Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Τὰ Προεόρτια τῆς ἐν τῷ Ναῷ εἰσόδου τῆς Ὑπεραγίας Θεοτόκου,
καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ Δεκαπολίτου,
καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου.
Χάραξ κύκλῳ σου, καὶ μετὰ ζωῆς τέλος,
Ἡ ζῶσα, Γρηγόριε, τοῦ Θεοῦ χάρις.
Εἰκάδι Γρηγόριος κεκλήσκετο εἰς πόλον εὐρύν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου,
Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὃς ἐχρημάτισε μαθητὴς
τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τοῦ θρόνου διάδοχος.
Ἔχει σε, Πρόκλε, ἡ οὐράνιος νύσσα,
Χαίροντα ἔνδον καὶ σὲ σὺν Χρυσοστόμῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Δασίου
, τοῦ ἐν Δορυστόλῳ.
Ἔμελλε καὶ Δάσιος ἀθλήσας ξίφει,
Ἀθλητικὸν στέφανον εὑρεῖν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου,
καὶ Ἰωσὴφ μαθητοῦ αὐτοῦ, καὶ ἑτέρων σὺν αὐτῷ τελειωθέντων ἐν Περσίδι.
Θνῄσκουσιν ἄμφω Νιρσᾶς, Ἰωσὴφ ἅμα,
Φόνῳ μαχαίρας, ὡς Ἀπόστολος λέγει.
Σὺν Ἰωάννῃ καὶ Σαβωρίῳ, λίθοις
Ἰσάκιον κτείνουσιν οἰκέται λίθων.
Τὸν Γεϊθαζὲτ καὶ συνάθλους τρεῖς ἅμα,
Λόγχαις κατακτείνουσιν ἐχθροὶ Τριάδος.
Θέκλαν, Βαουθᾶν, Δεναχίδα παρθένους.
Ἆθλος ξίφους ἔδειξεν ἀθλοπαρθένους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσταθίου, Θεσπεσίου
καὶ Ἀνατολίου.
Κάρας τριῶν τέμνουσι νεκρῶν οἱ πλάνοι,
Ουδ' εἰς νεκροὺς δεικνὺντες οἶκτον· ὢ πλάνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοκτίστου, ὃς καὶ Πατρίκιος καὶ
Εὐνοῦχος ἦν ἐπὶ Θεοδώρας τῆς Αὐγούστης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά