Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Σάββατο, Ιουλίου 27, 2013

Κυριακή Ε΄ Ματθαίου. Ἁγίου Ἰωάννου Χρυσοστόμου



Κυριακή Ε΄Ματθαίου Ματθ.η΄, 28,θ΄1
Ὑπόμνημα εἰς τὸν Ἅγιον Ματθαῖον τὸν Εὐαγγελιστὴν
ὁμιλία κη΄
  
 Ἁγίου Ἰωάννου Χρυσοστόμου

α΄. Ὁ μὲν Λουκᾶς, ἀπαλλάτων ἑαυτὸν τοῦ ἀπαιτηθῆναι τῶν χρόνων τὴν τάξιν, οὕτως εἶπεν· Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἀνέβη εἰς τὸ πλοῖον, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ὁ Μάρκος ὁμοίως. Οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἀκολουθίαν ἐνταῦθα διατηρεῖ. Οὐδὲ γὰρ οὕτω πάντες πάντα ἔγραφον. Ταῦτα δὲ μοι καὶ ἔμπροσθεν εἴρηται, ἵνα μὴ τῇ παραλείψει διαφωνίαν τις εἶναι νομίζοι. Τοὺς μὲν οὖν ὄχλους προέπεμψε, τοὺς δὲ μαθητὰς μεθ’ ἑαυτοῦ ἔλαβε· καὶ γὰρ καὶ τοῦτο ἐκεῖνοι λέγουσι. Παρέλαβε δὲ οὐ μάτην, οὐδὲ εἰκῇ, ἀλλ’ ὥστε ποιῆσαι θεατὰς τοῦ μέλλοντος ἔσεσθαι θαύματος. Καθάπερ γὰρ τις παιδοτρίβης ἄριστος εἰς ἀμφότερα αὐτοὺς ἤλειψεν, εἰς τε τὸ ἀκαταπλήκτους εἶναι ἐν τοῖς δεινοῖς, εἴς τε τὸ μετριάζειν ἐν ταῖς τιμαῖς. Ἵνα γὰρ μὴ μέγα φρονῶσιν, ὅτι τοὺς ἄλλους ἐκπέψας αὐτοὺς κατέσχεν, ἀφίησι κλυδωνισθῆναι, τοῦτό τε κατορθῶν, καὶ γυμνάζων πειρασμοὺς φέρειν γενναίως. Μεγάλα μὲν γὰρ καὶ τὰ πρότερα θαύματα ἦν, ἀλλὰ τοῦτο καὶ γυμνασίαν τι νὰ εἶχεν οὐ μικρὰν, καὶ τοῦ παλαιοῦ συγγενὲς σημεῖον ἦν. Διὰ τοῦτο μόνους τοὺς μαθητὰς ἄγει μεθ’ ἑαυτοῦ. Ἔνθα μὲν γὰρ θαυμάτων ἐπίδειξις ἦν, καὶ τὸν δῆμον ἀφίησι παρεῖναι· ἔνθα δὲ πειρασμῶν καὶ φόβων ἐπανάστασις, τοὺς ἀθλητὰς τῆς οἰκουμένης, οὕς γυμνάζειν ἔμελλε, τούτους παραλαμβάνει μόνους.  Καὶ ὁ μὲν Ματθαῖος ὅτι ἐκάθευδεν εἶπεν ἁπλῶς, ὁ δὲ Λουκᾶς ὅτι ἐν προσκεφαλαίῳ φησί, δεικνὺς τε τὸ ἄτυφον, καὶ πολλὴν ἐντεῦθεν ἡμᾶς παιδεύων φιλοσοφίαν. Τοῦ κλυδωνίου τοίνυν διεγερθέντος, καὶ τῆς θαλάσσης μαινομένης, διεγείρουσιν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Ὁ δὲ αὐτοῖς ἐπετίμα πρὸ  τῆς θαλάσσης. Καὶ γὰρ ὅπερ  ἔφην, γυμνασίας ἕνεκεν ταῦτα συνεχωρεῖτο, καὶ τύπος ἦν τῶν μελλόντων καταλήψεσθαι αὐτοὺς πειρασμῶν.  Καὶ γὰρ καὶ μετὰ ταῦτα πολλάκις ἀφῆκεν αὐτοὺς εἰς χαλεπωτέρους χειμῶνας πραγμάτων ἐμπεσεῖν, καὶ ἐμακροθύμησε. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν, Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοῖ, ὅτι καθ’ ὑπεβολὴν ἐβαρήθημεν, ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· καὶ μετὰ ταῦτα πάλιν. Ὅς ἐκ τηλικούτων θανάτων ἐρρύσατο ἡμᾶς. Δεικνὺς τοίνυν ἐντεῦθεν, ὅτι θαρρεῖν χρή, κἄν μεγάλα διεγείρηται τὰ κύματα, καὶ ὅτι πάντα συμφέροντος οἰκονομεῖ, πρῶτον αὐτοῖς ἐπιτιμᾷ. Καὶ γὰρ αὐτὸ τὸ θορυβηθῆναι συμφερόντως ἐγένετο, ὥστε μεῖζον φανῆναι τὸ θαῦμα, καὶ διηνεκῆ γενέσθαι τοῦ συμβάντος τὴν μνήμην. Ὅταν γὰρ παράδοξόν τε γενέσθαι μέλλῃ, πολλὰ προκατασκευάζεται πρότερον μνήμης ποιητικά, ἵνα μὴ μετὰ τὸ παρελθεῖν τὸ θαῦμα εἰς λήθην ἐμπέσωσιν. Οὕτω καὶ Μωϋσῆς πρότερον φοβεῖται τὸν ὄφιν, καὶ φοβεῖται οὐχ ἁπλῶς ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ἀγωνίας, καὶ τότε ὁρᾷ τὸ παράδοξον ἐκεῖνον γινόμενον. Οὕτω καὶ οὗτοι, προσδοκήσαντες ἀπόλλυσθαι πρότερον, τότε ἐσώθησαν· ἵνα ὁμολογήσαντες τὸν κίνδυνον, μάθωσιν τοῦ θαύματος τὸ μέγεθος. Διὰ τοῦτο καὶ καθεύδει· εἰ γὰρ ἐγρηγορότος ἐγένετο, ἤ οὐκ ἀν ἐφοβήθησαν, ἤ οὐκ ἄν παρεκάλεσαν ἤ οὐδ’ ἄν ἐνόμισαν αὐτὸν δύνασθαι τοιοῦτόν τι ποιεῖν. Διὰ τοῦτο καθεύδει, διδοὺς καιρὸν τῇ δειλίᾳ καὶ τρανοτέραν αὐτοῖς ποιῶν τὴν αἴσθησιν τῶν γινομένων. Οὐ γὰρ ὁμοίως τις ὁρᾷ τὰ ἐν τοῖς ἀλλοτρίοις σώμασι γινόμενα, καὶ τὰ ἐν ἑαυτῷ. Ἐπεὶ οὖν πάντας εἶδον εὐεργετηθέντας, ἑαυτοὺς δὲ οὐδενὸς ἀπολελαυκότας, καὶ ὕπτιοι ἦσαν, (οὔτε γὰρ χωλοί, οὔτε ἄλλο τι τοιοῦτον νόσημα εἶχον), ἔδει δὲ αὐτοὺς διὰ τῆς οἰκείας αἰσθήσεως ἀπολαῦσαι τῶν εὐεργεσιῶν· συγχωρεῖ τὸν χειμῶνα, ἵνα διὰ τῆς ἀπαλλαγῆς σαφεστέραν λάβωσιν αἴσθησιν τῆς εὐεργεσίας. Διὰ τοῦτο οὐδὲ παρόντων τῶν ὄχλων τοῦτο ποιεῖ, ὥστε μὴ καταγνωσθῆναι ὀλιγοπιστίας· ἀλλ’ αὐτοὺς μόνους λαβὼν διορθοῦται, καὶ πρὸ τοῦ χειμώνος τῶν ὑδάτων τὸν χειμῶνα τῆς ψυχῆς αὐτῶν λύει, ἐπιτιμῶν καὶ λέγων· Τὶ δειλοὶ ἐστε, ὀλιγόποιστοι; Καὶ παιδεύων ὁμοῦ, ὅτι τὸν φόβον οὐχ ἡ τῶν πειρασμῶν ἐργάζεται ἐπαγωγή, ἀλλὰ τὸ τῆς διανοίας ἀσθενές. Εἰ δὲ λέγει τις, ὅτι δειλίας οὐκ ἦν, οὐδὲ ὀλιγοπιστίας, τὸ προσελθόντος ἐγεῖραι, ἐκεῖνο ἄν εἴποιμι, ὅτι τοῦτο αὐτὸ μάλιστα σημεῖον ἦν τοῦ μὴ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχειν. Ὅτι μὲν γὰρ δύναται ἐπιτιμᾷν ἐγερθείς, ἤδεσαν·  ὅτι δὲ καὶ καθεύδων, οὐδέπω. Καὶ τὶ θαυμάζεις, εἰ νῦν, ὅπου γε καὶ μετὰ πολλὰ ἕτερα θαύματα ἀτελέστερον ἔτι διέκειντο; Διὸ καὶ ἐπιτιμῶνται πολλάκις, ὡς ὅτου λέγῃ, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐσε; Μὴ τοίνηυν θαυμάσῃς, εἰ τῶν μαθητῶν ἀτελέστερον διακειμένων οἱ ὄχλοι οὐδὲν μέγα περὶ αὐτοῦ ἐφαντάζοντο· ἐθαύμαζον γὰρ λέγοντες·  Ποταπὸς ἐστιν οὗτος ὁ ἄνθρωπος, ὅτι καὶ ἡ θάλασσα οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ; Ὁ δὲ Χριστὸς οὐκ ἐπετίμησεν, ὅτι ἄνθρωπον αὐτὸν ἐκάλουν, ἀλλ’ ἀνέμενε, γιὰ τῶν σημείων αὐτούς διδάσκων, ὅτι πεπλανημένη ἦν αὐτῶν ἡ ὑπόληψις. Πόθεν δὲ ἄνθρωπον αὐτὸν ἐνόμιζον;  ἀπὸ τε τῆς ὄψεως, ἀπὸ τε τοῦ ὕπνου,   καὶ τοῦ πλοίῳ κεχρῆσθαι. Διὰ δὴ τοῦτο εἰς ἀμηχανίαν ἐξέπιπτον λέγοντες·  Ποταπός ἐστιν  οὗτος;   Ὁ μὲν γὰρ ὕπνος καὶ τὸ φαινόμενον ἄνθρωπον ἐδείκνυ·   ἡ δὲ θάλαττα καὶ ἡ γαλήνη Θεὸν ἐνέφαινεν.
β΄.  Ἐπειδὴ γὰρ καὶ Μωϋσῆς ἐποίησέ τι τοιτοῦτον ποτε, καὶ ἐντεῦθεν δείκνυσι τὴν ὑπεροχὴν· καὶ ὅτι ὁ μὲν ὡς δοῦλος, ὁ δὲ ὡς Δεσπότης θαυματουργεῖ.  Οὐ γὰρ ράβδον ἔτεινε ὥσπερ ἐκεῖνος, οὐδὲ χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανόν, οὐδὲ εὐχῆς ἐδεήθη· ἀλλ’ ὥσπερ εἰκὸς δεσπότην ἐπιτάττοντα θεραπαινίδι, καὶ Δημιουργὸν κτίσματι, οὕτως αὐτὴν κατέστειλέ τε καὶ ἐχαλίνωσε λόγῳ καὶ ἐπιτάγματι μόνον·  καὶ πᾶσα εὐθέως ἐλύετο ἡ ζάλη, καὶ οὐδὲ ἴχνος ἀπέμενε τῆς ταραχῆς.  Τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπών·  Καὶ ἐγένετο γαλήνη μεγάλη.  Καὶ ὅπερ περὶ τοῦ Πατρὸς  ὡς μέγα εἴρητο, τοῦτο αὐτὸς διὰ τῶν ἔργων ἐπεδείξατο πάλιν. Τί δὲ εἴρητο περὶ αὐτοῦ; Εἰπε, φησί,  καὶ ἔστῃ  πνεῦμα καταιγίδος. Οὕτω καὶ ἐνταῦθα· Εἶπε, καὶ ἐγένετο γαλήνη μεγάλη.  Διὸ μάλιστα καὶ ἐθαύμαζον οἱ ὄχλοι αὐτὸν, οὐκ ἄν θαυμάσαντες,  εἴπερ οὕτως ἐποίησεν ὡς ἐκεῖνος.  Ἐπειδὴ δὲ ἀπέβη τῆς θαλάσσης,  διαδέχεται θαῦμα ἕτερον φοβερώτερον. Δαιμονῶντες γὰρ καθάπερ δραπέται πονηροὶ δεσπότην ἰδόντες, ἔλεγον·  Τί ἡμῖν καὶ σοί,  Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὦδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;  Ἐπειδὴ γὰρ ἄνθρωπον αὐτὸν ἔλεγον οἱ ὄχλοι, ἦλθον οἱ δαίμονες τὴν θεὸτητα αὐτοῦ ἀνακηρύττοντες·  καὶ οἱ τῆς θαλάττης κυμαινούσης καὶ πάλιν ἡσυχάζουσης οὐκ ἀκούοντες, ἤκουον τῶν δαιμόνων ταῦτα βοώντων ἅπερ ἐκείνη διὰ τῆς γαλήνης ἔκραζεν. Εἶτα ἵνα μὴ δόξῃ κολακείας τὸ πρᾶγμα εἶναι, ἀπὸ τῆς πείρας τῶν πραγμάτων βοῶσι λέγωντες·  Ἦλθες ὦδε πρὸ  καιροῦ βασανίσαι ἡμᾶς; Διὰ δὴ  τοῦτο  πρότερον ὡμολόγηται ἡ ἔχθρα , ἵνα μὴ ὕποπτος αὐτῶν ἡ ἱκετηρία γένηται.  Καὶ γὰρ ἐμαστίζοντο ἀοράτως, καὶ τῆς θαλάττης ἐχειμάζοντο μᾶλλον, κεντούμενοι καὶ ἐμπιπράμενοι, καὶ τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας μόνης.  Ἐπειδὴ γὰρ οὐδεὶς αὐτοὺς προσενεγκεῖν ἐτόλμα, αὐτὸς πρὸς αὐτοὺς ἀπέρχεται ὁ Χριστὸς.  Καὶ ὁ μὲν Ματθαῖός φησιν αὐτοὺς εἰρηκέναι. Ἦλθες ὦδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς·  οἱ δὲ ἄλλοι προσέθηκαν, ὅτι καὶ παρεκάλουν αὐτὸν καὶ ὥρκιζον , ἵνα μὴ εἰς τὴν ἄβυσσον  τοὺς ἐμβάλῃ.   Ἐνόμισαν γὰρ ἤδη τὴν κόλασιν αὐτοῖς ἐφεστάναι, καὶ ἔδεισαν  ὡς ἤδη εἰς τιμωρίαν ἐμπεσούμενοι.  Εἰ δὲ οἱ περὶ τὸν Λουκᾶν ἕνα φασὶν αὐτὸν εἶναι,  οὗτος δὲ δύο, οὐδὲ τοῦτο διαφωνίαν ἐμφαίνει.  Εἰ μὲν γὰρ εἶπον,  ὅτι εἷς μόνος ἦν, ἕτερος δὲ οὐκ ἦν, ἐδόκουν ἐναντία λέγειν  τῷ  Ματθαίῳ·  εἰς δέ,  ὁ μὲν περὶ τοῦ ἑνὸς, ὁ δὲ περὶ τῶν  δύο διελέχθη, οὐ μάχης τὸ εἰρημένον, ἀλλὰ διαφόρου διηγήσεως.  Καὶ γὰρ ἔμοιγε δοκεῖ τὸν χαλεπώτερον τούτων ἐπιλεξάμενος ὁ Λουκᾶς εἰρηκέναι·  διὸ καὶ τραγικώτερον  ἀπαγγέλλει τὴν συμφορὰν · οἷον, ὅτι τὰ δεσμὰ καὶ τὰς ἁλύσεις διαρρήσσων κατὰ τὴν ἔρημον ἐπλανᾶτο·  ὁ δὲ Μάρκος ὅτι καὶ τοῖς λίθοις   ἑαυτὸν ἔκοπτέ φησι·  καὶ τὰ ρήματα δὲ αὐτῶν ἱκανὰ τὸ  ἀπηνὲς καὶ τὸ ἀναίσχυτον ἐνδείξασθαι.  Ἦλθες γὰρ ὦδε πρὸς καιροῦ βασανίσαι ἡμᾶς;  φησίν.  Ὅτι μὲν γὰρ οὐχ ἥμαρτον,  οὐκ εἶχον εἰπεῖν·  ἀξιοῦσι  δὲ μὴ πρὸ καιροῦ δοῦναι τὴν δίκην.  Ἐπειδὴ  γὰρ κατέλαβεν αὐτοὺς τὰ ἀνήκεστα δεινὰ καὶ παράνομα ἐκεῖνα ἐργαζομένους,  καὶ τὸ πλάσμα τὸ ἑαυτοῦ παντὶ διαστρέφοντας τρόπῳ καὶ τιμωρούμενος, καὶ ἐνόμιζον αὐτὸν δι’ ὑπερβολὴν τῶν γενομένων οὐκ ἀναμένειν τὸν καιρὸν τῆς κολάσεως, διὰ τοῦτο παρεκάλουν καὶ ἐδέοντο·  καὶ οἱ μηδὲ δεσμῶν ἀνεχόμενοι σιδηρῶν,  ἔρχονται δεδεμένοι·  καὶ οἱ τὰ ὄρη κατατρέχοντες,  εἰς τὰ πεδία ἐξήεσαν·  καὶ οἱ τοὺς ἄλλους  κωλύοντες διαβαίνειν, τὸν ἀποτειχίζοντα τὴν ὁδὸν αὐτοῖς ἰδόντες,  ἔστησαν.   Τί δήποτε δὲ καὶ τοῖς τάφοις ἐμφιλοχωροῦσιν;  Ὀλέθριον δόγμα  τοῖς πολλοῖς  ἐνθεῖναι βουλόμενοι,  οἷον ὅτι αἱ ψυχαὶ τῶν ἀπελθόντων δαίμονες γίνονται ὅ μηδέποτε γένοιτο μηδὲ μέχρις ἐννοίας λαβεῖν. Τί οὖν, φησίν, ἄν εἴποις, ὅταν πολλοὶ τῶν γοήτων   παῖδας λαβόντες ἀποσφάττωσιν,  ὥστε αὐτοῖς μετὰ  ταῦτα  συμπράττουσαν τὴν  ψυχὴ ν ἔχειν;  Καὶ πόθεν τοῦτο δῆλον; Ὅτι μὲν γὰρ ἀποσφάττουσι, πολλοὶ λέγουσιν·   ὅτι δὲ αἱ ψυχαὶ τῶν σφαγέντων μετ’  αὐτῶν εἰσι, πόθεν ἔγνως;  εἰπὲ μοι.  Αὐτοὶ, φησίν,  οἱ δαιμονῶντες βοῶσιν,  ὅτι ψυχὴ\ τοῦ δεῖνος ἐγώ.   Ἀλλὰ  καὶ  τοῦτο σκηνή τις καὶ ἀπάτη διαβολική. Οὐ γὰρ ἡ ψυχὴ τοῦ τετελευτηκότος ἐστίν ἡ βοῶσα, ἀλλ’ ὁ δαίμων ὁ ὑποκρινόμενος ταῦτα,  ὥστε ἀπατῆσαι  τοὺς ἀκούοντας.  Εἰ γὰρ εἰς δαίμονος οὐσίαν δυνατὸν ψυχὴν εἰσελθεῖν,  πολλῶ μᾶλλον εἰς τὸ σῶμα τὸ ἑαυτῆς.   Ἄλλως δὲ  οὐ  ἄν ἔχοι λόγον τὴν ἠδικημένην ψυχὴν συμπράττειν τῷ ἠδικηκότι·  ἤ ἄνθρωπον δύνασθαι δύναμιν ἀσώματον εἰς ἑτέραν μεταβαλεῖν οὐσίαν.  Εἰ γὰρ ἐπὶ τῶν σωμάτων τοῦτο ἀμήχανον,  καὶ οὐκ ἄν τις ἀνθρώπου σῶμα ὄνου ἐργάσαιτο·  πολλῷ  μᾶλλον ἐπὶ τῆς ἀοράτου ψυχῆς τοῦτο ἀδύνατον,  καὶ οὐκ ἄν τις ἰσχύειεν εἰς δαίμονος οὐσίαν αὐτὴν μετενεγκεῖν.
γ΄. Ὥστε γραϊδίων μεθυόντων ταυτὶ τὰ ρήματα, καὶ παίδων μορμολύκεια. Οὐδὲ  γὰρ ἔνι ψυχὴν ἀπορραγεῖσαν τοῦ σώματος ἐνταῦθα πλανᾶσθαι λοιπόν.  Δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ Θεοῦ· εἰ δὲ αἱ τῶν δικαίων,  καὶ αἱ τῶν παίδων·  οὐδὲ γὰρ ἐκεῖναι πονηραί.  Καὶ αἱ τῶν ἁμαρτωλῶν δὲ εὐθέως ἐντεῦθεν ἀπάγονται.  Καὶ δῆλον ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου·  καὶ ἀλλαχοῦ δὲ φησιν ὁ Χριστὸς·  Σήμερον τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ.  Καὶ οὐχ οἷόν τε ψυχὴν ἐξελθοῦσαν  τοῦ σώματος ἐνταῦθα πλανᾶσθαι·  καὶ μάλα εἰκότως.  Εἰ γὰρ ἐν γῇ βαδίζοντες τῇ συνήθει καὶ γνωρίμῳ,  καὶ σῶμα περικείμενοι, ὅταν ξένη ὁδεύωμεν ὁδὸν,  ποίαν ἐλθεῖν οὐκ ἴσμεν, ἄν μὴ τὸν χειραγωγοῦντα  ἔχωμεν · πῶς ἡ τοῦ σώματος ἀπορραγεῖσα ψυχή, καὶ τῆς συνηθείας ἐξελθοῦσα πάσης,  εἴσεται ποῦ δεῖ βαδίζειν ἄνευ του καθοδηγοῦντος αὐτήν; Καὶ πολλαχόθεν δὲ ἑτέρωθεν  ἄν τις κατίδοι, ὅτι οὐκ ἔνι ψυχὴν ἐξελθοῦσαν ἐνταῦθα μεῖναι.  Καὶ γὰρ ὁ Στέφανός φησι·  Δέξαι τὸ πνεῦμα μου·  καὶ ὁ Παῦλος,  Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖτον.  Καὶ περὶ τοῦ πατριάρχου δὲ φησιν ἡ Γραφή·  Καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, τραφεὶς ἐν γήρει καλῷ.  Ὅτι δὲ οὐδὲ αἱ τῶν ἁμαρτωλῶν ψυχαὶ διατρίβειν ἐνταῦθα δύναται, ἄκουσον τοῦ πλουσίου πολλὰ ὑπὲρ τούτου παρακαλοῦντος καὶ οὐκ ἐπιτυγχάνοντος·  ὡς εἴγε ἦν δυνατόν,  αὐτὸς ἄν ἦλθε, καὶ ἀνήγγειλε;  τὰ ἐκεῖ γεγενημένα.  Ὅθεν δῆλον, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν εἰς χώραν τινὰ ἀπάγονται αἱ ψυχαί, οὐκέτι κύριαι οὖσαι ἐπανελθεῖν, ἀλλὰ τὴν φοβερὰν ἐκείνην ἡμέραν ἀναμένουσαι.
 Εἰ δὲ λέγοι τις, Καὶ τίνος ἕνεκεν ὅπερ ἠξίωσαν οἱ δαίμονες ἐποίησεν ὁ Χριστὸς, εἰς τὴν ἀγέλην τῶν χοίρων ἐπιτρέψας αὐτοῖς ἀπελθεῖν; ἐκεῖνο ἄν  εἴπομεν, ὅτι οὐκ ἐκείνους πειθόμενος τοῦτο ἐποίησεν, ἀλλὰ πολλὰ ἐντεῦθεν οἰκονομῶν·  ἕν μέν, τὸ διδάξαι τοὺς ἀπαλαγέντας τῶν πονηρῶν τυράννων ἐκείνων τὸ μέγεθος τῆς λύμης τῶν ἐπιβουλευόντων αὐτοῖς· ἕτερον δέ, ἵνα μάθωσι πάντες ὅτι οὐδὲ χοίρων κατατολμῶσιν, εἰ μὴ αὐτὸς συγχωρήσειε·  τρίτον, ὅτι χαλεπώτερα τῶν χοίρων ἐκείνους ἄν εἰργάσαντο, εἰ μὴ καὶ ἐν τῇ συμφορᾷ πολλῆς ἀπέλαυον τῆς τοῦ Θεοῦ προνοίας. Ὅτι γὰρ ἡμᾶς ἀλόγων μᾶλλλον μισοῦσι, παντί που δῆλόν ἐστιν. Ὥστε οἱ τῶν χοίρων μὴ φειδόμενοι, ἀλλ’ ἐν μιᾷ καιροῦ ροπῇ πάντας αὐτοὺς κατακρημνίσαντες, πολλῷ μᾶλλον ἄν τοὺς ἀνθρώπους ταῦτα εἰργάσαντο, οὕς εἶχον, ἐπ’ ἐρημίας ἄγοντας καὶ ἀπάγοντες, εἰ μὴ καὶ ἐν αὐτῇ τυραννίδι πολλὴ ἦν ἡ τοῦ Θεοῦ κηδεμονία, χαλινοῦσα καὶ ἐπέχουσα τὴν περαιτέρω ρύμην αὐτῶν. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστιν οὐδείς, ὅς οὐκ ἀπολαύει τῆς τοῦ Θεοῦ προνοίας. Εἰ δὲ μὴ πάντες ὁμοίως, μηδὲ καθ’ ἕνα τρόπον, καὶ τοῦτο προνοίας μέγιστον εἶδός ἐστι. Πρὸς γὰρ τὸ ἑκάστῳ λυσιτελοῦν  καὶ τὸ τῆς προνοίας ἐπιδείκνυται.   Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἕτερον ἐκ τούτου μανθάνομεν, ὅτι περ οὐ κοινῇ πάντων προνοεῖ μόνον, ἀλλὰ καὶ ἰδίᾳ ἑκάστου· ὅ καὶ ἐπὶ τῶν μαθητῶν ἐδήλωσεν εἰπών· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί. Καὶ ἀπὸ τῶν δαιμονώντων δὲ τούτων ἄν τις τοῦτο κατίδοι σαφῶς, οἵ πάλαι ἄν ἀπεπνίγησαν, εἰ μὴ πολλῆς τῆς ἄνωθεν κηδεμονίας ἀπέλαυον. Διὰ δὴ ταῦτα ἐπέτρεψεν ἀπελθεῖν εἰς τὴν ἀγέλην  τῶν χοίρων, καὶ ἵνα καὶ οἱ τὰ χωρία οἰκοῦντες ἐκεῖνα μάθωσιν αὐτοῦ τὴν δύναμιν. Ἔνθα μὲν γὰρ πολὺ τὸ ὄνομα αὐτοῦ ἐστιν, οὐ σφόδρα ἐπεδείκνυτο· ἔνθα δὲ μηδεὶς αὐτὸς οἶδεν, ἀλλ’ ἔτι ἀναισθήτως διάκεινται, ἐκλάμπειν  ἐποίει τὰ θαύματα, ὥστε αὐτοὺς εἰς τὴν αὐτοῦ θεογνωσίαν ἐπισπάσασθαι. Ὅτι γὰρ ἀναίσθητοί τινες ἦσαν οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, δῆλον ἀπὸ τοῦ τέλους.  Δέον γὰρ αὐτοὺς προσκυνῆσαι καὶ θαυμάσαι τὴν δύναμιν, οἱ δὲ ἀπέπεμπον.   Καὶ  παρακάλουν ἀπελθεῖν ἀπὸ τῶν  ὀρίων αὐτῶν.  Ἀλλὰ τίνος ἕνεκεν ἀνεῖλον τοὺς χοίρους οἱ δαίμονες; Πανταχοῦ τοὺς ἀνθρώπους εἰς ἀθυμίαν ἐμβάλλειν   ἐσπουδάκασι,   καὶ  πανταχοῦ χαίρουσι   τῇ ἀπωλείᾳ.  Τοῦτο γοῦν καὶ ὁ διάβολος  ἐπὶ τοῦ Ἰώβ    ἐποίησε· καίτοι καὶ ἐκεῖ ὁ Θεὸς ἐπέτρεψεν·   ἀλλ’ οὐδὲ ἐκεῖ πειθόμενος τῷ διαβόλῳ, ἀλλὰ τὸν αὐτοῦ θεράποντα θέλων ἀποφῆναι λαμπρότερον,  καὶ τ ῷ δαίμονι πᾶσαν  ἀναισχυντίας ἐκκόπτων   πρόφασιν,   καὶ εἰς τὴν αὐτοῦ περιτρέπων κεφαλὴν τὰ κατὰ τοῦ δικαίου γινόμενα.   Ἐπεὶ καὶ νῦν τοὐναντίον,  ἤπερ ἤ θελον οὗτοι, γέγονε.  Καὶ γὰρ ἡ τοῦ Χριστοῦ δύναμις λαμπρῶς ἀνεκηρύττετο,  καὶ  ἡ   πονηρία τῶν δαιμόνων, ἧς ἀπήλλαξε τοὺς ὑπ’ αὐτῶν κατεχομένους,  σαφέστερον διεδείκνυτο,  καὶ ὅτι οὐδὲ χοίρων εἰσὶν ἅπτεσθαι κύριοι, μὴ τοῦ τῶν ὅλων ἐπιτρέποντος Θεοῦ.
δ΄.  Εἰ δὲ τις καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκλάβοι, τὸ κωλύον οὐδέν.  Ἡ μὲν γὰρ ἱστορία αὕτη·  δεῖ δὲ εἰδέναι σαφῶς ὡς οἱ χοιρώδεις τῶν ἀνθρώπων εὐεπιχείρητοι ταῖς τῶν δαιμόνων ἐνεργείας εἰσί.  Καὶ ἄνθρωποι μὲν ὄντες οἱ ταῦτα πάσχοντες, δύνανται καὶ περιγενέσθαι πολλάκις·  ἄν δὲ χοῖροι τὸ ὅλον γένωνται,  οὐ δαιμονίζονται μόνον, ἀλλά καὶ κατακρημνίζονται.  Καὶ ἄλλως δέ, ἵνα μὴ τις σκηνὴν εἶναι νομίσῃ τὰ γενόμενα, ἀλλὰ πιστεύσῃ σαφῶς ὅτι ἐξῆλθον οἱ δαίμονες, ἀπὸ τοῦ θανάτου τῶν χοίρων τοῦτο γίνεται κατάδηλον.  Σκόπει δὲ  αὐτοῦ καὶ τὸ πρᾶον μετὰ τῆς δυνάμεως. Ἐπειδὴ γὰρ τοιαῦτα εὐεργετηθέντες ἀπήλαυνον αὐτὸν οἱ τὴν χώραν, οἰκοῦντες  ἐκείνην, οὐκ ἀνέτεινε, ἀλλ’ ἀνεχώρησε, καὶ τοὺς ἀναξίους ἀποφήνοντας ἑαυτοὺς τῆς αὐτοῦ  διδασκαλίας  κατέλιπε, τοὺς ἐλευθερωθέντες τῶν δαιμόνων τοὺς διδασκάλους καὶ τοὺς συβώτας, ὥστε παρ’ ἐκείνων μαθεῖν πάντα τὰ γεγενημένα·  καὶ αὐτὸς ἀναχωρήσας τὸν φόβον ἀφίησιν αὐτοῖς ἐνακμάζοντα. Καὶ γὰρ τῆς ζημίας τὸ μέγεθος διεδίου τοῦ τεγενημένου τὴν φήμην, καὶ καθικνεῖτο τῆς διανοίας αὐτῶν τὸ συμβάν. Καὶ πολλαχόθεν ἐφέροντο φωναί, ἀνακηρύττουσαι τοῦ θαύματος τὸ παράδοξον, ἀπὸ τῶν θεραπευθέντων, ἀπὸ τῶν καταποντισθέντων, ἀπὸ τῶν δεσποτῶν τῶν χοίρων, ἀπὸ τῶν ποιμενόντων αὐτοὺς ἀνθρώπων.  Ταῦτα καὶ νῦν γινόμενα ἴδοι τις ἄν, καὶ πολλοὺς ἐν τοῖς μνημείοις διαμονιζομένους, οὕς οὐδὲν κατέχει τῆς μανίας, οὐ σίδηρος, οὐχ ἅλυσις, οὐκ ἀνθρώπων πλῆθος, οὐ παραίνεσις, οὐ νουθεσία, οὐ φόβος, οὐκ ἀπειλή, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν.  Καὶ γὰρ ὅταν τις ἀκόλαστος ἧ πρὸς πάντα σώματα ἐπτοημένος, οὐδὲν διενήνοχε τοῦ δαιμονῶντος·  ἀλλὰ γυμνὸς ὡς ἐκεῖνος περιέρχεται, ἱμάτια μὲν ἐνδεδυμένος τῆς δὲ ἀληθοῦς περιβολῆς ἐστερημένος καὶ τῆς αὐτῷ προσηκούσῃς  δόξης γεγυμνωμένος, οὐ λίθοις ἑαυτὸν κόπτων, ἀλλὰ ἁμαρτήμασι πολλῶν λίθων χαλεπωτέροις. Τίς οὖν τὸν τοιοῦτον δῆσαι δυνήσεται; Τίς παῦσαι ἀσχημονοῦντας καὶ οἰστρούμενον, καὶ οὐδέποτε ἐν ἑαυτῷ γινόμενον, ἀλλ’ ἀεὶ παρὰ τὰ μνήματα φοικῶντα; Τοιαῦτα γὰρ τῶν πορνῶν τὰ καταγώγια, πολλῆς τῆς δυσωδίας γέμοντα, πολλῆς τῆς σπεδόνος. Τί δὲ ὁ φιλάργυρος; οὐχὶ τοιοῦτος; τίς γὰρ αὐτὸν ἰσχύσει δῆσαί ποτέ; οὐχὶ φόβοι καὶ ἀπειλαὶ καθημεριναί, καὶ παραινέσεις καὶ συμβουλαί; Ἀλλὰ πάντα ταῦτα διακόπτει τὰ δεσμά·  κἄν ἔλθῃ τις αὐτὸν ἀπαλλάξαι, ὁρκίζει ὥστε μὴ ἀπαλλαγῆναι, βάσανον ἡγούμενος εἶναι μεγίστην τὸ μὴ εἶναι ἐν τῇ βασάνῳ· οὗ τί γένοιτ’ ἄν ἀθλιώτερον; Ἐκεῖνος μὲν γὰρ ὁ δαίμων, εἰ καὶ ἀνθρώπων κατεφρόνησεν, ἀλλὰ τῷ προστάγματι εἶξε τοῦ Χριστοῦ,  καὶ ταχέως ἀπεπήδησε τοῦ σώματος· οὗτος δὲ οὐδὲ τῷ προστάγματι εἴκει. Ἰδοὺ γοῦν καθ’ ἑκάστην ἡμέραν ἀκούει αὐτοῦ λέγοντος, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, καὶ γέενα ἀπειλοῦντος, καὶ τὰς ἀνηκέστους κολάσεις, καὶ οὐ πείθεται· οὐχ ὅτι ἄκοντας ἡμᾶς ὁ Χριστὸς οὐ σωφρονίζει. Διὰ τοῦτο ὡς ἐν ἐρήμοις οἱ τοιοῦτοι διατρίβουσι,  κἄν ἐν μέσαις πόλεσιν ὧσιν. Τίς γὰρ ἄν ἔλοιτο νοῦν ἔχων τοιούτους συγγίνεσθαι ἀνθρώποις; Μᾶλλον ἄν ἔγωγε κατεδεξάμην μετὰ μυρίων δαιμονώντων οἰκεῖν,  ἤ μετὰ ἑνὸς ταύτην νοσοῦντος τὴν νόσον.   Καὶ ὅτι οὐ σφάλλομαι ταῦτα λέγων, δῆλον ἐξ ὧν ἐκάτεροι πάσχουσιν.  Οὗτοι μὲν γὰρ τὸν οὐδὲν ἠδικηκότα ἐχθρὸν ἡγοῦνται,  καὶ βούλονται καὶ δοῦλοι λαβεῖν ἐλεύθερον ὄντα, καὶ μυρίοις περιβάλλουσι κακοῖς·  οἱ δὲ δαιμονῶτες οὐδὲν τοιοῦτον ἐργάζονται,  ἀλλ’ ἐν ἑαυτοῖς τὴν νόσον στρέφουσι. Καὶ οὗτοι μὲν πολλὰς οἰκίας ἀνατρέπουσι, καὶ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖσθαι παρασκευάζουσι, καὶ λύμη πόλεως καὶ τῆς οἰκουμένης ἁπάσης εἰσίν·  οἱ δὲ ὑπὸ δαιμόνων ἐνοχλούμενοι,  ἐλεεῖσθαι  μᾶλλόν  εἰσιν   ἄξιοι καὶ δακρύεσθαι.  Καὶ  οἱ μὲν ἐν ἀναισθησίᾳ τὰ πλείονα πράττουσιν· οἱ δὲ μετὰ λογισμοῦ  παραπαίουσιν, ἐν μέσαις  πόλεσι βακχευόμενοι, καὶ καινήν τινα μαινόμενοι μανίαν.  Τί γὰρ τοιοῦτον ἐργάζονται οἱ δαιμονῶντες ἅπαντες, οἷον Ἰούδας ἐτόλμησε, τὴν ἐσχάτην παρανομίαν ἐπιδειξάμενος; Καὶ πάντες δὲ οἱ ἐκεῖνον ζηλοῦντες, καθάπερ θηρία χαλεπὰ ἀπὸ γαλεάγρας φυγόντα, τὰς πόλεις θορυβοῦσιν, οὐδενὸς κατέχοντος.  Περίκειται μὲν γὰρ καὶ τούτοις δεσμὰ πανταχόθεν· οἷον ὁ τῶν δικαστῶν  φόβος  ἡ τῶν νόμων ἀπειλή,  ἡ παρὰ τῶν πολλῶν κατάγνωσις,  καὶ ἕτερα πλείονα τούτων·  ἀλλ’ ὅμως καὶ ταῦτα διαρρηγνύοντες πάντα ἄνω καὶ  κάτω  ποιοῦσι. Καὶ εἰς τις αὐτὰ τέλειον αὐτῶν ἀφεῖλε, τότε ἄν  ἔγνω σαφῶς τὸν ἐν αὐτοῖς δαίμονα πολὺ τοῦ νῦν ἐξελθόντος ἀγριώτερον ὄντα καὶ μανικώτερον.
ε΄. Ἀλλ’ ἐπειδὴ τοῦτο οὐκ ἔνι, τῷ λόγῳ τέως αὐτὸ ὑποθώμεθα, καὶ πάσας αὐτοῦ περιέλωμεν τὰς ἁλύσεις·  καὶ τότε αὐτοῦ σαφῶς εἰσόμεθα τὴν λαμπρὰν μανίαν.  Ἀλλὰ μὴ δείσητε τὸ θηρίον, ὅταν αὐτὸ ἐκκαλύψωμεν·  ἐν γὰρ τῷ λόγῳ ἤ σκηνή, οὐκ ἐν ἀληθείᾳ τὸ πρᾶγμα. Ἔστω τοίνυν τις ἄνθρωπος πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἀφιείς,  μέλας, ἐξ ἑκατέρων τῶν ὤμων δράκοντος ἀντὶ χειρῶν ἔχων ἐξηρτημένους·  ἔστω δὲ αὐτῷ καὶ στόμα, ἀντὶ μὲν ὀδόντων ξίφη ὀξέα ἔχον ἐμπεπηγότα,   ἀντὶ δὲ γλώσσης ἰοῦ καὶ δηλητηρίου φαρμάκου πηγὴν ἀναβλύζουσαν·  γαστὴρ δέ, καμίνου πάσης δαπανηκωτέρα, τὰ ἐμβαλλόμενα ἀναλίσκουσα ἅπαντα·  καὶ πόδες ὑπόπτεροί τινες καὶ φλογὸς ἁπάσης σφοδρότεροι· καὶ τὸ πρόσωπον δὲ αὐτῷ ἀπὸ κυνὸς καὶ λύκου κατεσκευασμένον ἔστω· καὶ φθεγγέσθω μηδὲ ἀνθρώπινον, ἀλλ’ ἀπηχές τι καὶ ἀηδὲς καὶ φοβερόν·  ἐχέτω δὲ καὶ ἐν χερσὶ φλόγα. Τάχα φοβερὰ δοκεῖ εἶναι ὑμῖν τὰ εἰρημένα·  ἀλλ’ οὐδέπω κατ’ ἀξίαν αὐτὸ ἐσχηματίσαμεν·  μετὰ γὰρ τούτων καὶ ἕτερα δεῖ προσθεῖναι.  Καὶ γὰρ τοὺς ἀπαντῶντας σφαττέτω, κατεσθιέτω, τῶν σαρκῶν αὐτῶ ἁπτέσθω. Ἀλλὰ καὶ τούτου πολλῷ χαλεπώτερος ὁ φιλάργυρος, πᾶσιν ἐπιὼν ὥσπερ ἅδης, πάντας καταπίνων, κοινὸς πολέμιος περιεχόμενος τοῦ τῶν ἀνθρώπου γένους.  Καὶ γὰρ βούλεται μηδένα ἄνθρωπον εἶναι, ἵνα τὰ πάντα κατέχῃ.  Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ’ ὅταν πάντας ἀπολέσῃ τῇ ἐπιθυμίᾳ καὶ τῆς γῆς τῆν οὐσίαν ἀφανίσαι ἐπιθυμεῖ, καὶ χρυσὸν αὐτὴν οὗσαν ἰδεῖν·  οὐ τὴν γῆν δὲ μόνον, ἀλλὰ καὶ ὄρη καὶ νάπας καὶ πηγάς, καὶ πάντα ἁπλῶς τὰ φαινόμενα.  Καὶ ἵνα μάθητε ὅτι οὐδέπω τὴν μανίαν παρεστήσαμεν τὴν ἐκείνου, μηδεὶς ἔστω ὁ ἐγκαλῶν καὶ δεδιττόμενος, ἀλλ’  ἄνελε τὸν ἐκ τῶν νόμων φόβον τῷ λόγῳ τέως, καὶ ὄψει αὐτὸν ξίφος ἁρπάσαντα, καὶ πάντας διαχρώμενον, καὶ οὐδενὸς φειδόμενον, οὐ φίλοι, οὐ συγγενοῦς, οὐκ ἀδελφοῦ, οὐκ αὐτοῦ τοῦ γεγεννηκότος. Μᾶλλον δὲ οὐδὲ ὑποθέσεως ἐνταῦθα χρεία·  ἀλλ’  ἐρώμεθα αὐτόν, ἀεὶ φαντασίας, καὶ πάντας ἔπεισιν ἀναιρῶν τῷ λογισμῷ, καὶ φίλους, καὶ συγγενεῖς, καὶ αὐτοὺς τοὺς γεγεννηκότας.  Μᾶλλον δὲ οὐδὲ ἐρωτήσεως χρεία· καὶ γὰρ πάντες ἴασιν ὡς οἱ τούτῳ κατεχόμενοι τῷ νοσήματι, καὶ χῆρας βαρύνονται πατρός, τὸ τε γλυκὺ καὶ πᾶσιν ἐπέραστον παῖδας ἔχειν βαρὺ καὶ ἐπαχθὲς εἶναι νομίζουσι. Πολλοὶ γοῦν καὶ ἀτοκίαν διὰ τοῦτο ὠνήσαντο, καὶ τὴν φύσιν ἐπήρωσαν, οὐκ ἀνελότες τεχθέντας τοὺς παῖδας ἀλλὰ μηδὲ φῦναι τὴν ἀρχὴν συγχωρήσαντες.  Μὴ τοίνυν θαυμάσητε, εἰ τὸν φιλάργυρον οὕτως ἐσχηματίσωμεν (καὶ γὰρ πολὺ χείρων ἐστὶ τῶν εἰρημένων), ἀλλὰ σκοπήσωμεν πῶς τοῦ δαίμονος αὐτὸν ἀπαλλάξομεν.  Πῶς οὖν ἀπαλλάξομεν; Εἰ μάθοι σαφῶς, ὅτι ἡ φιλαργυρία πρὸς αὐτὸ τοῦτο μᾶλλον αὐτῷ ἐναντιοῦται, πρὸς τὸ πορίζειν χρήματα·  οἱ γὰρ τὰ μικρὰ κερδαίνειν βουλόμενοι, μεγάλας ὑπομένουσι ζημίας·  ὄθεν δὴ καὶ παροιμία εἰς αὐτὸ τοῦτο ἐξενήνεκται.  Πολλοὶ γοῦν πολλάκις ἐπὶ μεγάλους δανεῖσαι βουλόμενοι τόκος, τῇ προσδοκίᾳ τοῦ κέρδους οὐκ ἐξετάσαντες τοὺς λαμβάνοντας, μετὰ τοῦ τόκου καὶ τοῦ κεφαλαίου παντὸς ἐξέπεσον.  Πάλιν εἰς κινδύνους περιπεσόντες ἕτεροι καὶ , μὴ βουληθέντες ὀλίγα προέσθαι, καὶ τὴν ψυχὴν μετὰ τῆς οὐσίας ἁπώλεσαν. Παρὸν πάλιν,  ἤ ἀξιώματα κερδαλέα, ἤ ἄλλο τι τοιοῦτον ὠνήσασαθι, μικρολογησάμενοι τὸ πᾶν ἁπώλεσαν. Ἐπειδὴ γὰρ οὐκ ἴασι, σπείρειν, ἀλλ’ ἀεὶ θερίζει μεμελετήκασι, καὶ τοῦ ἀμητοῦ συνεχῶς ἐκπίπτουσιν. Οὐδεὶς γὰρ ἀεὶ θερίζει δύναται, ὥσπερ οὐδὲ ἀεὶ κερδαίνειν.  Ἐπεὶ οὖν οὐ βούλονται δαπανᾷν, οὐδὲ κεραίνειν ἴσασιν. Ἀλλὰ κἄν γυναῖκα δέῃ λαβεῖν, πάλιν τὸ αὐτὸ τοῦτο ὑπομένουσιν· ἤ γὰρ ἐξηπατήσθησαν ἄπορον ἀντ’ εὐπόρου λαβόντες ἤ καὶ πλούσιαν εἰσαγαγόντες καὶ μυρίων  γέμουσιν ἐλαττωμάτων, πλείονα πάλιν ζημίαν ὑπέμειναν. Οὐ γὰρ ἡ περιουσία, ἀλλ’ ἡ ἀρετὴ τὸν πλοῦτον ἐργάζεται. Τί γὰρ ὄφελος τοῦ πλούτου, ὅταν δαπανηρὰ ἤ καὶ ἄσωτος, καὶ πάντα ἀνέμου σφοδρότερον ἐκφορῇ; τί δέ, ἄν ἀσελγής, καὶ μυρίους ἐραστὰς ἐφέλκηται; τί δὲ ἄν μέθυσος;  οὐ πάντων πενέστερον ταχέως τὸν ἄνδρα ἐργάσεται; Οὐ γαμοῦσι δὲ μόνον, ἀλλὰ καὶ ὠνοῦνται ἐπισφαλῶς,  ὑπὸ τῆς ἐπιθυμίας τῆς πολλῆς, οὐ τὰ σπουδαῖα τῶν ἀνδραπόδων, ἀλλὰ τὰ εὔωνα περιεργαζόμενοι. Ταῦτ’ οὖν ἅπαντα ἀναλογισάμενοι (τῶν γὰρ περὶ τῆς γεένης καὶ τῆς βασιλείας οὐδέπω λόγων ἀκούει δύνασθε), καὶ τὰς ζημίας ἐννοήσαντες, ἄς ὑπεμείνατε πολλάκις ἀπὸ τῆς φιλοχρηματίας, καὶ ἐν δανείσμασι, καὶ ἐν ὠνίοις, καὶ ἐν γάμοις, καὶ ἐν πορστασίαις, καὶ ἐν τοῖς ἄλλοις ἅπασαν, ἀπόστητε τοῦ χρημάτων ἐρᾷν. Οὕτω γὰρ δυνήσεσθε καὶ τὸν παρόντα βίον μετὰ ἀσφαλείας ζῆν, και μικρὸν ἐπιδόντες καὶ τῶν περὶ φιλοσοφίας ἀκοῦσαι λόγων, καὶ διαβλέψαντες εἰς αὐτὸν τῆς δικαιοσύνης ἰδεῖν τὸν ἥλιον, καὶ τῶν ἐπηγγελμένων παρ’ αὐτοῦ ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντα ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
α΄. Ὁ Λουκᾶς χωρὶς νὰ φροντίζη γιὰ τὴ σειρὰ τοῦ χρόνου γράφει· Ἔτυχε μιὰ μέρα καὶ μπῆκε σ’ ἕνα πλοῖο αὐτὸς κι οἱ μαθητές του. Ὅμοια κι ὁ Μᾶρκος. Δὲν κάνει τὸ ἴδιο ὁ Ματθαῖος ἀλλὰ κρατεῖ ἐδῶ τὴ σειρά. Δὲν ἔγραφαν ὅλοι ἴδια. Μίλησα γι’ αὐτὸ καὶ πρωτύτερα γιὰ νὰ μὴ νομίζη κανεὶς μὲ τὴν παράλειψη ὅτι ὑπάρχει κάποια διαφωνία. Τὸν κόσμο τὸν ἔστειλε στὰ σπίτια τους, πῆρε ὅμως μαζί τους τοὺς μαθητές. Αὐτὸ βέβαια τὸ λένε καὶ οἱ ἄλλοι. Δὲν τοὺς πῆρε ἄδικα, οὔτε τυχαῖα ἀλλὰ γιὰ νὰ τοὺς κάνη θεατὲς τοῦ θαύματος ποὺ θὰ γινόταν. Σὰν κάποιος ἐξαίρετος γυμναστὴς  τοὺς ἀσκοῦσε καὶ στὰ δύο, καὶ νὰ μένουν ἀτρόμητοι στὰ δεινὰ καὶ νὰ μετριφρονοῦν στὶς τιμές. Γιὰ νὰ μὴ σχηματίσουν μεγάλη  ἰδέα ποὺ ἔδιωξε τοὺς ἄλλους κι αὐτοὺς τοὺς κράτησε, τοὺς ἀφήνει νὰ ὑποστοῦν τὴν τρικυμία καὶ ἐκτὸς ποὺ πέτυχε τὸ σκοπό του, τοὺς γυμνάζει νὰ ὑπομένουν γενναῖα τοὺς πειρασμούς. Καὶ τὰ παλαιότερα θαύματα ἦταν μεγάλα, τοῦτο ὅμως εἶχε καὶ κάποια ὄχι μικρὴ ἄσκηση καὶ ἦταν σημεῖο παράλληλο μὲ τὸ παλαιό. Γι αὐτὸ μόνο τοὺς μαθητὰς παίρνει μαζί του. Ὅπου ἤθελε νὰ  δείξη τὰ θαύματά του, ἐκεῖ ἀφήνει καὶ τὸ λαὸ νὰ εἶναι κοντά· ὅπου ὅμως ὑπάρχει ἔνταση πειρασμῶν καὶ φόβων παίρνει μόνο μαζί τους τοὺς ἀθλητὰς τῆς οἰκουμένης ποὺ ἤθελε νὰ τοὺς ἀσκήση. Καὶ ὁ Ματθαῖος εἶπε μόνο ὅτι κοιμόταν, ὁ Λουκᾶς ὅτι κοιμόταν σὲ προσκέφαλο, δείχνοντας τὴ μετριοφροσύνη του καὶ ἀσκῶντας μας σὲ ὑψηλὴ πνευματικὴ ζωή. Εἶχε ἀρχίσει λοιπὸν ἡ τρικυμία κι ἡ θάλασσα μάνιαζε ὅταν τὸν ξυπνοῦν λέγοντάς του· Σῶσε μας, Κύριε, χανόμαστε. Τοὺς μάλλωσε, πρὶν ἐπιπλήξει τὴ θάλασσα. Δικαιολογοῦντα ὅλ’ αὐτὰ, ἀφοῦ γίνονται γιὰ ἄσκηση καὶ ἦσαν τύπος τῶν πειρασμῶν ποὺ θὰ τοὺς εὕρισκαν. Βέβαια κι ἔπειτ’ ἀπ’  αὐτὰ πολλὲς φορὲς τοὺς ἄφησε νὰ πέσουν σὲ βαρύτερες τρικυμίες τῆς ζωῆς καὶ ἔδειξε μακροθυμία. Γι’ αὐτὸ καὶ ὁ Παῦλος ἔλεγε·  Δὲ θέλω, ἀδελφοὶ μου, ν’ ἀγνοῆτε ὅτι ὑπερβολικὸ βάρος δεχτήκαμε πάνω ἀπὸ τὴ δύναμή μας, ὥστε φτάσαμε σ’ ἀμηχανία γιὰ τὴν ἴδια τὴ ζωή. Κι ἔπειτα πάλι, αὐτὸς μᾶς ἔσωσε ἀπὸ τόσες περιπτώσεις θανάτου. Δείχνοντες λοιπόν ἀπὸ δῶ ὅτι πρέπει νἄχωμε θάρρος κι ἄν ὑψώνωνται τὰ κύματα σὰν βουνά, κι ὅτι ὅλα τὰ οἰκονομεῖ πρὸς τὸ συμφέρον μας, ἐπιτιμα πρῶτα αὐτούς. Κι αὐτὴ ἡ ἀνησυχία τους ἔχει τὴν ὠφέλεια της, ὥστε νὰ φανῆ μεγαλύτερο τὸ θαῦμα καὶ νὰ μείνη παντοτινὰ ἡ θύμησή του. Ὅταν εἶναι νὰ γίνη κάτη παράδοξο, δημιουργεῖ ἀπὸ πιὸ μπροστὰ γεγονότα ποὺ συντελοῦν στὴ θύμηση, γιὰ νὰ μὴν ἔρθη ἡ λήθη, ὅταν τὸ θαῦμα συντελεσθῆ. Ἔτσι ὁ Μωυσῆς πρῶτα φοβᾶται τὸ φίδι (καὶ δὲ φοβᾶται ἁπλὰ ἀλλὰ μὲ πολλὴ ἀγωνία) καὶ τότε βλέπει νὰ γίνεται τὸ παράδοξο ἐκεῖνο. Ἔτσι κι αὐτοὶ πίστεψαν πρῶτα ὅτι θὰ χάνονταν καὶ τότε σώθηκαν. Γιὰ νὰ μάθουν τὸ μέγεθος τοῦ θαύματος, ἀφοῦ παραδεχθοῦν τὸν κίνδυνο. Γι’ αὐτὸ κοιμᾶται. Γιατὶ ἄν δὲν κοιμόταν ἤ δὲ θὰ φοβοῦνταν, ἤ δὲ θὰ παρακαλοῦσαν ἤ μήτε κἄν ἰδέα θὰ τοὺς περνοῦσε ὅτι μποροῦσε νὰ κάνη κάτι τέτοιο. Γι’ αὐτὸ κοιμᾶται. Δίνει καιρὸ στὴ δειλία τους καὶ τοὺς κάνει ἐντονώτερη τὴν ἐντύπωση τῶν ὅσων γίνονται. Γιατὶ δὲν βλέπει ὅμοια κανεὶς ὅσα γίνονται στὰ σώματα τῶν ἄλλων μὲ ὅσα γίνονται στὸ δικό του. Ἀφοῦ εἶδαν νὰ ἔχουν εὐεργετηθῆ ὅλοι ἐνῶ αὐτοὶ τίποτε δὲν εἶχαν ἀπολαύσει κι ἦσαν πλαγιασμένοι (οὔτε κουτσοὶ ἦσαν οὔτε καμμιὰ ἄλλη παρόμοια ἀσθένεια εἶχαν) ἔπρεπε κι αὐτοὶ μὲ τὴ δική τους αἴσθηση νὰ δοκιμάσουν τὶς εὐεργεσίες. Ἐπιτρέπει τὴν κακοκαιρία, γιὰ νὰ καταλάβουν καλύτερα τὴν εὐεργεσία γλυτώνοντας ἀπ’ αὐτή. Γι’ αὐτὸ δὲν κάνει τὸ θαῦμα ὅσο εἶναι ὁ κόσμος κοντά, γιὰ νὰ μὴν κατηγορηθοῦν γιὰ ὀλιγοπιστία. Ἀλλὰ τοὺς παίρνει μόνους καὶ τοὺς διορθώνει καὶ πρὶν ἀπὸ τὴν τρικυμία τῆς θάλασσας γαληνεύει τὴν τρικυμία τῶν ψυχῶν τους μὲ λόγους ἐπιτιμητικούς. Γιατὶ φοβᾶστε, ὀλιγόπιστοι; Συνάμα τοὺς ἐδίδαξε ὅτι τὸ φόβο δὲν τὸν προξενεῖ ἡ συρροὴ τῶν πειρασμῶν ἀλλὰ τὸ ἀδύνατο φρόνημα. Κι ἄν πῆ κανένας ὅτι δὲν ἦταν ἀπὸ δειλία οὔτε ἀπὸ ὀλιγοπιστία ποὺ πῆγαν καὶ τὸν ξύπνησαν, θὰ ἔλεγα ὅτι αὐτὸ ἀκριβῶς ἦταν σημεῖο ὅτι δὲν εἶχαν τὴ γνώμη ποὺ ἔπρεπε γι’ αὐτόν. Ὅτι μπορεῖ νὰ ἐπιτιμᾶ ἀφοῦ σηκωθῆ τὸ ἤξεραν. Ὄχι ὅμως ὅτι μποροῦσε νὰ κοιμόταν. Καὶ γιατὶ ν’ ἀποροῦμε, ἄν τώρα, ὕστερ’ ἀπὸ τόσα θαύματα, ἦταν σὲ κατάσταση σχετικῆς ἀτελείας; Γι’ αὐτὸ καὶ πολλὲς φορὲς δέχονται τὶς ἐπιτιμίσεις του, ὅπως ἐκεῖνο τὸ· ἀκόμα καὶ τώρα εἶστε ἀσύνετοι. Μὴ θαυμάσετε λοιπὸν ἄν ὁ κόσμος δὲν εἶχε ἰδέα γι’ αὐτὸν, ἀφοῦ οἱ μαθητές του δὲν εἶχαν φτάσει σὲ τελειότητα. Ἔλεγαν δηλαδὴ μὲ θαυμασμό: Ποιὸς  εἶναι αὐτὸς ὁ ἄνθρωπος γιὰ νὰ τὸν ὑπακοῦν κι ἡ θάλασσα κι οἱ ἄνεμοι; Ὁ Χριστὸς δὲν τοὺς κατηγόρησε ποὺ τὸν ἔλεγαν ἄνθρωπο ἀλλὰ περίμενε καὶ τοὺς ἔδινε νὰ καταλάβουν μὲ τὰ θαύματα ὅτι ἡ γνώμη τους ἦταν πλανεμένη. Καὶ πῶς τὸν νόμιζαν ἄνθρωπο; Ἀπὸ τὴν ὄψη, τὸν ὕπνο, τὴ χρήση τοῦ πλοίου. Γι’ αὐτὸ ἔπεφταν σὲ ἀμηχανία καὶ ρωτοῦσαν ποιός εἶναι τοῦτος; Ὁ ὕπνος καὶ τὰ φαινόμενα ἔδειχναν ἄνθρωπο, ἡ θάλασσα ὅμως καὶ ἡ γαλήνη φανέρωναν τὸ Θεό.
β΄. Κι ὁ Μωυσῆς ἔκανε κάποτε κάτι ἀνάλογο ἀλλὰ κι ἐδῶ φαίνεται ἡ ὑπεροχὴ τοῦ Χριστοῦ. Καὶ ὅτι ὁ ἕνας θαυματουργεῖ σὰν δοῦλος ἐνῶ ὁ ἄλλος σὰν Κύριος. Οὔτε τὸ ραβδὶ του ἅπλωσε οὔτε τὰ χέρια του σήκωσε στὸν οὐρανό, οὔτε χρειάσθηκε προσευχή. Ἀλλὰ ὅπως εἶναι  φυσικὸ νὰ γίνεται σὲ Κύριο ποὺ προστάζει τὴ θεραπαινίδα καὶ στὸ Δημιουργὸ ποὺ προστάζει τὸ πλάσμα του ἔτσι τὴν ἡσύχασε καὶ τὴ χαλιναγώγησε μὲ τὸ λόγο μόνο καὶ τὴν προσταγή. Κι ἀμέσως ἐκόπασε ἡ τρικυμία καὶ δὲν ἀπόμεινε ἴχνος ἀπὸ τὴν ταραχή. Αὐτὸ φανέρωσε ὁ Εὐαγγελιστὴς μὲ τοὺς λόγους: Κι ἔγινε τέλεια γαλήνη. Κι αὐτὸ ποὺ ἀναφορικὰ μὲ τὸν Πατέρα χαρακτηρίσθηκε μεγάλο, αὐτὸς τὸ ξαναπαρουσίασε μὲ τὰ ἔργα του. Τί εἶχε λεχθῆ ἀναφορικὰ γι’ αὐτόν; Εἶπε καὶ σταμάτησε ἡ ὁρμὴ τῆς καταιγίδας. Ἔτσι κι ἐδῶ. Εἶπε κι ἔγινε τέλεια γαλήνη. Γι’ αὐτὸ καὶ τὸν θαύμαζε ὑπερβολικὰ ὁ κόσμος, ποὺ δὲν θὰ τὸν ἐθαύμαζαν ἄν εἶχε κάμει ἔτσι ὅπως ἐκεῖνος. Κι ὅταν ἀπομακρύνθηκ ἀπὸ τὴ θάλασσα, ἀκολουθεῖ ἄλλο φοβερώτερο θαῦμα. Ἄνθρωποι δαιμονισμένοι καθὼς δραπέτες πανοῦργοι ποὺ εἶδαν τὸν Κύριό τους τοῦ ἔλεγαν·  Τί σχέση ἔχομε μαζί σου, Ἰησοῦ, Γιὲ τοῦ Θεοῦ; Ἦρθες ἐδῶ πρὶν τὴν ὥρα σου  γιὰ νὰ μᾶς βασανίσης; Ἐπειδὴ ὁ κόσμος τὸν ἔλεγε ἄνθρωπο, ἦρθαν οἱ δαίμονες ν’ ἀνακηρύξουν τὴ θεότητά του.  Κι αὐτοὶ ποὺ τὴν τρικυμισμένη πρῶτα καὶ τώρα ἡσυχασμένη θάλασσα δὲν ἄκουγαν, ἄκουγαν τοὺς δαίμονες ποὺ ἐκραύγαζαν αὐτά, ποὺ ἐκείνη φώναζε μὲ τὴ γαλήνη της. Κι ἔπειτα, γιὰ νὰ μὴ νομιστῆ ὅτι εἶναι κολακεία ποὺ προῆλθε ἀπὸ τὴν ἐντύπωση τῶν γεγονότων φωνάζουν δυνατά· Ἦρθες ἐδῶ πρὶν τῆς ὥρας σου γιὰ νὰ μᾶς βασανίσης; Γι’ αὐτὸ λοιπὸν φανερώθηκε ἀπὸ τὴν ἀρχὴ ἡ ἐχθρότητα, γιὰ νὰ μὴ γίνη ὕποπτη, ἡ παράκλησή τους. Γιατὶ ἐδέχονταν ἀόρατα χτυπήματα καὶ τοὺς ἔδερνε χειρότερη ἀπὸ ὅσο τὴ θάλασσα τρικυμία κι ἔνιωθαν νὰ τρυπιοῦνται καὶ νὰ καίγωνται καὶ νὰ παθαίνουν ἀθεράπευτα κακὰ ἀπὸ τὴν παρουσία του μονάχα. Ἐπειδὴ  κανένας δὲν τολμοῦσε νὰ τοὺς φέρη κοντά του, πηγαίνει σ’ αὐτοὺς ὁ ἴδιος ὁ Χριστός. Κι ὁ Ματθαῖος γράφει ὅτι αὐτοὶ εἶχαν πεῖ· ἦρθες ἐδῶ πρὶν τῆς ὥρας σου νὰ μᾶς βασανίσης. Ἐνῶ οἱ ἄλλοι πρόσθεσαν καὶ ὅτι τὸν παρακαλοῦσαν καὶ τὸν ἐξώρκιζαν, νὰ μὴ τοὺς ρίξη στὴν ἄβυσσο. Ἐνόμισαν πὼς ἄνοιγε μπροστά τους ἡ κόλαση, καὶ φοβήθηκαν ὅτι ἀπὸ τώρα θὰ πέσουν στὴν τιμωρία. Κι ἄν ὅσοι συμφωνοῦν μὲ τὸ Λουκᾶ λένε πὼς ἦταν ἕνας, ἐνῶ ὁ Ματθαῖος δύο, οὔτε αὐτὸ δὲ φανερώνει διαφωνία. Ἄν ἔλεγαν πὼς ἦταν ἕνας μονάχος καὶ ἄλλοι δὲν ἦσαν, τότε θὰ ἔλεγαν ἀντίθετα μὲ τὸ Ματθαῖο. Ἄν ὅμως αὐτὸς μίλησε γιὰ τὸν ἕνα καὶ ὁ ἄλλος καὶ τοὺς δύο, αὐτὸ δὲν εἶναι δεῖγμα ἀντιθέσεως, ἀλλὰ διαφορετικῆς ἐκθέσεως μόνο. Κι ἐγὼ νομίζω πῶς ὁ Λουκᾶς διάλεξε καὶ μίλησε γιὰ τὸν χειρότερο ἀπ’ αὐτούς. Γι’ αὐτὸ καὶ περιγράφει δραματικώτερα τὴ συμφορά ὅτι π.χ. σπάζοντας τὰ σχοινιὰ καὶ τὶς ἁλυσίδες πλανιόταν στὴν ἔρημο. Ὁ Μᾶρκος λέγει ὅτι ξέσχιζε τὸ σῶμα του μὲ τὶς πέτρες. Οἱ λόγοι τους ἔχουν τὴ δύναμη νὰ ἐκφράσουν τὴν ἀγριότητα καὶ τὴν ἀναισχυντία του. Ἦρθες ἐδῶ πρὶν τῆς ὥρας σου γιὰ νὰ μᾶς βασανίσης, λέγει. Δὲν μποροῦσαν νὰ ἰσχυριστοῦν ὅτι δὲν εἶχαν ἁμαρτήσει. Εἶχαν ὅμως τὴν ἀξίωση νὰ μὴν τιμωρηθοῦν πρόωρα. Τοὺς εἶχε πιάσει νὰ προκαλοῦν τὰ ἀθεράπευτα καὶ παράνομα ἐκεῖνα δεινὰ καὶ μὲ κάθε τρόπο νὰ διαστρέφουν καὶ νὰ βασανίζουν τὸ πλάσμα του. Ἀπὸ τὴν ὑπεβολικὴ αὐτὴ κατάχρηση τῆς δυνάμεώς του νόμισαν ὅτι αὐτὸς δὲ θὰ περιμένη τὸν ὡρισμένο καιρὸ τῆς τιμωρίας καὶ γι’ αὐτὸ τὸν παρακαλοῦσαν καὶ τὸν ἱκέτευσαν. Κι αὐτοὶ ποὺ δὲν ἐδέχονταν μήτε σιδερένια δεσμά, ἔρχονται δεμένοι. Αὐτοὶ ποὺ τριγύριζαν στὰ βουνά, βγῆκαν τώρα στὴν πεδιάδα. Αὐτοὶ ποὺ ἐμπόδιζαν τοὺς ἄλλους νὰ περνοῦν, σταματοῦν ὅταν εἶδαν αὐτὸν ποὺ τοὺς ἔφραξε τὸ δρόμο. Καὶ γιατὶ χαίρονται νὰ ζοῦνε στοὺς τάφους; Θέλουν νὰ βάλουν στὶς ψυχὲς τῶν πολλῶν ἕνα ὀλέθριο μάθημα, ὅτι οἱ ψυχὲς τῶν νεκρῶν γίνονται δαίμονες, ποὺ νὰ μὴ φτάση οὔτε νὰ τὸ σκεφτοῦμε ποτέ. Καὶ τὶ θὰ λέγατε ὅταν πολλοὶ ἀπὸ τοὺς μάγους σφάζουν τὰ παιδιά, γιὰ νὰ ἔχουν ἔπειτα συνεργὸ τὴν ψυχή τους; Καὶ ἀπὸ ποῦ γίνεται φανερό; Ὅτι σφάζουν παιδιά, τὸ ἰσχυρίζονται πολλοί. Ὅτι οἱ ψυχὲς τῶν σφαγμένων εἶναι μαζί τους τὸ φωνάζουν οἱ δαιμονισμένοι. Ἐγὼ εἶμαι τοῦ τάδε ἡ ψυχή. Ἀλλὰ ἀυτὸ εἶναι σκηνοθεσία καὶ διαβολικὴ ἀπάτη. Δὲν εἶναι βέβαια ἡ ψυχὴ τοῦ νεκροῦ ποὺ φωνάζει ἀλλὰ ὁ δαίμονας ποὺ τὴν ὑποδύεται, γιὰ νὰ ἐξαπατήση αὐτοὺς ποὺ ἀκοῦνε. Ἄν εἶναι δυνατὸ νὰ εἰσχωρήση ἡ ψυχὴ σὲ δαιμονικὴ ὕπαρξη, πολὺ πιὸ δυνατὸ εἶναι νὰ εἰσχωρήση στὸ δικό της σῶμα. Ἐξ ἄλλου δὲ θὰ ἦταν λογικὸ ἡ ψυχὴ ποὺ ἀδικήθηκε νὰ συνεργάζεται μὲ τὸν ἀδίκητή της κι ἀκόμα ὁ ἄνθρωπος νὰ μπορῆ μιὰ ἀσώματη δύναμη νὰ τὴν μεταβάλλη σὲ κάτι ἄλλο. Ἄν αὐτὸ εἶναι ἀδύνατο στὰ σώματα, καὶ δὲ θὰ μποροῦσε κάποιος νὰ μεταβάλη τὸ σῶμα τοῦ ἀνθρώπου σὲ σῶμα ὄνου, πολὺ περισσότερο εἶναι τοῦτο ἀδύνατο στὴν περίπτωση τῆς ἀόρατης ψυχῆς καὶ δὲν θὰ εἶχε κανένας τὴ δύναμη νὰ τὴ μεταβολὴ σὲ δαιμονικὴ ὕπαρξη.
γ΄. Ὥστε αὐτὰ τὰ λένε μεθυσμένες γρηοῦλες κι εἶναι φοβέρες γιὰ παιδιά. Οὔτε εἶναι δυνατὸ νὰ τριγυρίζη ἐδῶ ψυχὴ ποὺ ἀποχωρίσθηκε ἀπὸ τὸ σῶμα. Οἱ ψυχὲς τῶν δικαίων εἶναι στὰ χέρια τοῦ Θεοῦ. Κι ἄν εἶναι τῶν δικαίων, εἶναι καὶ τῶν παιδιῶν γιατὶ οὔτε’ αὐτὲς δὲν εἶναι πονηρές. Ἀλλὰ καὶ τῶν ἁμαρτωλῶν οἱ ψυχὲς ἀμέσως ἀπομακρύνονται ἀπὸ δῶ. Αὐτὸ εἶναι φανερὸ ἀπὸ τὴν παραβολὴ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου. Καὶ δὲν εἶναι δυνατὸ νὰ πλανιέται, ἐδῶ ψυχὴ ποὺ ἐγκαταλείπει τὸ σῶμα, καὶ πολὺ φυσικά. Ὅταν, βαδίζοντας στὴ συνηθισμένη καὶ γνώριμη γῆ μας ντυμένοι μὲ τὸ σῶμα μας, δὲν ξαίρωμε ποιὸ δρόμο ν’ ἀκολουθήσωμε περπατῶντας σ’ ἄγνωστο μέρος χωρὶς ὁδηγό, πῶς ἡ ψυχὴ μας χωρισμένη ἀπὸ τὸ σῶμα κι ἔξω ἀπὸ κάθε συνήθειά της θὰ ξαίρη ποῦ πρέπει νὰ βαδίση χωρὶς τὸν ὁδηγό της; Καὶ ἀπὸ ἄλλα πολλὰ θὰ μποροῦσε κανένας ν’ ἀντιληφθῆ ὅτι δὲν εἶναι δυνατὸ νὰ μείνη ἐδῶ μιὰ ψυχὴ ποὺ βγῆκε ἀπὸ τὸ σῶμα. Κι ὁ Στέφανος λέγει· Δέξου τὸ πνεῦμα μου. Καὶ ὁ Παῦλος· Ὁ θάνατος καὶ ἡ ζωὴ κοντὰ στὸ Χριστὸ εἶναι πολὺ πιὸ καλύτερο. Καὶ γιὰ τὸν πατριάρχη ἡ Γραφὴ λέγει·  Καὶ πῆγε κοντὰ στοὺς πατέρες του ἀφοῦ πέρασε καλὰ γηρατειά. Ὅτι οὔτε τῶν ἁμαρτωλῶν οἱ ψυχὲς δὲν μποροῦν νὰ μείνουν ἐδῶ, ἀκοῦστε τὸν πλούσιο πόσο πολὺ παρακαλεῖ γι’ αὐτὸ καὶ δὲν τὸ ἐπιτυγχάνει· ἄν ἦταν δυνατό, θάρχονταν ὁ ἴδιος καὶ θὰ μᾶς πληροφοροῦσε γιὰ ὅσα γίνονται ἐκεῖ. Εἶναι ἀπ’ αὐτὰ φανερὸ ὅτι μετὰ τὴν ἀποδημία τους, ἀπὸ δῶ, ὁδηγοῦνται κάπου οἱ ψυχὲς ἀπ’ ὅπου δὲν ἔχουν πιὰ τὴν ἄδεια νὰ ξαναγυρίσουν ἀλλὰ περιμένουν τὴ φοβερὴ ἐκείνη ἡμέρα.
Κι ἄν κανένας ρωτήση: Γιὰ ποιὸ λόγο ἔκανε ὁ Χριστὸς ὅ,τι του ζήτησαν οἱ δαίμονες, δίνοντάς τους τὴν ἄδεια νὰ πᾶνε στὴν ἀγέλη τῶν χοίρων; Θὰ λέγαμε ὅτι δὲν τὸ ἔκαμε ὑπακούοντας σ’ αὐτοὺς ἀλλὰ ἐπειδὴ ἔτσι πέτυχε πολλά·  ἕνα ποὺ δίδαξε αὐτοὺς ποὺ ἐλευθερώθηκαν ἀπὸ τοὺς πονηροὺς τυράννους τους τὸ μέγεθος τῆς βλάβης ποὺ τοὺς εἶχαν κάμει.  Δεύτερο, νὰ μάθουν ὅλοι ὅτι οὔτε στοὺς χοίρους δὲ φτάνει ἡ τόλμη τους, ἄν δὲν ἐπιτρέψη αὐτός. Τρίτο ὅτι θὰ ἔκανε σ’ αὐτοὺς, πολὺ χειρότερα ἀπὸ ὅ,τι στοὺς χοίρους, ἄν μέσα στὴ συμφορὰ τους δὲν τοὺς ἀφιέρωνε πολλὴ φροντίδα ὁ Θεός. Ὅτι μᾶς μισοῦν περισσότερο ἀπὸ τὰ ἄλογα ζῶα εἶναι νομίζω φανερὸ στὸν καθένα. Ὥστε αὐτοὶ ποὺ δὲν λυποῦνται τοὺς χοίρους ἀλλὰ σὲ μιὰ στιγμὴ τοὺς ἔρριξαν στὸ γκρεμὸ πολὺ περισσότερο θὰ τὸ ἔκαναν στοὺς ἀνθρώπους, ποὺ θὰ εἶχαν στὴν κατοχή τους, πηγαίνοντας καὶ φέρνοντάς τους στὶς ἐρημιές, ἄν μέσα σ’ αὐτὴ τὴν τυραννικὴ καταπίεση δὲν ὑπῆρχε πολλὴ φροντίδα ἀπὸ μέρους τοῦ Θεοῦ, ποὺ χαλιναγωγοῦσε καὶ σταματοῦσε τὸν παραπέρα δρόμο τους. Ἀπ’ αὐτὰ φαίνεται πῶς δὲν ὑπάρχει κανένας ποὺ μὴν ἀπολαμβάνει τὴ φροντίδα τοῦ Θεοῦ. Ἄν τώρα δὲν τὴν ἀπολαμβάνουν ὅλοι ἴδια καὶ κατὰ ἕνα τρόπο, εἶναι καὶ τοῦτο σπουδαῖο εἶδος φροντίδας. Γιατὶ ἀνάλογα μὲ τὸ ὠφέλιμο στὸν καθένα παραουσιάζει καὶ τὸ εἶδος τῆς φροντίδας. Ἐκτὸς ἀπὸ ὅσα εἶπα μαθαίνομε καὶ κάτι ἄλλο ἀπ’ αὐτό, ὅτι δὲν φροντίζει κοινὰ μόνο γιὰ ὅλους, ἀλλὰ καὶ γιὰ καθένα χωριστά. Αὐτὸ τὸ ἐφανέρωσε μιλῶντας καὶ στοὺς μαθητάς του· Ἐσᾶς ἔχουν μετρηθῆ κι οἱ τρίχες τῆς κεφαλῆς σας. Μὰ κι ἀπὸ τοὺς δαιμονισμένους τούτους μπορεῖ κανένας νὰ τὸ καταλάβη καθαρά. Ἀπὸ πολὺ θὰ εἶχαν πνιγῆ ἄν δὲν ἀπολάμβαιναν ἄφθονη τὴ φροντίδα τοῦ οὐρανοῦ. Γι’ αὐτὸ λοιπὸν ἐπέτρεψε νὰ μποῦν τὴν ἀγέλη τῶν χοίρων γιὰ νὰ μάθουν ἀκόμα καὶ ὅσοι κατοικοῦσαν στὰ μέρη ἐκεῖνα τὴν δύναμή του. Ὅπου ἦταν μεγάλη ἡ φήμη του, δὲν παρουσιαζόταν πολύ. Ὅπου ὅμως κανένας δὲν τὸν γνώριζε ἀλλὰ εἶχαν ἄγνοια  γι’ αὐτὸν ἐκεῖ δημιουργοῦσε τὴν λάμψη τῶν θαυμάτων του, ὥστε νὰ τοὺς κάνει νὰ γνωρίσουν τὴν θεότητά του. Ὅτι εἶχαν ἄγνοια μερικοὶ ἀπὸ τοὺς κατοίκους τῆς πόλεως αὐτῆς φαίνεται ἀπὸ τὸ τέλος. Ἐνῶ ἔπρεπε νὰ προσκυνήσουν καὶ νὰ θαυμάσουν τὴ δύναμη του, αὐτοὶ ἤθελαν νὰ τὸν ἀπομακρύνουν καὶ τὸν παρακαλοῦσαν νὰ φύγη ἀπὸ τὴν περιοχή τους. Ἀλλὰ γιὰ ποιὸ λόγο σκότωσαν οἱ δαίμονες τοὺς χοίρους; Παντοῦ προσπαθοῦν νὰ ρίχουν τοὺς ἀνθρώπους στὴ λύπη καὶ παντοῦ χαίρονται μὲ  τὴν καταστροφή. Αὐτὸ ἔκαμε, ὁ διάβολος καὶ στὸν Ἰώβ. Καὶ βέβαια ἐκεῖ ὁ Θεὸς ἔδωσε τὴν ἄδεια, χωρὶς βέβαια νὰ ὑπακούη στὸ διάβολο, ἀλλὰ θέλοντας νὰ δείξη τὸ δοῦλο του πιὸ λαμπρὸ καὶ ν’ ἀφαιρέση κάθε πρόφαση γι’ ἀναισχυντία ἀπὸ τὸ δαίμονα καὶ στρέφοντας κατὰ τῆς κεφαλῆς του ὅσα ἔκανε ἐναντίον τοῦ δικαίου.  Γιατὶ καὶ τώρα τὸ ἀντίθετο, ἀπὸ  ὅ,τι ἤθελαν αὐτοὶ ἔγινε.  Γιατὶ καὶ ἡ δύναμη τοῦ Χριστοῦ ἀνακηρυσσόταν κατὰ τρόπο λαμπρὸ καὶ παρουσιαζόταν πιὸ καθαρὰ ἡ κακία τῶν δαιμόνων, ἀπ’ τὴν ὁποία ἐλευθέρωσε αὐτοὺς ποὺ εἶχαν στὴν κατοχή τους κι ἀκόμα ὅτι μήτε  τοὺς χοίρους δὲν μποροῦσαν ν’ ἀγγίζουν ἄν δὲν ἐπέτρεπε ὁ Θεός τῶν ὅλων.
δ΄. Ἄν τὰ ἐξετάση τώρα κανένας αὐτὰ καὶ μεταφορικά, καμμιὰ δυσκολία.  Τὰ περιστατικὰ εἶναι αὐτά.  Πρέπει νὰ γνωρίζωμε καλά, ὅτι οἱ ἄνθρωποι ποὺ παρομοιάζονται μὲ τοὺς χοίρους ἐπηρεάζονται εὔκολα ἀπὸ τὶς προσπάθειες τῶν δαιμόνων.  Κι ἐπειδὴ εἶναι ἄνθρωποι αὐτοὶ ποὺ παθαίνουν αὐτὰ μποροῦν νὰ νικήσουν πολλές φορές· ἄν ὅμως καταντήσουν ὁλότελα σὲ κατάσταση χοίρων δὲ δαιμονίζονται μόνο ἀλλὰ καὶ κατακρημνίζονται.  Γιὰ νὰ μὴ νομίση ὅμως κανένας ὅτι αὐτὰ εἶναι σκηνοθεσία ἀλλὰ νὰ πιστέψη καθαρὰ ὅτι βγῆκαν οἱ δαίμονες, γίνεται κι ἀλλοιῶς αὐτὸ φανερὸ ἀπὸ τὸ θάνατο τῶν χοίρων.  Πρόσεξε τώρα κοντὰ στὴ δύναμη καὶ τὴ πραότητά του. Ὅταν, ὕστερ’ ἀπὸ τόσες εὐεργεσίες ποὺ εἶδαν ἀπ’ αὐτὸν οἱ κάτοικοι τῆς περιοχῆς, ἤθελαν νὰ τὸν διώξουν, δὲν ἀντιστάθηκε ἀλλὰ ἔφυγε, κι ἐγκατέλειψε αὐτοὺς ποὺ παρουσίασαν τὸν ἑαυτὸ τους ἀνάξιο γιὰ τὴ διδασκαλία του, δίνοντάς τους δασκάλους αὐτοὺς ποὺ ἐλευθερώθηκαν ἀπὸ τοὺς δαίμονες καθώς καὶ τοὺς χοιροβοσκούς, ὥστε ἀπ’ αὐτοὺς νὰ μάθουν ὅλα ὅσα εἶχαν γίνει. Αὐτὸς ἔφυγε κι ἄφησε ζωηρὸ στὶς ψυχές τους τὸ φόβο. Τὴ φήμη τοῦ θαύματος τὴ σκορποῦσε παντοῦ τὸ μέγεθεος τῆς ζημίας καὶ τοὺς ἔκανε μεγάλη ἐντύπωση. Ἀπὸ πολλοὺς ἀκούονταν φωνὲς ποὺ ἐπιβεβαίωναν τὸ παράξενο θαῦμα, κι ἀπὸ τοὺς θεραπευμένους κι ἀπὸ τοὺς χοίρους ποὺ καταποντίστηκαν κι ἀπὸ τοὺς κυρίους τῶν χοίρων κι ἀπὸ τοὺς χοιροβοσκούς. Αὐτὰ καὶ τώρα μπορεῖ νὰ τὰ δῆ κανένας. Βλέπομε πολλοὺς δαιμονισμένους στὰ μνήματα, ποὺ τίποτα δὲν μπορεῖ νὰ τοὺς κρατήση μέσα στὴν τρέλλα τους, οὔτε τὸ σίδερο οὔτε οἱ ἁλυσίδες οὔτε πολλοὶ ἄνθρωποι μαζὶ  οὔτε σύσταη οὔτε συβουλὴ οὔτε ἀπειλὴ οὔτε τίποτ’ ἀπὸ τὰ παρόμοια. Γιατὶ ὅταν κάποιος εἶναι ἀκόλαστος κι ἐπιθυμεῖ σφοδρὰ ὅλα τὰ σώματα, σὲ τίποτα δὲν διαφέρει ἀπὸ δαιμονισμένο. Ἀλλὰ γυμνὸς σὰν κι αὐτὸν γυρίζει, ντυμένος βέβαια μὲ ροῦχα ἀλλὰ τοῦ λείπει τὸ ἀληθινὸ ντύσιμο καὶ εἶναι γυμνὸς ἀπὸ δόξα ποὺ τοῦ ταιριάζει.   Δὲν καταξεσκίζεται μὲ πέτρες ἀλλὰ μὲ ἁμαρτήματα χειρότερα ἀπὸ πολλὲς πέτρες. Ποιός θὰ μπορέση νὰ τὸν δέση;  Ποιός θὰ τὸν ἐμποδίση ν’ ἀσχημονῆ καὶ νὰ δαιμονίζεται καὶ ποτὲ νὰ μὴν ἔρχεται στὸν ἑαυτό του ἀλλὰ νὰ βρίσκεται πάντα στὰ μνήματα.  Μνήματα εἶναι τὰ καταγώγια τῶν πορνῶν, γεμᾶτα ἀπὸ δυσωδία καὶ σαπίλα. Τέτοιος δὲν εἶναι κι ὁ φιλάργυρος; Ποιός θὰ μπορέση νὰ τὸν δέση ποτὲ; Κάθε μέρα ἀντιμετωπίζει τὸ φόβο καὶ τὴν ἀπειλή, ἀκούει συστάσεις κι ἀπειλές. Ὅλ’ αὐτὰ  τὰ δεσμὰ τὰ σπάζει. Κι ἄν πάη κανένας νὰ τὸν ἀπαλλάξη ἀπ’ αὐτὰ, τὸν ἐξορκίζει ὥστε νὰ μὴν ἀπαλλαγῆ· θεωρεῖ μεγάλο βάσανο νὰ μὴ βρίσκεται μέσα στὸ βάσανο. Ἀπ’ αὐτὸ τί πιὸ ἄθλιο μπορεῖ νὰ γίνη; Ἐκεῖνος ὁ δαίμονας, μόλο ποὺ περιφρόνησε τοὺς ἀνθρώπους ὑποχώρησε στὴ προσταγὴ τοῦ Χριστοῦ καὶ γρήγορα ξετινάχτηκε ἀπὸ τὸ σῶμα. Αὐτὸς δὲν ὑποχωρεῖ στὶς προσταγὲς.  Καθημερινὰ τὸν ἀκούει νὰ τοῦ λέη·  Δὲν μπορεῖτε νὰ ὑπηρετῆτε τὸ Θεὸ μαζὶ καὶ τὸ μαμωνᾶ καὶ νὰ ἀπειλῆ μὲ τὴ γέενα καὶ φοβερὰ βασανηστήρια. Κι ὅμως δὲν ὑπακούει. Ὄχι πὼς εἶναι δυνατώτερος ἀπὸ τὸ Χριστὸ ἀλλὰ ἐπειδὴ ὁ Χριστὸς δὲ μᾶς δίνει φρόνημα, ἄν δὲ θέλωμε. Γι’ αὐτὸ οἱ ἄνθρωποι αὐτοὶ εἶναι σὰν νὰ ζοῦν στὴν ἔρημο, κι ἄς μένουν στὸ κέντρο τῆς πόλης. Γιατὶ ποιὸς ἄνθρωπος μὲ μυαλὸ θὰ προτιμοῦσε τη συντροφιά τους; Ἐγὼ τουλάχιστο θὰ ἐδεχόμουν περισσότερο νὰ μείνω μὲ μύριους δαιμονισμένους παρὰ μὲ ἕνα ποὺ ἔχει αὐτὴν τὴν ἀσθένεια. Καὶ ὅτι δὲν κάνω λάθος στὴν προτίμησή του, φαίνεται ἀπ’ ὅ,τι αὐτοὶ κι ἐκεῖνοι παθαίνουν. Αὐτοὶ θεωροῦν ἐχθρὸ τους ἐκεῖνον ποὺ δὲν τοὺς ἔχει πειράξει καὶ θέλουν ἀκόμα καὶ δοῦλο νὰ τὸν κάνουν ἐνῶ εἶναι ἐλεύθερος καὶ μύρια κακὰ τοῦ προξενοῦν·  οἱ δαιμονισμένοι ὅμως τίποτα τέτοιο δὲν κάνουν ἀλλὰ ἡ ἀρρώστεια τους στρέφεται ἐναντίον τους.  Καὶ οἱ πρῶτοι καταστρέφουν πολλὰ σπίτια καὶ κάνουν νὰ βλασφημῆται τὸ ὄνομα τοῦ Θεοῦ καὶ εἶναι τῆς πόλης καὶ τοῦ κόσμου ὅλου καταστροφή. Αὐτοὶ ποὺ τοὺς ἐνοχλοῦν οἱ δαίμονες εἶναι περισσότερο ἄξιοι νὰ τοὺς συμπαθῆς καὶ νὰ τοὺς κλαῖς. Κι αὐτοὶ δὲν αἰσθάνονται τί κάνουν. Οἱ ἄλλοι ὅμως, ἄν καὶ λογικὸ, τρεκλίζουν μεθυσμένοι στὰ κέντρα τῆς πόλης, καινούργιας μανίας μανιακοί. Γιατὶ ὅλοι οἱ δαιμονισμένοι κάνουν σὰν αὐτό, ποὺ ἐτόλμησε ὁ Ἰούδας, τὴν ἐσχάτη παρανομία φανερώνοντας; Κι ὅλοι ἐκεῖνοι ζηλεύουν, σὰν ἄγρια θηρία ποὺ ξέφυγαν ἀπὸ τὰ κλουβιὰ τους ἀναστατώνουν τὶς πόλεις καὶ κανεὶς δὲν μπορεῖ νὰ τοὺς πιάση.  Κι αὐτοὶ εἶναι μὲ δεσμὰ ὁλόγυρα, ὅπως ὁ φόβος τῶν δικαστῶν, ἡ ἀπειλὴ τῶν νόμων, ἡ κατηγορία τῶν πολλῶν, κι ἄλλα περισσότερα. Ὅμως κι αὐταὰ τὰ καταπατοῦν καὶ τὰ κάνουν ὅλα ἄνω κάτω. Κι ἄν κάποιος ἀφαιροῦσε ὅλα αὐτὰ τὰ δεσμά, θὰ καταλάβαινε ὅτι ὁ δαίμονας ποὺ τοὺς βασανίζει εἶναι πολὺ πιὸ ἄγριος καὶ μανιασμένος ἀπὸ αὐτὸν ποὺ βγῆκε τώρα.
ε΄. Ἐπειδὴ ὅμως αὐτὸ δὲν εἶναι δυνατὸ, ἄς τὸ φανταστοῦμε κι ἄς ἀφαιρέσωμε ὅλες του τὶς ἁλυσίδες καὶ τότε θὰ δοῦμε ξεκάθαρα τὴν ὁλοφάνερη μανία του. Ἀλλὰ μὴ φοβηθῆτε τὸ θηρίο, ὅταν τὸ ξεσκεπάσωμε. Ἡ πράξη ἐκτυλίσσεται στὴ φαντασία, ὄχι στὴν πραγματικότητα. Ἄς φανταστοῦμε ἕναν ἄνθρωπο ποὺ βγάζει φωτιὲς ἀπὸ τὰ μάτια του, καὶ ἀπ’ τοὺς ὥμους του ποὺ ἔχουν φυτρώσει ἀντὶ γιὰ χέρια κεφάλια φιδιῶν. Ἄς φανταστοῦμε ὅτι στὸ στόμα του ἔχει μπηγμενα μυτερὰ ξίφη ἀντὶ γιὰ δόντια καὶ στὴ θέση τῆς γλώσσας πηγὴ ποὺ ἀναβλύζει δηλητήριο φαρμακερό. Ἡ κοιλιά του πὼς εἶναι καμίνι ποὺ περισσότερο ἀπὸ κάθε ἄλλο κατατρώγει ὅ,τι πέφτει σ’ αὐτή. Τὰ πόδια του εἶναι καὶ πιὸ ὁρμητικὰ ἀπὸ τὶς γλῶσσες τῆς φωτιᾶς. Τὸ πρόσωπο εἶναι συνδυασμὸς σκύλου καὶ λύκου.  Δὲν ἔχει μιλιὰ ἀνθρώπινη ἀλλὰ ἕνα ἦχο ὑπόκωφο καὶ δυσάρεστο καὶ φοβερό. Κι ἀκόμα ὅτι κι ἀπὸ τὰ χέρια του βγαίνει φωτιά. Σᾶς φαίνονται φοβερὰ ὅσα σᾶς εἶπα, ὡστόσο δὲ σχηματίσαμε ἀκόμα τὴν ἀντάξια εἰκόνα του. Πρέπει νὰ προσθέσωμε κι ἄλλα. Ὅσους συναντᾶ νὰ τοὺς σφάζη καὶ νὰ τοὺς κατατρώγη καὶ νὰ ξεσχίζη τὶς σάρκες του. Κι ὅμως ὁ φιλάργυρος εἶναι πολὺ χειρότερος ἀπὸ αὐτόν. Ὁρμᾶ πάνω σ’ ὅλους σὰν Ἅδης, τοὺς καταπίνει ὅλους, κοινὸς ἐχθρὸς τοῦ ἀνθρωπίνου γένους ποὺ τὸ πολιορκεῖ. Δὲ θέλει νὰ ὑπάρχη ἄνθρωπος, γιὰ νὰ εἶναι ὅλα δικά του. Καὶ δὲ σταματάει ἐδῶ. Ὅταν τοὺς ἀφανίση ὅλους κατὰ τὴν ἐπιθυμία του, ἐπιθυμεῖ νὰ καταστρέψη καὶ τὴ φύση τῆς γῆς καὶ νὰ τὴ δῆ νὰ γίνη ὅλη χρυσάφι. Κι ὄχι μονάχα τὴ γῆ ἀλλὰ καὶ τὰ βουνὰ καὶ τὶς κοιλάδες καὶ τὶς πηγὲς κι ὅλα γενικὰ ποὺ βλέπομε. Καὶ γιὰ νὰ καταλάβετε ὅτι ἀκόμα δὲν παραστήσαμε τὴν μανία του, ἄς μὴ βρεθῆ αὐτὸς ποὺ θὰ τὸν ἐγκαλέση καὶ θὰ τὸν  ἀπειλήση ἀλλὰ ὑποθέστε ὅτι διώξαμε τὸ φόβο τῶν νόμων, θὰ τὸν δοῦνε τότε ν’ ἁρπάζη ξίφος κι ὅλους νὰ τοὺς σκοτώνει καὶ νὰ μὴ λυπᾶτε κανένα, οὔτε φίλο, οὔτε συγγενῆ, οὔτε ἀδελφό, οὔτε τὸν ἴδιο τὸν πατέρα του. Ἀλλὰ μᾶλλον ἐδῶ δὲν χρειάζεται ἡ δική μας φαντασία. Ἄς ρωτήσωμε τὸν ἴδιο μήπως πλάθει ἀδιάκοπα μέσα του τέτοιες εἰκόνες καὶ μήπως τοὺς σκοτώνει ὅλους μὲ τὴ φαντασία του καὶ φίλους καὶ συγγενεῖς καὶ γονεῖς. Οὔτε καὶ ἐρώτηση δὲ χρειάζεται.  Γιατὶ ὅλοι γνωρίζουν ὅτι ὅσοι κατέχονται ἀπ’ αὐτὸ τὸ πάθος βαριοῦνται καὶ τοῦ πατέρα τὰ γηρατειὰ κι ἐκεῖνο ποὺ ὅλοι ἀρέσουν κι ἀγαποῦν, νὰ ἔχουν παιδιὰ, τοὺς φαίνεται πὼς εἶναι δύσκολο κι ἐνοχλητικό. Πολλοὶ λοιπὸν ἐπέτυχαν τὴν ἀτεκνία, καὶ προκάλεσαν ἀναπηρία στὴ φύση·  δὲ σκότωσαν τὰ παιδιὰ τους ἀλλα δὲν ἄφησαν μήτε νὰ γεννηθοῦν. Μὴ θαυμάσητε λοιπὸν ἄν τέτοια εἰκόνα κάναμε τοῦ φιλάργυρου (εἶναι χειρότερος ἀκόμα) ἀλλὰ ἄς ἐξετάσωμε πῶς νὰ τὸν ἀπαλλάξωμε ἀπὸ τὸ δαίμονα. Θὰ τὸν ἀπαλάξωμε ἄν μάθη καθαρὰ ὅτι ἡ φιλαργυρία εἶναι ἀντίθετη ἀκριβῶς στὴ ἀπόκτηση τῶν χρημάτων. Γιατὶ ὅποιοι θέλουν νὰ ἔχουν κέρδος στὰ λίγα, παθαίνουν μεγάλες ζημιές. Αὐτὸ ἔχει γίνει καὶ παροιμία. Πολλοὶ θέλοντας  πολλὲς φορὲς νὰ δανείσουν μὲ μεγάλους τόκους δὲν ἐξετάζουν καλὰ ἐπειδὴ περιμένουν τὸ κέρδος καὶ χάνουν μαζὶ μὲ τὸν τόκο καὶ τὸ κεφάλαιό τους. Ἄλλοι που βρέθηκαν σὲ κινδύνους, δὲ θέλησαν νὰ θυσιάσουν λίγα κι ἔτσι ἔχασαν καὶ τὴ ζωή τους μαζὶ μὲ τὴν περιουσία. Ἄλλοι ποὺ εἶχαν τὴν εὐκαιρία ν’ ἀποκτήσουν ἀξιώματα προσοδοφόρα, ἤ κάτι παρόμοιο, ἔχασαν τὸ πᾶν ἐπειδὴ λογάριασαν καὶ τὸ παραμικρό, δὲν ξαίρουν νὰ σπέρνουν ἀλλὰ ἔχουν μελετήσει τρόπους νὰ θερίζουν γι’ αὐτὸ χάνουν ἀδιάκοπα τὴ σοδειά. Κανεὶς δὲν μπορεῖ νὰ θερίζη πάντα, οὔτε καὶ νὰ κερδίζη. Ἀφοῦ δὲ θέλουν νὰ ξοδεύουν, δὲν ξαίρουν μήτε νὰ κερδίζουν. Τὸ ἴδιο παθαίνουν καὶ στὸ γάμο τους·  ἤ ξεγελιοῦνται καὶ παίρνουν κάποια φτωχὴ ἀντὶ πλούσια ἤ κι ἄν πάρουν κάποια πλούσια γεμάτη ἀπὸ ἐλαττώματα, παθαίνουν περισσότερη ζημιά. Γιατὶ τὸν πλοῦτο δὲν τὸ κάνει ἡ περιουσία ἀλλὰ ἡ ἀρετή. Τί ὠφελεῖ ὁ πλοῦτος, ὅταν ἡ γυναῖκα εἶναι πολυέξοδη ἤ ἄσωτη κι ὅλα τὰ παρασύρει ὁρμητικώτερα ἀπ’  ὅ,τι ὁ ἄνεμος. Κι ἄν ρέπη στὴν ἀσέλγεια καὶ φέρνει κοντὰ της  γραμμὴ τοὺς ἐραστές; Κι ἄν εἶναι μέθυσονς δὲν θὰ καταντήση τὸν ἄνδρα της φτωχότερο ἀπὸ ὅλους; Δὲν κάνουν μόνο γάμο ἀλλὰ καὶ ἀγορὰ ἀβέβαιη, γιατὶ ἡ πολλὴ ἐπιθυμία, τοὺς κάνει νὰ ἐνδιαφέρονται ὄχι γιὰ τοὺς καλύτερους δούλους ἀλλὰ γιὰ τοὺς πιὸ φτηνούς. Τοὺς λόγους γιὰ τὴ γέενα καὶ τὴ βασιλεία δὲν μπορεῖτε ἀκομα νὰ τοὺς ἀκοῦτε. Γι’ αὐτὸ λοιπὸν ἀναλογισθῆτε ὅλα αὐτά, καὶ ἀφοῦ σκεφθῆτε τὶς ζημίες ποὺ σᾶς ἔτυχαν ἐξ αἰτίας τῆς φιλοχρηματίας σας καὶ στοὺς δανεισμοὺς καὶ στὶς ἀγορὲς καὶ στοὺς γάμους καὶ στὶς ἀρχηγίες καὶ σ’ ὅλα τὰ ἄλλα ἀποφύγετε τὸ πάθος τῶν χρημάτων. Ἔτσι θὰ μπορέσετε καὶ στὴ ζωὴ αὐτὴ μὲ ἀσφάλεια νὰ ζήσετε καὶ ἀφοῦ προκόψετε λίγο ν’ ἀκούσετε καὶ τοὺς λόγους γιὰ πνευματικὴ ζωὴ καὶ νὰ ἀτενίσετε καὶ νὰ δῆτε τὸν ἴδιο ἥλιο τῆς δικαιοσύνης καὶ νὰ ἐπιτύχετε τὰ ἀγαθὰ ποὺ ἔχει ὑποσχεθῆ. Καὶ μακάρι νὰ τὰ ἐπιτύχωμε ὅλα μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἡ δόξα καὶ ἡ δύναμη στοὺς αἰῶνες. Ἀμήν.
Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.165-177

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...