Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Τετάρτη, 21 Σεπτεμβρίου 2016

ΠΕΡΙ ΣΥΜΠΡΟΣΕΥΧΗΣ ΚΑΙ ΜΕΤΑΔΟΣΕΩΣ ΑΝΤΙΔΩΡΟΥ ΣΤΟΥΣ ΕΤΕΡΟΔΟΞΟΥΣ, ΚΑΤΑ ΤΟΝ ΟΙΚΟΥΜΕΝΙΚΌΝ ΠΑΤΡΙΑΡΧΗΝ ΓΕΝΝΑΔΙΟΝ ΣΧΟΛΑΡΙΟΝ

 Ἐπιστολήν τοῦ πρώτου μετά τήν Ἄλωσιν Πατριάρχου Γενναδίου Σχολαρίου, μαθητοῦ τοῦ Ἀγίου Μάρκου τοῦ Εὐγενικοῦ, πρός τόν Ἡγούμενον τῆς μονῆς Σινᾶ Μάξιμον Σοφιανόν, (τμήμα):

«Ἔτι ἠρώτησαν οἱ μοναχοί εἰ ἔνι συγκεχωρημένον, ἵνα διδῶτε τοῖς Ἀρμενίοις ἤ Λατίνοις τήν παναγίαν τοῖς προσκυνηταῖς. Ἡμεῖς δέ λέγομεν ἵνα διδῶτε αὐτοῖς καί τό ἀντίδωρον, χριστιανοί γάρ εἰσι καί διά τοῦτο ἔρχονται ἐκ τοσούτων διαστημάτων εἰς προσκύνησιν τοῦ δεσποτικοῦ τάφου
Εἰ γοῦν καί ἐσχισμένοι εἰσίν ἀφ’ ἡμῶν διά τινα ζητήματα τῆς πίστεως καί εἰσίν ἑτερόδοξοι, ἀλλά ὡς χριστιανοί μετά πίστεως καί εὐλαβείας ζητοῦσι τόν ἁγιασμόν ἠμῶν, καί ἡμεῖς ὀφείλομεν διδόναι [...] Τό μέγα μυστήριον τῆς κοινωνίας μόνον μή δίδοτε αὐτοῖς, οὐ μόνον διά τήν τοῦ μυστηρίου ὑπεροχήν, ἀλλά διά τό μυστήριον τοῦτο παριστᾶν μέν ὅλην τήν θείαν οἰκονομίαν, προηγουμένης δέ τῆς ὁμολογίας τοῦ συμβόλου τῆς ἀληθοῦς πίστεως τελειοῦσθαι, καί διά τοῦτο τοῖς εἰς τήν θείαν οἰκονομίαν ἤ εἰς τήν θεολογίαν ψευδοδοξοῦσι καί τῇ καθολικῇ ἀντιλέγουσιν ἐκκλησίᾳ οὐ δεῖ αὐτό δίδοσθαι. 
Εἰ δέ τις ἀπ’ αὐτῶν βουληθείς προσμεῖναι αὐτόθι ἤ νοσήσας ἀρνήσεται μέν τήν πάτριον δόξαν, ὁμολογήσει δέ τήν δόξαν τῆς καθολικῆς ἐκκλησίας, ἀξιοῦτε αὐτόν καί τῆς τοιαύτης κοινωνίας. Τοῦτο ἐστιν ἡ συνήθεια τῆς καθολικῆς τῶν χριστιανῶν ἐκκλησίας. 
Διό καί oἱ ἁγιώτατοι πατριάρχαι, ὄτε ἐλειτούργουν ἑορτασίμως, ἐρχόμενους καί Ἀρμενίους καί Λατίνους καί ἱσταμένους μετά πάσης εὐλαβείας εἰς τήν λειτουργίαν, οὐκ ἐδίωκον, ἀλλά καί ἀπερχομένους μετά τῶν ὀρθοδόξων καί προσκυνοῦντας καί ἀσπαζομένους τήν πατριαρχικήν χεῖρα καί εὐλόγουν καί ἐδίδουν αὐτοῖς τό ἀντίδωρον, ὡς γάρ μαθηταῖς τοῦ Χριστοῦ οὐκ ἐξέβαλον ἔξω τούς εἰς αὐτούς ἐρχομένους. 
Ἀρκετόν οὖν ἐστιν ὅτι ὑμεῖς οὐ ζητεῖτε οὐδέ λαμβάνετε ἁγιασμόν παρ’ αὐτῶν, διότι εἰσίν ἑτερόδοξοι καί κεχωρισμένοι ἀλλά ἐάν ζητῶσιν αὐτοί τόν ἁγιασμόν ἀφ’ ὑμῶν, ὀφείλετε μή ἀποπέμπειν αὐτούς, ὡς προείπομεν» 
 L. Petit-X. Siderides-M. Jugie, Oeuvres completes de Georges-Gennade Scholarios, t. IV, Paris, 1935, σ. 201-202)
το είδαμε εδώ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου