Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης,
καὶ Πέτρου Ἀλεξανδρείας.
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κλήμεντος
Ἐπισκόπου Ῥώμης.
Βληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ,
Πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου,
Ἐπισκόπου Ἀλεξανδρείας.
Ἄρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος,
Ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάλχος ἐν εἰρήνῃ τελειοῦται.
Οἱ ψυχοπομποὶ συγκατέπτησαν νόες,
Ψυχὴν ἀπάξαι Μάλχε τὴν σὴν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Καρίων ἐν εἰρήνῃ τελειοῦται.
Θεὶς πάντα πόρρω Καρίων ψυχῆς κάραν,
Ἤθλησε νῷ νήφοντι μέχρι καὶ τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑρμογένης, Ἐπίσκοπος Ἀκραγαντίνων,
ἐν εἰρήνῃ τελειοῦται.
Ἀπάρας Ἑρμόγενες ἀνθρώπων γένους,
Κατῄσχυνας φρύαγμα δαιμόνων γένους.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φιλούμενος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.
Φιλούμενον τέμνουσι καὶ Χριστοφόρον,
Αὐτῷ φανέντας πράγματι Χριστοῦ φίλους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Εὐγένιος, ἐν ὀπῇ τείχους βληθεὶς τῆς εἰσόδου
πηλῷ ἀναφραγείσης, τελειοῦται.
Μάτην ὀπὴ ὡς κλεῖθρα τὸν πηλὸν φέρεις·
Εὐγενίῳ γὰρ πρὸς Θεὸν τρίβος γίνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Προκόπιος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.
Ὁ Προκόπιος «Ὡς ἐγὼ Χριστοφόρε,
Θοῦ καὶ σύ, φησίν, εἰς τομὴν τὸν αὐχένα».
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κορίνθῳ,
καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ ἐν τῇ Χρυσῇ Πέτρᾳ ἀσκήσαντος,
ὃς ὥρμητο ἐκ τῶν τῆς Ἀνατολῆς μερῶν, καὶ ἐλθὼν κατῴκησεν ἐν τῇ ῥηθείσῃ Πέτρᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ ἐν Ἀντιοχείᾳ.
Δῶρον Θεοῦ τέμνουσι Μάκαρ σε ξίφει,
Δῶρον Θεῷ φέροντα αἷμα τραχήλου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά