Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου
τοῦ Χοζεβίτου,
καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.
Τῇ Η' τοῦ αὐτοῦ μηνός,
Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.
Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα,
Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα.
Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν
Γεωργίου τοῦ Χοζεβίτου.
Σὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ,
Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης
καὶ τῶν σῦν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου.
Ἰουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ,
Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους.
Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου,
Καὶ σὺν κεφαλῇ τῇ δε τὴν Ἀντωνίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Καρτερίου.
Στίχοι
Πάλαιε Καρτέριε πρὸς πῦρ καὶ δόρυ,
Τὸ καρτερὸν σου πρὸς πάλας δεικνὺς δύω.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κύρου,
Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας
, καὶ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ ἐν ἡμέρᾳ Κυριακῇ.
Ὁ σὴν μελίζων σάρκα Κῦρος Χριστέ μου,
Σαρκὸς διαστάς, σῷ παρίσταται θρόνῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀττικός,
Πατριάρχης Κωνσταντινουπόλεως,
ἐν εἰρήνῃ τελειοῦται.
Ὅλην ὑπερβὰς τὴν ὕλην τοῦ σαρκίου,
Ἥκεις ὅλος νοῦς Ἀττικὲ πρὸς τοὺς Νόας.
Τῇ αὐτῇ ἡμέρᾳ
ὁ ἅγιος Προφήτης Σαμέας ὁ Ἐλαμίτης,
ἐν εἰρήνῃ τελειοῦται.
Ἐν γῇ τὸ μέλλον οὐκ ἔτι χρᾷ Σαμέας,
Ἄνω γὰρ οὗτος ὁ προφητικὸς τρίπους.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ ἅγιος Ἀγάθων ἐν εἰρήνῃ τελειοῦται.
Ὡς ἠγαθύνθην Ἀγάθων τὴν Καρδίαν,
Εἰρηνικοῦ σοῦ καὶ μόνου μνησθεὶς τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων Θεοφίλου Διακόνου
καὶ Ἐλαδίου λαϊκοῦ.
Πῦρ ζεῦγος ἀνδρῶν ἐν μεταφρένοις φέρει,
Ἐπισκιωθὲν τοῦ Θεοῦ μεταφρένοις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου
τοῦ Χοζεβίτου,
καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.
Τῇ Η' τοῦ αὐτοῦ μηνός,
Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.
Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα,
Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα.
Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν
Γεωργίου τοῦ Χοζεβίτου.
Σὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ,
Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης
καὶ τῶν σῦν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου.
Ἰουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ,
Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους.
Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου,
Καὶ σὺν κεφαλῇ τῇ δε τὴν Ἀντωνίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Καρτερίου.
Στίχοι
Πάλαιε Καρτέριε πρὸς πῦρ καὶ δόρυ,
Τὸ καρτερὸν σου πρὸς πάλας δεικνὺς δύω.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κύρου,
Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας
, καὶ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ ἐν ἡμέρᾳ Κυριακῇ.
Ὁ σὴν μελίζων σάρκα Κῦρος Χριστέ μου,
Σαρκὸς διαστάς, σῷ παρίσταται θρόνῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀττικός,
Πατριάρχης Κωνσταντινουπόλεως,
ἐν εἰρήνῃ τελειοῦται.
Ὅλην ὑπερβὰς τὴν ὕλην τοῦ σαρκίου,
Ἥκεις ὅλος νοῦς Ἀττικὲ πρὸς τοὺς Νόας.
Τῇ αὐτῇ ἡμέρᾳ
ὁ ἅγιος Προφήτης Σαμέας ὁ Ἐλαμίτης,
ἐν εἰρήνῃ τελειοῦται.
Ἐν γῇ τὸ μέλλον οὐκ ἔτι χρᾷ Σαμέας,
Ἄνω γὰρ οὗτος ὁ προφητικὸς τρίπους.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ ἅγιος Ἀγάθων ἐν εἰρήνῃ τελειοῦται.
Ὡς ἠγαθύνθην Ἀγάθων τὴν Καρδίαν,
Εἰρηνικοῦ σοῦ καὶ μόνου μνησθεὶς τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων Θεοφίλου Διακόνου
καὶ Ἐλαδίου λαϊκοῦ.
Πῦρ ζεῦγος ἀνδρῶν ἐν μεταφρένοις φέρει,
Ἐπισκιωθὲν τοῦ Θεοῦ μεταφρένοις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά