Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Σάββατο, 29 Σεπτεμβρίου 2012

ΚΥΡΙΑΚΟΥ ΑΝΑΧΩΡΗΤΟΥ, ΔΑΔΑΣ, ΠΕΤΡΩΝΙΑΣ ...

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ


Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ.
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν

 Κυριακοῦ τοῦ Ἀναχωρητοῦ.

Σκίλλης ἀμύνῃ Κυριακὲ πικρίᾳ,
Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης.
Σκιλλοβόρος δ' ἐννάτῃ μύσεν εἰκάδι Κυριακός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν πεντήκοντα Μαρτύρων

 τῶν ἐν Παλαιστίνῃ,
 καὶ τῶν Ἁγίων Μαρτύρων Τρύφωνος, Τροφίμου καὶ Δορυμέδοντος,
 καὶ τῆς Ἁγίας Μάρτυρος Πετρωνίας.

Ξίφει κλίνασα τὴν κάραν, Πετρωνία,
Ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ πέτρᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γουδελίας.


Σοὶ τὴν κεφαλὴν τῇ κεφαλῇ τῶν ὅλων,
Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κασδόου 

καὶ Κασδόας.

Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα,
Ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δάδα, Γοβδελαᾶ,

 υἱοῦ Σαβωρίου βασιλέως Περσῶν.

Ξίφει μεληδὸν σῶμα πᾶν τετμημένος,
Τὸ πνεῦμα σῴζεις, Μάρτυς Ὑψίστου Δάδα.
Ὁ Γοβδελαᾶς πείρεται τοῖς καλάμοις,
Τὸν καλάμῳ τυφθέντα Χριστόν μου σέβων.

Ἡ ἁγία Μάρτυς Πετρωνία ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου