Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ
Ἡ ἀνάμνησις τοῦ γεγονότος θαύματος ἐν Κολασσαῖς,
ἤτοι ἐν Χώναις, παρὰ τοῦ Ἀρχαγγέλου Μιχαήλ.
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Ἀνάμνησις τοῦ γενομένου
παραδόξου θαύματος ἐν Κολασσαῖς τῆς Φρυγίας
παρὰ τοῦ ἀρχιστρατήγου Μιχαήλ.
Στίχοι
Ὤφθης Μιχαὴλ Νῶε σῷ ναῷ νέος,
Χώνῃ ποταμῶν τὸν κατακλυσμὸν λύων.
Ῥοῦν Μιχαὴλ ποταμῶν χώνευσε, Νόων ἀγός, ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐδοξίου, Ζήνωνος, Ῥωμύλου
καὶ Μακαρίου.
Τμήθησαν Εὐδόξιος, Ῥωμύλος, Ζήνων,
Καὶ Μακάριος, μακαριστοί, τοῦ τέλους!
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι ἑκατὸν τέσσαρες καὶ χίλιοι στρατιῶτοι,
καὶ ἡ ἁγία Καλοδότη, ξίφει τελειοῦνται.
Δεκὰς δεκαπλῆ καὶ χιλιὰς Μαρτύρων,
Καὶ τετρὰς ἁπλῆ συντελευτῶσι ξίφει.
Καλοδότη, τμηθεῖσα τὴν κάραν ξίφει,
Καλῶν δοτῆρι σοὶ παρίσταται Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φαῦστος ὁ πρεσβύτερος, Μακάριος, Ἀνδρέας, καὶ ὁ μοναχὸς Βίβος, Κυριακός, Διονύσιος, Ἀνδρόνικος, καὶ αἱ ἅγιαι Ἀνδροπελαγία, καὶ Θέκλα, καὶ Θεόκτιστος ὁ ναύκληρος, καὶ ἕτερος Κυριακὸς ὁ Δημότης, ξίφει τελειοῦνται.
Τὴν γῆν ὁ Φαῦστος ἐκλιπὼν διὰ ξίφους,
Πρὸς φαῦσιν ἤρθη τῆς ἄνω κατοικίας.
Ξίφει θανόντες Μακάριος, Ἀνδρέας,
Ὥδευσαν ἄμφω τὴν μακαρίαν τρίβον.
Τὸν ἀρετῆς στέφανον ἀρνεῖται Βίβος,
Εἰ μὴ στέφανον καὶ τὸν ἐκ ξίφους λάβῃ.
Διονυσίῳ συμφρονήσαντας δύω,
Διονυσίῳ συγκατέκτεινε ξίφος.
Ὡς ἀνδρικὴ τις ἦν Ἀνδροπελαγία,
Πρὸς τὴν κεφαλῆς ἐκτομήν, ὡς ἡ Θέκλα.
Θεόκτιστος ναύκληρος ἐκτμηθεὶς κάραν,
Ψυχῆς ἰθύνει τὸ σκάφος πρὸς τὸν πόλον.
Ὁ Κυριάκος Δημότης, ἀλλ᾿ ἐκ ξίφους,
Συνθιασώτης τοῦ χοροῦ τῶν Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Συνέδραμε καὶ τὰ ἐγκαίνια τῆς
Ὑπεραγίας Θεοτόκου εἰς τὸ Δεύτερον ἐν τῷ οἴκῳ τῆς Ἁγίας Εἰρήνης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά