Άγιος Ἰωάννης Χρυσόστομος
1 Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιός, ὁ ῥιφεὶς παρὰ τῆς τεκούσης καὶ σωθεὶς παρὰ τῆς πολεμούσης (ἐξέθηκεν μὲν γὰρ αὐτὸν ἡ μήτηρ, ἀνείλατο δὲ αὐτὸν ἡ Αἰγυπτία καὶ ἔθρεψεν), ὁ ἐν Αἰγύπτῳ τρεφόμενος καὶ ἐν οὐρανῷ πολιτευόμενος, ὁ τοιοῦτον καὶ τηλικοῦτον κατὰ τῶν Αἰγυπτίων τρόπαιον στήσας, ὁ θάλασσαν πήξας καὶ πέτραν διαρρήξας καὶ ὡς φίλος διαλεγόμενος τῷ Θεῷ·
2 Ὁ τοσοῦτος καὶ τηλικοῦτος, ἵνα τεσσαράκοντα μόνον ἡμέρας καταλίπῃ τὸν ἑαυτοῦ λαόν, εὗρεν αὐτοὺς στασιάζοντας καὶ παρανομοῦντας. Ἐγὼ δέ, οὔτε τεσσαράκοντα ἡμέρας, ἀλλὰ καὶ πεντήκοντα καὶ ἑκατὸν καὶ πλείους, εὗρον ὑμᾶς καὶ συγκεκροτημένους καὶ φιλοσοφίαν καὶ μείζονα τὴν εὐσέβειαν ἐπιδεικνυμένους· ἀλλ' ἐπειδὴ λαὸς οὗτος ἐκείνου σωφρονέστερος.
3 Διὰ δὴ τοῦτο ἐκεῖνος κατελθὼν κατηγορίας ἔπλεκεν πρὸς τὸν Ἀαρών· ἐγὼ δὲ παραγενόμενος ἐγκώμια ὑφαίνω καὶ στεφάνους συντίθημι· Ὅπου γὰρ παράβασις ἐγκλήματα, ὅπου δὲ κατορθώματα ἔπαινοι καὶ στέφανοι. Διὰ τοῦτο εἰ καὶ πολὺν ἐποίησα χρόνον ἔξω, ἀλλ' ὅμως ἐθάρρουν ὑμῶν τῇ γνώμῃ, τῇ ἀγάπῃ, τῇ πίστει, τῇ εὐνοίᾳ, ὅτι ᾔδειν τὴν γυναῖκά μου τὴν ὡρμασμένην σωφρονοῦσαν.
4 Οὕτω καὶ ἐπὶ τῶν ἔξωθεν γίνεται πραγμάτων· καὶ γὰρ ἀνήρ, ὅταν μὲν ἀκόλαστον ἔχῃ γυναῖκα, οὐδὲ προκύπτειν αὐτὴν τῆς οἰκίας συγχωρεῖ· εἰ δέ ποτε καὶ ἀναγκασθῇ ἀποδημῆσαι, ἐπείγεται ταχέως ἐπανελθεῖν, καθάπερ κέντρῳ τινὶ τῇ ὑποψίᾳ νυττόμενος. Ὁ δὲ σώφρονα ἔχων, ἔξω διάγει, ἀρκοῦντα ἐπίτροπον ἀσφαλείας τὸν τρόπον καταλιπὼν τῆς γυναικός.
5 Τοῦτο ἐγὼ καὶ Μωϋσῆς ἐπάθομεν· ἐκεῖνος μὲν γάρ, ἐπειδὴ ἀκόλαστον γυναῖκα τὴν συναγωγὴν κατέλιπεν, κατεπείγει αὐτὸν ὁ Θεός· «Ἀνάστα, κατάβα, ἠνόμησεν γὰρ ὁ λαός». Ἐγὼ δὲ οὐδὲν τοιοῦτον ἐπίταγμα ἐδεξάμην, ἀλλὰ μετὰ ἀδείας τὰ ἠσθενηκότα ἐθεράπευον· «Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες».
6 Ἀλλ' εἰ καὶ ἀπελείφθην ὑμῶν, οὐ διὰ ὑπεροψίαν, ἀλλὰ διὰ τὸν ὑμέτερον πλοῦτον. Τὰ γὰρ δι' ἐμοῦ, μᾶλλον δὲ διὰ τῆς χάριτος κατορθωθέντα ὑμέτερος στέφανος γίνεται. Καὶ διὰ τοῦτο χαίρω καὶ σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς. Χαίρω μέν, ἑρμηνεῦσαι δὲ τὸ μέγεθος τῆς χαρᾶς οὐ δύναμαι. Τί οὖν ἵνα γένηται, πῶς ἵνα μάθητε τὸ μέγεθος τῆς χαρᾶς; Τὸ συνειδὸς ὑμῶν εἰς μαρτυρίαν καλῶ· ἀφ' ὧν γὰρ ὑμεῖς πάσχετε ἐμὲ θεώμενοι, οἴδατε τὰ ἡμέτερα οἷά ἐστιν, ἀπὸ τῆς θεωρίας τῆς ὄψεως πειθόμενοι.
7 Εἰ γὰρ ἐμοῦ τοῦ ἑνὸς ἀνδρὸς παρουσία τοσοῦτον δῆμον τοσαύτης ἡδονῆς ἐνέπλησεν, τοσούτων ἀνδρῶν ὄψις ποθουμένων ποίαν ἡδονὴν οὐκ ἀνεργάσηται ψυχῇ τῇ ἐμῇ; Καὶ ὁ μὲν Ἰακὼβ ἕνα υἱὸν θεασάμενος τὸν Ἰωσὴφ ἔχαιρε καὶ ἀνεζωπυρήθη ὁ γέρων, ἐγὼ δὲ οὐχ ἕνα ἀλλὰ μυριάδας κατ' ἐκεῖνον ὁρῶν καὶ δῆμον ὁλόκληρον.
8 Διὰ ταῦτα χαίρω ὅτι ἀπέλαβον τὸν παράδεισον τὸν ἐμόν, παράδεισον ἐκείνου τοῦ παραδείσου βελτίονα. Ἐκεῖ γὰρ ὄφις ἦν ἐπιβουλεύων, ἐνταῦθα δὲ Χριστὸς μυσθαγωγῶν· ἐκεῖ Εὔα ἀπατῶσα, ἐνταῦθα ἡ ἐκκλησία στεφανοῦσα· ἐκεῖ Ἀδὰμ ἀπατώμενος, ἐνταῦθα δῆμος ἀνακηρυττόμενος· ἐκεῖ δένδρα διάφορα, ἐνταῦθα χαρίσματα ποικίλα καὶ πνευματικά. Ἐν τῷ παραδείσῳ δένδρα μαραινόμενα, ἐν τῇ ἐκκλησίᾳ δένδρα μηδέποτε καρπὸν ἀναβάλλοντα· Καὶ τὸ θαυμαστόν, ὁ παράδεισος οὐ τηρεῖ τὰ φυτὰ μόνον ἀλλὰ καὶ μεταβάλλει τὰ φυτά. Ἐὰν εὕρω ἄκανθαν, ἀμπελῶνα ἐργάζομαι, ἐὰν εὕρω ἀγριελαίαν, ἐλαίαν ἀπεργάζομαι. Τοιαύτη γὰρ τῆς γῆς ταύτης ἡ φύσις.
9 Διὰ ταῦτα χαίρω καὶ σκιρτῶ· οὐ μὴν ἐπειδὴ χαίρω, παραλείπω τὴν ἀπολογίαν. Ἐπειδὴ γὰρ ἡμᾶς ἦρεν τοῦ τοσούτου χρόνου τὸ μῆκος, δέξασθέ μου τὴν ἀπολογίαν, ἀγαπητοί. Εἰ δοῦλον ἐπέμψατέ που, ἐπανελθόντα οὐκ ἂν ἀπῃτήσατε εὐθύνας; Ποῦ διέτριβες, ποῦ τοσοῦτον χρόνον ἀνήλωσας; Καὶ ἐγὼ δοῦλός εἰμι τῆς ὑμετέρας ἀγάπης· ἠγοράσατέ με οὐκ ἀργύριον καταβαλόντες, ἀλλ' ἀγάπην ἐπιδειξάμενοι· χαίρω τῇ δουλείᾳ ταύτῃ καὶ μηδέποτε λυθείην. Αὕτη γὰρ ἡ δουλεία διαδήματος βελτίων, αὕτη ἡ δουλεία βασιλείαν οὐρανῶν προξενεῖ, αὕτη ἡ δουλεία ἐλευθερίας ἀμείνων, αὕτη ἡ δουλεία ἐν τῷ βήματι ἐκείνῳ θρόνον μοι κατασκευάζει, αὕτη ἡ δουλεία οὐκ ἀνάγκης, ἀλλὰ γνώμης.
10 Τίς γὰρ οὐκ ἂν ἡδέως δουλεύσειεν ὑμῖν οὕτω μανικοῖς οὖσιν ἐρασταῖς; εἰ καὶ λιθίνην εἶχον ψυχήν, κηροῦ αὐτὴν ἐποιήσατε μαλακωτέραν· τί εἴπω τὸν πόθον ὃν ἐπεδείξασθε, τὴν μανίαν τὴν χθὲς καὶ τὴν λύτταν, τὰς βοὰς τὰς ἐν τῇ ἀγορᾷ, ἡγιάσατε τὸν ἀέρα, ἐκκλῃσίαν τὴν πόλιν ἐποιήσατε· ἐτιμώμην ἐγὼ καὶ ὁ Θεὸς ἐδέχετο· αἱρετικοὶ κατῃσχύνοντο, ἡ ἐκκλησία ἐστεφανοῦτο, ὑμεῖς ἀνεκηρύττεσθε. Ἐκκλησίας γὰρ εὐημερία ὅταν ἡ ῥίζα τοῖς κλάδοις ᾖ συνδεδεμένη, ὅταν ὁ ποιμὴν τοῖς προβάτοις συναυλίζηται.
11 Ἦλθον καὶ ἐδεξάμην εὐαγγέλια. Ποῖα; Ὅτι αἱρετικοὺς κατεπατήσατε, τοὺς παρανομήσαντας εἰς τὸ βάπτισμα διηλέγξατε. Μή τι μάτην ἔλεγον ὅτι σώφρων ἡ γυνὴ ἀπόντος τοῦ ἀνδρὸς τοὺς μοιχοὺς διήλεγξεν, οὐ παρόντος τοῦ ποιμένος τοὺς λύκους ἀπήλασεν, χωρὶς τοῦ κυβερνήτου οἱ ναῦται τὸ πλοῖον διέσωσαν, χωρὶς τοῦ στρατηγοῦ οἱ στρατιῶται τὸ τρόπαιον ἔστησαν, χωρὶς τοῦ διδασκάλου οἱ μαθηταί, χωρὶς τοῦ πατρὸς τὰ τέκνα, μᾶλλον δὲ οὐ χωρίς. Τὰ γὰρ ὑμέτερα κατορθώματα ἐμὸς στέφανος, ἐμὸν καύχημα.
12 Ἀλλ' ἐπεθυμοῦμεν, φησίν, τὸ πάσχα μετὰ σοῦ ποιῆσαι. Ἀπολογοῦμαι, εἰ καὶ τὰ μάλιστα ἐλύσατε τὴν ὀργὴν τῇ ὄψει. Εἰ γὰρ πατὴρ ἄσωτον υἱὸν δεξάμενος κατηλλάγη καὶ οὐκ ἀπῄτησεν αὐτὸν εὐθύνας ἀλλ' εὐθέως περιεπλάκη, πολλῷ μᾶλλον τὰ τέκνα πατέρα δεξάμενα.
13 Ἀλλ' ἐβουλόμεθα, φησίν, τὸ πάσχα μετὰ σοῦ ποιῆσαι. Ἀλλ' ὅμως καὶ ὑπὲρ τούτου ἀπολογήσομαι. Τὸ πάσχα ἐβούλεσθε μετ' ἐμοῦ ποιῆσαι; Οὐ κωλύεσθε· ποιήσατε μετ' ἐμοῦ σήμερον τὸ πάσχα. Δύο οὖν πάσχα ποιήσωμεν; Οὔ, ἀλλ' ἓν καὶ τὸ αὐτὸ πολλάκις. Ὥσπερ γὰρ ὁ ἥλιος ἀεὶ ἀνατέλλει καὶ οὐ βλέπομεν πολλοὺς ἡλίους ἀλλ' ἔστιν εἷς καθημέραν ἀνατέλλων, οὕτω καὶ τὸ πάσχα ἀεὶ τελεῖται καὶ ἕν ἐστιν ἀεὶ ἐπὶ τελούμενον.
14 Οὐχ οἷα τὰ ἰουδαϊκὰ τοιαῦτα καὶ τὰ ἡμέτερα· οὐ δουλεύω τόπῳ, οὐχ ὑπόκειμαι καιρῶν ἀνάγκῃ. «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε». Καταγγείλωμεν καὶ σήμερον τὸν θάνατον τοῦ Χριστοῦ. Ἀλλὰ τότε ἑορτὴ καὶ σήμερον ἑορτή. Ὅπου γὰρ ἀγάπη ἑορτή. Ὅπουἀπελάβετε πατέρα, τέκνα, ἑορτή. Καὶ γὰρ ἐκείνη ἡ ἑορτὴ ἀγάπης ἐστίν. «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ ἡμῶν».
15 Ἀλλὰ πολλοὶ καὶ ἐβαπτίσθησαν μὴ παρόντος σου. Καὶ τί τοῦτο; Οὐδὲν ἔλαττον ἔχει ἡ χάρις, οὐ χωλεύει ἡ δωρεά. Παρόντος ἐμοῦ οὐκ ἐβαπτίσθησαν, ἀλλὰ παρόντος τοῦ Χριστοῦ ἐβαπτίσθησαν. Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ βαπτίζων; ἄνθρωπος τὴν δεξιὰν δανείζει, Θεὸς τὴν χεῖρα κινεῖ· μὴ ἀμφίβαλλε περὶ τῆς χάριτος, ἀγαπητέ. Διὰ τί; Ἐγὼ λέγω· τὸ βάπτισμα δῶρόν ἐστιν.
16 Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Ὥσπερ ἐὰν πράξῃς δέησιν καὶ λάβῃς αὐτὴν ὑπογεγραμμένην, οὐ περιεργάζῃ εἰς ποῖον κάλαμον ἔγραψεν ὁ βασιλεύς, οὐδὲ εἰς ποῖον χάρτην οὐδὲ εἰς ποῖον μέλανα ἀλλ' ἓν μόνον ζητεῖς εἰ ὁ βασιλεὺς ὑπέγραψεν, οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος χάρτης τὸ συνειδός, κάλαμος ἡ γλῶσσα τοῦ ἱερέως, χείρ ἐστιν τοῦ Πνεύματος ἡ χάρις. Εἴτε οὖν δι' ἐμοῦ, εἴτε οὖν δι' ἐκείνου, ἡ αὐτὴ χεὶρ γράφει.
17 Ἡμεῖς ὑπηρέται ἐσμέν, οὐκ αὐθένται· καὶ Παῦλος ὑπηρέτης ἐστίν· «Οὕτω, φησίν, ἡμᾶς ἄνθρωπος λογιζέσθω ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ». «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» εἴ τι ἔχω, ἔλαβον· εἰ καὶ ἔλαβον, οὐκ ἐμόν, ἀλλὰ τοῦ δεδωκότος τὸ δῶρον· μὴ τοίνυν, ἀμφίβαλλε ἀγαπητέ. Ἡ χάρις ἀπηρτισμένη, ὁ τόπος οὐκ ἐκώλυσεν, εἴτε ἐν πλοίῳ· ὁ Φίλιππος ἐν ὁδῷ ἐβάπτισεν, ὁ Παῦλος ἐν δεσμωτηρίῳ, ὁ Χριστὸς τὸν λῃστὴν εἰς παράδεισον εἰσήγαγεν.
18 Χαίρω διὰ ταῦτα καὶ εὐφραίνομαι καὶ τὰς εὐχὰς τὰς ὑμετέρας ἀπαιτῶ μεθ' ὧν ἀπῆλθον, μεθ' ὧν καὶ ἐπανῆλθον. Ἐκοινώνησα μὲν πελάγει ἀλλ' ἐν πελάγει γαλήνην ἐποίησεν ἡ ὑμετέρα ἀγάπη. Οὐκ εἰσῆλθον εἰς πλοῖον χωρὶς ὑμῶν, οὐ κατέβην εἰς πανδοχεῖον χωρὶς ὑμῶν, οὐκ ἐπέβην πόλει ἢ ἐκκλησίᾳ χωρὶς ὑμῶν, ἀλλὰ κἂν κεχωρισμένος ἤμην τῷ σώματι, συνδεδεμένος τῇ ἀγάπῃ.
19 Ἔβλεπον τὴν ἐκκλησίαν καὶ ἐν πελάγει ἀσάλευτον· τοιοῦτον γὰρ ἡ ἀγάπη, οὐκ οἶδεν στενοχωρεῖσθαι· εἰσῄειν εἰς ἐκκλησίαν, παρειστήκειν θυσιαστηρίῳ καὶ δι' ὅλου τῆς ὑμετέρας ἐκκλησίας ἐμεμνήμην, εὐχὰς ἀναφέρων καὶ ἔλεγον· Κύριε, τὴν ἐμπιστευθεῖσάν μοι ἐκκλησίαν ἔχε ἐν παρακαταθήκῃ· οὐ πάρειμι ἐγώ, ἀλλὰ πάρει σύ, ὁ ἐκεῖ με ἀγαγὼν καὶ τῇ τοῦ Θεοῦ χάριτι πλέον οὗ ᾔτησα ἐγένετο. Ἐγὼ ᾔτησα ἵνα διατηρήσῃ, αὐτὸς καὶ ἐπλεόνασεν· μαρτυρεῖ τὸ παρὸν πλῆθος, τοσαῦται κομῶσαι ἄμπελοι καὶ οὐδαμοῦ ἄκανθα, καὶ τοσαῦτα πρόβατα καὶ οὐδαμοῦ λύκος· εἰ δέ που λύκος, μεταβάλλεται καὶ γίνεται πρόβατον· αὐτὸς ὑμᾶς διετήρησεν, αὐτὸς ἐμὲ ἐπανήγαγεν, αἱ εὐχαὶ αἱ ὑμέτεραι τὴν ἀρρωστίαν μου διώρθωσαν· τοῦτο ἐγὼ λέγω ἑκάστης ἡμέρας.
20 Ἡ ἀποδημία ἡ ἐμὴ τὴν πόλιν ὑμῶν ἐστεφάνωσεν· ὅτι ἠγαπᾶτε καὶ πρὸ τούτου δῆλον, ἀλλ' οὐ πᾶσιν εὔδηλον, ὁ ἀγαπῶν ᾔδει μόνος, ὁ δὲ χωρισμὸς ἤλεγξεν τὴν ἀγάπην. Ἀεί ποτε ἐρχόμενοι ἐν τῇ Ἀσίᾳ ἀπήγγειλον ἡμῖν· ἀνῆψας τὴν πόλιν. Καίτοι ἡ ἀγάπη μαραίνεται τῷ χρόνῳ, ἡ δὲ ὑμετέρα ἀγάπη ηὐξήθη, οὐ λήθην ὑπέμεινεν, ἀλλὰ πλέον ἐπυρώθη. Ἀλλ' ἀξιῶ καὶ παρόντα με ὁμοίως φιλεῖν· οὗτός μου θησαυρός, οὗτός μου πλοῦτος, διὰ τοῦτο τὰς εὐχὰς τὰς ὑμετέρας ζητῶ· αἱ εὐχαὶ αἱ ὑμέτεραι τεῖχος ἐμοὶ καὶ ἀσφάλεια.
21 Μή μοι λέγε· ἐγὼ λαϊκός· πῶς εὔξομαι ὑπὲρ ἱερέως; Ἄκουε τῆς γραφῆς λεγούσης· «προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας» καὶ ἐλύθη τὰ δεσμὰ Πέτρου· Παύλου δὲ τὴν σιωπὴν ἔλυσεν εὐχή· λέοντας ἐχαλίνωσεν εὐχή· τὸ κῆτος ἐφίμωσεν εὐχή· παράδεισον ἤνοιξεν εὐχή· εὐχὴ οὐρανίου ἁψίδας ἀνεπέτασεν· εὐχὴ Κορνηλίου τοὺς οὐρανοὺς διεπέτασεν· εὐχὴ τὸν τελώνην δίκαιον εἰργάσατο.
22 Ταύτην αἰτοῦμαι παρ' ὑμῶν τὴν ἀσφάλειαν, ὑπὲρ ταύτης χάριν αἰτῶ, ἵνα ὁ Θεὸς τὰς εὐχὰς τὰς ὑμετέρας δεξάμενος καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν τὴν ἀφθονίαν ὑμῖν χαρίσηται ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά