου τὸ ἄγριον, κλυδωνισμὸς χειμώνων, καὶ θέρους τὸ κάταυχμον, ἀλλὰ τῆς ἀγάπης, τοῦ Χριστοῦ τίς ἰσχύσει, χωρίσαι με ἔλεγες· ὅθεν ταύτης ἀχώριστος, οὐρανῷ τ᾿ ἀνιπτάμενος, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Μεγαλυνάριον 
Χαίροις αἰχμαλώτων ὁ λυτρωτής· χαίροις ἀσθενούντων, ὁ ταχύδρομος ἰατρός· χαίροις ὁ στεφάνοις ἀθλητικοῖς, παμμάκαρ, στεφθεὶς παρὰ Κυρίου, Ὅσιε Βάρβαρε.

Ἕτερον Μεγαλυνάριον 
Τίς ἰσχύει χάριν σου ἐξειπεῖν; μύρων μυροῤῥόα, καὶ θαυμάτων τὴν πληθύν; ποίαν γὰρ τῶν νόσων, οὐ λύει τὸ σὸν μύρον;τί δὲ τῶν λυπηρῶν τε σὴ χάρις Βάρβαρε;

Ἕτερον Μεγαλυνάριον 
Χαίροις ἡ ὁμὰς τῶν Μυροβλυτῶν, Βάρβαρε καὶ Σίμων, τῆς Σερβίας ὁ Συμεών· Νεῖλε, Θεοδώρα, Φιλίππου Ἑρμιόνη, Δημήτριε, Λεόντιε καὶ Θεόφιλε.

 
Ὁ Ὅσιος Ἀνδρέας ὁ Ἐρημίτης καὶ Θαυματουργός

 


Ἄγνωστος στοὺς Συναξαριστές. Στοιχεῖα γιὰ τὴν ζωή του καθὼς καὶ τὴν Ἀκολουθία του, ἔγραψε ὁ Ἀνδρέας ὁ Ἱδρωμένος ὁ Ὑπάργιος (+ 1847). Σύμφωνα λοιπὸν μὲ τὰ στοιχεῖα αὐτά, ὁ Ὅσιος αὐτὸς καταγόταν ἀπὸ τὸ χωριὸ Μονοδένδρι τῆς Ἠπείρου καὶ ὑπῆρξε στὰ χρόνια του βασιλιᾶ Μιχαὴλ Β´ τοῦ Κομνηνοῦ δεσπότη τῆς Ἠπείρου (1237-1271).

Ὁ Ὅσιος Ἀνδρέας, ἀφοῦ ἐγκατέλειψε ἡδονὲς χρημάτων, περιουσίας καὶ συζύγου, κατοίκησε στὴν ἔρημο. Ἐκεῖ, μὲ ἄσκηση καὶ προσευχὴ ἁγίασε τὴν ζωή του καὶ ἀπεβίωσε εἰρηνικά.

Ἀπολυτίκιον 
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Καλάνης οἰκήτωρ καὶ ἐν σώματι Ἄγγελος, καὶ Χαλκιοπούλου τὸ κλέος, δόξα Βάλτου καὶ καύχημα, ὑπάρχεις ὡς Ἀνδρέα ἀληθῶς, διὸ καὶ εὐφημοῦμεν σὲ πιστῶς• θεραπεύεις γὰρ νοσοῦντας, καὶ πειρασμῶν λυτρούσαι τοὺς βοῶντας σοι• δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου πᾶσιν ἰάματα.

Κοντάκιον 
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ὡς ἀστὴρ πολύφωτος, τοῖς Χριστοφόροις σου τέκνοις, ἡ σεπτὴ ἀνέτειλε, τοῦ σοῦ θανάτου ἡμέρα, ἅπασαν διασκεδάζουσα ἀθυμίαν, ἀπαντᾷς ἡμᾶς καλοῦσα τοῦ ἐκβοᾶν σοι. Χαίροις πάνσοφε Ἀνδρέα, πατέρων δόξα καὶ κλέος καὶ καύχημα.

Ὁ Οἶκος 
Τὴν φωνὴν τὴν τοῦ εὐαγγελίου πάτερ ἀκούσας, σοὺς οἰκείους καὶ τὰ πάντα καὶ τοῦ Μονοδένδρου τόπον ἐγκαταλείψας, καὶ τὸν σταυρόν σου ἐπ’ ὠμῶν ἀράμενος, τὴν ὁδὸν τοῦ Κυρίου ἀνεπιστρόφως διήνυσας. Καὶ ἐλθὼν εἰς τὸ Καλάνης Ὅρος, ταῖς μὲν προσευχαῖς καὶ νηστείαις καὶ χαυμευνείαις τὸν Θεὸν εὐαρεστήσας, τοῖς δὲ σοῖς δάκρυσι τὴν ἔρημον πᾶσαν κατήρδευσας. Ὅθεν καὶ παρὰ τοῦ ἁγίου Πνεύματος πηγὴν χαρισμάτων εἴληφας, τοῦ ποιεῖν τὰ θαύματα, καὶ πηγάζειν ἰάματα, τοῖς ἐν πίστει προσιοῦσι σοι. Ἐν , δὲ τῇ τελευτῇ σοῦ, ὑπὸ τοῦ Κυρίου δοξαζόμενος, ὡς ἥλιος ἐν τῷ σπηλαίῳ ἐλαμψας, καὶ πυρσοὺς εἰς οὐρανὸν ἀναβαίνοντας, ἄνωθεν τοῦ σπηλαίου ἔδειξας. Καὶ ἰδοῦσα τὸ σημεῖον ἡ τῆς Ἄρτης ἁγία βασίλισσα, μετ’ εὐλαβείας σπεύσασα, τὴν ταφήν σου ἐποιήσατο, καὶ οἶκον ἐπὶ τῷ ὀνόματί σου μέγαν ἀνήγειρεν. Σὺν αὕτη σὺν καὶ ἡμεῖς πάτερ ἀοίδιμε, ἐν κατανύξει βοῶμεν σοι. Χαίροις πάνσοφε Ἀνδρέα πατέρων δόξα καὶ κλέος καὶ καύχημα.

Κάθισμα Ἦχος ἅ΄. Τὸν τάφον σου Σωτήρ.
Σκιρτὰ νῦν σὺν ἡμῖν, Χαλκιόπουλος πᾶσα καὶ ᾄδει ἐκτενῶς, τοὺς καλοὺς σοῦ ἀγῶνας Ἀνδρέα τρισόλβιε, οὓς ἀνδρείως ὑπήνεγκας. Ὅθεν αἴτησαι, τοὺς ἐτησίως τελοῦντος, τὰ μνημόσυνα, τῆς ἐκδημίας σου, πάντων, κακῶν ἁπαλλάτεσθαι.

Μεγαλυνάριον 
Τοῖς Ἀνδρέα μάκαρ τῷ σῷ ναῷ, τῷ ἐν τῷ σπηλαίῳ, ἐρχομένοις καὶ τὴν σεπτήν, μνήμην σου τελοῦσι, πιστοῖς εἰρήνην δίδου, ὑγείαν καὶ τοῖς πᾶσι, πάτερ τὴν ἄφεσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...