Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός,
Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.
Τὸ φθαρτὸν Ἀμβρόσιος ἐκδὺς σαρκίον,
Θείας μετέσχεν ἀμβροσίας ἀξίως.
Ἑβδόμῃ Ἀμβρόσιος ποτὶ ἄμβροτον ἤλυθεν οὖδας.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθηνοδώρου.
Χαίρων Ἀθηνόδωρος, εἰ τμηθῇ ξίφει,
Ἀφῃρέθη τὸ πνεῦμα καὶ πρὸ τοῦ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Νεόφυτος, ἐν τῇ θαλάσσῃ βληθείς, τελειοῦται.
Θανὼν ὁ Νεόφυτος ὑδάτων μέσον,
Παρ᾿ ὑδάτων ζῇ μυστικῶν διεξόδους.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Δομέτιος, ξίφει τελειοῦται.
Δὸς Δομέτιε Χριστομάρτυς καὶ λάβε.
Δὸς τὴν κεφαλήν, καὶ λάβε στέφος μέγα.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι Ἰσίδωρος, Ἀκεψιμᾶς, καὶ Λέων πυρὶ τελειοῦνται.
Διττοῖς συνάθλοις Ἰσίδωρε συμφλέγου·
Ἴσων γὰρ αὐτοῖς δωρεῶν Θεοῦ τύχης.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Ἀμμοῦν, Ἐπίσκοπος Νητρίας, ἐν εἰρήνῃ τελειοῦται.
Ἀμμοῦν πατρὸς κατεῖδες Νητρία τρία,
Κόσμου φυγήν, ἄσκησιν, ἔξοδον βίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι Μάρτυρες, Γαϊανὸς καὶ Γάϊος, πυρὶ τελειοῦνται.
Ἂν καὶ καμίνου Γάϊε βληθῇς μέσον,
Σοῦ Γαϊανὸς οὐκ ἀφέξομαι λέγει.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι τριακόσιοι Μάρτυρες, οἱ ἐν Ἀφρικῇ, ξίφει τελειοῦνται.
Δόξης ὑπὲρ σῆς, ὦ Τριάς, τετμημένην,
Διπλοτριπλῆν δέχου με ἑξηκοντάδα.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος, Ἰγνάτιος, ὁ πλησίον τῶν Βλαχερνῶν κείμενος, ἐν εἰρήνῃ τελειοῦται.
Πλήρης ἀπῆλθες πράξεων χρηστῶν Πάτερ,
Ἐκ τοῦ ματαίου καὶ κακῶν πλήρους βίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη
τοῦ Ὁσίου πατρὸς ἡμῶν Παύλου Μοναχοῦ, τοῦ ὑποτακτικοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη
τῶν ἁγίων Μαρτύρων Πρίσκου, Μαρτίνου καὶ Νικολάου·
ὧν ὁ μὲν λιμῷ, ὁ δὲ πέλεξι κατακοπείς, ὁ δὲ τρίτος διὰ πυρός, ἐτελειώθησαν·
Ἡ δὲ σύναξις αὐτῶν τελεῖται πλησίον τοῦ τείχους τῶν Βλαχερνῶν.
Λιμῷ θανόντα Πρίσκον ἄρτου γηΐνου,
Ὁ Χριστὸς ἄρτον ψωμιεῖ τῶν Ἀγγέλων.
Πέλεξι συγκόπτουσι Μαρτίνου κρέα,
Κρεῶν μακέλλαις δυσσεβεῖς ἀνθρωπίνων.
Ἐξῆλθε δόγμα δαίμοσι πλάνης θύειν,
Οἷς, Νικόλαε, μὴ θύων, εἰς πῦρ θύῃ.
Τῇ αὐτῇ ἡμέρᾳ,
τὰ Ἐγκαίνια τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Κουράτορος.
Ἧς ταῖς ἁγίαις πρεσβείαις,
ὁ Θεός
, ἐλέησον καὶ σῶσον ἡμᾶς
Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά