Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Δευτέρα, Φεβρουαρίου 17, 2014

ΑΚΟΥΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΦΙΛΟΘΕΗΣ ΑΘΗΝΑΙΑΣ




 

ΦΕΒΡΟΥΑΡΙΟΥ 19

ΦΙΛΟΘΕΗΣ ΑΘΗΝΑΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ[1] 

(Ἐκ τοῦ Ῥήγα)


ΕΣΠΕΡΙΝΟΣ.


Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, τὸ α’ Ἀντίφωνον τοῦ Μακάριος Ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὸ χρυσόχροον σκήνωμα, καὶ λαμπρότατον ἄγαλμα, τὸ χρυσεπώνυμον αὖθις ἄκουσμα, ὁ πολυποίκιλος στέφανος, τὸ στόμα τὸ πάντερπνον, ὁ ποιμὴν ὁ γαληνός, τῆς ἀγάπης ὁ σύνδεσμος, ὁ μελίῤῥυτος, ποταμὸς τῆς εἰρήνης Φιλοθέη, ὁ φωστῆρ τῶν μοναζόντων, σὺ ἀνεδείχθης λαμπρότατα.[2] 


Ὡς ἀστὴρ φαεινότατος, ἐν Ἀθήναις ἐπέλαμψας, καὶ ὡς μύρον κάλλιστον καὶ ἡδύπνοον, ὡς ἀηδὼν δὲ εὐκέλαδος, ὡς μῆλον τὸ εὔοσμον, καὶ ὡς ἥλιος φαιδρός, πανταχοῦ ἐξανέτειλας καὶ ἐφώτισας, μοναχῶν καὶ μιγάδων τὰς καρδίας, ὅθεν ἅπαντες ὑμνοῦμεν, σοῦ τὴν Ἁγίαν Μετάστασιν.


Καὶ πτωχῶν καταφύγιον, καὶ τῶν ξένων διάσωσμα, νεανίδων σύναξις Μήτερ γέγονας, ταῶν ἀσθενούντων ἐπίσκεψις, καὶ νόσων καὶ θλίψεων, ἰατρὸς καὶ ὁδηγός, τῶν ψυχῶν καὶ σωμάτων τε. Διὰ τοῦτό σε, ὁ Χριστὸς ἀγαπήσας εἰς τὰ ἄνω, οὐρανίους ἀναπαύσεις, ἐνέθηκέ σε πανένδοξε.









Δόξα. Ἦχος πλ. Α΄.

Πάντα τὰ σά, καὶ σαυτὴν τῷ Θεῷ καθιέρωσας, νοῦν καὶ ψυχὴν καὶ καρδίαν καὶ σῶμα, τῆς φωνῆς γὰρ τοῦ Εὐαγγελίου ἀκούσασα, τὰ πάντα κατέλιπες, χρυσὸν δὲ καὶ τιμὴν ὡς οὐδὲν ἐλογίσω, καὶ ὅλη γέγονας τοῦ Χριστοῦ οἶκος ἔνδοξος, ὅθεν καὶ ἀνέκραζες πᾶσι τοῖς φοιτῶσι πρὸς σέ· καταλείψατε τὰ φθαρτὰ καὶ ἐπίκηρα, καὶ ποθήσατε τὸν σταυρωθέντα Χριστὸν τὸν Θεὸν ἡμῶν, διὰ τοῦτο ὁ Χριστὸς ἰδών σου τὸ εὐγενὲς τῆς ψυχῆς, ἐλθὼν παρὰ σοὶ κατοικεὶν ᾑρετίσατο. Αὐτὸν οὖν καθικέτευε Φιλοθέη χρυσόηθε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον.

Ἐν τῇ Ἑρυθρᾷ θαλάσσῃ…


Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώματα.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.


Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.

Ἡ σοφὴ Φιλοθέη σήμερον, εἰς οὐρανοὺς ἀνελθοῦσα, τῷ ἐν Τριάδι Θεῷ συμπαρίσταται, καὶ τὸν τρισάγιον ὕμνον ᾄδει ἀκαταπαύστως, σὺν τοῖς ἀΰλοις χοροῖς, καὶ τοῖς Ἁγίοις ἅπασι. Δεῦτε οὖν καὶ ἡμεῖς δοξάσωμεν τὴν ἁγίαν αὐτῆς κοίμησιν, ἐν ψαλμοῖς καὶ ὕμνοις, βοῶντες πρὸς αὐτήν· ταῖς πρεσβείαις σου Μῆτερ, σῶζε τὴν ποίμνην σου, καὶ διαφύλαττε ταύτην ἐκ τῶν σκανδάλων τοῦ πολεμήτορος.[3] 


Ὁ αὐτός.

Εὐφημήσωμεν οἱ πιστοί, τὴν Φιλοθέην σήμερον, καλῶς γὰρ ἀγωνισαμένη, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἐπ’ ὤμων βαστάσασα, ἀόκνως τὰς τούτου ἐντολὰς τελέσασα, οἰκητήριον γέγονε τοῦ Ἁγίου Πνεύματος· νῦν δὲ καταλιποῦσα τὰ ἐν κόσμῳ, ταῖς οὐρανίαις συναγάλλεται ταξιαρχίαις, καὶ πρεσβεύει τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.






Ἦχος β΄.

Τοῦ πλούτου τὴν ποσότητα, ἐν ταῖς τῶν πτωχῶν χερσὶ παραθεμένη, ἀντὶ τούτου ἐκτήσω πλοῦτον οὐράνιον· δόξας δὲ καὶ ἡδονὰς καταφρονήσασα, καὶ ἀσκητικῶς διελθοῦσα, πειρασμούς τε πολλοὺς ὑπενήνοχας, μαρτυρικῶς τὸ ζῆν ἀφαιρεθεῖσα καρτερώτατα, δι’ ἀγάπην τοῦ Κτίσαντος, Φιλοθέη πανέντιμε. Αὐτὸν οὖν πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Ὁ αὐτός.

Ὁσία Μῆτερ, ἀγγελικὴν ζηλώσασα διαγωγήν, ἀσιτίαν ἐξήσκησας, καὶ ὕμνον ἀκατάπαυστον τῷ Δεσπότῃ προσήνεγκας, ἐντεῦθεν προαισθόμενος οὖν ὁ βλέπων τὰ κρύφια, τῆς ψυχῆς σου τὴν πρόθεσιν, χαρίτων σε θείων κατηξίωσεν, ἐναργῆ σοι παρέχων τὰ σύμβολα, τῆς ἐκεῖ μενούσης σε ἀϊδίου μακαριότητος, πρὸς ἥν ἤδη μεταστᾶσα καὶ ταῖς ἀΰλοις χορείαις συνδιαιτωμένη, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Δόξα. Ἦχος πλ. Δ΄.

Ἡ καθαρὰ τοῦ Πνεύματος τοῦ Ἁγίου σοφία, σκηνώσασα ἐν τῇ καθαρᾷ καρδίᾳ σου, παμμακάριστε Φιλοθέη, κατὰ πνευμάτων τῆς πονηρίας φοβερόν σε διώκτην ἀνέδειξε, καὶ μεγίστων νοσημάτων ἰατῆρα πανάριστον. Διὸ παῤῥησίαν κεκτημένη πρὸς τὸν φιλάνθρωπον Θεόν, τῇ ἀπαύστῳ πρεσβείᾳ σου, τῶν ψυχικῶν ἡμᾶς παθῶν καὶ σωματικῶν ἐλευθέρωσον.


Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι…


















Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ γαληνότατος νοῦς, ἡ ἱλαρᾷ καὶ τῇ μορφῇ καὶ τοῖς ὄμμασιν, ἡ πράξει καὶ θεωρίᾳ κεκοσμηκυῖα σαυτήν, καὶ τὸν νοῦν ὑψώσασα πρὸς Κύριον, ὁρῶσα τὴν τούτου, ἀληθῆ δόξαν ἔνδοξε, καὶ λαμπομένη, παρ’ Αὐτοῦ θείαν ἔλλαμψιν, ἀξιάγαστε, Φιλοθέη ἀείμνηστε. Μέμνησο οὖν πρὸς Κύριον, δεόμεθα πάντερπνε, τῶν ἐκτελούντων τὴν μνήμην, καὶ προσκυνούντων τὰ λείψανα, τυχεῖν σαῖς πρεσβείαις, σωτηρίας καὶ εἰρήνης, καὶ τοῦ ἐλέους αὐτού.


Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Χαίροις, μοναζουσῶν καλλονή, καὶ τῶν μιγάδων ἀδιάσειστον ἕρεισμα, καὶ πάντων τῶν πενομένων καὶ τῶν νοσούντων ὁμοῦ, καὶ νηπίων μέγα καταφύγιον, καὶ ξένων ἐπίσκεψις, ὀρφανῶν παραμύθιον, Μήτηρ γὰρ τούτων, καὶ ποιμὴν ἐχρημάτισας, καὶ διέσωσας, ἀπὸ ζάλης καὶ θλίψεως, ὅθεν τὴν μακαρίαν σου, καὶ θείαν μετάστασιν, ἀνευφημοῦμεν Ὁσία, καὶ μεγαλύνομεν σήμερον, σεπτὴ Φιλοθέη, διὸ πρέσβευε Κυρίῳ, ἐλεηθῆναι ἡμᾶς.


Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου καὶ κατηύθηνε ταὰ διαβήματά μου.

Πάντας, τοὺς πρὸ Χριστοῦ τοῦ Θεοῦ, καὶ μετὰ τοῦτον ἐναρέτους ἐζήλωσας. Δαυΐδ γὰρ ταὸ πρᾷον ἔσχες, καὶ Σολομῶντος σεμνή, τὴν σοφίαν ὄντως τὴν πανθαύμαστον, Σαμψὼν τὴν ἀνδρείαν, καὶ Ἀβραὰμ τὸ φιλόξενον, ὑπομονήν τε, τοῦ Ἰὼβ καὶ Προδρόμου δέ, θείαν ἄσκησιν, Ἀντωνίου καὶ Σάββα τε, χρύσεα ἤθη, Μῆτέρ μου, σεπτοῦ Χρυσοῤῥήμονος, καὶ τῶν Ἁγίων ἁπάντων, τὰ ἀγλαὰ κατορθώματα, διὸ καὶ χορεύεις, μετὰ πάντων τῶν Ἀγγέλων, καὶ τῶν Ὁσίων σεμνή.


Δόξα. Ἦχος πλ. Β΄.

Μνήμη δικαίου, Σολομὼν φησί, μετ’ ἐγκωμίων τελεῖται, καὶ ὁ λαὸς σὸν αὐτῷ ἀγάλλεται, τοῦτο γὰρ αὐτὸς αἰνιττόμενος ἐφθέγξατο· ἐγκωμιαζομένου δικαίου εὐφρανθήσονται λαοί, διὸ Μῆτερ Φιλοθέη, καὶ ἡμεῖς πιστῶς τὴν μνήμην σου τιμῶντες, καὶ προσκυνοῦντες ἀξίως, τὸ θεῖον καὶ σεβάσμιόν σου σκῆνος, ἐν ψαλμοῖς καὶ ὕμνοις φιλοφρόνως ἐγκωμιάζομεν. Πρέσβευε οὖν δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή…




Νῦν ἀπολύεις.

Τρισάγιον.


Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης. (Ἰωάννου Μαρτίνου).[4] 

Ἀθηνῶν τῶν κλεινῶν τε νῦν καὶ πάλαι τὸ βλάστημα, καὶ τῶν χθὲς καὶ πρώην Ὁσίων τὸ ἀρίζηλον καύχημα, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, Ὁσίαν Φιλοθέην εὐλαβῶς· ὅτι τὸν Χριστὸν εὐτόνως, πάντων τῶν γεηρῶν ἀντήλλαξεν, ἔχουσα οὖν συμπρεσβευτήν, τὸν παμμέγαν Διονύσιον, σῶζε τοὺς προσκυνοῦντας, εὐσεβῶς τὸ πάνσεπτον σκῆνός σου.

































ΟΡΘΡΟΣ


Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀνέδειξε σήμερον τὴν Φιλοθέην πιστοί, ἡ θείας Μητρόπολης τῶν Ἀθηνῶν καὶ λαμπρά, ὡς μέγα θησαύρισμα, πάντες οὖν ἐν αἰνέσει, ἐν τῇ ταύτῃ κηδείᾳ, ᾄσμασι θεηγόροις εὐφημήσωμεν ταύτην, βοῶντες ταύτῃ ἐκτενῶς· σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν χάριν νῦν ἅπαντες ἀνευφημήσωμεν, Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὡς δι’ αὐτῆς τὴν χαράν, τῷ κόσμῳ αὐγάσαντος. Λύσιν τῆς ἁμαρτίας εὑραμένη ἡ φύσις, ἅπασα τῶν ἀνθρώπων, γηθομένη κραυγάζει· εὐχαῖς Αὐτῆς Κύριε, ῥῦσαι ἡμᾶς τῶν δεινῶν.


Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν.

Καθαρθεῖσα τὸ σῶμα καὶ τὴν ψυχήν, καὶ τὰς φρένας καρδίαν καὶ λογισμόν, δοχεῖον γεγένησαι, καὶ λαμπρὸν οἰκητήριον, τῆς Ἁγίας Τριάδος, Ὁσία ἀοίδιμε, τῶν Ἀθηνῶν τὸ κλέος, Φιλοθέη πανεύφημε[5] , ὅθεν συνελθόντες, οἱ πιστοὶ κατὰ χρέος, γεραίρομεν ἅπαντες, τὴν ἁγίαν σου κοίμησιν, καὶ πιστῶς ἐκβοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ἀστραπόμορφον ἅρμα βασιλικόν, πορφυρίζουσα κλίνη, θρόνε χρυσέ, παλάτιον πάντερπνον, καὶ παστὰς θεαυγέστατε, παναγιωτάτη σκηνὴ ἁλουγόχροε, ὡραϊσμένη πύλη ναὲ θεοδόξαστε, ὄχημα τοῦ Λόγου, τὸ παγκόσμιον ὄντως, καὶ κλίμαξ χρυσόπλοκε, χρυσαυγίζουσα γέφυρα, καὶ χρυσήλατε τράπεζα, χαῖρε θεία λαβίς, καὶ φωτώνυμε, παναγιωτάτη Μήτηρ Θεοῦ τοῦ Παντάνακτος.













Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Δεῦτε πάντες οἱ πιστοί, ἐν ὑμνωδίαις ἱεραῖς, καταστέψωμεν φαιδρῶς, καὶ μεγαλύνωμεν πιστῶς, τὴν ἐν Ἀθήναις ἐκλάμψασα εὐσεβοφρόνως, καὶ κράξωμεν αὐτῇ, ἐν κατανύξει ψυχῆς, καὶ χείλεσιν ἁγνοῖς, καὶ ἐν καρδίᾳ φαιδρᾷ· παρισταμένη Μῆτερ οὖν πᾶσι τοῖς Ἁγίοις ἐν τῷ φωτὶ του Παντάνακτος, πρεσβείαν ποίει, ὑπὲρ τῶν δούλων, τῶν πιστῶς εὐφημούντων σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Δοχεῖον ὤφθη ἐκλεκτόν, Παρθενομῆτορ Μαριάμ, καὶ θρόνος πύρινος Θεοῦ, καὶ κλίνη πάγχρυσος σεμνή, πεποικιλμένη καθέδρα τοῦ Βασιλέως, οἶκος καὶ παλάτιον πάντερπνον, νεφέλη χρυσαυγὴς καὶ ἀείφωτος, καὶ κιβωτὸς καὶ στάμνος μανναδόχος, καὶ χρυσοπόρφυρος θάλαμος, διὸ τὸ χαῖρε, σὺν τῷ Ἀγγέλῳ καὶ ἡμεῖς μελῳδοῦμέν σοι.


Οἱ Ἀναβαθμοί· ταὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον, ήχος δ΄: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν΄ ψαλμός

Δόξα: Ταῖς τῆς Φιλοθέης…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…

Μύρον ἐν Ἀθήναις ἀνεδείχθης, Φιλοθέη χρυσόηθε, μυρίζουσα τὰ καρδίας τῶν πιστῶν, τοῖς μυριπνόοις σου διδάγμασιν, ἀλλὰ μύρισον καὶ ἡμῶν τὰς καρδίας νοητῶς, τῶν ἐν πίστει τελούντων τὴν σεβάσμιον μνήμην σου.














Οἱ Κανόνες· τῆς Θεοτόκου (βλέπε Θεοτοκάριον Ἀγαπίου, ἦχος πλ. Δ΄, Κυριακὴ ἑσπέρας)· καὶ τῆς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς: Μέλος σοι τερπνὸν ὦ Θεοῦ φίλη ᾄδω. Ἰσαάκ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Μονὰς ἅς ἐπόθησας τὰς οὐρανίους θεόληπτε, νῦν εὗρες ὦ Μῆτέρ μου, μισθὸν τῶν πόνων σου, ὧν ὑπήνεγκας, ἐν τῷ παρόντι βίῳ, εὐχαῖς καὶ δεήσεσι Κυρίῳ ᾄδουσα.

Ἐλίους σῦ ἄφθονος πηγὴ Ὁσία τεθέασαι, πτωχοὺς καταρδεύουσα, πλουσιωτάταις ῥοαῖς, ὅθεν στέφανον, σῇ κορυφῇ ἐδέξω, ἀξίως ὦν ἔσπειρας σῶν γεωργίων καρπῶν.

Λαλεῖν σοι οὐ δύναμαι τῶν ἀρετῶν τὴν εὐπρέπειαν, καὶ ὕψος τὸ ἔνθεον, ᾧ ὡραΐσθης σεμνή, καὶ ἀνύψωσας, πρὸς τὰς ἐπουρανίους, σκηνώσεις καὶ δεδόξασαι παρὰ τοῦ πάντων Θεοῦ.

Θεοτοκίον.

Ὁλόκληρον φύλαττε τὴν ποίμνην Παναγία Δέσποινα, Μαρία Θεόνυμφε, ἥν ἡ Φιλοθέη κατῳκίσατο, ἐνθάδε τοῦ δοξάζειν, τὸν ἄσπορον τόκον Σου, καὶ Σὲ Παρθένε Ἁγνή.


ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Σὺ τὸν πλοῦτον ἔνειμας Ὁσία, τὸν σὸν δεομένον τὸν ῥευστόν, και γὰρ ἐν τούτῳ πάνσεπτε, καυχᾶσθαι οὐ προήρησαι, ἀλλ’ ἀντὶ τούτου δέδεξαι, σῇ κορυφῆ δόξης στέφανον.

Σαῖς προσευχαῖς πρὸς τὸν Δεσπότην, περίσωζε ἀεὶ τὴν ποίμνην τὴν σήν, καταγεραίρουσάν σε πάνσεμνε, ὡς θεῖον ἐνδιαίτημα, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν, κατὰ δαιμόνων ἐνίσχυσον.

Ὁδὸν τὴν ἀπάγουσαν εἰς ἄνω, εὑροῦσα διώδευσας σεμνῶς, ὅθεν καὶ πρὸς οὐράνιον, ἐλήλυθας πολίτευμα, καὶ τοῖς Ὁσίοις ἅπασιν, Ὁσία συγκατηρίθμησαι.

Θεοτοκίον.

Ἰάσεις παρέχουσα παντοίας, τοῖς πόθῳ τιμῶσί Σου Ἁγνή, τὸν Τόκον τὸν ἐκ Πνεύματος, Ἁγίου συλληφθέντα Σοι, παράσχου καὶ τοῖς δούλοις Σου, ἡμῖν πταισμάτων ἄφεσιν.












Κάθισμα. Ἦχος πλ. Δ΄. Τὸ προσταχθέν.

Καταλιποῦσα, τὰ τῆς γῆς ὦ Φιλοθέη, μετέστης ἄνω πρὸς μονὰς τὰς οὐρανίους, καὶ πρεσβεύεις σὺν πᾶσι τοῖς ἐπουρανίοις, Ὁσίοις ἅμα Δικαίοις καὶ τοῖς λοιποῖς, καὶ πᾶσι τοῖς ἄνω Νόοις καὶ Λειτουργοῖς, καὶ κραυγάζειν τό· Ἅγιος Ἅγιος Ἅγιος εἶ Θεὲ ὑπεράγαθε, σῶζε πάντας οὕς ἔπλασας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεοχαρίτωτε, Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ Σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.


ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Τὴν Ὁσίαν Φιλοθέην φιλοφρόνως τιμήσωμεν, ἐν ᾠδαῖς ᾀσμάτων ταύτην εὐσεβῶς μεγαλύνοντες, αὕτην γὰρ ὤφθη δοχεῖον Θείου Πνεύματος, καὶ πεφώτισται, τούτου ταῖς θείαις λαμπρότησι.

Ἐπὶ θρόνου καθημένη θείας δόξης πανθαύμαστε, τοὺς τὴν σὴν τελοῦντας μνήμην εὐσεβῶς διαφύλαττε, ταῖς σαῖς πρεσβείαις ὦ Μῆτερ ταῖς πρὸς Κύριον, ᾧ βοᾶς ἀεί· Δόξα Χριστὲ τῇ δυνάμει Σου.

Ῥωμαλαίᾳ διανοίᾳ καὶ γενναίῳ φρονήματι, τὰς Κυρίου Μῆτερ πάσας ἐντολὰς ἐκτετέλεκας, ὡς κτησαμένη ἀγάπην τὴν πρὸς Κύριον, καὶ τοῦ τέλους, τελείαν Ὁσία ἀείμνηστε.

Θεοτοκίον.

Παναγία Θεοτόκε τοὺς εἰς Σὲ καταφεύγοντας, ἐκ κινδύνων ῥῦσαι πάντων καὶ σκανδάλων τοῦ ὄφεως, τὴς Φιλοθέης πρεσβείαις ἧν δοξάζομεν, μετὰ Σὲ καὶ γὰρ ὤφθη Κυρίῳ δουλεύουσα.


ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Μόνην τὴν φερέσβιον, εὑροῦσα κατετρύφησας, πᾶσαν θειοτέραν θεωρίαν, δι’ ἧς ἀνήχθης εἰς θείαν ὄντως ζωήν, και γέγονας πᾶσι τοῖς πιστῶς, ἐπικαλουμένοις σε, ἐναντίων ὑπέρμαχος.

Ὁ βίος σου ἔνθεος, καὶ ἀρεταὶ θαυμάσιαι, καὶ τὰ κατορθώματα γενναῖα, ὅθεν καὶ δόξης πλείστης ἠξίωσαι, τῆς ἄνωθεν Μῆτερ ἐκ Θεοῦ, ὅνπερ καθικέτευε, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Νοῦς ἅπας ἀνθρώπινος, ἀδύνατον λογίσασθαι, τοὺς κινδύνους Μῆτερ καὶ τὰς θλίψεις, ἅσπερ ὑπέστης ὑπὸ τῶν ἔξωθεν[6] , ἀκλόνητον σχοῦσα λογισμόν, πίστει τῇ πρὸς τὸν Κύριον, οὗ τὸν λόγον τετήρηκας.




Θεοτοκίον.

Ὦ Πάναγνε Δέσποινα, τὸν Κύριον ἡ τέξασα, σῶζε τοὺς εἰς Σὲ τεθαῤῥηκότας, καὶ τῆς μελλούσης πάντας κολάσεως, ἀπάλλαξον Ἄχραντε σεμνή, παῤῥησίαν ἔχουσα, μητρικὴν πρὸς τὸν Κύριον.


ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Θεοῦ, ὡς Παῦλος ὑπάρξασα, γεώργιον Ὁσία ἀπέδωκας, ἑκατοστεύοντα, τῶν ἀρετῶν σου τὸν ἔνθεον, καρπὸν Χριστῷ τῷ σὲ γεωργήσαντι.

Ἐκπλήττει πᾶσαν διάνοιαν, βροτῶν τὰ παρὰ σοῦ νῦν τελούμενα, ψυχὰς ἀνθέλκης γάρ, ἐζοφωμένας τοῖς πταίσμασι, πρὸς θεῖον φῶς Ὁσία, τοῖς σοῖς διδάγμασι.

Ὁσίαν, ᾦδε διάξασα, νῦν εὗρες[7]  Μῆτερ οὐράνιον, ἧς καθικέτευε, ἀξιωθῆναι τοὺς δούλους σου, τοὺς σὲ νῦν εὐλαβῶς μακαρίζοντας.

Θεοτοκίον.

Ὑμνοῦμεν, Ἄχραντε Δέσποινα, τὸν Τόκον Σου ἀσπόρως ἐκλάμψαντα, ἐκ Σοῦ Θεόνυμφε, καὶ Σὲ Παρθένε γεραίρομεν, ᾠδαῖς ἀπαύστοις ὡς Ἁγνὴν Θεομήτορα.


Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Μνηστευθεῖσα ἄμωμε, τῷ τοῦ Πατρὸς θείῳ Λόγῳ, καθαρὸν καὶ ἄσπιλον, αὐτῷ σαυτὴν διετήρεις, ὅθεν σε, πρὸς τὸν νυμφῶνα τῆς ἄνω δόξης, κέκληκεν, ὁ σὸς Νυμφίος, ᾧ συναγάλλῃ και πρεσβεύει Φιλοθέη, σωθῆναι πάντας ἡμᾶς ἀξιάγαστε.

Οἷκος.

Πᾶσα γλῶσσα κινείσθω, πρὸς εὐφημίαν τῆς πανευφήμου Φιλοθέης, ἅπαν γένος καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι τοῦ Χριστοῦ, τὴν μυροβλύτισσα ἐγκωμίοις καταστέψωμεν. Νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀποῤῥίψασα, δι’ ἀσκητικῶν πόνων τὸν τύραννον ἐχθρὸν καταβέβληκεν. Οὐρανίῳ δὲ καὶ θείῳ στέφει κοσμουμένη, αἰτεῖται παρὰ Χριστοῦ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.











Συναξάριον.

Τῇ ΙΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τῆς Ὁσίας καὶ Θεοφόρου Μητρὸς ἡμῶν Φιλοθέης τῆς ἐξ Ἀθηνῶν.

Στίχοι:

Ἡ Φιλοθέη τῶν τῇδε μεταστᾶσα,

Χαίρουσ’ ἀνῆλθε πρὸς Μονὰς οὐρανίους.[8] 

Αὕτη ἡ μακαρία ὡρμᾶτο ἐξ Ἀθηνῶν, θυγάτηρ γονέων περιφανῶν λίαν καὶ εὐσεβῶν, πατρὸς μὲν Ἀγγέλου Βενιζέλου, μητρὸς δὲ Συρόγης, ἥτις στεῖρα οὖσα διὰ προσευχῆς, ἀπέφερε καρπὸν κοιλίας αὐτῆς τὴν ἀοίδιμον ὀνομάσα αὐτὴν Ῥεβοῦλαν. Αὐξηθεῖσα δὲ σωματικῶς καὶ προκόπτουσα ἐκ παραλλήλων ψυχικῶς, τῇ ἀπαιτήσει τῶν γονέων αὐτῆς, καίτοι ἄκουσα, συνεζεύχθη δωδεκαετὴς οὖσα ἀνδρὶ σκληρογνώμῳ καὶ ἀπανθρώπῳ, μετὰ πολλῆς ὑπομονῆς καὶ καρτερίας ὑποστᾶσα παρ’ αὐτοῦ πολλὰς θλίψεις καὶ παντοίας τιμωρίας καὶ κακώσεις. Τούτου δὲ μετά τινα χρόνον ἀποθανόντος, μετὰ δεκαετῆ δὲ χηρείαν καὶ τῶν γονέων αὐτῆς πρὸς Κύριον μεταστάντων, δοῦσα δόξαν τῷ Θεῷ ἡ Ὁσία ἐπεδόθη πλέον ἐλευθέρα τῇ ἀσκητικῇ διαγωγῇ, σχολάζουσα νηστείαις, ἀγρυπνίαις καὶ προσευχαῖς. Τότε δι’ ἕν ὁράματι ἐπιταγῆς τοῦ Ἁγίου Ανδρέου τοῦ Πρωτοκλήτου, οἰκοδομεῖ παρθενῶνα, ἐπ’ ὀνόματι τούτου τοῦτον τιμήσασα. Μεθ’ ὅ κειραμένη τὴν κόμην καὶ Φιλοθέη μετονομασθεῖσα ἐν αὐτῷ ὡς ἐν ἀσκητικῷ σταδίῳ εἰσεπήδησε συνεπαγομένη μεθ’ ἑαυτῆς τάς τε ἰδίας αὐτῆς θεραπαινίδας, οὐ μὴν ἀλλὰ καὶ οὐκ ὀλίγας τῶν ἐν τῇ πόλει περιβλέπτων παρθένων, αἵτινες ἁσμένως τοῖς προσκαίροις καὶ φθειρομένοις τοῦ κόσμου τερπνοῖς ἀποτασσόμενας καὶ τὸ μοναχικὸν ἐνδυόμενας σχῆμα ὑπὸ τῇ καθηγεμόνι τῇ μακαρίᾳ τῇδε ὑπετάσσοντο καὶ ὑπέκυπτον· ἥτις οὐ ἐπαύετο ἐπιδεικνυμένη τοῖς δεομένοις τὸ συμπαθὲς καὶ φιλόξενον, καὶ ἀκαταπαύστως ταῖς παννύχοις στάσεσι καὶ τῇ ἄκρᾳ ἐγκρατείᾳ σχολάζουσα· ἀνθ’ ὧν τὴν τῶν θαυμάτων ἐνέργειαν ἐχαρίσατο αὐτῇ ὁ Κύριος. Ἠξιώθη δὲ ἡ ἀείμνηστος μαρτυρικοῦ τέλους. Ἐν τῷ ἐν Πατησίοις γὰρ ἑτέρῳ Μονυδρίῳ ὅπερ αὐτὴ ᾠκοδόμησεν, ἠγρύπνει μετὰ τῶν λοιπῶν ἀδελφῶν ἡ Ἁγία ἐπὶ τῇ μνήμῃ τοῦ Ἁγίου Διονυσίου τοῦ Ἀρεοπαγίτου, ὅτε εἰσπηδήσαντες ἐν αὐτῷ πέντε Ἀγαρηνοί, ἥρπασαν αὐτὴν καὶ πλείστας μαστιγώσεις καὶ τραύματα αὐτῇ ἐπενεγκόντες ἐγκατέλιπον σχεδὸν ἡμιθανῆ. Ἡ δὲ ἐπὶ τούτῳ πολλὰς εὐχαριστίας τῷ Θεῷ ἀναπέμπουσα μετ’ ὀλίγον χρόνον ἐκ τῶν πληγῶν ἐκείνων ἐδέξατο τὸ μακάριον τέλος καὶ ἀπῆλθε πρὸς τὰς οὐρανίους χοροστασίας κατὰ τὸ ᾳφπθ΄ (1589) ἔτος ἀπὸ Χριστοῦ, Φεβρουαρίου ιθ΄, μύρου καὶ εὐωδίας ἀναδοθείσης ἐκ τοῦ τάφου καὶ τοῦ λειψάνου αὐτῆς.

Σημείωσαι δ’ ὅτι ἡ ὑπὸ τῆς Ὁσίας οἰκοδομηθεῖσα Μονὴ τοῦ Ἁγίου Ἀνδρέου, μετὰ τὴν ἀπελευθέρωσιν τῆς Ἑλλάδος μετεβλήθη εἰς Μητροπολιτκὸν Μέγαρον, διαλελυμένη τότε οὖσα, ἐν ᾧ καὶ τὸ παρεκκλήσιον τοῦ Ἀποστόλου Ἀνδρέου. Τὸ δὲ ἅγιον καὶ τίμιον αὐτῆς λείψανον σώζεται ἀδιαλώβητον,ἐλλειπούσης μόνον τῆς κάρας, ἀποκείμενον ἐν τῇ Μητροπόλει τῶν Ἀθηνῶν[9] .

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀπόστολων Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας.

Στίχοι:

Ποθῶν τὸν ἀκρόγωνον Ἄρχιππον λίθον,

Κατηλοήθη τῷ πόθῳ τούτου λίθος.

Χώραν φιλοῦντα τὸν Φιλήμονα χλόης,

Χλωροῖς λύγοις τύπτουσιν ἠκανθωμένοις.

Ἡπλωμένην παίουσιν εἰς γῆν Ἀπφίαν,

Εἰς οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας.

Ἄρχιππος δεκάτῃ ἐνάτῃ θάνε χερμαδίοισιν.

Οὗτοι ὑπῆρχον ἐπὶ τῆς βασιλείας Νέρωνος, μαθηταὶ χρηματίσαντες Παύλου τοῦ Ἀποστόλου. Ἑορτῆς δὲ τῆς Ἀρτέμιδος ἀγομένης ἐν Κολάσσαις, ἥτις ἐστὶ πόλις Φρυγίας καὶ αὐτῶν τῷ Θεῷ τὴν δοξολογίαν ἀναφερόντων τῇ ἐκκλησίᾳ, ἐπιθέμενοι αὐτοῖς οἱ ειδωλολάτρες, τῶν ἄλλων φυγόντων, μόνων δὲ αὐτῶν ὑπομεινάντων, συνέσχον αὐτούς, καὶ ἤγαγον παρὰ Ἀνδροκλεῖ. Τύπτεται οὖν παραυτίκα ὁ Ἄρχιππος, καὶ μὴ πεισθεὶς θῦσαι τοῖς εἰδώλοις, εἰς βόθρον ἐμβάλλεται μέχρι ὄσφυος, καὶ οὕτω λιθολευστεῖται, πρότερον ὑπὸ παιδων ῥαφίσι κεντηθείς. Ὁ δὲ Ἅγιος Φιλήμων καὶ ἡ Ἀπφία διαφόρως βασανισθέντες, τέλει βίου ἐχρήσατο.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου, Ἡσυχίου καὶ Ἀσκληπιοδότης.

Στίχοι:

Ἀνδρῶν τριὰς σύναθλος εὐσθενεστάτη,

ἀνδρίζεταί σοι καὶ τομῆς Τριὰς μέχρι.

Ἔστεφε Χριστὸς τὴν Ἀσκληπιοδότην,

ἧς ἐξέκοψε τὴν κεφαλὴν τὸ ξίφος.

Οὗτοι, παραστάντες τῷ ἄρχοντι, καὶ μὴ πεισθέντες τὸν Χριστὸν ἐξομόσασθαι, πολλαῖς ἀικίαις ὑπεβλήθησαν βασάνων, πρότερον μὲν ἐπὶ ξύλου ἀναρτηθέντες, καὶ ξεσθέντες σιδηροῖς ὄνυξιν, εἶτα ἐκ πόλεως εἰς πόλιν μεταφερόμενοι, καὶ περιελκόμενοι, θηρίοις ὠμοτάτοις ἐκδίδονται. Ἡ δὲ Ἀσκληπιοδότη πτερνισθεῖσα, καὶ ἐπὶ ξύλου τανυσθεῖσα, ὑπεράνω τῶν βασάνων ἐγένετο. Ὅθεν πάντες ὁμοῦ λίθοις βάλλονται, καὶ ἐν ἁλσωδέσι τόποις συρέντες, ξίφει τελειοῦνται.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶνΣωφρονίου τοῦ Ἐπισκόπου.








Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶνῬαβουλᾶ.

Στίχοι:

Βουλὰς Ῥαβουλᾶς θεὶς ἀπράκτους δαιμόνων,

ἀπῆλθε βουλῇ τοῦ Θεοῦ τῶ ἐνθάδε.

Οὗτος, ἐν τῇ πόλει Σαμοσατέων γεννᾶται, παρά τινος Βαρυψαβᾶ παιδευθείς, ἀνδρὸς ἐνδοξοτάτου. Ὅς τῇ Σύρων γλώττῃ διαλεγόμενος, καὶ ἐκ νεαρᾶς ἡλικίας πᾶσαν ἀρετὴν μετερχόμενος, τὸν μονήρη βίον ὑποδύεται, καὶ μονωθείς, ἐν ὄρεσι καὶ σπηλαίοις κατὰ τὸν μέγαν Ἡλίαν καὶ Ἰωάννην τὸν Βαπτιστὴν διῆγε. Μετὰ δέ τινας χρόνους, γενόμενος ἐν Φοινίκῃ, μεθ’ ἑτέρου τινός, ταῖς ἀρεταῖς διαυγέστερον λάμψας, καὶ μὴ βουλόμενος, ἐμφανὴς τοῖς μεγάλοις γίνεται. Διὸ τῇ συνεργίᾳ Ζήνωνος τοῦ βασιλέως, καὶ Ἰωάννου προέδρου τῆς Βηρυττοῦ, μέσον τοῦ ὄρους μοναστήριον μέγα πεποίηκε.

Τότε δή, καθάπερ Παῦλος καὶ Βαρνάβας, ἤ εἰπεῖν Πέτρος καὶ Ἰωάννης, Ῥαβουλᾶς καὶ οἱ σὺν αὐτῷ μέσον τῶν εἰδωλομανούντων ἐλογίζετο, πῇ μὲν ἐλέγχοντες, πῇ δὲ νουθετοῦντες, μικροῦ δεῖν πάντας τοὺς ἐκεῖσε κατοικοῦντας πρὸς θεογνωσίαν μετέβαλον. Τοῦτο δὴ πρῶτον ἔργον τοῦ μακαρίου ἐξαίρετον. Μετὰ δὲ Ζήνωνα, διαδέχεται τὰ σκῆπτρα τῆς βασιλείας Ἀναστάσιος. Τῇ οὖν τούτου πάλιν συνεργίᾳ, ἕτερον μοναστήριον κατεσκεύασε τὸ Ῥαβουλᾶ προσαγορευόμενον. Μετὰ δὲ τούτων, καὶ ἕτερα πολλὰ μοναστήρια συνεστήσατο ἐν διαφόροις τόποις.

Ἧν δὲ ὁ μακάριος ἐν πᾶσι νηφάλιος, κόσμιος, ἐπιεικής, διδακτικός, ἀόργητος, συμπαθής, φιλάδελφος, καὶ πρὸς πάντας εὔσπλαγχνος. Οἵῳ δὲ πάλιν ὁ πονηρὸς αὐτῶ ἐνοχλῶν ὑπεισήρχετο, αὐτὸς πεπυκνωμένος ὤν ὑπὸ τῆς Παλαιᾶς καὶ νέας Γραφῆς, τὸ ἀντίῤῥοπον ἐπιλέγων καὶ ἐργαζόμενος, ἐφυγάδευε τὸ ὀχλοῦν αὐτῷ· τοιοῦτος ἦν ὁ μακάριος. Ἔζησε δὲ μέχρι Ἰουστινιανοῦ τοῦ βασιλέως, ἤγουν τοῦ μεγάλου, τοῦ τὴν Ἁγίαν Σοφίαν οἰκοδομήσαντος. Καὶ γενόμενος ἐτῶν ὀγδοήκοντα, καὶ μικρόν τι προσβιούς, ἤκουσε φωνῆς ἄνωθεν λεγούσης αὐτῷ: Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγω ἀναπαύσω ὑμᾶς.Ταύτης ἐπακούσας καὶ μικρὸν νοσήσας, ἀπῆλθε πρὸς Κύριον.















Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν Εὐγενίου καὶ Μακαρίου.

Στίχοι:

Ὡς εὐγενεῖς ὅρπηκες ἐν γῇ Μακάρων,

Οἰκοῦσιν Εὐγένιος σὺν Μακαρίῳ.

Ἰουλιανοῦ, κατὰ συγχώρησιν Θεοῦ βασιλεύοντος ἐν Βυζαντίῳ, οἱ Χριστιανοὶ πάντες περιέκρυπτον ἑαυτούς, διὰ τὰς μυσαρὰς αὐτοῦ καὶ ἐναγεῖς θυσίας. Οἱ δὲ ὁμόφρονες αὐτῷ Ἕλληνες, οὐ μόνον ἀσελγοῦντες, σὺν αὐτῷ τοῦ αἰωνίου πυρὸς ὑπέκκαυμα ἑαυτοὺς παρεσκεύαζον, ἀλλὰ καὶ τοὺς Χριστιανοὺς τοῦτο ποιεῖν κατηνάγκαζον, καὶ μὴ θέλοντας. Τότε ὁ Μακάριος καὶ ὁ Εὐγένιος, οἱ τοῦ Χριστοῦ θεράποντες, κρατηθέντες, ὡμολόγησαν τὸν Χριστὸν ἐνώπιον αὐτοῦ, Θεὸν εἶναι ἀληθινόν· αὐτὸν δὲ τὸν ἀσεβῆ καὶ ἀλάστορα ἤλεγξαν, ὡς παραβάντα τὴν ἐντολὴν τοὺ Θεοῦ, καὶ Ἕλληνα καὶ εἰδωλολάτρην γεγονότα.

Διὸ καὶ εἰς ὀργὴν τραπείς, ἱμάσι λεπτοῖς προστάξας δεθῆναι τούτους, ἐκρέμασε κατὰ κεφαλῆς· καὶ ἐπὶ πολλὰς ὥρας ἐκάπνιζεν αὐτοὺς δριμεῖαν κόπρον ὁ ἄθλιος. Εἷθ’ οὕτως ἐσχάραν σφοδρῶς ἐκπυρώσας, ἐκεῖσε τοὺς Ἁγίους γυμνοὺς ἁπλωθῆναι ἐκέλευσεν. Οἱ δὲ μακάριοι, τὰ ὄμματα πρὸς οὐρανὸν ἄραντες, καὶ ὑπὸ θείας δυνάμεως φυλαττόμενοι, ἤλεγχον τὴν κακόνοιαν αὐτοῦ, ἀβλαβεῖς διαμένοντες. Τότε σιδηρώσας αὐτούς, ἐν Μαυριτανίᾳ εἰς ἐξορίαν ἀπέτειλεν. Οἱ δὲ Μάρτυρες πορευόμενοι ἐν τῇ ἐξορίᾳ, ἔχαιρον ὑπὲρ Χριστοῦ διωκόμενοι, καὶ ψάλλοντες ὁμοῦ τό: Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· ηγαλλιῶντο τῷ Πνεύματι.

Φθάσαντες δὲ ἐκεῖσε, εἰς ὑψηλὸν τόπον ἀνῆλθον μόνοι διάγοντες. Οἱ δὲ ἐγχώριοι ἔλεγον αὐτοῖς: Ἐξέλθετε ἀδελφοὶ μακρὰν τῆς δε τῆς γῆς, ὅτι δράκων πονηρὸς οἰκεῖ ἐν αὐτῇ, τοῖς πλησιάζουσιν ὄλεθρος. Καὶ τῶν Ἁγίων εἰπόντων:Ὑποδείξατε ἡμῖν τὸ σπήλαιον, ἐν ᾧ τὴν οἴκησιν κέκτηται τὸ θηρίον·ἀπαγάγοντες αὐτούς, ὑπέδειξαν μακρόθεν τὸ σπήλαιον. Καὶ κλίναντες τὰ γόνατα ἐπ’ ἐδάφους, προσηύξαντο οἱ μακάριοι. Καὶ εὐθέως ἀστραπῆς ἄνωθεν κατελθούσης, ἐνέπρησε τὸν δράκκοντα, προσφάτως αὐτὸν ἐκπηδήσαντα ἐπὶ τῷ φυγεῖν, ὥς τε καὶ τὸν χοῦν τῆς γῆς σὺν αὐτῷ κατακαυθῆναι καὶ τὸν ἀέρα βιαίας πνοῆς λυμαντικῆς ἐμφορηθῆναι.

Τοῦτο τὸ θαῦμα οἱ ἐγχώριοι θεασάμενοι, Ἕλληνες ὄντες, ἐπίστευσαν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ εἰσελθόντες οἱ Ἅγιοι εἰς τὸ σπήλαιον τοῦ δράκοντος, προσηύχοντο ἐφ’ ὅλαις ἡμέραις τριάκοντα, μὴ ἔχοντές τι πρὸς βρῶσιν καὶ πόσιν. Ἀλλ’ ἦλθε μετὰ ταῦτα φωνὴ λέγουσα: Δοῦλοι τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, προσέλθετε ταύτῃ τῆς πλησίον ἡμῶν πέτρᾳ. Οἱ δὲ προσχόντες, εἶδον φῶς ἐν αὐτῇ, καὶ ἐσχίσθη εἰς δύο μέρη, καὶ ἐξῆλθεν ὕδωρ πολύ· ἐξ οὗ ἀρυσάμενοι οἱ Ἅγιοι, καὶ εἰς κόρον ἐμφορηθέντες, τῆς τε πείνης καῖ δίψης ἐκουφίσθησαν εὐθέως. Καὶ τῇ τριακοστῇ ἡμέρᾳ ᾐτήσαντο διὰ προσευχῆς οἱ μακάριοι ἀναλύσαι, καὶ σὺν Χριστῷ εἶναι· καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσας ὁ Κύριος, μετέστησεν ἀμφοτέρους δοξάζοντας καὶ εὐλογοῦντας αὐτόν.




Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶνΚόνωνος.

Οὗτος ἦν Κίλιξ το γένος, ἀπετάξατο δὲ ἔτι νέος ὤν ἐν τῇ Μονῇ τοῦ Πενθουκλᾶ, τῇ οὔσῃ πλησίον τοῦ Ἰορδάνου, πρεσβύτερος γεγονώς, καὶ εἰς αὐτὸν τὸν ἄκρον τῆς ἀσκήσεως φθάσας. Ἐπεὶ δὲ ἐγνώσθη τὰ περὶ τῆς αὐτοῦ θαυμαστῆς ἀρετῆς τῷ τότε Ἀρχιεπισκόπῳ Πέτρῳ, ἐτάχθη παρ’ αὐτοῦ βαπτίζεν πάντας τοὺς ἐν τῷ Ἰορδάνῃ προσερχομένους. Ἔχριεν οὖν αὐτοὺς καὶ ἐβάπτιζε. Καθότι οὖν ἔχριε γυναῖκα, ἐσκανδαλίζετο, καὶ διὰ τοῦτο ἐβούλετο ἀναχωρῆσαι τοῦ Κοινοβίου. Ὁσάκις οὖν ἔσχε λογισμὸν ἀναχωρῆσαι, ἐφίστατο αὐτῷ ὁ μακάριος Ἰωάννης ὁ Βαπτιστὴς καὶ Πρόδρομος τοῦ Κυρίου, λέγων: Καρτέρησον γέρων, καὶ κουφίζω σε τοῦ πολέμου.

Ἐν μιᾶ οὖν τῶν ἡμερῶν, ἦλθε κόρη Πέρσισσα τοῦ βαπτισθῆναι, ἦν δὲ εὐείδης σφόδρα καὶ τοσοῦτον ὡραία, ὥς τε μὴ δυνηθῆναι τὸν Ἅγιον γυμνὴν χρίσαι αὐτὴν τὸ ἔλαιον. Ποιησάσης οὖν δύο ἡμέρας, ἤκουσεν ὁ Αρχιεπίσκοπος περὶ τούτου, καὶ ἐξεπλάγη ἐπὶ τῷ Γέροντι, καὶ ἠθέλησεν ἀφορίσαι γυναῖκα ἐπὶ τούτῳ, ἀλλ’ οὐκ ἦν δυνατόν, διὰ το μὴ δέχεσθαι τὸν τόπον. Ὁ δὲ Γέρων, λαβὼν τὸ μηλωτάριον αὐτοῦ, ἀνεχώρησεν εἰπών: Οὐκ ἔτι μενῶ ἐν τῷ τόπῳ τούτῳ. Ὑπαντᾷ δὲ αὐτῷ ὁ τίμιος Πρόδρομος ἔξωθεν τοῦ Κοινοβίου, καὶ λέγει αὐτῷ πραείᾳ τῇ φωνῇ: Ὑπόστρεψον εἰς τὸ Μοναστήριόν σου, καὶ κουφίζω σε τοῦ πολέμου. Τότε ὁ Ἀββᾶς Κόνων λέγει αὐτῷ μετ’ ὀργῆς: Πίστευσον, ὅτι οὐχ ὑποστρέφω, πολλάκις γὰρ ὑπέσχου, καὶ οὐδὲν ἐποίησας.

Κρατήσας οὖν αὐτὸν ὁ θεῖος Πρόδρομος, καὶ ἀναμοχλεύσας τὰ ἱμάτια αὐτοῦ, ἐσφράγισε τῷ σημείῳ ταῦ Σταυροῦ ὑποκάτω τοῦ ὀμφαλοῦ αὐτοῦ, καὶ εἶπεν αὐτῷ: Πίστευσόν μοι Ἀββᾶ Κόνων, ἤθελόν σε ἔχειν μισθὸν ὑπὲρ τοῦ πολέμου, νῦν δὲ ὑπόστρεψον, μηδὲν ἐνδοιάζων ἕνεκεν τούτου. Ὁ Γέρων οὖν, ὑποστρέψας εἰς τὸ Κοινόβιον, τῇ ἐπαύριον χρίσας ἐβάπτισε τὴν Πέρσισσαν, μὴ θεωρήσας ὅτι γυνὴ ὑπῆρχεν. Ἐπιζήσας οὖν ὁ Ὅσιος ἄλλα εἴκοσιν ἔτη, καὶ εἰς ἄκρον ἀπαθείας ἐλάσας, ὥς τε νομιζεσθαι αὐτὸν ὑπὲρ ἄνθρωπον εἶναι, ἐν εἰρήνῃ ἐκοιμήθη.


Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.


ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.

Φαεινοτάταις ἀστραπαίς, τῆς Ὑπερουσίου Τριάδος, καταλαμπρύνασα τὸν νοῦν, βοᾷς σὺν Ἀγγέλοις ᾗ παρίστασαι· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Ἱερωτάτοις λειτουργοῖς, τοῖς παρισταμένοις τῷ θρόνῳ τῆς τρισηλίου ἀστραπῆς τοῦ Θεοῦ, συγχορεύεις κραυγάζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Λιμένα εὔδιον ψυχῶν, Μῆτερ δειμαμένη τοὺς ζάλῃ, καὶ τρικυμίαις τῶν παθῶν, ναυαγοῦντας γαλήνης ἠξίωσας, ὅθεν οἱ σωθέντες κραυγάζουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἡ τὸν προάναρχον Υἱόν, Μῆτερ τοῦ Πατρὸς δεξαμένη, ἐν τῇ γαστρί Σου μητρικῶς, Σὸν Υἱὸν ἐκδυσώπει ποίμνην τηρεῖν, τῆς Φιλοθέης ᾄδουσαν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ανῆλθες πρὸς γνῶσιν θεωρίας, και πάντα σαφῶς μεμύησαι τοῦ Πνεύματος, ἄδυτα μυστήρια, πᾶσι δὲ κατήγγειλας, τοῖς προσφοιτῶσι πάνσεπτε, σοὶ καὶ κραυγάζουσι· Τὸν Κύριον,ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Δόξης καταφρονήσας τῆς κάτω, καὶ πᾶσα διάνοιαν ἐπτέρωσας, ἀρετῶν κουφότητι, ὅθεν καὶ ἀνύψωσαι, πρὸς θεῖον ὕψος ἄῤῥητον, ᾧ χαίρεις ψάλλουσα· Τὸν Κύριον,ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὤφθης ὀρφανῶν τροφὸς καὶ μήτηρ, καὶ πάντων ἀδικουμένων ἡ ἀντίληψις, τῶν ἐν νόσοις ἴασις, αἰχμαλώτων λύτρωσις, καὶ τοῖς ἐν λύπαις πάνσεμνε, χαρὰ τοῖς ψάλλουσι· Τὸν Κύριον,ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἴασαι ἁγνὴ τὰς ἀσθενείας, τῶν πίστει προστρεχόντων Σοι Θεόνυμφε, καὶ ὁμολογούντων Σε, Θεοτόκον Ἄχραντε, ὡς τὸν Θεὸν γεννήσασαν, ᾧ πάντες ψάλλομεν· Τὸν Κύριον,ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἔχου πρὸς ὑπαντήν, Ἀγγέλων συστήματα Μῆτερ κατήρχετο, καὶ ὁ τῶν Ὁσίων δέ, χορὸς σὺν τούτοις θείοις ἐν ᾄσμασιν, ἐπηκολούθει πάνσεμνε, ἀναγομένης σου, εἰς τὰ ἄνω, πάντερπνα σκηνώματα, ὧν Χριστός σοι τὰς πύλας ἀνέῳξε.

Ἄνθος χρυσαυγές, ποικίλον χρυσόχροον, καὶ εὐωδίας μεστόν, τοῖς ἐν ταῖς Ἀθήναις νῦν, ταῖς χρυσιζούσαις Μῆτερ ἐξήνθησας, καὶ πᾶσαν εὐωδίασας, καὶ κατελάμπρυνας, τὴν πατρίδα καὶ τοὺς σοὺς γεννήτορας, τῶν χαρίτων τῶν σῶν τῇ τερπνότητι.

Ἄνω σε Χριστός, καλέσας εἰς ἄληκτον ζωὴν μετήνεγκεν, ὅν καθικετεύουσα, μὴ παύσῃ Μῆτερ ὑπὲρ τῶν πίστει σου, τὴν ἱερὰν μετάστασιν ὑμνούντων πάντερπνε, καὶ βοώντων· Χαίροις ἀξιέπαινε[10] , Φιλοθέη τὸ ῥόδον τὸ εὔχροον.

Θεοτοκίον.

Κύριον Ἁγνή, Παρθένε ὅν ἔτεκες Τοῦτον δυσώπησον, ἄτρωτον τηρεῖν ἀεί, τὴν νεολαίαν, ἥν ἡ φιλόθεος, τὸν Σὸν ὑμνεῖν συνήγαγε τόκον Πανάμωμε, ἐκ παντοίων πολέμων Ἄχραντε, αἰσθητῶν και ἀύλων θεόνυμφε.





Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἀγάλλου τέρπου χόρευε, πᾶς ὁ λαὸς τὴν σήμερον, τῆς Φιλοθέης τὴν μνήμην, πανηγυρίζοντες πάντες· ἰδοὺ γὰρ καταλείψασα, τὸν κόσμον τὸν ἐπίκηρον, πρὸς τὰς μονὰς ἐλήλυθε, τὰς οὐρανίους καὶ χαίρει, ὑπὲρ ἡμῶν καὶ πρεσβεύει.

Θεοτοκίον.

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.


Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.

Σήμερον χαίρει ἡ γῆ καὶ συγχορεύει, διδοῦσα τὸ βλάστημα αὐτῆς εἰς χεῖρας Θεοῦ, ὡς θεῖον δῶρον καὶ μέγιστον, τὴν Φιλοθέην, τὴν ἐν Ἀθήναις ἀναβλαστήσασαν. Εὐφραίνεται ἅπασα, τῶν οὐρανῶν ἡ πληθύς, ὡς δεξαμένη τὴν ἄσπιλον, καὶ θειοτάτην, καὶ ὅλην οὖσαν Θεοῦ κατοίκησιν. Χαίρει δὲ μᾶλλον καὶ ἀγάλλεται, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅς ἀνήγαγε ταύτην εἰς τὰ ἄδυτα βασίλεια.(Δίς).


Ἡ ἱλαρὰ τὴν ψυχὴν καὶ τὴν καρδίαν, ἥλιος ὁ πάμφωτος, ἀστὴρ λαμπρότατος[11] , περιστερὰ ἡ ἀκέραιος,ἡ Φιλοθέη, ἡ μῦρο οὖσα καὶ μῆλον πάγχρυσον, ἡ ὅλη μυρίσασα, καὶ χαριτώσασα, νοῦν καὶ ψυχὴν καὶ καρδίαν τε, σὺν τῷ σαρκίῳ, καὶ γενομένη φῶς καὶ ἀπαύγασμα, νῦν δὲ ἀφεῖσα τὰ ἐπίκηρα, ἀνελήλυθεν ὄντως πρὸς Κύριον, καὶ πρεσβεύει ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰςἡμῶν.


Φυτὸν ὡραῖον ἐβλάστησε και κλάδον, ἡ θεία Μητρόπολις τῶν Ἀθηνῶν ἡ λαμπρά, φέρον καρπὸν εὐωδέστατον, πλήρη χαρίτων, γλυκὺν εἰς γεῦσιν καὶ θυμηδέστατον, τὴν θείαν καὶ ἄσπιλον καὶ θεοδόξαστον, τὴν Φιλοθέην τὴν πράξει τε καὶ θεωρίᾳ, κατακοσμοῦσαν ψυχὴν τοῦ σώματος, ὅθεν ἐν ὕμνοις μεγαλύνομεν, καὶ γεραίρομεν ταύτης τὴν κοίμησιν, ἐν ψαλμοῖς μελιῤῥύτοις, καὶ τερπνοῖς τοῖς μελῳδήμασιν.


Δόξα. Ἦχος β΄.

Τῶν ὑπὲρ νοῦν ἀγαθῶν, δεξαμένη ἔρωτα, πάντα τὰ ἐν κόσμῳ τερπνά, ὑπερεῖδες θεόληπτε, ἐντεῦθεν γὰρ τῷ καρπῷ οὐχ ἑάλως, καθάπερ Ἀδάμ, τὸν ὄφιν δὲ ἀποκρουσαμένη δι’ ἐγκρατείας ἀγγελικῶς τὸν βίον διήνυσας. Καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ, ἐπαπολαύουσα τοῦ ξύλου τῆς ζωῆς, Θεὸν ἱλεουμένην ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, ἡγιασμένη Φιλοθέη τὴν μνήμην σου.



Καὶ νῦν. Θεοτοκίον.

Ταὴν πᾶσαν ἐλπίδα μου…


Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



Εἰς τὴν Λειτουργίαν


Τυπικὰ καὶ ἐκ τοῦ Κανόνος ᾠδὴ γ΄ καὶ στ΄.

Ἀπόστολος καὶ Εὐαγγέλιον Ὁσιακόν.

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον….

























[1]  Ἡ Ἀκολουθία τῆς Ἁγίας Φιλοθέης ἐξεδόθη τὸ πρῶτον μὲν ἐν Βενετίᾳ τῷ 1775 δαπάνῃ Λεονάρδου ποτὲ Δημητρίου Καπετανάκη τοῦ ἐξ Ἀθηνῶν. Μετευπώθη δὲ τὸ δεύτερον ἐν Ἀθήναις τῷ 1849 ἐπιδιορθωθεῖσα παρὰ τοῦ Μητροπολίτου Ἀττικῆς Νεοφύτου. Πλὴν καὶ ἐν τῷ Συναξαριστῇ τοῦ Δουκάκη περιέχεται ἀνατυπωθεῖσα ἐκ τῆς ἐκδόσεως τῶν Ἀθηνῶν, ἐν τῷ ὑπὸ τὴν ἐπωνυμίαν Σάπφειρον τόμῳ τοῦ Φεβρουαρίου. Ἀλλὰ καὶ ὁ Δημήτριος Γρ. Καμπούρογλου συμπεριέλαβεν αὐτὴν ἐν τοῖς Μνημείοις τῆς Ἱστορίας τῶν Ἀθηνῶν (τόμος πρῶτος, σελ. 145-165). Τὰ δύο δὲ τελευταῖα συγγράμματα εἴχομεν καὶ ἡμεις ὑπ’ ὄψει. Εἰκάζομεν δὲ ὅτι ἡ ἐν τοῖς Μνημείοις ἀνατύπωσις τῆς Ἀκολουθίας ἐγένετο ἐκ τῆς πρώτης ἐκδόσεως τῆς Βενετίας, καθόσο ἡ μετατροπή ἐπὶ τὸ βέλτιον ὅπου παρατηρούμεν ἐν τῇ ἐκδόσει τοῦ Δουκάκη, δὲν συναντάται καὶ ἐν τῷΜνημείοις



[2]  Οὕτω παρὰ Δουκάκῃ, ἐν δὲ τοῖς Μνημείοιςἀναδειχθεῖσα λαμπρότατα.


[3]  Ἐν ἀμφοτέροις τοῖς ἐκδόσεις ἅς ἔχομεν ὑπ’ ὅψει, τὸ πρῶτον τοῦτο ἰδιόμελον τῆς Λιτῆς εἶναι τετυπωμένον ἐν συνεχείᾳ μετὰ τοῦ δευτέρου ἰδιομέλου· τὸ πρῶτον δὲ ἐνταῦθα διεκρίθη τὸ ἰδιόμελον· Εὐφημήσωμεν οἱ πιστοί· ὡς ἕτερον αὐτοτελὲς στιχηρόν.


[4]  Παρὰ τῷ Δουκάκῃ, ἀπαντᾶται τὸ παρὼν νεώτερον τῆς Ἁγιας· ἐν δὲ τοῖς Μνημείοις, σημειοῦται ἀντ’ αὐτοῦ τὸ κοινὸν ὁσιακόν: Ἐν σοὶ Μήτερ ἀκριβῶς…


[5]  Τὰ δύο κῶλα· τῶν Ἀθηνῶν τὸ κλέος, Φιλοθέη πανεύφημε· ἐλλείπουσιν πρότερον, προσετέθησαν ἐνταῦθα ἐφ’ ἡμῶν, πρὸς συμπλήρωσιν τοῦ χάσματος τοῦ ῥυθμοῦ. Ὡσαύτως κατωτέρω, μετὰ τό· πιστῶς ἐκβοῶμέν σοι, ἀφηρέθη τὸ πρότερον κείμενου πλεονάζον κῶλον· Φιλοθέη ἀείμνηστε.


[6]  Ὁ Δ. Καμπούρογλου ἐπεξηγῶν ἐνταῦθα τοὺς ἔξωθεν, ὑποσημειοῖ: δηλαδὴ τῶν Τούρκων.


[7]  Ἀντί: ἥν εὗρες· διωρθώσαμεν: νῦν εὗρες.


[8]  Ὁ Ἰωάννης Μαρτίνος ἐν τοῖς ὑπ’ αὐτοῦ Μηναίοις, ἀναγράφει ταὸ ἑπόμενον δίστιχον, ποίημα αὐτοῦ: Ὅρπηξ Ἀθηνῶν ἔσειν ἡ Φιλοθέη/ ἐχθρῶν βαλοῦσα Σταυροῦ ταῇ πανοπλίᾳ.


[9]  Τὸ παρὸν Συναξάριον συνετάχθη ὑπὸ ἠμῶν.


[10]  Παρὰ τῷ Δουκάκῃ κεῖται: Θεομύριστε· ἀλλ’ ἡμεῖς ἐτηρήσαμεν τὸ ἐν τοῖς Μνημείοιςἀρχαιότερον: ἀξιέπαινε.


[11]  Ἐν τοῖς Μνημείοις κεῖται: ἀστὴρ αὐγέστατος· καὶ κατωτέρω: ἀνελήλυθεν ἄνω πρὸς Κύριον. Αἱ δὲ ἐνταῦθα παρατηρούμεναι ἀλλαγὲς ἀπαντῶνται παρὰ τῷ Δουκάκῃ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...