Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Σάββατο, Ιουλίου 13, 2013

Κυριακὴ 14 Ἰουλίου. Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς ἐκ τῶν Ἑβδομήκοντα.

Κυριακὴ 14 Ἰουλίου. Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς ἐκ τῶν Ἑβδομήκοντα. Ἦχος β΄. Ἑωθινὸν γ΄.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων τῆς ἐν Χαλκηδόνι Ἁγίας καὶ Οἰκουμενικῆς τετάρτης Συνόδου.

Σημείωσις: Ἡ ἐν τῇ παρούσῃ Κυριακῇ τῶν Πατέρων Ἀκολουθία τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς ἐκ τῶν Ἑβδομήκοντα, ψάλλεται ἐν τοῖς ἀποδείπνοις ἢ ἐν ἅλλῃ ἡμέρᾳ, ὡς δοκεῖ τῷ ἐκκλησιάρχῃ.  

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐν τῷ μικρῷ ἐσπερινῷ   

Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα…ἰστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ γ΄ ἀναστάσιμα στιχηρὰ Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα…Χριστὸς ὁ Σωτὴρ ἡμῶν…Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν… δευτεροῦντες τὸ α΄. Δόξα…Καὶ νῦν…τὸ δογματικὸν θεοτοκίον Ὢ τοῦ μεγίστου μυστηρίου!…Τὸ Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἡμέρας Ὁ Κύριος ἐβασίλευσεν…μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον, ψάλλομεν τὸ ἀναστάσιμον στιχηρὸν Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτὴρ…εἶτα τὰ γ΄ προσόμοια τῆς Θεοτόκου Πάντων θλιβομένων ἡ χαρά…Πᾶσαν ἀνομίαν ἀφειδῶς…Ἄλλο καταφύγιον Ἁγνὴ…Δόξα…Καὶ νῦν…Τὸ ἐγκωμιαστικὸν θεοτοκίον Τις σὲ κατ’ ἀξίαν ἐπαινέσει…Τό Νῦν ἀπολύεις…Τὸ τρι-σάγιον καὶ τὸ ἀναστάσιμον Ἀπολυτίκιον Ὅτε κατῆλθες πρὸς τὸν θα-νατον…Δόξα…τῶν Πατέρων Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν Καὶ νῦν…τὸ ὁμόηχον θεοτοκίον Ὁ δι’ ἡμᾶς γεννηθεὶς… Ἀπόλυσις.

Ἐν τῷ ἀποδείπνῳ

Ἐν τῷ μικρῷ ἀποδείπνῳ, ψάλλομεν τὸν κανόνα τῆς Θεοτόκου κατ’ ἦχον καὶ ἡμέρανΜορφωθεὶς ἐκ σοῦ τὸ καθ’ ἡμᾶς…(ἐκ τοῦ Θεοτοκαρίου τοῦ ἁγίου Νικοδήμου τοῦ ἁγιορείτου). Εἰς δὲ τὸ τρισάγιον, ἡ ὑπακοὴ τοῦ ἤχου Μετὰ τὸ Πάθος, πορευθεῖσαι ἐν τῷ μνήματι…Ἐν τέλει, μετὰ τὸ Τῇ Ὑπερμάχῳ…οἱ κδ΄ οἶκοι τῆς Θεοτόκου.

Ἐν τῷ μεγάλῳ ἐσπερινῷ  

Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτη-ρίου, ἤτοι τὸ Μακάριος ἀνήρ…ὅλον. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα…ἱσ-τῶμεν στίχους ι΄ καὶ ψάλλομεν στιχηρὰ ἀναστάσιμα γ΄ Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα…Χριστὸς ὁ Σωτὴρ ἡμῶν…Σὺν Ἀρχαγ-γέλοις ὑμνήσωμεν…ἀνατολικὰ στιχηρὰ γ΄ Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα…Ἐν τῷ Σταυρῷ σου κατήργησας…Ἠνοίγησαν σοὶ Κύριε…καὶ τῶν Πατέρων προσόμοια δ΄ Σὲ τὸν ἀπερίγραπτον…Πύῤῥον τε καὶ Σέργιον…Ἄκτιστον ἐκήρυξαν…Τριάδα τὴν ἄκτιστον…Δόξα…τὸ ἰδιό-μελον τῶν Πατέρων Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγαςΚαὶ νῦν…τὸ α΄ θεοτοκίον τοῦ ἤχου Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου… Εἴσοδος. Τὸ Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἡμέρας Ὁ Κύριος ἐβασί-λευσεν…μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ γ΄ ἀναγνώσματα τῶν Πα-τέρων· α. Ἀκούσας Ἄβραμ, ὅτι ᾐχμαλώτεται Λὼτ…(Γενέσεως τὸ Ἀνὰ-γνωσμα. Κεφ. ιδ΄, 14), β. Εἶπε Μώσης πρὸς τοὺς υἱοὺς Ἰσραήλ; Ἴδετε, πα-ραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν…(Δευτερονομίου τὸ Ἀνάγνωσμα. Κεφ. α΄, 8), γ. Εἶπε Μώσης πρὸς τοὺς υἱοὺς Ἰσραήλ; Ἰδού, Κυρίου τοῦ Θεοῦ… (Δευτερονομίου τὸ Ἀνάγνωσμα. Κεφ. ι΄, 14). Εἰς τὴν λιτήν, τὸ στιχηρὸν τοῦ ἁγίου τοῦ ναοῦ ἢ τοῦ ἁγίου τῆς μονῆς. Δόξα καὶ νῦν, τὸ θεοτοκίον. Εἰς τὸν στίχον, τὸ ἀναστάσιμον στιχηρὸν Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτὴρ…εἶτα τὰ γ΄ στιχηρὰ, τὰ κατ’ ἀλφάβητον Διὰ ξύλου Σῶτερ κα-τήργησας…Ἐν τῷ Σταυρῷ Χριστέ…Ζωοδότα Χριστὲ… Δόξα…τὸ ἰδιό-μελον τῶν Πατέρων Ἀποστολικῶν παραδόσεων…Καὶ νῦν…τὸ θεοτοκίον Ἀσπόρως ἐκ θείου Πνεύματος…Τό Νῦν ἀπολύεις…καὶ τὸ τρισάγιον. Ἀπολυτικὸν, τὸ Ἀναστάσιμον Ὅτε κατῆλθες πρὸς τὸν θανατον… Δόξα… τῶν Πατέρων Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶνΚαὶ νῦν Θεο-τόκε Παρθένε…Ἡ εὐλόγησις τῶν ἄρτων καὶ ἡ ἀνάγνωσις εἰς τὰς ἐπιστολάς. 

Μὴ τελουμένης ἀγρυπνίας, ἀπολυτίκια εἰς τὸν ἐσπερινὸν λέγομεν, ὡς ἐσημειώθησαν ἐν τῷ μικρῷ. Τῇ δὲ Κυριακῇ πρωί, ἐν τῷ μεσονυ-κτικῷ, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου Τὴν τριττὴν καὶ μίαν ἀρχικὴν…Τὰ Ἄξιόν ἐστινΤρισάγιον, καὶ ἡ ὑπακοὴ τοῦ ἤχου Μετὰ τὸ Πάθος, πορευ-θεῖσαι ἐν τῷ μνήματι…καὶ τὰ λοιπὰ τοῦ μεσονυκτικοῦ.

Ἐν τῷ ὄρθρῷ    

Εἰς τὸ· Θεὸς Κύριος…τὸ ἀναστάσιμον ἀπολυτίκιον· Ὅτε κατῆλθες πρὸς τὸν θάνατον…Δόξα…τῶν Πατέρων Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν…τὸ ὁμόηχον θεοτοκίον Ὁ δι’ ἡμᾶς γεννηθεὶς… Εὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ Β΄ κάθισμα τοῦ Ψαλ-τηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλ-λονται τὰ ἀναστάσιμα καθίσματα· Ὁ εὐσχήμων Ἰωσὴφ…Δόξα· Ταῖς Μυ-ροφόροις γυναιξῖ…Καὶ νῦν, τὸ θεοτοκίον· Ὑπερδεδοξασμένη ὑπάρχεις… Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Γ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι ἀγαθὸς καὶ φιλάν-θρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλονται τὰ ἀναστάσιμα καθίσματα· Τὸν λίθον τοῦ μνήματος…Δόξα· Τῶν Μαθητῶν σου ὁ χορὸς…Καὶ νῦν… τὸ θεοτοκίον Ὑπερευλογημένη ὑπάρχεις…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ ΙΖ΄ κάθισμα τοῦ Ψαλ-τηρίου. Εἰς τὸ τέλος αὐτοῦ ψάλλονται τὰ Εὐλογητάρια. Αἴτησις καὶ ἡ Ὑπακοὴ τοῦ ἤχου· Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι…Εὐθὺς οἱ ἀναβαθμοὶ τοῦ ἤχου, τὸ προκείμενον αὐτοῦ καὶ ἅπασα ἡ τάξις τοῦ ἑωθινοῦ γ΄ Εὐαγγελίου. Εἶτα τὸ· Ἀνάστασιν Χριστοῦ…Ὁ ν΄ ψαλμός. Δόξα· Ταῖς τῶν Ἀποστόλων…Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου…Εἰς τὸν στί-χον τὸ· Ἀναστὰς ὁ  Ἰησοῦς… 

Εἶτα οἱ κανόνες ὁ ἀναστάσιμος, μετὰ τῶν εἱρμῶν, εἰς δ΄ τροπάρια, ὁ τῆς Θεοτόκου, ἄνευ εἱρμῶν, εἰς β΄ τροπάρια καὶ τῶν Πατέρων, οἱ δύο,  ἄνευ εἱρμῶν, εἰς η΄ τροπάρια. Λέγομεν δὲ καὶ τοὺς ιβ΄ στίχους τῆς στι-χολογίας ἐν ἑκάστῃ ᾠδῇ, εἰς δὲ τὰ δύο τελευταῖα τὸ· Δόξα…καὶ τὸ· Καὶ νῦν… Καταβασίαι· Ἀνοίξω τὸ στόμα μου…Ἀπὸ γ΄ ᾠδῆς, τὸ ἀναστάσιμον κοντάκιον· Ἀνέστης Σωτὴρ…καὶ ὁ οἶκος Σῦ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων… Εἶτα, κάθισμα τῶν Πατέρων Φωστῆρες ὑπέρλαμπροι…Δόξα τὸ αὐτό… Καὶ νῦν…τὸ θεοτοκίον Ταχὺ δέξαι Δεσποινα…Ἀφ’ ἕκτης τὸ κοντάκιον τῶν Πατέρων Τῶν Ἀποστόλων τὸ κήρυγμα…καὶ ὁ οἶκος Ἐν ὑψηλῷ κη-ρύγματι…Συναξάριον. Ἡ τιμιωτέρα στιχολογείται.

Τὸ· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν…ἐκ γ΄ καὶ τὸ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν…εἶτα τὸ ἑξαποστειλάριον, τὸ γ΄ ἀναστάσιμον· Ὅτι Χριστὸς ἐγή-γερται…τῶν ΠατέρωνΠατέρων θείων σήμερον…καὶ τὸ θεοτοκίον Ἐν δύο ταῖς θελήσεσι…Εἰς τοῦ αἴνους, ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν ἀναστάσιμα στιχηρὰ δ΄ Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις…Εἰπάτωσαν Ἰου-δαῖοι…Χαίρετε λαοί, καὶ ἀγαλλιάσθε…Ἄγγελος μὲν τὸ Χαῖρε…καὶ τῶν πατέρων προσόμοια γ΄ Ὅλην συγκροτήσαντες…Ὅλην εἰσδεξάμενοι… Ὅλην συλλεξάμενοι…δευτερούντες το α΄. Δόξα, τὸ ιδιόμελον τῶν Πα-τέρων Τῶν Ἁγίων Πατέρων ὁ χορὸς…Καὶ νῦνὙπερευλογημένη…Δο-ξολογία μεγάλη…καὶ τὸ ἀναστάσιμον τροπάριον μόνον Σήμερον σω-τηρίαν…Ἐκτενής, ἀπόλυσις. Τὸ γ΄ ἑωθινὸν ἰδιόμελον Τῆς Μαγδαληνῆς Μαρίας…Ἡ α΄ ὥρα ἐν τῷ νάρθηκι.

Ἐν ταῖς ὥραις

Λέγομεν δὲ ἐν ταῖς ὥραις, ἀπολυτίκιον ἀναστάσιμον Ὅτε κατῆλθες πρὸς τὸν θάνατον…Δόξα…τῶν Πατέρων Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον, ἡ ὑπακοὴ τοῦ ἤχου Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι
Εἰς τὴν Λειτουργίαν 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

Η Ευρώπη ακυρώνει τα Χριστούγεννα!

Tα Χριστούγεννα είναι μια γιορτή που γιορτάζουμε όχι ως άτομα ούτε ως έθνος, αλλά ως ανθρώπινη οικογένεια [Ronald Reagan] Ένα σχεδόν σπαρακτ...