Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Κυριακή, Δεκεμβρίου 07, 2014

† Κυριακή 7 Δεκεμβρίου 2014 (Ι΄ Λουκά)

Ευαγγελική Περικοπή,

Ἐκ τοῦ κατά Λουκᾶν 
Κεφ. ιγ΄: 10-17

Τ
ῷ καιρῷ ἐκείνῳ, ἦν διδάσκων ὁ ᾿Ιησοῦς ἐν μιᾷ τῶν Συναγωγῶν ἐν τοῖς Σάββασι. Καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. Ἰδὼν δὲ αὐτὴν ὁ ᾿Ιησοῦς, προσεφώνησε, καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ ᾿Ιησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἕξ ἡμέραι εἰσὶν, ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου. Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος, καὶ εἶπεν· Ὑποκριτά, ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ, ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει; ταύτην δέ, θυγατέρα ᾿Αβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου; Καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.



Απόστολος,

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. ε΄: 8-19

δελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· ― ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνη καὶ ἀληθείᾳ· ― δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.



Εἰς τόν Ὄρθρον 
Τὸ Δ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατά Λουκᾶν 
Κεφ. κδ΄: 1-12
Τ
ῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος, ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου· καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὦν ἐν τῇ Γαλιλαίᾳ, λέγων· Ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ· καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς Ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος, ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...