Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Πορφυρίου, Ἐπισκόπου Γάζης.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πορφυρίου, Ἐπισκόπου Γάζης.
Ὤ τὶς παρέλθῃ, τὶς δὲ καὶ παραδράμῃ
Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου;
Πορφυρίοιο νέκυν κρύψε χθὼν εἰκάδι ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος,
ᾗ ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτῇ.
Ῥίπτουσι τὴν σὴν Σαμαρεῖτιν εἰς φρέαρ,
Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ Ἁγία Φωτώ,
ἡ ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.
Φερνὴν ταλάντων μυρίων ἀνταξίαν,
Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ Ἁγία Φωτίς,
ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, εἰς δύο προσδεθεῖσα δένδρα, καὶ διαμερισθεῖσα, τελειοῦται.
Δώσεις ἔπαθλον δενδροάθλῳ Φωτίδι,
Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ ἁγία Παρασκευή,
ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.
Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα,
Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Κυριακή,
ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.
Ἐκ Κυριακῆς οὐδὲ τοῦ ξίφους φόβος,
Τοῦ Κυρίου τὸν θεῖον ἐκβάλλει φόβον.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ ἅγιος Μάρτυς Ἰωσῆς,
ὁ υἱὸς τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.
Τομεὺς τραχήλων ἐξεγύμνου τὸ ξίφος,
Ἰωσῆ δὲ τράχηλος οὐ φρίττει ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ ἅγιος Φωτεινός
, ὁ ἕτερος υἱὸς αὐτῆς, ξίφει τελειοῦται.
Τὶς οὗτος ἀτμὸς ἐκ ζεόντων αἱμάτων;
Φωτεινὸς ἄρτι Μάρτυς ἐτμήθη κάραν.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ ἅγιος Σεβαστιανὸς ὁ Δοὺξ ξίφει τελειοῦται.
Σεβαστιανῷ τοῦτον εἴπω τὸν λόγον.
Σεβάζομαί σε, τὴν κάραν τετμημένον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις
, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Ἀμήν.
ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Πορφυρίου, Ἐπισκόπου Γάζης.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πορφυρίου, Ἐπισκόπου Γάζης.
Ὤ τὶς παρέλθῃ, τὶς δὲ καὶ παραδράμῃ
Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου;
Πορφυρίοιο νέκυν κρύψε χθὼν εἰκάδι ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος,
ᾗ ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτῇ.
Ῥίπτουσι τὴν σὴν Σαμαρεῖτιν εἰς φρέαρ,
Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ Ἁγία Φωτώ,
ἡ ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.
Φερνὴν ταλάντων μυρίων ἀνταξίαν,
Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ Ἁγία Φωτίς,
ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, εἰς δύο προσδεθεῖσα δένδρα, καὶ διαμερισθεῖσα, τελειοῦται.
Δώσεις ἔπαθλον δενδροάθλῳ Φωτίδι,
Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ ἁγία Παρασκευή,
ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.
Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα,
Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Κυριακή,
ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.
Ἐκ Κυριακῆς οὐδὲ τοῦ ξίφους φόβος,
Τοῦ Κυρίου τὸν θεῖον ἐκβάλλει φόβον.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ ἅγιος Μάρτυς Ἰωσῆς,
ὁ υἱὸς τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.
Τομεὺς τραχήλων ἐξεγύμνου τὸ ξίφος,
Ἰωσῆ δὲ τράχηλος οὐ φρίττει ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ ἅγιος Φωτεινός
, ὁ ἕτερος υἱὸς αὐτῆς, ξίφει τελειοῦται.
Τὶς οὗτος ἀτμὸς ἐκ ζεόντων αἱμάτων;
Φωτεινὸς ἄρτι Μάρτυς ἐτμήθη κάραν.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ ἅγιος Σεβαστιανὸς ὁ Δοὺξ ξίφει τελειοῦται.
Σεβαστιανῷ τοῦτον εἴπω τὸν λόγον.
Σεβάζομαί σε, τὴν κάραν τετμημένον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις
, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά