Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα,
Ἐπισκόπου Ἀντιοχείας,
καὶ τοῦ Ἁγίου καὶ θεόπτου Μωϋσέως τοῦ Προφήτου.
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα,
Ἐπισκόπου Ἀντιοχείας τῆς μεγάλης,
καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων, οἳ διὰ ξίφους ἐτελειώθησαν.
Ὁ Χριστὸν αὐτὸν Βαβύλας θύων πάλαι,
Χριστῷ προθύμως θύεται διὰ ξίφους.
Εἰς τοὺς παῖδας
Ὑπὲρ μεγίστου Δεσπότου Θεοῦ Λόγου,
Τρέχουσι θερμῶς πρὸς ξίφος τὰ παιδία.
Παῖδας καὶ Βαβύλαν πέφνε ξίφος ἀμφὶ τετάρτην.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Βαβύλας, ὁ ἐν Ἀντιοχείᾳ
διδάσκαλος, σὺν τοῖς ὑπ᾿αὐτὸν ὀγδοήκοντα τέσσαρσι παισί,
ξίφει τελειοῦται.
Μαθήσεώς σοι μισθὸς ἐκ τῶν παιδίων,
Βαβύλα θεῖε τῆς τομῆς κοινωνία.
Ὁ Ἅγιος προφήτης Μωϋσῆς ἐν εἰρήνῃ τελειοῦται.
Οὐκ ἐκ πέτρας νῦν, ουδ᾿ ὀπισθίων μέρει,
Μωσῆ θεωρεῖς, ἀλλ᾿ ὅλον Θεὸν βλέπεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων
Φιλίππου τοῦ ἀποστόλου.
Χωρεῖς πρὸς αὐτοὺς οὐρανοὺς Ἑρμιόνη,
Ἑρμαῖον εὑρηκυῖα τὴν σωτηρίαν.
Οἱ Ἅγιοι Θεότιμος καὶ Θεόδουλος, οἱ ἀπὸ δημίων πιστεύσαντες,
πυρὶ τελειοῦνται.
Θεότιμος τέθνηκε σὺν Θεοδούλῳ,
Τιμὴν σὺν αὐτῷ δουλικὴν δοὺς Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κεντυρίωνος,
Θεοδώρου, Ἀμιανοῦ, καὶ Ἰουλιανοῦ, ὁρμωμένων ἐκ κώμης Κανδαύλης.
Ὁ Κεντυρίων πῦρ πόθου θείου πνέων,
Ψυχὴν προθύμως εἰς τὸ πῦρ ἀποπνέει.
Τριττοῖς ἀθληταῖς, ἡ πυρὰ κλῖμαξ ξένη,
Δι' ἧς ἀνῆλθον οὐρανοῦ πρὸς τὸ πλάτος.
Τῇ αὐτῇ, ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πετρωνίου,
Χαριτίνης, Ζαρβήλου (ἢ Σαρβήλου), Θαθουήλ, καὶ Βεβαίας.
Τμηθέντες ἄμφω Θαθουὴλ καὶ Βεβαία,
Ζωὴν βεβαίαν εὗρον ἀντ᾿ ἐψευσμένης.
Βέβηλον ὁ Ζάρβηλος οὐ σέβων σέβας,
Ἀνδρῶν βεβήλων χερσὶ βάλλεται λίθοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων
τρισχιλίων ἑξακοσίων εἰκοσιοκτὼ Μαρτύρων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά