Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Πέμπτη, Ιανουαρίου 12, 2012

Πρὸς τοὺς αὐτομολήσαντας πρὸς τὰ θέατρα



Ἅγιος Ἰωάννης Χρυσόστομος




ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ͵ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ͵

ΟΜΙΛΙΑ Πρὸς τοὺς καταλείψαντας τὴν ἐκκλησίαν καὶ αὐτομολήσαντας πρὸς τὰς ἱπποδρομίας καὶ τὰ θέατρα.


α. Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Ὑμῖν γὰρ αὐτοῖς καθ΄ ὑμῶν ἐντυχεῖν βούλομαι. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε τοῖς Ἑβραίοις· αὐτοῖς γὰρ κατ΄ αὐτῶν ἐντυγχάνων ἔλεγε· Λαός μου͵ τί ἐποίησά σοι͵ καὶ τί ἐλύπησά σε͵ ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. Καὶ πάλιν· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τοῦτον δὴ καὶ ἐγὼ μιμήσομαι͵ καὶ ἐρῶ πρὸς ὑμᾶς πάλιν· Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Μετὰ μακροὺς διαύλους λόγων͵ καὶ τοσαύτην διδασκαλίαν͵ καταλιπόντες ἡμᾶς τινες͵ πρὸς τὴν θεωρίαν τῶν ἁμιλλητηρίων ἵππων ηὐτομόλησαν͵ καὶ οὕτως ἐξεβακχεύθησαν͵ ὥστε πᾶσαν τὴν πόλιν ἐμπλῆσαι βοῆς καὶ κραυγῆς ἀτάκτου͵ καὶ πολὺν γέλωτα͵ μᾶλλον δὲ θρῆνον φερούσης. Ἐγὼ οὖν οἴκοι καθήμενος͵ καὶ τῆς φωνῆς ἀκούων ἐκρηγνυμένης͵ τῶν κλυδωνιζομένων χαλεπώτερον ἔπασχον. Ὥσπερ γὰρ ἐκεῖνοι͵ τῶν κυμάτων τοῖς τοίχοις τῆς νηὸς προσρηγνυμένων͵ περὶ τῶν ἐσχάτων κινδυνεύοντες δεδοίκασιν· οὕτω καὶ ἐμοὶ χαλεπώτεραι αἱ κραυγαὶ προσεῤῥήγνυντο ἐκεῖναι͵ καὶ εἰς τὴν γῆν ἔκυπτον καὶ ἐνεκαλυπτόμην· τῶν μὲν ἄνω τοιαῦτα ἀσχημονούντων͵ τῶν δὲ κάτω ἐν μέσῃ τῇ ἀγορᾷ ἡνιόχους κροτούντων͵ καὶ χαλεπώτερα ἐκείνων βοώντων. Τί 56.264 δὲ ἐροῦμεν; ἢ τί ἀπολογησόμεθα͵ εἰ ξένος τίς ποθεν ἐπιστὰς ἐγκαλοίη καὶ λέγοι· Ταῦτα ἡ πόλις τῶν ἀποστόλων; ταῦτα ἡ τοιοῦτον λαβοῦσα ὑποφήτην; ταῦτα ὁ δῆμος ὁ φιλόχριστος͵ τὸ θέατρον τὸ ἄπλαστον͵ τὸ πνευματικόν; Οὐδὲ τὴν ἡμέραν αὐτὴν ᾐδέσθητε͵ ἐν ᾗ τὰ σύμβολα τῆς σωτηρίας τοῦ γένους ἡμῶν ἐτελεῖτο· ἀλλ΄ ἐν παρασκευῇ͵ ὅτε ὁ Δεσπότης σου ὑπὲρ τῆς οἰκουμένης ἐσταυροῦτο͵ καὶ θυσία τοιαύτη προσεφέρετο͵ καὶ παράδεισος ἠνοίγετο͵ καὶ λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανήγετο πατρίδα͵ κατάρα ἐλύετο͵ καὶ ἁμαρτία ἠφανίζετο͵ καὶ ὁ χρόνιος ἀνῃρεῖτο πόλεμος͵ καὶ Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους ἐγίνετο͵ καὶ πάντα μετεῤῥυθμίζετο· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ͵ ἡνίκα νηστεύειν καὶ δοξολογεῖν ἔδει͵ καὶ εὐχαριστηρίους εὐχὰς ὑπὲρ τῶν τῆς οἰκουμένης ἀγαθῶν ἀναπέμπειν τῷ ταῦτα ποιήσαντι· τότε σὺ καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν͵ καὶ ἀδελφῶν σύλλογον͵ καὶ νηστείας τὸ σεμνὸν͵ αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην; Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Οὐ γὰρ παύσομαι ταῦτα συνεχῶς λέγων͵ καὶ τὴν ὀδύνην ἐμαυτοῦ ταύτῃ παραμυθούμενος͵ τὸ [ f. τῷ] μὴ πιέζειν αὐτὴν τῇ σιγῇ͵ ἀλλ΄ εἰς μέσον ἐκφέρειν͵ 56.265 καὶ πρὸ τῶν ὀφθαλμῶν τῶν ὑμετέρων τιθέναι. Πῶς δυνησόμεθα τὸν Θεὸν λοιπὸν ἵλεω ποιῆσαι; πῶς καταλλάξαι ὀργιζόμενον; Πρὸ τριῶν ἡμερῶν ἐπομβρία καὶ ὑετὸς κατεῤῥήγνυτο πάντα παρασύρων͵ ἀπ΄ αὐτοῦ τοῦ στόματος͵ ὡς εἰπεῖν͵ τὴν τράπεζαν τῶν γηπόνων ἀφαρπάζων͵ στάχυας κομῶντας κατακλίνων͵ τὰ ἄλλα ἅπαντα τῇ πλεονεξίᾳ τῆς ὑγρᾶς κατασήπων οὐσίας· λιτανεῖαι καὶ ἱκετηρίαι͵ καὶ πᾶσα ἡμῶν ἡ πόλις ὥσπερ χείμαῤῥος ἐπὶ τοὺς τόπους τῶν ἀποστόλων ἔτρεχε͵ καὶ συνηγόρους ἐλαμβάνομεν τὸν ἅγιον Πέτρον καὶ τὸν μακάριον Ἀνδρέαν͵ τὴν ξυνωρίδα τῶν ἀποστόλων͵ Παῦλον καὶ Τιμόθεον. Μετ΄ ἐκεῖνα͵ τῆς ὀργῆς λυθείσης͵ καὶ πέλαγος περάσαντες͵ καὶ κυμάτων κατατολμήσαντες͵ ἐπὶ τοὺς κορυφαίους ἐτρέχομεν͵ τὸν Πέτρον τὴν κρηπῖδα τῆς πίστεως͵ τὸν Παῦλον τὸ σκεῦος τῆς ἐκλογῆς͵ πανήγυριν ἐπιτελοῦντες πνευματικὴν͵ καὶ τοὺς ἄθλους αὐτῶν ἀνακηρύττοντες͵ τὰ τρόπαια καὶ τὰς νίκας τὰς κατὰ τῶν δαιμόνων. Καὶ οὔτε τῷ φόβῳ τῶν γινομένων καταπλαγέντες͵ οὔτε τῷ μεγέθει τῶν κατορθωμάτων τῶν ἀποστολικῶν παιδευθέντες͵ ἀθρόον οὕτω μιᾶς μεταξὺ γενομένης ἡμέρας͵ σκιρτᾷς καὶ βοᾷς͵ τὴν ἑαυτοῦ ψυχὴν αἰχμάλωτον ὑπὸ τῶν παθῶν παρασυρομένην περιορῶν; Εἰ δὲ ἐβούλου δρόμον ἀλόγων ὁρᾷν͵ τίνος ἕνεκεν οὐκ ἔζευξας τὰ ἄλογα ἐν σοὶ πάθη͵ θυμὸν καὶ ἐπιθυμίαν͵ καὶ ἐπέθηκας αὐτοῖς τὸν τῆς φιλοσοφίας ζυγὸν͵ τὸν χρηστὸν καὶ κοῦφον͵ καὶ ἐπέστησας αὐτοῖς λογισμὸν ὀρθὸν͵ καὶ πρὸς τὸ βραβεῖον ἤλασας τῆς ἄνω κλήσεως͵ οὐκ ἀπὸ μύσους εἰς μύσος͵ ἀλλ΄ ἀπὸ γῆς εἰς οὐρανὸν τρέχων; Τοῦτο γὰρ τῆς ἱπποδρομίας τὸ εἶδος μετὰ τῆς ἡδονῆς πολλὴν ἔχει τὴν ὠφέλειαν. Ἀλλ΄ ἀφεὶς τὰ κατὰ σαυτὸν ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι͵ ὑπὲρ τῆς ἑτέρων νίκης ἐκάθου͵ ἡμέραν τοσαύτην εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ δαπανῶν.


β. ῏Η οὐκ οἶσθα ὅτι καθάπερ ἡμεῖς ἀργύριον τοῖς οἰκέταις τοῖς ἡμετέροις ἐγχειρίζοντες͵ εὐθύνας αὐτοὺς καὶ μέχρι ἑνὸς ἀπαιτοῦμεν ὀβολοῦ· οὕτω καὶ ὁ Θεὸς τῶν ἡμερῶν τῆς ζωῆς τῆς ἡμετέρας ἀπαιτήσει λόγον ἡμᾶς͵ πῶς ἑκάστην ἡμέραν ἐδαπανήσαμεν; Τί οὖν ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα͵ ὅταν τῆς ἡμέρας ἐκείνης ἀπαιτώμεθα εὐθύνας; ῞Ηλιος ἀνέτειλε διὰ σὲ͵ καὶ σελήνη τὴν νύκτα ἐφώτισε͵ καὶ ποικίλος ἀστέρων ἀνέλαμψε χορός· ἔπνευσαν ἄνεμοι διὰ σὲ͵ ἔδραμον ποταμοί· σπέρματα ἐβλάστησαν διὰ σὲ͵ καὶ φυτὰ ἀνεδόθη͵ καὶ τῆς φύσεως ὁ δρόμος τὴν οἰκείαν ἐτήρησε τάξιν͵ καὶ ἡμέρα ἐφάνη καὶ 56.266 νὺξ παρῆλθε· καὶ ταῦτα πάντα γέγονε διὰ σέ· σὺ δὲ τῶν κτισμάτων σοι διακονουμένων͵ τοῦ διαβόλου τὴν ἐπιθυμίαν πληροῖς; Καὶ τοσοῦτον παρὰ τοῦ Θεοῦ μισθωσάμενος οἶκον͵ τὸν κόσμον λέγω τοῦτον͵ οὐκ ἀπέδωκας τὸν μισθόν. Καὶ οὐκ ἤρκεσε τῇ προτέρᾳ ἡμέρᾳ͵ ἀλλὰ καὶ τὴν δευτέραν͵ ὅτε ἀναπαῦσαι μικρὸν ἐχρῆν ἀπὸ τῆς ἐγγινομένης κακίας͵ ἐπὶ θέατρα πάλιν ἀνέβαινες͵ ἀπὸ καπνοῦ εἰς πῦρ τρέχων͵ εἰς ἕτερον βάραθρον καθεὶς ἑαυτὸν χαλεπώτερον. Γέροντες πολιὰς κατῄσχυνον͵ καὶ νέοι τὴν νεότητα κατεκρήμνιζον͵ καὶ πατέρες παῖδας ἀνῆγον͵ ἐκ προοιμίων τὴν ἀπειρόκακον ἡλικίαν εἰς τὰ τῆς πονηρίας ἐμβιβάζοντες βάραθρα͵ ὥστε οὐκ ἄν τις ἁμάρτοι παιδοκτόνους ἀντὶ πατέρων τοὺς τοιούτους ἀπο καλῶν͵ καὶ τῇ κακίᾳ τὴν ψυχὴν ἀπολλύντας τῶν τεχθέντων. Καὶ ποία κακία; φησί. Διὰ γὰρ τοῦτο ὀδυνῶμαι͵ ὅτι καὶ νοσῶν͵ οὐκ οἶδας ὅτι νοσεῖς͵ ἵνα καὶ τὸν ἰατρὸν ἐπιζητήσῃς. Μοιχείας ἐγένου πεπληρωμένος͵ καὶ ἐρωτᾷς͵ ποία κακία; ἦ οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι͵ ἤδη ἐμοίχευσεν αὐτήν; Τί οὖν ἐὰν μὴ ἐμβλέψω͵ φησὶ͵ πρὸς τὸ ἐπιθυμῆσαι; Καὶ πῶς δυνήσῃ με πεῖσαι; Ὁ γὰρ τοῦ θεωρῆσαι μὴ κρατῶν͵ ἀλλὰ τοσαύτην σπουδὴν ὑπὲρ τοῦ τοιούτου τιθέμενος͵ πῶς μετὰ τὸ θεωρῆσαι δυνήσῃ μένειν ἀκηλίδωτος; Μὴ γὰρ λίθος σοι τὸ σῶμα; μὴ γὰρ σίδηρος; Σάρκα περίκεισαι͵ σάρκα ἀνθρωπίνην͵ ἥτις χόρτου χαλεπώτερον ὑπὸ τῆς ἐπιθυμίας ἀνάπτεται. Καὶ τί λέγω τὸ θέατρον; Ἐν ἀγορᾷ πολλάκις ἐὰν ἀπαντήσωμεν γυναικὶ͵ θορυβούμεθα· σὺ δὲ ἄνω καθήμενος͵ ὅπου τοσαύτη πρὸς ἀσχημοσύνην παράκλησις͵ ὁρῶν γυναῖκα πόρνην γυμνῇ τῇ κεφαλῇ μετὰ πολλῆς τῆς ἀναισχυντίας εἰσιοῦσαν͵ χρυσᾶ περιβεβλημένην ἱμάτια͵ μαλακιζομένην͵ θρυπτομένην͵ ᾄσματα ᾄδουσαν πορνικὰ͵ κατακεκλασμένα μέλη͵ αἰσχρὰ προϊεμένην ῥήματα͵ ἀσχημονοῦσαν τοιαῦτα͵ ἅπερ ὁ θεωρήσας ἂν εἰς ἔννοιαν λάβῃς͵ κάτω κύπτεις· τολμᾷς εἰπεῖν ὡς οὐδὲν πάσχῃς ἀνθρώπινον; Μὴ γὰρ λίθος σοι τὸ σῶμα; μὴ γὰρ σίδηρος; Οὐ γὰρ παραιτήσομαι πάλιν τὰ αὐτὰ εἰπεῖν. Μὴ γὰρ τῶν μεγάλων καὶ γενναίων ἀνδρῶν ἐκείνων͵ οἳ ἀπὸ ψιλῆς ὄψεως κατηνέχθησαν͵ φιλοσοφώτερος σὺ εἶ; Οὐκ ἤκουσας τί φησιν ὁ Σολομών· Περιπατήσει τις ἐπ΄ ἀνθράκων πυρὸς͵ τοὺς δὲ πόδας οὐ κατακαύσει; Ἀποδήσει τις πῦρ ἐν κόλπῳ͵ τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Οὕτως ὁ εἰσιὼν εἰς γυναῖκα ἀλλοτρίαν. Εἰ γὰρ καὶ μὴ συνεπλάκης τῇ πόρνῃ͵ ἀλλὰ τῇ ἐπιθυμίᾳ 56.267 συνεγένου͵ καὶ τῇ γνώμῃ τὴν ἁμαρτίαν εἰργάσω. Καὶ οὐδὲ κατὰ τὸν καιρὸν ἐκεῖνον μόνον͵ ἀλλὰ καὶ τοῦ θεάτρου λυθέντος͵ ἀπελθούσης αὐτῆς͵ τὸ εἴδωλον ἐκείνης ἐναπόκειταί σου τῇ ψυχῇ͵ τὰ ῥήματα͵ τὰ σχήματα͵ τὰ βλέμματα͵ ἡ βάδισις͵ ὁ ῥυθμὸς͵ ἡ διάκρισις͵ τὰ μέλη τὰ πορνικὰ͵ καὶ μυρία τραύματα λαβὼν ἀναχωρεῖς. Οὐκ ἐντεῦθεν οἴκων ἀνατροπαί; οὐκ ἐντεῦθεν σωφροσύνης ἀπώλεια; οὐκ ἐντεῦθεν γάμων διαιρέσεις; οὐκ ἐντεῦθεν πόλεμοι καὶ μάχαι; οὐκ ἐντεῦθεν ἀηδίαι λόγον οὐκ ἔχουσαι; Ἐπειδὰν γὰρ ἐμπλησθεὶς ταύτης ἀνέλθῃς γενόμενος αἰχμάλωτος͵ καὶ ἡ γυνή σου ἀηδεστέρα φαίνεται͵ καὶ τὰ παιδία φορτικώτερα͵ καὶ οἱ οἰκέται ἐπαχθεῖς͵ καὶ ἡ οἰκία περιττὴ͵ καὶ αἱ συνήθεις φροντίδες ἐνοχλεῖν δοκοῦσι πρὸς τὴν οἰκονομίαν τῶν δεόντων πραγμάτων͵ καὶ ἕκαστος προσιὼν φορτικὸς καὶ ἐπαχθής.


γ. Τὸ δὲ αἴτιον͵ οὐκ ἀνέρχῃ μόνος εἰς τὴν οἰκίαν͵ ἀλλὰ τὴν πόρνην ἔχων μετὰ σεαυτοῦ͵ οὐ φανερῶς καὶ δήλως ἀνιοῦσαν· ὅπερ ἦν κουφότερον· ταχέως γὰρ ἂν ἐξήλασεν ἡ γυνή· ἀλλὰ τῇ γνώμῃ͵ καὶ τῷ συνειδότι ἐγκαθημένην͵ καὶ ἀνάπτουσαν ἔνδον τὴν Βαβυλωνίαν κάμινον͵ μᾶλλον δὲ πολλῷ χαλεπωτέραν· οὐ γὰρ στυππίον καὶ νάφθα καὶ πίσσα͵ ἀλλὰ τὰ εἰρημένα τροφὴ τῷ πυρὶ γίνεται͵ καὶ πάντα ἄνω καὶ κάτω. Καὶ καθάπερ οἱ πυρέττοντες͵ οὐδὲν ἔχοντες ἐγκαλεῖν τοῖς διακονουμένοις͵ διὰ τὴν τοῦ νοσήματος κακίαν δυσάρεστοι πρὸς πάντας εἰσὶ͵ σιτία διακρουόμενοι͵ καὶ ἰατροὺς κακίζοντες͵ καὶ πρὸς τοὺς οἰκείους ἀγανακτοῦντες͵ καὶ κατὰ τῶν διακονούντων λυττῶντες· οὕτω δὴ καὶ οἱ τὴν χαλεπὴν νόσον ταύτην νοσοῦντες͵ ἀλλοιοῦσι͵ δυσχεραίνουσι͵ πάντοτε ἐκείνην βλέποντες. Ὢ χαλεπῶν πραγμάτων. Λύκος μὲν καὶ λέων͵ καὶ τὰ λοιπὰ θηρία τοξευόμενα φεύγει τὸν κυνηγέτην· ἄνθρωπος δὲ ὁ λογιώτατος τρωθεὶς͵ περιδιώκει τὴν τρώσασαν͵ ὥστε πολλῷ χαλεπώτερον βέλος λαβεῖν͵ καὶ ἐνηδυπαθεῖν τῷ τραύματι· ὅπερ δὴ πάντων ἐστὶ πικρότατον͵ καὶ τὴν νόσον ἀνίατον ἐργάζεται. Ὁ γὰρ μὴ μισῶν τὸ ἕλκος͵ μηδὲ ἀπαλλαγῆναι βουλόμενος͵ πῶς ἂν ἐπιζητήσειε τὸν ἰατρόν; Διὰ ταῦτα ὀδυνῶμαι καὶ διακόπτομαι͵ ὅτι τοσαύτην λύμην λαμβάνοντες͵ ἐκεῖθεν κατέρχεσθε͵ καὶ διὰ μικρὰν ἡδονὴν διηνεκῆ τὴν ὀδύνην ὑπομένετε. Καὶ γὰρ καὶ πρὸ τῆς γεέννης καὶ τῆς κολάσεως ἐνταῦθα τὴν ἐσχάτην ἑαυτοὺς ἀπαιτεῖτε δίκην. ῍Η οὐκ ἐσχάτης τιμωρίας͵ εἰπέ μοι͵ ἐπιθυμίαν τοιαύτην τρέφειν͵ καὶ διηνεκῶς ἐμπίπρασθαι͵ καὶ κάμινον ἔρωτος ἀτόπου πανταχοῦ περιφέρειν͵ καὶ συνειδότος κατηγορίαν; Πῶς γὰρ ἐπιβήσῃ τῶν προθύρων ἐκείνων τῶν ἱερῶν; πῶς ἅψῃ τῆς οὐρανίου τραπέζης; πῶς δὲ ἀκούσεις τὸν περὶ σωφροσύνης λόγον͵ ἑλκῶν γέμων καὶ τραυμά 56.268 των τοσούτων͵ καὶ τὴν διάνοιαν ἔχων τῷ πάθει δουλεύουσαν; Καὶ τί δεῖ τὰ ἄλλα λέγειν; Ἀπὸ τῶν νῦν παρ΄ ἡμῶν γινομένων ἔξεστι τῆς διανοίας ἰδεῖν τὴν ὀδύνην. Νῦν γοῦν ὁρῶ μεταξὺ τῶν λόγων τούτων τὰ μέτωπα τύπτοντας͵ καὶ πολλὴν ὑμῖν ἔχω χάριν͵ ὅτι δῆμος οὕτως ἐστὲ εὔσπλαγχνος. Τάχα δὲ οἶμαι πολλοὺς τῶν μηδὲν ἡμαρτηκότων ταῦτα ποιεῖν͵ ἀλγοῦντας ὑπὲρ τῶν ἀδελφικῶν τραυμάτων. Διὰ τοῦτο ὀδυνῶμαι καὶ κόπτομαι͵ ὅτι τοιαύτην ἀγέλην ὁ διάβολος λυμαίνεται. Ἀλλ΄ εἰ βουληθείητε͵ ταχέως αὐτοῦ τὴν εἴσοδον ἀποφράξομεν. Πῶς καὶ τίνι τρόπῳ; Εἰ τοὺς νοσοῦντας ὑγιαίνοντας ἴδοιμεν· εἰ τὰ δίκτυα τῆς διδασκαλίας ἁπλώσαντες περιέλθοιμεν τοὺς θηριαλώτους ζητοῦντες͵ καὶ ἐξ αὐτῆς τοῦ λέοντος τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσοιμεν. Μὴ γάρ μοι λέγε· Ὀλίγοι εἰσὶν οἱ ἀποβουκολισθέντες. Κἂν δέκα μόνον ὦσιν͵ οὐχ ἡ τυχοῦσα ζημία· κἂν πέντε͵ κἂν δύο͵ κἂν εἷς. Ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐνενήκοντα ἐννέα διὰ τοῦτο καταλιπὼν πρόβατα͵ ἐπὶ τὸ ἓν ἔτρεχε͵ καὶ οὐκ ἐπανῆλθεν ἕως πάλιν αὐτὸ ἐπανήγαγε͵ καὶ τὸν τῶν ἑκατὸν ἀριθμὸν χωλεύοντα δι΄ ἐκείνου τὴν ἀποκατάστασιν τοῦ πλανηθέντος ἐπλήρωσε. Μὴ λέγε͵ ὅτι εἷς ἐστιν· ἀλλ΄ ἐννόησον͵ ὅτι ψυχή ἐστι͵ δι΄ ἣν τὰ ὁρώμενα πάντα γέγονεν· δι΄ ἣν νόμοι͵ καὶ τιμωρίαι͵ καὶ κολάσεις͵ καὶ τὰ μυρία θαύματα͵ καὶ αἱ ποικίλαι τοῦ Θεοῦ πραγματεῖαι· δι΄ ἣν οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο. Ἐννόησον ὅση τι μὴ καταβέβληται καὶ ὑπὲρ τοῦ ἑνὸς͵ καὶ μὴ καταφρόνει τῆς σωτηρίας αὐτοῦ͵ ἀλλ΄ ἀπελθὼν ἡμῖν ἐπανάγαγε͵ καὶ πεῖσον μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν͵ καὶ ἀρκοῦσαν ἔχομεν ἀπολογίαν. Εἰ δὲ μὴ ἀνέχοιτο͵ μηδὲ ἡμῶν συμβουλευόντων͵ μηδὲ ὑμῶν παραινούντων͵ τῇ ἐξουσίᾳ χρήσομαι λοιπὸν͵ ᾗ ὁ Θεὸς ἡμῖν ἔδωκεν οὐκ εἰς καθαίρεσιν͵ ἀλλ΄ εἰς οἰκοδομήν.


δ. Διὰ δὲ τοῦτο προλέγω͵ καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ͵ ὅτι εἴ τις μετὰ τὴν παραίνεσιν ταύτην καὶ διδασκαλίαν ἐπὶ τὴν παράνομον τῶν θεάτρων αὐτομολήσειε λύμην͵ οὐ δέξομαι αὐτὸν εἴσω τουτωνὶ τῶν περιβόλων͵ οὐ μεταδώσω μυστηρίων͵ οὐκ ἀφήσω τῆς ἱερᾶς ἅψασθαι τραπέζης· ἀλλ΄ ὥσπερ οἱ ποιμένες τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν͵ ὥστε μὴ μεταδοῦναι τοῖς λοιποῖς τῆς νόσου· οὕτω δὴ ἐργάσομαι κἀγώ. Εἰ γὰρ τὸ παλαιὸν ὁ λεπρὸς ἔξω τῆς παρεμβολῆς ἐκελεύετο καθῆναι͵ κἂν βασιλεὺς ἦν͵ ἐξεβάλλετο μετὰ τοῦ διαδήματος͵ πολλῷ μᾶλλον ἡμεῖς τὸν τὴν ψυχὴν λεπροῦντα ταύτης ἐκβαλοῦμεν τῆς ἱερᾶς παρεμβολῆς. Ὥσπερ γὰρ τὴν ἀρχὴν παραινέσει καὶ συμβολῇ ἐχρησάμην͵ οὕτω καὶ νῦν μετὰ τοσαύτην παραίνεσιν καὶ διδασκαλίαν ἀνάγκη λοιπὸν καὶ τομὴν ἐπαγαγεῖν. Καὶ γὰρ ἐνιαυτὸν ἔχω λοιπὸν τῆς πόλεως ἐπιβὰς τῆς ὑμετέρας͵ καὶ οὐ διέλιπον πολλάκις καὶ συνεχῶς ταῦτα ὑμῖν παραινῶν. Ἐπεὶ οὖν ἐναπέμεινάν τινες τῇ σηπεδόνι͵ 56.269 φέρε λοιπὸν τὴν τομὴν ἐπαγάγωμεν. Εἰ γὰρ μὴ σιδήριον ἔχω͵ ἀλλ΄ ἔχω λόγον σιδήρου τομώτερον· εἰ καὶ μὴ πῦρ βαστάζω͵ ἀλλ΄ ἔστι μοι διδασκαλία πυρὸς θερμοτέρα͵ εὐτονώτερον δυναμένη καίειν. Μὴ οὖν καταφρόνει τῆς ἀποφάσεως τῆς ἡμετέρας. Εἰ γὰρ εὐτελεῖς ἡμεῖς καὶ σφόδρα οἰκτροὶ͵ ἀλλ΄ ὅμως ἐνεχειρίσθημεν ἀξίαν παρὰ τῆς τοῦ Θεοῦ χάριτος τὴν δυναμένην ταῦτα ἐργάζεσθαι. Ἐκβαλλέσθωσαν τοίνυν οἱ τοιοῦτοι͵ ἵνα οἵ τε ὑγιαίνοντες ἡμῖν ὑγιεινότεροι γένωνται͵ οἵ τε νοσοῦντες ἀνακτήσωνται ἑαυτοὺς ἐκ τῆς χαλεπῆς ἀῤῥωστίας. Εἰ δὲ ἐφρίξατε ταύτην ἀκούσαντες τὴν ἀπόφασιν (καὶ γὰρ ὁρῶ πάντας στυγνάζοντας καὶ συνεσταλμένους ὄντας)͵ μεταβαλλέσθωσαν͵ καὶ λέλυται τὰ τῆς ἀποφάσεως. Ὥσπερ γὰρ ἐξουσίαν ἐλάβομεν δῆσαι͵ οὕτως καὶ λῦσαι͵ καὶ πάλιν ἐπαγαγεῖν. Οὐ γὰρ τοὺς ἀδελφοὺς ἡμῶν ἀποκόψαι βουλόμεθα͵ ἀλλὰ τὸ ὄνειδος τῆς Ἐκκλησίας ἀποκρούσασθαι. Νῦν μὲν γὰρ καὶ Ἕλληνες ἡμῶν καταγελάσονται͵ καὶ Ἰουδαῖοι κωμῳδήσουσιν͵ ὅταν ἁμαρτάνοντας ἑαυτοὺς οὕτως περιορῶμεν. Τότε δὲ καὶ ἐκεῖνοι σφόδρα ἡμᾶς ἐπαινέσουσι͵ καὶ θαυμάσονται τὴν Ἐκκλησίαν͵ τῶν παρ΄ ἡμῖν αἰδεσθέντες νόμων. Μηδεὶς τοίνυν τῶν ἐπιμενόντων τῇ αὐτῇ πορνείᾳ τῆς ἐκκλησίας ἐπιβαινέτω͵ ἀλλὰ καὶ ἀφ΄ ὑμῶν ἐπιτιμάσθω͵ καὶ κοινὸς ἔστω πολέμιος. Εἴ τις γὰρ͵ φησὶν͵ οὐχ ὑπακούσῃ τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς͵ τοῦτον σημειοῦσθε͵ καὶ μὴ συναναμίγνυσθε αὐτῷ. Τοῦτο δὲ ποιήσατε· μήτε λόγου μετάδοτε͵ μήτε εἰς οἰκίαν δέξησθε͵ μήτε τραπέζης κοινωνήσητε͵ μήτε εἰσόδου͵ μήτε ἐξόδου͵ μήτε ἀγορᾶς· καὶ οὕτω ῥᾳδίως αὐτοὺς ἀνακτησόμεθα. Καὶ καθάπερ οἱ κυνηγοὶ τὰ δυσάλωτα τῶν θηρίων οὐκ ἐξ ἑνὸς μέρους͵ ἀλλὰ πάντοθεν ἐλαύνοντες͵ εἰς τὴν σαγήνην ἐμβάλλουσιν· οὕτω δὴ καὶ ἡμεῖς τοὺς ἐκθηριωθέντας συνελάσωμεν͵ καὶ ταχέως εἰς τὰ δίκτυα τῆς σωτηρίας ἐμβαλοῦμεν͵ ἡμεῖς ἐντεῦθεν͵ ὑμεῖς ἐκεῖθεν. Ἵν΄ οὖν τοῦτο γένηται͵ καὶ ὑμεῖς ἡμῖν συναγανακτήσατε͵ 56.270 μᾶλλον δὲ ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων ἀλγήσατε͵ καὶ μικρὸν ἀποστράφητε τούτους τὰ τοιαῦτα νοσοῦντας καὶ παρανομοῦντας τῶν ἀδελφῶν͵ ἵνα διηνεκῶς αὐτοὺς ἔχητε. Οὐδὲ γὰρ τὸ τυχὸν ὑμῖν ἐστι κρίμα͵ εἰ παρίδητε τοσαύτην ἀπώλειαν͵ ἀλλὰ μεγίστην ἕξετε τιμωρίαν. Εἰ γὰρ ἐν ταῖς τῶν ἀνθρώπων οἰκίαις ἂν ἁλῷ τις τῶν οἰκετῶν ἀργύριον ἢ χρυσίον ὑφελόμενος͵ οὐκ αὐτὸς κολάζεται μόνον ὁ ἁλοὺς͵ ἀλλὰ καὶ οἱ συνειδότες καὶ μὴ καταγγείλαντες͵ πολλῷ μᾶλλον ἐπὶ τῆς Ἐκκλησίας. Ἐρεῖ γάρ σοι τηνικαῦτα ὁ Θεός· Ὁρῶν ἀπὸ τοῦ οἴκου τοῦ ἐμοῦ οὐκ ἀργύριον͵ οὐδὲ χρυσοῦν σκεῦος κλαπὲν͵ ἀλλὰ σωφροσύνην συληθεῖσαν͵ καὶ τὸν λαβόντα τὸ σῶμα τὸ τίμιον͵ καὶ τοιαύτης μετασχόντα θυσίας͵ ἀπελθόντα εἰς τὸ τοῦ διαβόλου χωρίον͵ καὶ τοιαῦτα παρανομήσαντα͵ πῶς ἐσίγησας; πῶς ἤνεγκας; πῶς οὐκ ἀπήγγειλας τῷ ἱερεῖ; καὶ οὐ τὰς τυχούσας ἀπαιτηθήσῃ εὐθύνας. Διά τοι τοῦτο καὶ ἐγὼ͵ καίτοι γε μέλλων λυπεῖν͵ οὐδενὸς φείσομαι τῶν ἐπαχθεστέρων. Πολλῷ γὰρ βέλτιον ἐνταῦθα λυπηθέντας ἡμᾶς ἐξελέσθαι τῆς μελλούσης κρίσεως͵ ἢ ῥήμασι χαρισάμενον μεθ΄ ὑμῶν κολασθῆναι τότε. Οὐδὲ γὰρ ἀσφαλὲς ἡμῖν͵ οὐδὲ ἀκίνδυνον͵ σιγῇ τὰ τοιαῦτα φέρειν Ὑμῶν γὰρ ἕκαστος ὑπὲρ ἑαυτοῦ δώσει τὰς εὐθύνας· ἐγὼ δὲ τῆς ἁπάντων σωτηρίας ὑπεύθυνος. Διὰ δὴ τοῦτο οὐ παύσομαι πάντα ποιῶν καὶ λέγων͵ κἂν λυπῆσαι δέῃ͵ κἂν ἐπαχθῆ φανῆναι͵ κἂν φορτικὸν͵ ὥστε δυνηθῆναι παραστῆναι τῷ βήματι ἐκείνῳ τῷ φοβερῷ͵ μὴ ἔχων σπῖλον ἢ ῥυτίδα͵ ἤ τι τῶν τοιούτων. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε διαφθαρέντας ἤδη ταχέως ἐπανελθεῖν͵ τούς τε μείναντας ἀσινεῖς ἐπὶ μεῖζον προκόψαι κοσμιότητος καὶ σωφροσύνης· ἵνα καὶ ὑμεῖς σώζοισθε͵ καὶ ἡμεῖς εὐφραινώμεθα͵ καὶ ὁ Θεὸς δοξάζηται νῦν καὶ ἀεὶ͵ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...