Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Πέμπτη, Ιουλίου 30, 2015

Η Ακολουθία της Κυριακής απο τον Νεκτάριο Μαμαλούγκο. 2 ΑΥΓΟΥΣΤΟΥ 2015 † ΚΥΡΙΑΚΗ Θ´ ΜΑΤΘΑΙΟΥ


Η Ακολουθία της Κυριακής απο τον Νεκτάριο Μαμαλούγκο. 

2 ΑΥΓΟΥΣΤΟΥ 2015

† ΚΥΡΙΑΚΗ Θ´ ΜΑΤΘΑΙΟΥ

Μνή­μη τῆς ἀ­να­κο­μι­δῆς τοῦ ἱ­ε­ροῦ λει­ψά­νου τοῦ πρω­το­μάρ­τυ­ρος καὶ ἀ­πο­στό­λου Στε­φά­νου (428). Θε­ο­δώ­ρου νε­ο­μάρ­τυ­ρος τοῦ ἐν Δαρ­δα­νελ­λί­οις (†1690).

Ἦ­χος πλ. δ´. Ἑ­ω­θι­νὸν Θ´.

(ΤΜΕ 2 Αὐ­γού­στου §2 & 27 Ἰουλίου §§2-4).

* * * * *

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Με­τὰ τὸν Ἑ­ξά­ψαλ­μον,
Συ­να­πτὴ με­γά­λη, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα...

Ἦ­χος πλ. δ´.

Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν· εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.
Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...
Στίχ. β´. Πάν­τα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­τούς.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...
Στίχ. γ´. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...

ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. δ´.

ξ ὕ­ψους κα­τῆλ­θες ὁ Εὔ­σπλαγ­χνος, τα­φὴν κα­τε­δέ­ξω τρι­ή­με­ρον, ἵ­να ἡ­μᾶς ἐ­λευ­θε­ρώ­σῃς τῶν πα­θῶν. Ἡ ζω­ὴ καὶ ἡ ἀ­νά­στα­σις ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα σοι.

Δό­ξα. Τοῦ ἁ­γί­ου.
Ἦ­χος δ´. Τα­χὺ προ­κα­τά­λα­βε.

Βα­σί­λει­ον δι­ά­δη­μα, ἐ­στέ­φθη σὴ κο­ρυ­φή, ἐξ ἄ­θλων ὧν ὑ­πέ­μει­νας, ὑ­πὲρ Χρι­στοῦ τοῦ Θε­οῦ, Μαρ­τύ­ρων πρω­τό­α­θλε Στέ­φα­νε· σὺ γὰρ τὴν Ἰ­ου­δαί­ων, ἀ­πε­λέγ­ξας μα­νί­αν, εἶ­δές σου τὸν Σω­τῆ­ρα, τοῦ Πα­τρὸς δε­ξι­ό­θεν. Αὐ­τὸν οὖν ἐκ­δυ­σώ­πει ἀ­εί, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.

Καὶ νῦν. Θε­ο­το­κί­ον. Ὁ αὐ­τός.

Τὸ ἀπ᾿ αἰ­ῶ­νος ἀ­πό­κρυ­φον, καὶ Ἀγ­γέ­λοις ἄ­γνω­στον μυ­στή­ρι­ον, δι­ὰ σοῦ Θε­ο­τό­κε τοῖς ἐ­πὶ γῆς πε­φα­νέ­ρω­ται, Θε­ὸς ἐν ἀ­συγ­χύ­τῳ ἑ­νώ­σει σαρ­κού­με­νος, καὶ Σταυ­ρὸν ἑ­κου­σί­ως ὑ­πὲρ ἡ­μῶν κα­τα­δε­ξά­με­νος· δι᾿ οὗ ἀ­να­στή­σας τὸν πρω­τό­πλα­στον, ἔ­σω­σεν ἐκ θα­νά­του τὰς ψυ­χὰς ἡ­μῶν.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὸν τὸ κρά­τος...

* * *

ΚΑΘΙΣΜΑΤΑ

[Τὸ Ψαλ­τή­ρι­ον καὶ ὁ Ἄ­μω­μος]

Με­τὰ τὴν α´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.

Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. δ´.

­νέ­στης ἐκ νε­κρῶν, ἡ ζω­ὴ τῶν ἁ­πάν­των, καὶ Ἄγ­γε­λος φω­τός, ταῖς γυ­ναι­ξὶν ἐ­βό­α· Παύ­σα­σθε τῶν δα­κρύ­ων, τοῖς Ἀ­πο­στό­λοις εὐ­αγ­γε­λί­σα­σθε· κρά­ξα­τε ἀ­νυ­μνοῦ­σαι· Ὅ­τι ἀ­νέ­στη Χρι­στὸς ὁ Κύ­ρι­ος, ὁ εὐ­δο­κή­σας σῶ­σαι ὡς Θε­ός, τὸ γέ­νος τῶν ἀν­θρώ­πων.

Δό­ξα. Τὴν Σο­φί­αν καὶ Λό­γον.

­να­στὰς ἐκ τοῦ τά­φου ὡς ἀ­λη­θῶς, ταῖς ὁ­σί­αις προ­σέ­τα­ξας γυ­ναι­ξί, κη­ρῦ­ξαι τὴν ἔ­γερ­σιν, Ἀ­πο­στό­λοις ὡς γέ­γρα­πται· καὶ δρο­μαῖ­ος ὁ Πέ­τρος, ἐ­πέ­στη τῷ μνή­μα­τι, καὶ τὸ φῶς ἐν τῷ τά­φῳ, ὁ­ρῶν κα­τε­πλήτ­τε­το· ὅ­θεν καὶ κα­τεῖ­δε, τὰ ὀ­θό­νι­α μό­να, χω­ρὶς τοῦ θεί­ου σώ­μα­τος, ἐν αὐ­τῷ κα­τα­κεί­με­να· καὶ πι­στεύ­σας ἐ­βό­η­σε· Δό­ξα σοι Χρι­στὲ ὁ Θε­ός, ὅ­τι σώ­ζεις ἅ­παν­τας Σω­τὴρ ἡ­μῶν· τοῦ Πα­τρὸς γὰρ ὑ­πάρ­χεις ἀ­παύ­γα­σμα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

 δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς ἐκ Παρ­θέ­νου, καὶ σταύ­ρω­σιν ὑ­πο­μεί­νας Ἀ­γα­θέ, ὁ θα­νά­τῳ τὸν θά­να­τον σκυ­λεύ­σας, καὶ ἔ­γερ­σιν δεί­ξας ὡς Θε­ός, μὴ πα­ρί­δῃς οὓς ἔ­πλα­σας τῇ χει­ρί σου· δεῖ­ξον τὴν φι­λαν­θρω­πί­αν σου Ἐ­λε­ῆ­μον· δέ­ξαι τὴν τε­κοῦ­σάν σε Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.

Με­τὰ τὴν β´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.

Ἦ­χος πλ. δ´.

ν­θρω­ποι τὸ μνῆ­μά σου, Σω­τὴρ ἐ­σφρα­γί­σαν­το, Ἄγ­γε­λος τὸν λί­θον, ἐκ τῆς θύ­ρας ἀ­πε­κύ­λι­σε. Γυ­ναῖ­κες ἐ­θε­ά­σαν­το, ἐ­γη­γερ­μέ­νον ἐκ νε­κρῶν, καὶ αὗ­ται εὐ­ηγ­γε­λί­σαν­το, τοῖς Μα­θη­ταῖς σου ἐν Σι­ών· Ὅ­τι ἀ­νέ­στης ἡ ζω­ὴ τῶν ἁ­πάν­των, καὶ δι­ε­λύ­θη τὰ δε­σμὰ τοῦ θα­νά­του. Κύ­ρι­ε δό­ξα σοι.
Δό­ξα.
Τὰ μύ­ρα τῆς τα­φῆς, αἱ γυ­ναῖ­κες κο­μί­σα­σαι, φω­νῆς ἀγ­γε­λι­κῆς, ἐκ τοῦ τά­φου ἤ­κου­ον· Παύ­σα­σθε τῶν δα­κρύ­ων, καὶ ἀν­τὶ λύ­πης χα­ρὰν κο­μί­σα­σθε· κρά­ξα­τε ἀ­νυ­μνοῦ­σαι, ὅ­τι ἀ­νέ­στη Χρι­στὸς ὁ Κύ­ρι­ος, ὁ εὐ­δο­κή­σας σῶ­σαι ὡς Θε­ός, τὸ γέ­νος τῶν ἀν­θρώ­πων.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

­πὶ σοὶ χαί­ρει, Κε­χα­ρι­τω­μέ­νη, πᾶ­σα ἡ κτί­σις, Ἀγ­γέ­λων τὸ σύ­στη­μα, καὶ ἀν­θρώ­πων τὸ γέ­νος, ἡ­γι­α­σμέ­νε να­έ, καὶ Πα­ρά­δει­σε λο­γι­κέ, παρ­θε­νι­κὸν καύ­χη­μα· ἐξ ἧς Θε­ὸς ἐ­σαρ­κώ­θη, καὶ παι­δί­ον γέ­γο­νεν, ὁ πρὸ αἰ­ώ­νων ὑ­πάρ­χων Θε­ὸς ἡ­μῶν. Τὴν γὰρ σὴν μή­τραν, θρό­νον ἐ­ποί­η­σε, καὶ τὴν σὴν γα­στέ­ρα, πλα­τυ­τέ­ραν οὐ­ρα­νῶν ἀ­πειρ­γά­σα­το. Ἐ­πὶ σοὶ χαί­ρει, Κε­χα­ρι­τω­μέ­νη, πᾶ­σα ἡ κτί­σις· δό­ξα σοι.

* * *

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

[Με­τὰ τὸν Ἄ­μω­μον, τὰ Εὐ­λο­γη­τά­ρι­α]

Ἦ­χος πλ. α´.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε·
δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.
Τῶν ἀγ­γέ­λων ὁ δῆ­μος * κα­τε­πλά­γη ὁ­ρῶν σε * ἐν νε­κροῖς λο­γι­σθέν­τα, * τοῦ θα­νά­του δέ, Σῶ­τερ, * τὴν ἰ­σχὺν κα­θε­λόν­τα * καὶ σὺν ἑ­αυ­τῷ * τὸν Ἀ­δὰμ ἐ­γεί­ραν­τα * καὶ ἐξ ᾅ­δου* πάν­τας ἐ­λευ­θε­ρώ­σαν­τα.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε·
δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.
Τί τὰ μύ­ρα * συμ­πα­θῶς τοῖς δά­κρυ­σιν, * ὦ μα­θή­τρι­αι, κιρ­νᾶ­τε; * ὁ ἀ­στρά­πτων * ἐν τῷ τά­φῳ ἄγ­γε­λος * προ­σε­φθέγ­γε­το ταῖς μυ­ρο­φό­ροις· * Ἴ­δε­τε ὑ­μεῖς * τὸν τά­φον καὶ ἥ­σθη­τε· * ὁ Σω­τὴρ γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε·
δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.
Λί­αν πρω­ῒ * μυ­ρο­φό­ροι ἔ­δρα­μον * πρὸς τὸ μνῆ­μά σου θρη­νο­λο­γοῦ­σαι· * ἀλλ᾿ ἐ­πέ­στη * πρὸς αὐ­τὰς ὁ ἄγ­γε­λος καὶ εἶ­πε· * Θρή­νου ὁ και­ρὸς * πέ­παυ­ται· μὴ κλαί­ε­τε· * τὴν ἀ­νά­στα­σιν δὲ * ἀ­πο­στό­λοις εἴ­πα­τε.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε·
δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.
Μυ­ρο­φό­ροι γυ­ναῖ­κες * με­τὰ μύ­ρων ἐλ­θοῦ­σαι * πρὸς τὸ μνῆ­μά σου, Σῶ­τερ, * ἐ­νη­χοῦν­το ἀγ­γέ­λου * πρὸς αὐ­τὰς φθεγ­γο­μέ­νου· * Τί με­τὰ νε­κρῶν * τὸν ζῶν­τα λο­γί­ζε­σθε; *ὡς Θε­ὸς γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.
Προ­σκυ­νοῦ­μεν Πα­τέ­ρα * καὶ τὸν τού­του Υἱ­όν τε * καὶ τὸ ἅ­γι­ον Πνεῦ­μα, * τὴν ἁ­γί­αν Τρι­ά­δα * ἐν μι­ᾷ τῇ οὐ­σί­ᾳ, * σὺν τοῖς Σε­ρα­φὶμ * κρά­ζον­τες τὸ Ἅ­γι­ος, * ἅ­γι­ος, ἅ­γι­ος εἶ, Κύ­ρι­ε.
Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Ζω­ο­δό­την τε­κοῦ­σα, * ἐ­λυ­τρώ­σω, Παρ­θέ­νε, * τὸν Ἀ­δὰμ ἁ­μαρ­τί­ας· * χαρ­μο­νὴν δὲ τῇ Εὔ­ᾳ * ἀν­τὶ λύ­πης πα­ρέ­σχες· *ῥεύ­σαν­τα ζω­ῆς, * ἴ­θυ­νε πρὸς ταύ­την δὲ * ὁ ἐκ σοῦ σαρ­κω­θεὶς * Θε­ὸς καὶ ἄν­θρω­πος.
λ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός. (κ γ)

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι ηὐ­λό­γη­ταί Σου...

* * *

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ

Ἡ Ὑ­πα­κο­ή. Ἦ­χος πλ. δ´.

Αἱ Μυ­ρο­φό­ροι τοῦ ζω­ο­δό­του, ἐ­πι­στᾶ­σαι τῷ μνή­μα­τι, τὸν Δε­σπό­την ἐ­ζή­τουν, ἐν νε­κροῖς τὸν ἀ­θά­να­τον· καὶ χα­ρᾶς εὐ­αγ­γέ­λι­α, ἐκ τοῦ Ἀγ­γέ­λου δε­ξά­με­ναι, τοῖς Ἀ­πο­στό­λοις ἐ­μή­νυ­ον· Ὅ­τι ἀ­νέ­στη ὁ Κύ­ρι­ος, πα­ρέ­χων τῷ κό­σμῳ τὸ μέ­γα ἔ­λε­ος.

Οἱ Ἀ­να­βαθ­μοί. Ἦ­χος πλ. δ´.

Ἀν­τί­φω­νον Α´.

κ νε­ό­τη­τός μου, ὁ ἐ­χθρός με πει­ρά­ζει, ταῖς ἡ­δο­ναῖς φλέ­γει με· ἐ­γὼ δὲ πε­ποι­θώς, ἐν σοὶ Κύ­ρι­ε, τρο­ποῦ­μαι τοῦ­τον.
Οἱ μι­σοῦν­τες Σι­ών, γε­νη­θή­τω­σαν δή, πρὶν ἐκ­σπα­σθῆ­ναι ὡς χόρ­τος· συγ­κό­ψει γὰρ Χρι­στός, αὐ­χέ­νας αὐ­τῶν, το­μῇ βα­σά­νων.
Δό­ξα. Καὶ νῦν.
­γί­ῳ Πνεύ­μα­τι, τὸ ζῆν τὰ πάν­τα, φῶς ἐκ φω­τός, Θε­ὸς μέ­γας· σὺν Πα­τρὶ ὑ­μνοῦ­μεν αὐ­τὸ καὶ τῷ Λό­γῳ.

Ἀν­τί­φω­νον Β´.

 καρ­δί­α μου, τῷ φό­βῳ σου σκε­πέ­σθω, τα­πει­νο­φρο­νοῦ­σα· μὴ ὑ­ψω­θεῖ­σα ἀ­πο­πέ­σῃ, ἐκ σοῦ Πα­νοι­κτίρ­μον.
­πὶ τὸν Κύ­ρι­ον, ὁ ἐ­σχη­κὼς ἐλ­πί­δα, οὐ δεί­σει τό­τε, ὅ­τε πυ­ρὶ τὰ πάν­τα, κρι­νεῖ καὶ κο­λά­σει.
Δό­ξα. Καὶ νῦν.
­γί­ῳ Πνεύ­μα­τι, πᾶς τις θεῖ­ος βλέ­πει καὶ προ­λέ­γει, τε­ρα­τουρ­γεῖ ὕ­ψι­στα, ἐν τρι­σὶν ἕ­να Θε­ὸν μέλ­πων· εἰ γὰρ καὶ τρι­λαμ­πεῖ, μο­ναρ­χεῖ τὸ θεῖ­ον.

Ἀν­τί­φω­νον Γ´.

­κέ­κρα­ξά σοι Κύ­ρι­ε, πρό­σχες, κλῖ­νόν μοι τὸ οὖς σου βο­ῶν­τι, καὶ κά­θα­ρον πρὶν ἄ­ρῃς με, ἀ­πὸ τῶν ἐν­θέν­δε.
­πὶ τὴν μη­τέ­ρα αὐ­τοῦ γῆν, δύ­νων πᾶς αὖ­θις ἀ­να­λύ­σει, τοῦ λα­βεῖν βα­σά­νους, ἢ γέ­ρα τῶν βε­βι­ω­μέ­νων.
Δό­ξα. Καὶ νῦν.
­γί­ῳ Πνεύ­μα­τι, θε­ο­λο­γί­α μο­νὰς τρι­σα­γί­α· ὁ Πα­τὴρ γὰρ ἄ­ναρ­χος, ἐξ οὗ ἔ­φυ ὁ Υἱ­ὸς ἀ­χρό­νως, καὶ τὸ Πνεῦ­μα σύμ­μορ­φον, σύν­θρο­νον, ἐκ Πα­τρὸς συ­νε­κλάμ­ψαν.

Ἀν­τί­φω­νον Δ´.

­δοὺ δὴ τί κα­λόν, ἢ τί τερ­πνόν, ἀλλ᾿ ἢ τὸ κα­τοι­κεῖν ἀ­δελ­φοὺς ἅ­μα; ἐν τού­τῳ γὰρ Κύ­ρι­ος, ἐ­πηγ­γεί­λα­το ζω­ὴν αἰ­ω­νί­αν.
Τοῦ ἐν­δύ­μα­τος αὐ­τοῦ, ὁ τὰ κρί­να τοῦ ἀ­γροῦ κο­σμῶν, κε­λεύ­ει μὴ δεῖν φρον­τί­ζειν.
Δό­ξα. Καὶ νῦν.
­γί­ῳ Πνεύ­μα­τι, ἑ­νο­ει­δεῖ αἰ­τί­ᾳ, πάν­τα ἔ­χε­ται εἰ­ρη­νο­βρα­βεύ­τως· Θε­ὸς τοῦ­το γάρ ἐ­στι, Πα­τρί τε καὶ Υἱ­ῷ, ὁ­μο­ού­σι­ον κυ­ρί­ως.

Προ­κεί­με­νον. Ψαλμὸς ρβ´ (102).

Bα­σι­λεύ­σει Κύ­ρι­ος εἰς τὸν αἰ­ῶ­να, ὁ Θε­ός σου Σι­ών, εἰς γε­νε­ὰν καὶ γε­νε­άν. (δίς)
Στίχ. Αἴ­νει ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· αἰ­νέ­σω Κύ­ρι­ον ἐν τῇ ζω­ῇ μου, ψα­λῶ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.
Bα­σι­λεύ­σει Κύ­ρι­ος εἰς τὸν αἰ­ῶ­να...

* * *

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.
Κύ­ρι­ε, ἐ­λέ­η­σον.
Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἅ­γι­ος εἶ, ὁ Θε­ὸς ἡ­μῶν, ...
Ἀ­μήν. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.
Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.
Στίχ. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.
Αἰ­νε­σά­τω πνο­ὴ… πᾶ­σα τὸν Κύ­ρι­ον.
Ὁ δι­ά­κο­νος· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.
Κύ­ρι­ε, ἐ­λέ­η­σον. (γ´)
Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.
Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.
Καὶ τῷ Πνεύ­μα­τί σου.
Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.
Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει
τὸ ἐν­δι­ά­τα­κτον ἑ­ω­θι­νὸν Εὐ­αγ­γέ­λι­ον.

Ἑ­ωθινὸν Θ´
Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (κ´ 19-31).

Οὔ­σης ὀ­ψί­ας τῇ ἡ­μέ­ρᾳ ἐ­κεί­νῃ τῇ μι­ᾷ τῶν σαβ­βά­των, καὶ τῶν θυ­ρῶν κε­κλει­σμέ­νων ὅ­που ἦ­σαν οἱ μα­θη­ταὶ συ­νηγ­μέ­νοι δι­ὰ τὸν φό­βον τῶν Ἰ­ου­δαί­ων, ἦλ­θεν ὁ Ἰ­η­σοῦς καὶ ἔ­στη εἰς τὸ μέ­σον, καὶ λέ­γει αὐ­τοῖς· Εἰ­ρή­νη ὑ­μῖν. Καὶ τοῦ­το εἰ­πὼν ἔ­δει­ξεν αὐ­τοῖς τὰς χεῖ­ρας καὶ τὴν πλευ­ρὰν αὐ­τοῦ. Ἐ­χά­ρη­σαν οὖν οἱ μα­θη­ταὶ ἰ­δόν­τες τὸν Κύ­ρι­ον. Εἶ­πεν οὖν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς πά­λιν· Εἰ­ρή­νη ὑ­μῖν. Κα­θὼς ἀ­πέ­σταλ­κέ με ὁ πα­τήρ, κἀ­γὼ πέμ­πω ὑ­μᾶς. Καὶ τοῦ­το εἰ­πὼν ἐ­νε­φύ­ση­σε καὶ λέ­γει αὐ­τοῖς· Λά­βε­τε Πνεῦ­μα Ἅ­γι­ον· ἄν τι­νων ἀ­φῆ­τε τὰς ἁ­μαρ­τί­ας, ἀ­φί­εν­ται αὐ­τοῖς, ἄν τι­νων κρα­τῆ­τε, κε­κρά­την­ται. Θω­μᾶς δὲ εἷς ἐκ τῶν δώ­δε­κα, ὁ λε­γό­με­νος Δί­δυ­μος, οὐκ ἦν μετ᾿ αὐ­τῶν ὅ­τε ἦλ­θεν ὁ Ἰ­η­σοῦς. Ἔ­λε­γον οὖν αὐ­τῷ οἱ ἄλ­λοι μα­θη­ταί· Ἑ­ω­ρά­κα­μεν τὸν Κύ­ρι­ον. Ὁ δὲ εἶ­πεν αὐ­τοῖς· Ἐ­ὰν μὴ ἴ­δω ἐν ταῖς χερ­σὶν αὐ­τοῦ τὸν τύ­πον τῶν ἥ­λων, καὶ βά­λω τὸν δά­κτυ­λόν μου εἰς τὸν τύ­πον τῶν ἥ­λων, καὶ βά­λω τὴν χεῖ­ρά μου εἰς τὴν πλευ­ρὰν αὐ­τοῦ, οὐ μὴ πι­στεύ­σω. Καὶ μεθ᾿ ἡ­μέ­ρας ὀ­κτὼ πά­λιν ἦ­σαν ἔ­σω οἱ μα­θη­ταὶ αὐ­τοῦ καὶ Θω­μᾶς μετ᾿ αὐ­τῶν. Ἔρ­χε­ται ὁ Ἰ­η­σοῦς τῶν θυ­ρῶν κε­κλει­σμέ­νων, καὶ ἔ­στη εἰς τὸ μέ­σον καὶ εἶ­πεν· Εἰ­ρή­νη ὑ­μῖν. Εἶ­τα λέ­γει τῷ Θω­μᾷ· Φέ­ρε τὸν δά­κτυ­λόν σου ὧ­δε καὶ ἴ­δε τὰς χεῖ­ράς μου, καὶ φέ­ρε τὴν χεῖ­ρά σου καὶ βά­λε εἰς τὴν πλευ­ράν μου, καὶ μὴ γί­νου ἄ­πι­στος, ἀλ­λὰ πι­στός. Καὶ ἀ­πε­κρί­θη Θω­μᾶς καὶ εἶ­πεν αὐ­τῷ· Ὁ Κύ­ρι­ός μου καὶ ὁ Θε­ός μου. Λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ὅ­τι ἑ­ώ­ρα­κάς με, πε­πί­στευ­κας· μα­κά­ρι­οι οἱ μὴ ἰ­δόν­τες καὶ πι­στεύ­σαν­τες. Πολ­λὰ μὲν οὖν καὶ ἄλ­λα ση­μεῖ­α ἐ­ποί­η­σεν ὁ Ἰ­η­σοῦς ἐ­νώ­πι­ον τῶν μα­θη­τῶν αὐ­τοῦ, ἃ οὐκ ἔ­στι γε­γραμ­μέ­να ἐν τῷ βι­βλί­ῳ τού­τῳ· ταῦ­τα δὲ γέ­γρα­πται ἵ­να πι­στεύ­ση­τε ὅ­τι ὁ Ἰ­η­σοῦς ἐ­στιν ὁ Χρι­στὸς ὁ υἱ­ὸς τοῦ Θε­οῦ, καὶ ἵ­να πι­στεύ­ον­τες ζω­ὴν ἔ­χη­τε ἐν τῷ ὀ­νό­μα­τι αὐ­τοῦ.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ Προ­ε­στὼς ἢ ὁ Ἀ­να­γνώ­στης·

­νά­στα­σιν Χρι­στοῦ θε­α­σά­με­νοι, * προ­σκυ­νή­σω­μεν ἅ­γι­ον Κύ­ρι­ον Ἰ­η­σοῦν, * τὸν μό­νον ἀ­να­μάρ­τη­τον. * Τὸν σταυ­ρόν σου, Χρι­στέ, προ­σκυ­νοῦ­μεν * καὶ τὴν ἁ­γί­αν σου ἀ­νά­στα­σιν * ὑ­μνοῦ­μεν καὶ δο­ξά­ζο­μεν· * σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, * ἐ­κτός σου ἄλ­λον οὐκ οἴ­δα­μεν, * τὸ ὄ­νο­μά σου ὀ­νο­μά­ζο­μεν.* Δεῦ­τε πάν­τες οἱ πι­στοὶ προ­σκυ­νή­σω­μεν * τὴν τοῦ Χρι­στοῦ ἁ­γί­αν ἀ­νά­στα­σιν· * ἰ­δοὺ γὰρ ἦλ­θε δι­ὰ τοῦ Σταυ­ροῦ *χα­ρὰ ἐν ὅ­λῳ τῷ κό­σμῳ. * Δι­ὰ παν­τὸς εὐ­λο­γοῦν­τες τὸν Κύ­ρι­ον, * ὑ­μνοῦ­μεν τὴν ἀ­νά­στα­σιν αὐ­τοῦ. * Σταυ­ρὸν γὰρ ὑ­πο­μεί­νας δι᾿ ἡ­μᾶς, * θα­νά­τῳ θά­να­τον ὤ­λε­σεν.
Οἱ χο­ροὶ ψάλ­λουν ἀν­τι­φω­νι­κῶς κα­τὰ στί­χον τὸν ν´ ψαλ­μόν, προ­τάσ­σον­τες (ἐν Κυ­ρι­α­κῇ) τὴν προ­φώ­νη­σιν Ἐ­λε­ῆ­μον.

Ἦ­χος β´.

­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.
­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.
­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.
Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.
Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.
­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.
αν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.
­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.
­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.
Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.
Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.
­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.
Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.
ῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.
Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.
­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.
Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.
­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.
Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.
Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.
Ἐν Κυ­ρι­α­κῇ προ­στί­θε­ται εἰς τὸν τε­λευ­ταῖ­ον στί­χον τὸ ἐ­φύ­μνι­ον· Καὶ ἐ­λέ­η­σόν με, ὁ Θε­ός.
Δό­ξα.
Ταῖς τῶν Ἀ­πο­στό­λων * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.
Καὶ νῦν.
Ταῖς τῆς Θε­ο­τό­κου * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.

Καὶ τὸ πεν­τη­κο­στά­ρι­ον. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.
­να­στὰς ὁ Ἰ­η­σοῦς ἀ­πὸ τοῦ τά­φου, * κα­θὼς προ­εῖ­πεν, * ἔ­δω­κεν ἡ­μῖν * τὴν αἰ­ώ­νι­ον ζω­ὴν * καὶ μέ­γα ἔ­λε­ος.
Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν Σου... Κύριε, ἐ­λέ­η­σον (ιβ´)­λέ­ει καὶ οἰ­κτιρ­μοῖς... μήν.

* * *

ΟΙ ΚΑΝΟΝΕΣ

Ὁ Ἀ­να­στά­σι­μος καὶ ὁ τοῦ ἁ­γί­ου.

ᾨ­δὴ α´. Ὁ Ἀ­να­στά­σι­μος εἰς δ´.

Ἦ­χος πλ. δ´. Ὁ Εἱρ­μός.

ρ­μα­τη­λά­την Φα­ρα­ὼ ἐ­βύ­θι­σε, τε­ρα­τουρ­γοῦ­σα πο­τέ, Μω­σα­ϊ­κὴ ῥά­βδος, σταυ­ρο­τύ­πως πλή­ξα­σα, καὶ δι­ε­λοῦ­σα θά­λασ­σαν· Ἰσ­ρα­ὴλ δὲ φυ­γά­δα, πε­ζὸν ὁ­δί­την δι­έ­σω­σεν, ᾆ­σμα τῷ Θε­ῷ ἀ­να­μέλ­πον­τα.

Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.
Τὴν παν­το­δύ­να­μον Χρι­στοῦ θε­ό­τη­τα, πῶς μὴ θαυ­μά­σω­μεν! ἐκ μὲν πα­θῶν πᾶ­σι, τοῖς πι­στοῖς ἀ­πά­θει­αν, καὶ ἀ­φθαρ­σί­αν βλύ­ζου­σαν· ἐκ πλευ­ρᾶς δὲ ἁ­γί­ας, πη­γὴν ἀ­θά­να­τον στά­ζου­σαν, καὶ ζω­ὴν ἐκ τά­φου ἀ­ΐ­δι­ον.
Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.
ς εὐ­πρε­πὴς ταῖς γυ­ναι­ξὶν ὁ Ἄγ­γε­λος, νῦν ἐμ­πε­φά­νι­σται, καὶ τη­λαυ­γῆ φέ­ρων, τῆς ἐμ­φύ­του σύμ­βο­λα, ἀ­ΰ­λου κα­θα­ρό­τη­τος, τῇ μορ­φῇ δὲ μη­νύ­ων, τὸ φέγ­γος τῆς ἀ­να­στά­σε­ως, κρά­ζει· Ἐ­ξη­γέρ­θη ὁ Κύ­ρι­ος.

Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.
Δε­δο­ξα­σμέ­να πε­ρὶ σοῦ λε­λά­λην­ται, ἐν γε­νε­αῖς γε­νε­ῶν, ἡ τὸν Θε­ὸν Λό­γον, ἐν γα­στρὶ χω­ρή­σα­σα, ἁ­γνὴ δὲ δι­α­μεί­να­σα, Θε­ο­τό­κε Παρ­θέ­νε· δι­ό σε πάν­τες γε­ραί­ρο­μεν, τὴν με­τὰ Θε­ὸν προ­στα­σί­αν ἡ­μῶν.

Καὶ τοῦ Ἁ­γί­ου ὁ πα­ρών, οὗ ἡ ἀ­κρο­στι­χίς·  ᾌ­σμα­σι τὸν πρῶ­τον τῶν Μαρ­τύ­ρων εὖ στε­φα­νώ­σω. Θε­ο­φά­νους.

ᾨ­δὴ α´. Ἦ­χος πλ. δ´. Ἁρ­μα­τη­λά­την Φα­ρα­ώ.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
­κτι­νο­βό­λοις ἀ­στρα­παῖς τοῦ Πνεύ­μα­τος, κα­τα­λαμ­πό­με­νος, ὑ­περ­φυ­ῶν ἄ­θλων, καὶ στεῤ­ῥᾶς ἀ­θλή­σε­ως, τοὺς σὲ ὑ­μνοῦν­τας φώ­τι­σον, πα­ρε­στὼς τῷ Δε­σπό­τῃ, στε­φα­νη­φό­ρος πα­νόλ­βι­ε, Στέ­φα­νε Μαρ­τύ­ρων στε­φά­νω­μα.
Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Στα­δι­ο­δρό­μων ἀ­παρ­χὴ γε­νό­με­νος, καὶ ἀ­κρο­θί­νι­ον, μαρ­τυ­ρι­κοῦ στέ­φους, κα­θο­ρᾶν ἠ­ξί­ω­σαι, τὸν ἀ­θλο­θέ­την ἔν­δο­ξε, δε­ξι­ᾷ ζω­η­φό­ρῳ, θε­ό­πλο­κόν σοι προ­τεί­νον­τα, στέ­φα­νον θε­σπέ­σι­ε Στέ­φα­νε.
Δό­ξα.
Μό­νος ὑ­πάρ­χων θη­σαυ­ρὸς χρη­στό­τη­τος, Σῶ­τερ ἀ­νέ­δει­ξας, ἐκ τῶν τῆς γῆς κόλ­πων, θη­σαυ­ρὸν πο­λύ­τι­μον, πλοῦ­τον μὴ δα­πα­νώ­με­νον, ἀ­να­φαί­ρε­τον ὄλ­βον, πε­ρι­ου­σί­αν ἀ­νώ­λε­θρον, Στέ­φα­νον τὸν σὸν Πρω­το­μάρ­τυ­ρα.
Ἀγ­γε­λο­μόρ­φῳ προ­φα­νῶς λαμ­πρό­τη­τι, κα­ταυ­γα­ζό­με­νος, ἀγ­γε­λι­κοῖς ὕ­μνοις, Πρω­το­μάρ­τυς Στέ­φα­νε, καὶ Δι­α­κό­νων Πρό­κρι­τε, κε­κρυμ­μέ­νος ὡς ὤ­φθης, ἀ­ξί­ως ὄν­τως τε­τί­μη­σαι, ἔν­δο­ξε Μαρ­τύ­ρων ἀ­γλά­ϊ­σμα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Σω­μα­τω­θέν­τα δι᾿ ἡ­μᾶς Πα­νά­μω­με, τὸν πρὶν ἀ­σώ­μα­τον, θε­αρ­χι­κὸν Λό­γον, τοῦ Πα­τρὸς γε­γέν­νη­κας. Ὦ παρ­θε­νί­ας σκή­νω­μα, καὶ δο­χεῖ­ον ἁ­γνεί­ας, καὶ τέ­με­νος κα­θα­ρό­τη­τος, Δέ­σποι­να τοῦ κό­σμου Θε­ό­νυμ­φε!

ᾨ­δὴ γ´. Ὁ Ἀ­να­στά­σι­μος.

Ἦ­χος πλ. δ´. Ὁ Εἱρ­μός.

 στε­ρε­ώ­σας κατ᾿ ἀρ­χάς, τοὺς οὐ­ρα­νοὺς ἐν συ­νέ­σει, καὶ τὴν γῆν ἐ­πὶ ὑ­δά­των ἑ­δρά­σας, ἐν τῇ πέ­τρᾳ με Χρι­στέ, τῆς Ἐκ­κλη­σί­ας στή­ρι­ξον, ὅ­τι οὐκ ἔ­στι πλήν σου, ἅ­γι­ος μό­νε Φι­λάν­θρω­πε.

Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.
Κα­τα­κρι­θέν­τα τὸν Ἀ­δάμ, τῇ γεύ­σει τῆς ἁ­μαρ­τί­ας, τῆς σαρ­κός σου τὸ σω­τή­ρι­ον πά­θος, ἐ­δι­καί­ω­σε Χρι­στέ· αὐ­τὸς γὰρ οὐχ ὑ­πεύ­θυ­νος, τῇ τοῦ θα­νά­του πεί­ρᾳ, πέ­φη­νας ὁ ἀ­να­μάρ­τη­τος.
Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.
Τῆς ἀ­να­στά­σε­ως τὸ φῶς, ἐ­ξέ­λαμ­ψε τοῖς ἐν σκό­τει, τοῦ θα­νά­του καὶ σκι­ᾷ κα­θη­μέ­νοις, ὁ Θε­ός μου Ἰ­η­σοῦς, καὶ τῇ αὑ­τοῦ θε­ό­τη­τι, τὸν ἰ­σχυ­ρὸν δε­σμεύ­σας, τού­του τὰ σκεύ­η δι­ήρ­πα­σε.

Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.
Τῶν Χε­ρου­βὶμ καὶ Σε­ρα­φίμ, ἐ­δεί­χθης ὑ­ψη­λο­τέ­ρα, Θε­ο­τό­κε· σὺ γὰρ μό­νη ἐ­δέ­ξω, τὸν ἀ­χώ­ρη­τον Θε­όν, ἐν σῇ γα­στρὶ Ἀ­μό­λυν­τε· δι­ὸ πι­στοί σε πάν­τες, ὕ­μνοις ἀ­εὶ μα­κα­ρί­ζο­μεν.

Τοῦ ἁ­γί­ου. ᾨ­δὴ γ´.
Ἦ­χος πλ. δ´. Ὁ στε­ρε­ώ­σας κατ᾿ ἀρ­χάς.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
­ε­ρο­λό­γος ἱ­ε­ρός, καὶ θε­ο­λό­γος ἐ­δεί­χθης, συμ­πλε­κό­με­νος Ἑ­βραί­ων τοῖς δή­μοις, δι­ε­λέγ­χων ἀ­σφα­λῶς, τὴν τού­των ἀ­θε­ό­τη­τα, καὶ θε­ο­μά­χον γνώ­μην, Στέ­φα­νε Μάρ­τυς πα­νά­ρι­στε.
Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Τὸν Πρω­το­μάρ­τυ­ρα Χρι­στοῦ, καὶ Δι­α­κό­νων τὸν πρῶ­τον, τὸν τοῖς Μάρ­τυ­σι τοῦ δρό­μου τὴν νύσ­σαν, ὑ­πο­δεί­ξαν­τα λαμ­πρῶς, Ἀγ­γέ­λων τὸν συ­νό­μι­λον, δεῦ­τε συμ­φώ­νως πάν­τες, ὕ­μνοις ἐν­θέ­οις τι­μή­σω­μεν.
Δό­ξα.
 κε­κρυμ­μέ­νος θη­σαυ­ρός, ὑ­πὸ τὴν γῆν φα­νε­ροῦ­ται, καὶ τὸν κό­σμον εὐ­ω­δί­ας ἐν­θέ­ου, καὶ πλου­σί­ων δω­ρε­ῶν, τὴν οἰ­κου­μέ­νην ἔ­πλη­σεν, ὁ τῶν Μαρ­τύ­ρων πρῶ­τος, καὶ Δι­α­κό­νων ὁ πρό­κρι­τος.
Νε­νε­κρω­μέ­νον μου τὸν νοῦν, τῇ τῆς ζω­ῆς ἐ­νερ­γεί­ᾳ, δι­ὰ σοῦ τῆς κη­ρυ­χθεί­σης ἐμ­φρό­νως, ἐ­ξα­νά­στη­σον ὑ­μνεῖν, τὴν σὴν σε­πτὴν πα­νή­γυ­ριν, καὶ σοῦ κατ᾿ ἴ­χνος βαί­νειν, Στέ­φα­νε μά­καρ ἀ­ξί­ω­σον.

Καὶ νῦν. Θεοτοκίον.

Πύ­λη ἐ­δεί­χθης νο­η­τή, ἀ­να­το­λῆς τῆς ἐξ ὕ­ψους, τῆς ἐν γῇ φα­νε­ρω­θεί­σης Παρ­θέ­νε· δι­ὰ σοῦ γὰρ πρὸς ἡ­μᾶς, ὁ Λό­γος εἰ­σε­λή­λυ­θεν, ἐ­πὶ τὸ σῶ­σαι πάν­τας, τῆς ἀ­λο­γί­ας πα­νά­χραν­τε.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν...

* * *

ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ

Με­σῴ­δι­ον Κά­θι­σμα τοῦ Μη­ναί­ου.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Τῇ τοῦ Πνεύ­μα­τος αἴ­γλῃ κα­τα­λαμ­πό­με­νος, καὶ τῇ ὄν­τως σο­φί­ᾳ συ­να­νυ­ψού­με­νος, τῶν Ἰ­ου­δαί­ων τὴν ἀ­χλὺν ἀ­πη­μαύ­ρω­σας, καὶ ἐν στα­δί­ῳ τὸν ἐ­χθρόν, ἀ­θλη­τι­κῶς κα­τα­βα­λών, Μαρ­τύ­ρων στέ­φα­νος ὤ­φθης. Ἀλ­λὰ πρέ­σβευ­ε τῷ Κυ­ρί­ῳ, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Δό­ξα. Καὶ νῦν. Θε­ο­το­κί­ον.

 θερ­μὴ προ­στα­σί­α καὶ ἀ­προ­σμά­χη­τος, ἡ ἐλ­πὶς ἡ βε­βαί­α καὶ ἀ­κα­ταί­σχυν­τος, τεῖ­χος καὶ σκέ­πη καὶ λι­μὴν τῶν προ­στρε­χόν­των σοι, ἀ­ει­πάρ­θε­νε Ἁ­γνή, τὸν Υἱ­όν σου καὶ Θε­όν, ἱ­κέ­τευ­ε σὺν Ἀγ­γέ­λοις, εἰ­ρή­νην δοῦ­ναι τῷ κό­σμῳ, καὶ σω­τη­ρί­αν καὶ μέ­γα ἔ­λε­ος.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Σὺ γὰρ εἶ ὁ Βα­σι­λεύς...

* * *

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ

Κον­τά­κι­ον καὶ Οἶ­κος τὰ Ἀ­να­στά­σι­μα.

Κον­τά­κι­ον. 
Ἦ­χος πλ. δ´. Ὡς ἀ­παρ­χὰς τῆς φύ­σε­ως.

­ξα­να­στὰς τοῦ μνή­μα­τος, τοὺς τε­θνε­ῶ­τας ἤ­γει­ρας, καὶ τὸν Ἀ­δὰμ ἀ­νέ­στη­σας· καὶ ἡ Εὔ­α χο­ρεύ­ει, ἐν τῇ σῇ ἀ­να­στά­σει, καὶ κό­σμου τὰ πέ­ρα­τα πα­νη­γυ­ρί­ζου­σι, τῇ ἐκ νε­κρῶν ἐ­γέρ­σει σου Πο­λυ­έ­λε­ε.

Ὁ Οἶ­κος.

Τὰ τοῦ ᾅ­δου σκυ­λεύ­σας βα­σί­λει­α, καὶ νε­κροὺς ἀ­να­στή­σας Μα­κρό­θυ­με, γυ­ναι­ξὶ Μυ­ρο­φό­ροις συ­νήν­τη­σας, ἀν­τὶ λύ­πης χα­ρὰν κο­μι­σά­με­νος· καὶ Ἀ­πο­στό­λοις σου ἐ­μή­νυ­σας, τὰ τῆς νί­κης σύμ­βο­λα, Σω­τήρ μου ζω­ο­δό­τα, καὶ τὴν κτί­σιν ἐ­φώ­τι­σας Φι­λάν­θρω­πε· δι­ὰ τοῦ­το καὶ κό­σμος συγ­χαί­ρει, τῇ ἐκ νε­κρῶν ἐ­γέρ­σει σου Πο­λυ­έ­λε­ε.

Συ­να­ξά­ρι­ον.

Τῇ Β´ τοῦ αὐ­τοῦ μη­νός,, μνή­μη τῆς Ἀ­να­κο­μι­δῆς τοῦ Λει­ψά­νου τοῦ ἁ­γί­ου Πρω­το­μάρ­τυ­ρος καὶ Ἀρ­χι­δι­α­κό­νου Στε­φά­νου.
Στίχ. Ἔ­χεις, Σι­ών, πάμ­πολ­λα θεῖ­α καὶ ξέ­να·
Νε­κρὸν Στε­φά­νου δὸς πό­λει Κων­σταν­τί­νου.
Δευ­τε­ρί­ῃ νέ­κυ­ος Στε­φά­νου γέ­νετ᾿ Ἀ­να­κο­μι­δή.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τῆς Εὑ­ρέ­σε­ως τῶν Λει­ψά­νων τῶν ἁ­γί­ων Μαρ­τύ­ρων Μα­ξί­μου, Δά­δα καὶ Κυν­τι­λι­α­νοῦ.
Στίχ. Τρεῖς ἐκ­φέ­ρου­σα γῆ νε­κροὺς ζω­η­φό­ρους,
Πό­λῳ λέ­γειν ἔ­οι­κε· Σὺ κρύ­ψας ἔ­χε.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τῶν Ἐγ­και­νί­ων τοῦ θεί­ου Να­οῦ τοῦ Ἁ­γί­ου Ἀ­πο­στό­λου καὶ Εὐ­αγ­γε­λι­στοῦ Ἰ­ω­άν­νου τοῦ Θε­ο­λό­γου, πλη­σί­ον τῆς Ἁ­γι­ω­τά­της με­γά­λης Ἐκ­κλη­σί­ας.
Στίχ. Σὸν Να­ὸν σῇ χά­ρι­τι κα­θι­ε­ροῦ­μεν,
Ἰ­ω­άν­νη πάν­σο­φε ἠ­γα­πη­μέ­νε.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ ἁ­γί­ου Μάρ­τυ­ρος Φω­κᾶ καὶ τοῦ ἐν εὐ­σε­βεῖ τῇ μνή­μῃ γε­νο­μέ­νου βα­σι­λέ­ως Ἰ­ου­στι­νι­α­νοῦ ἐν τοῖς Ἁ­γί­οις Ἀ­πο­στό­λοις.
Στίχ. Φω­κᾶς ὁ Μάρ­τυς ἐ­κλι­πὼν γῆς χω­ρί­ον,
Νῦν ἐγ­κα­τοι­κεῖ τῆς τρυ­φῆς τῷ χω­ρί­ῳ.
Οὐκ ἐκ­πο­δών σοι σκῆ­πτρον ὤ­φθη, ὦ ἄ­ναξ,
Σὺ γὰρ κα­τοι­κεῖς Βα­σι­λεί­αν τὴν ἄ­νω.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς Ὁ­σί­ας Μη­τρὸς ἡ­μῶν Φω­τει­νῆς, ἢ Φω­τοῦς, τῆς ἐκ Ῥι­ζο­καρ­πά­σου Κύ­πρου.
Στίχ. Ἡ Φω­τει­νὴ φαί­νου­σα ἐν γῇ αὐ­γά­ζει,
Οὐ­ρα­νοῖς ἐν­δη­μοῦ­σα κα­θι­στα­μέ­νη.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ἁ­γί­ου ἐν­δό­ξου Νε­ο­μάρ­τυ­ρος Θε­ο­δώ­ρου, τοῦ ἐν Δαρ­δα­νελ­λί­οις.
Στίχ. Θε­ῷ δω­ρεῖ­σαι νε­ό­τη­τα καὶ κάλ­λος,
Ἀ­θλή­σας, Θε­ό­δω­ρε, ἐ­λέγ­χῳ πλά­νης.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου καὶ πε­ρι­δό­ξου Πα­τρὸς ἡ­μῶν Βα­σι­λεί­ου τοῦ δι­ὰ Χρι­στὸν Σα­λοῦ τοῦ ἐν Μό­σχᾳ. (†1557)
Στίχ. Ὁ Βα­σί­λει­ος σα­λό­τη­τι βι­ώ­σας,
Βα­σι­λι­κὴν προ­φύ­ραν ἐ­πε­νε­δύ­θη.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Βα­σι­λεί­ου τῆς λί­μνης Κουρ­μπένσκ. (†1472)
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Μάρ­κου τοῦ Μπε­λα­βίνσκ, ἐν Βο­λογ­κτᾷ. (†1492)

*

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, πρώ­τῃ Κυ­ρι­α­κῇ τοῦ Αὐ­γού­στου, Σύ­να­ξιν ἐ­πι­τε­λοῦ­μεν πάν­των τῶν προ­στα­τῶν, ἐ­φό­ρων καὶ φρυ­κτω­ρῶν Ἁ­γί­ων τῆς θε­ο­φρου­ρή­του Ἀ­κρι­τι­κῆς καὶ Ἀ­πο­στο­λι­κῆς Ἐκ­κλη­σί­ας τῆς Νή­σου Σά­μου.
Στίχ. Τοὺς ὀ­κτὼ εὐ­κλε­εῖς προ­στά­τας Σά­μου
Καὶ ᾧδ᾿ ὁ­μοῦ σύμ­παν­τας εὐ­φη­μεῖν θέ­μις.
Ταῖς τῶν ἁ­γί­ων σου πρε­σβεί­αις, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

* * *

ΚΑΤΑΒΑΣΙΑΙ

Τῆς Με­τα­μορ­φώ­σε­ως

Ψάλ­λον­ται ἀ­πὸ τῆς 27ης Ἰ­ου­λί­ου μέ­χρι τῆς 5ης Αὐ­γού­στου πλὴν τῆς 1ης Αὐ­γού­στου.

ᾨ­δὴ α´. Ἦ­χος δ´.

Χο­ροὶ Ἰσ­ρα­ὴλ ἀ­νί­κμοις πο­σὶ * πόν­τον Ἐ­ρυ­θρὸν * καὶ ὑ­γρὸν βυ­θὸν δι­ε­λά­σαν­τες, * ἀ­να­βά­τας τρι­στά­τας * δυ­σμε­νεῖς ὁ­ρῶν­τες * ἐν αὐ­τῷ ὑ­πο­βρυ­χί­ους, * ἐν ἀ­γαλ­λι­ά­σει ἔ­μελ­πον· * ᾌ­σω­μεν τῷ Θε­ῷ ἡ­μῶν, * ὅ­τι δε­δό­ξα­σται.

ᾨ­δὴ γ´.

Τό­ξον δυ­να­τῶν ἠ­σθέ­νη­σε * καὶ οἱ ἀ­σθε­νοῦν­τες * πε­ρι­ε­ζώ­σαν­το δύ­να­μιν· * δι­ὰ τοῦ­το ἐ­στε­ρε­ώ­θη * ἐν Κυ­ρί­ῳ ἡ καρ­δί­α μου.

ᾨ­δὴ δ´.

Εἰ­σα­κή­κο­α τὴν ἔν­δο­ξον * οἰ­κο­νο­μί­αν σου, Χρι­στὲ ὁ Θε­ός·* ὅ­τι ἐ­τέ­χθης ἐκ τῆς Παρ­θέ­νου, * ἵ­να ἐκ πλά­νης ῥύ­σῃ τοὺς κραυ­γά­ζον­τας· * Δό­ξα τῇ δυ­νά­μει σου, Κύ­ρι­ε.

ᾨ­δὴ ε´.

 τοῦ φω­τὸς δι­α­τμή­ξας * τὸ πρω­τό­γο­νον χά­ος, * ὡς ἐν φω­τὶ τὰ ἔρ­γα * ὑ­μνεῖ σε, Χρι­στέ, * τὸν δη­μι­ουρ­γόν, * ἐν τῷ φω­τί σου * τὰς ὁ­δοὺς ἡ­μῶν εὔ­θυ­νον.

ᾨ­δὴ στ´.

ν τῷ θλί­βε­σθαί με * ἐ­βό­η­σα πρὸς Κύ­ρι­ον, * καὶ ἐ­πή­κου­σέ μου * ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου.

ᾨ­δὴ ζ´.

­βρα­μι­αῖ­οί πο­τε * ἐν Βα­βυ­λῶ­νι παῖ­δες * κα­μί­νου φλό­γα κα­τε­πά­τη­σαν * ἐν ὕ­μνοις κραυ­γά­ζον­τες· * Ὁ τῶν πα­τέ­ρων* Θε­ός, εὐ­λο­γη­τὸς εἶ.

ᾨ­δὴ η´.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν, προ­σκυ­νοῦ­μεν
τὸν Κύ­ρι­ον, * ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.
Οἱ ἐν Βα­βυ­λῶ­νι παῖ­δες * τῷ θεί­ῳ πυρ­πο­λού­με­νοι ζή­λῳ, *τυ­ράν­νου καὶ φλο­γὸς ἀ­πει­λὴν * ἀν­δρεί­ως κα­τε­πά­τη­σαν· *καὶ μέ­σον πυ­ρὸς * ἐμ­βλη­θέν­τες, δρο­σι­ζό­με­νοι ἔ­ψαλ­λον· *Εὐ­λο­γεῖ­τε, πάν­τα τὰ ἔρ­γα * Κυ­ρί­ου, τὸν Κύ­ρι­ον.

* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον καὶ μη­τέ­ρα τοῦ φω­τός, ἐν ὕ­μνοις τι­μῶν­τες με­γα­λύ­νο­μεν.

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Στίχ. α´. Με­γα­λύ­νει ἡ ψυ­χή μου τὸν Κύ­ρι­ον, καὶ ἠ­γαλ­λί­α­σε τὸ πνεῦ­μά μου ἐ­πὶ τῷ Θε­ῷ τῷ σω­τῆ­ρί μου.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.
Στίχ. β´. Ὅ­τι ἐ­πέ­βλε­ψεν ἐ­πὶ τὴν τα­πεί­νω­σιν τῆς δού­λης αὐ­τοῦ· ἰ­δοὺ γὰρ ἀ­πὸ τοῦ νῦν μα­κα­ρι­οῦ­σί με πᾶ­σαι αἱ γε­νε­αί.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Στίχ. γ´. Ὅ­τι ἐ­ποί­η­σέ μοι με­γα­λεῖ­α ὁ δυ­να­τός, καὶ ἅ­γι­ον τὸ ὄ­νο­μα αὐ­τοῦ· καὶ τὸ ἔ­λε­ος αὐ­τοῦ εἰς γε­νε­ὰν καὶ γε­νε­ὰν τοῖς φο­βου­μέ­νοις αὐ­τόν.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Στίχ. δ´. Ἐ­ποί­η­σε κρά­τος ἐν βρα­χί­ο­νι αὐ­τοῦ, δι­ε­σκόρ­πι­σεν ὑ­πε­ρη­φά­νους δι­α­νοί­ᾳ καρ­δί­ας αὐ­τῶν.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Στίχ. ε.´ Κα­θεῖ­λε δυ­νά­στας ἀ­πὸ θρό­νων καὶ ὕ­ψω­σε τα­πει­νούς· πει­νῶν­τας ἐ­νέ­πλη­σεν ἀ­γα­θῶν καὶ πλου­τοῦν­τας ἐ­ξα­πέ­στει­λε κε­νούς.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Στίχ. Ϛ´. Ἀν­τε­λά­βε­το Ἰσ­ρα­ὴλ παι­δὸς αὐ­τοῦ μνη­σθῆ­ναι ἐ­λέ­ους, κα­θὼς ἐ­λά­λη­σε πρὸς τοὺς πα­τέ­ρας ἡ­μῶν, τῷ Ἀ­βρα­ὰμ καὶ τῷ σπέρ­μα­τι αὐ­τοῦ ἕ­ως αἰ­ῶ­νος.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Κα­τα­βα­σί­α. ᾨ­δὴ θ´.

 τό­κος σου ἄ­φθο­ρος ἐ­δεί­χθη· * Θε­ὸς ἐκ λα­γό­νων σου προ­ῆλ­θε * σαρ­κο­φό­ρος, ὃς ὤ­φθη * ἐ­πὶ γῆς καὶ τοῖς ἀν­θρώ­ποις συ­να­νε­στρά­φη· * σέ, Θε­ο­τό­κε, * δι­ὸ πάν­τες με­γα­λύ­νο­μεν.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις...

* * *

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦ­χος β´.

­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.
­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.
­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν. ­ψοῦ­τε Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν καὶ προ­σκυ­νεῖ­τε τῷ ὑ­πο­πο­δί­ῳ τῶν πο­δῶν αὐ­τοῦ, … ­τι ἅ­γι­ός ἐ­στιν.

Ἀ­να­στά­σι­μον Ἐ­ξα­πο­στει­λά­ρι­ον Θ´.

Συγ­κε­κλει­σμέ­νων Δέ­σπο­τα, τῶν θυ­ρῶν ὡς εἰ­σῆλ­θες, τοὺς Ἀ­πο­στό­λους ἔ­πλη­σας, Πνεύ­μα­τος πα­να­γί­ου, εἰ­ρη­νι­κῶς ἐμ­φυ­σή­σας, οἷς δε­σμεῖν τε καὶ λύ­ειν, τὰς ἁ­μαρ­τί­ας εἴ­ρη­κας· καὶ ὀ­κτὼ μεθ᾿ ἡ­μέ­ρας, τὴν σὴν πλευ­ράν, τῷ Θω­μᾷ ὑ­πέ­δει­ξας καὶ τὰς χεῖ­ρας, μεθ᾿ οὗ βο­ῶ­μεν· Κύ­ρι­ος, καὶ Θε­ὸς σὺ ὑ­πάρ­χεις.

Τοῦ ἁ­γί­ου. Τῶν Μα­θη­τῶν συ­νέλ­θω­μεν.

 πρῶ­τος τῶν Μαρ­τύ­ρων τρί­βον ἀ­νύ­σας, καὶ Δι­α­κό­νων πρό­κρι­τος χρη­μα­τί­σας, Στέ­φα­νος ὁ χά­ρι­τος πε­πλη­σμέ­νος, ἰ­δοὺ ἀ­να­κο­μί­ζε­ται, πρὸς τὴν Βα­σί­λει­ον πό­λιν, θαυ­μά­των βρύ­ων τὴν χά­ριν.

Θε­ο­το­κί­ον.

ν περ αἱ ἄ­νω τά­ξεις πολ­λῷ σὺν τρό­μῳ, πα­ρί­σταν­ται μὴ φέ­ρου­σαι κα­το­πτεῦ­σαι, αἴ­γλην τῆς ἀῤ­ῥή­του αὐ­τοῦ οὐ­σί­ας, Χρι­στὸν γα­στρὶ ἐ­χώ­ρη­σας, λα­βόν­τα σάρ­κα Παρ­θέ­νε, ἐκ σῶν τι­μί­ων αἱ­μά­των.

* * *

ΑΙΝΟΙ

Ἦ­χος πλ. δ´.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.
Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Ἡ Στι­χο­λο­γί­α (Ψαλ­μοὶ ρμη´, ρμθ´) καί·

Στι­χη­ρὰ Ἀ­να­στά­σι­μα. Ἦ­χος πλ. δ´.

Στίχ. α. Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.
Κύ­ρι­ε, εἰ καὶ κρι­τη­ρί­ῳ πα­ρέ­στης, ὑ­πὸ Πι­λά­του κρι­νό­με­νος, ἀλλ᾿ οὐκ ἀ­πε­λεί­φθης τοῦ θρό­νου, τῷ Πα­τρὶ συγ­κα­θε­ζό­με­νος· καὶ ἀ­να­στὰς ἐκ νε­κρῶν, τὸν κό­σμον ἠ­λευ­θέ­ρω­σας, ἐκ τῆς δου­λεί­ας τοῦ ἀλ­λο­τρί­ου, ὡς οἰ­κτίρ­μων καὶ φι­λάν­θρω­πος.
Στίχ. β. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.
Κύ­ρι­ε, εἰ καὶ ὡς θνη­τὸν ἐν μνη­μεί­ῳ, Ἰ­ου­δαῖ­οί σε κα­τέ­θεν­το, ἀλλ᾿ ὡς βα­σι­λέ­α ὑ­πνοῦν­τα στρα­τι­ῶ­ταί σε ἐ­φύ­λατ­τον, καὶ ὡς ζω­ῆς θη­σαυ­ρόν, σφρα­γί­δι ἐ­σφρα­γί­σαν­το· ἀλ­λὰ ἀ­νέ­στης καὶ πα­ρέ­σχες, ἀ­φθαρ­σί­αν ταῖς ψυ­χαῖς ἡ­μῶν.
Στίχ. γ. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.
Κύ­ρι­ε, ὅ­πλον κα­τὰ τοῦ δι­α­βό­λου, τὸν Σταυ­ρόν σου ἡ­μῖν δέ­δω­κας· φρίτ­τει γὰρ καὶ τρέ­μει, μὴ φέ­ρων κα­θο­ρᾶν αὐ­τοῦ τὴν δύ­να­μιν, ὅ­τι νε­κροὺς ἀ­νι­στᾷ, καὶ θά­να­τον κα­τήρ­γη­σε· δι­ὰ τοῦ­το προ­σκυ­νοῦ­μεν, τὴν τα­φήν σου καὶ τὴν ἔ­γερ­σιν.
Στίχ. δ. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.
 Ἄγ­γε­λός σου Κύ­ρι­ε, ὁ τὴν ἀ­νά­στα­σιν κη­ρύ­ξας, τοὺς μὲν φύ­λα­κας ἐ­φό­βη­σε, τὰ δὲ γύ­ναι­α ἐ­φώ­νη­σε λέ­γων· Τί ζη­τεῖ­τε τὸν ζῶν­τα με­τὰ τῶν νε­κρῶν; ἀ­νέ­στη Θε­ὸς ὤν, καὶ τῇ οἰ­κου­μέ­νῃ ζω­ὴν ἐ­δω­ρή­σα­το.

Καὶ τοῦ ἁ­γί­ου, Στι­χη­ρὰ Προ­σό­μοι­α γ´ εἰς δ´.

Ἦ­χος δ´. Ἔ­δω­κας ση­μεί­ω­σιν.

Στίχ. ε. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.
γ­γε­λος ἐ­πί­γει­ος, ὁ Πρω­το­μάρ­τυς γε­νό­με­νος, πρὸς οὐ­ρα­νοὺς ἀ­νερ­χό­με­νος, ἐ­πήρ­θη με­τάρ­σι­ος, καὶ τὴν θεί­αν εἶ­δεν, ὡς ἐ­χώ­ρει δό­ξαν, τῆς ἀ­προ­σί­του μυ­η­θείς, καὶ ὑ­πὲρ νοῦν Τρι­ά­δος μυ­στή­ρι­α· δι­ὸ τὴν ἀ­κα­τά­λη­πτον, ἀ­να­κη­ρύτ­τει σου δύ­να­μιν, Ἰ­η­σοῦ παν­το­δύ­να­με, ὁ Σω­τὴρ τῶν ψυ­χῶν ἡ­μῶν.
Στίχ. Ϛ. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.
γ­γε­λος ἐ­πί­γει­ος, ...
Στίχ. ζ´. Δί­και­ος ὡς φοῖ­νιξ ἀν­θή­σει καὶ ὡ­σεὶ κέ­δρος ἡ ἐν τῷ Λι­βά­νῳ πλη­θυν­θή­σε­ται.
­ραῖ­ος ἐ­πέ­φα­νας, τῇ ἐ­πα­νό­δῳ σου Στέ­φα­νε, Πρω­το­μάρ­τυς πα­νέν­δο­ξε, ἀ­κτῖ­σι κο­σμού­με­νος, χα­ρι­σμά­των θεί­ων, καὶ τῶν ἰ­α­μά­των· δι­ὸ καὶ πάν­τας τοὺς πι­στούς, κα­τα­φαι­δρύ­νεις τοῖς θαυ­μα­σί­οις σου, ἐν πί­στει τὸν φι­λάν­θρω­πον, ὑ­μνο­λο­γοῦν­τας καὶ λέ­γον­τας· Ἰ­η­σοῦ παν­το­δύ­να­με, ὁ Σω­τὴρ τῶν ψυ­χῶν ἡ­μῶν.
Στίχ. η´. Πε­φυ­τευ­μέ­νος ἐν τῷ οἴ­κῳ Κυ­ρί­ου, ἐν ταῖς αὐ­λαῖς τοῦ Θε­οῦ ἡ­μῶν ἐ­ξαν­θή­σει.
Κά­λα­μος ὑ­πέρ­τι­μος, ὀ­ξυ­γρα­φῶν τὴν εὐ­σέ­βει­αν, ἀ­νε­δεί­χθη ἡ γλῶσ­σά σου, δι᾿ ἧς κα­τε­φώ­τι­σας, Πρω­το­μάρ­τυς πάν­τας, ταῖς δι­δα­σκα­λί­αις, καὶ ἐ­πα­νή­γα­γες ἡ­μᾶς, ἐξ ἀ­γνω­σί­ας πρὸς τὴν εὐ­σέ­βει­αν· δι­ό σου τὴν ἐ­τή­σι­ον, ἐ­πι­τε­λοῦν­τες πα­νή­γυ­ριν, ἀ­νυ­μνοῦ­μεν γε­ραί­ρον­τες, τοὺς ἀ­γῶ­νάς σου Στέ­φα­νε.

Δό­ξα. Ἑ­ωθινὸν Θ´. Ἦ­χος πλ. α´.

ς ἐπ᾿ ἐ­σχά­των τῶν χρό­νων, οὔ­σης ὀ­ψί­ας Σαβ­βά­των, ἐ­φί­στα­σαι τοῖς φί­λοις Χρι­στέ, καὶ θαύ­μα­τι θαῦ­μα βε­βαι­οῖς, τῇ κε­κλει­σμέ­νῃ εἰ­σό­δῳ τῶν θυ­ρῶν, τὴν ἐκ νε­κρῶν σου ἀ­νά­στα­σιν· ἀλλ᾿ ἔ­πλη­σας χα­ρᾶς τοὺς Μα­θη­τάς, καὶ Πνεύ­μα­τος ἁ­γί­ου με­τέ­δω­κας αὐ­τοῖς, καὶ ἐ­ξου­σί­αν ἔ­νει­μας ἀ­φέ­σε­ως ἁ­μαρ­τι­ῶν, καὶ τὸν Θω­μᾶν οὐ κα­τέ­λι­πες, τῷ τῆς ἀ­πι­στί­ας κα­τα­βα­πτί­ζε­σθαι κλύ­δω­νι. Δι­ὸ πα­ρά­σχου καὶ ἡ­μῖν, γνῶ­σιν ἀ­λη­θῆ, καὶ ἄ­φε­σιν πται­σμά­των, εὔ­σπλαγ­χνε Κύ­ρι­ε.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις, * Θε­ο­τό­κε Παρ­θέ­νε· * δι­ὰ γὰρ τοῦ ἐκ σοῦ σαρ­κω­θέν­τος, * ὁ ᾅ­δης ᾐχ­μα­λώ­τι­σται, * ὁ Ἀ­δὰμ ἀ­να­κέ­κλη­ται, * ἡ κα­τά­ρα νε­νέ­κρω­ται, * ἡ Εὔ­α ἠ­λευ­θέ­ρω­ται, * ὁ θά­να­τος τε­θα­νά­τω­ται, * καὶ ἡ­μεῖς ἐ­ζω­ο­ποι­ή­θη­μεν· * δι­ὸ ἀ­νυ­μνοῦν­τες βο­ῶ­μεν· * Εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν, * ὁ οὕ­τως εὐ­δο­κή­σας, δό­ξα σοι.

* * *

Καὶ εὐ­θὺς ψάλ­λε­ται
εἰς τὸν ἦ­χον τῆς Κυ­ρι­α­κῆς

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δό­ξα σοι τῷ δεί­ξαν­τι τὸ φῶς. * Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ *καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, * ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.
­μνοῦ­μέν σε, * εὐ­λο­γοῦ­μέν σε, * προ­σκυ­νοῦ­μέν σε, * δο­ξο­λο­γοῦ­μέν σε, * εὐ­χα­ρι­στοῦ­μέν σοι * δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.
Κύ­ρι­ε βα­σι­λεῦ, * ἐ­που­ρά­νι­ε Θε­έ, * Πά­τερ παν­το­κρά­τορ· *Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, * Ἰ­η­σοῦ Χρι­στέ, * καὶ ἅ­γι­ον Πνεῦ­μα.
Κύ­ρι­ε ὁ Θε­ός, * ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, * ὁ Υἱ­ὸς τοῦ Πα­τρός, *ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, * ἐ­λέ­η­σον ἡ­μᾶς, * ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.
Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, * ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, * καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.
­τι σὺ εἶ μό­νος ἅ­γι­ος, * σὺ εἶ μό­νος Κύ­ρι­ος, * Ἰ­η­σοῦς Χρι­στός, * εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.
Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε * καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να * καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.
Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, * ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ * ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, * ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, * καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου * εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.
Γέ­νοι­το, Κύ­ρι­ε, * τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, * κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· * δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. (ἐκ γ´)
Κύ­ρι­ε, * κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν * ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. *Ἐ­γὼ εἶ­πα· * Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· * ἴ­α­σαι τὴν ψυ­χήν μου, *ὅ­τι ἥ­μαρ­τόν σοι.
Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· * δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, * ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.
­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· * ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.
Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου * τοῖς γι­νώ­σκου­σί σε.
­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.
Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ πά­λιν ἰ­σχυ­ρο­τέ­ρᾳ φω­νῇ·

­γι­ος ὁ Θε­ός, * ­γι­ος ἰ­σχυ­ρός, * ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ τὸ ἀ­να­στά­σι­μον τρο­πά­ρι­ον. Ἦ­χος πλ. δ´.

­να­στὰς ἐκ τοῦ μνή­μα­τος * καὶ τὰ δε­σμὰ δι­αρ­ρή­ξας τοῦ ᾅ­δου, * ἔ­λυ­σας τὸ κα­τά­κρι­μα τοῦ θα­νά­του, Κύ­ρι­ε, * πάν­τας ἐκ τῶν πα­γί­δων τοῦ ἐ­χθροῦ ῥυ­σά­με­νος· * ἐμ­φα­νί­σας σε­αυ­τὸν τοῖς ἀ­πο­στό­λοις σου * ἐ­ξα­πέ­στει­λας αὐ­τοὺς ἐ­πὶ τὸ κή­ρυγ­μα * καὶ δι᾿ αὐ­τῶν τὴν εἰ­ρή­νην * πα­ρέ­σχες τῇ οἰ­κου­μέ­νῃ, * μό­νε πο­λυ­έ­λε­ε.

* * * * *

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ὁ δι­ά­κο­νος τὰ εἰ­ρη­νι­κὰ
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα…

Τὰ τυ­πι­κά, οἱ μα­κα­ρι­σμοὶ τοῦ ἤ­χου εἰς δ´
καὶ δ´ ἐκ τῆς Ϛ´ ᾠ­δῆς τοῦ κα­νό­νος τοῦ ἁ­γί­ου.

Εἰ δὲ μή, τὰ Ἀν­τί­φω­να.

Ἀν­τί­φω­νον Α´. Ἦ­χος β´. Ψαλ­μὸς ρβ´ (102).

Στίχ. α´. Εὐ­λό­γει ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.
Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου, * Σῶ­τερ, σῶ­σον ἡ­μᾶς.
Στίχ. β´. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.
Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Στίχ. γ´. Κύ­ρι­ος ἐν τῷ οὐ­ρα­νῷ ἡ­τοί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λεί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.
Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Στίχ. δ´. Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ.
Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Δό­ξα. Καὶ νῦν.
Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι σὸν τὸ κρά­τος...

Ἀν­τί­φω­νον Β´. Ἦ­χος β´. Ψαλ­μὸς ρμε´ (145).

Στίχ. α´. Αἴ­νει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· αἰ­νέ­σω Κύ­ρι­ον ἐν τῇ ζω­ῇ μου· ψα­λῷ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.
Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, * ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, * ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.
Στίχ. β´. Μα­κά­ρι­ος, οὗ ὁ Θε­ὸς Ἰ­α­κὼβ βο­η­θὸς αὐ­τοῦ, ἡ ἐλ­πὶς αὐ­τοῦ ἐ­πὶ Κύ­ρι­ον τὸν Θε­ὸν αὐ­τοῦ.
Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...
Στίχ. γ´. Τὸν ποι­ή­σαν­τα τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν, τὴν θά­λασ­σαν καὶ πάν­τα τὰ ἐν αὐ­τοῖς.
Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...
Στίχ. δ´. Βα­σι­λεύ­σει Κύ­ρι­ος εἰς τὸν αἰ­ῶ­να, ὁ Θε­ός σου, Σι­ών, εἰς γε­νε­ὰν καὶ γε­νε­άν.
Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...
Δό­ξα. Καὶ νῦν.
 μο­νο­γε­νὴς Υἱ­ὸς καὶ Λό­γος τοῦ Θε­οῦ, * ἀ­θά­να­τος ὑ­πάρ­χων * καὶ κα­τα­δε­ξά­με­νος * δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν *σαρ­κω­θῆ­ναι ἐκ τῆς ἁ­γί­ας Θε­ο­τό­κου * καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, * ἀ­τρέ­πτως ἐ­ναν­θρω­πή­σας, * σταυ­ρω­θείς τε, Χρι­στὲ ὁ Θε­ός, * θα­νά­τῳ θά­να­τον πα­τή­σας, * εἷς ὢν τῆς ἁ­γί­ας Τρι­ά­δος, * συν­δο­ξα­ζό­με­νος τῷ Πα­τρὶ * καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, * σῶ­σον ἡ­μᾶς.

Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος...

Ἀν­τί­φω­νον Γ´. Ἦ­χος ὁ τυ­χών. Ψ. ριζ´ (117).

Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον τοῦ ἤ­χου.

Στίχ. β´. Εἰ­πά­τω­σαν δὴ πάν­τες οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

Στίχ. γ´. Αὕ­τη ἡ ἡ­μέ­ρα, ἣν ἐ­ποί­η­σεν ὁ Κύ­ρι­ος· ἀ­γαλ­λι­α­σώ­με­θα καὶ εὐ­φραν­θῶ­μεν ἐν αὐ­τῇ.

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

* * *

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

Εἰ­σο­δι­κόν. Ἦ­χος β´.
(Ἐ­ὰν εἰ­σο­δεύ­ουν πολ­λοὶ ἱ­ε­ρεῖς, ψάλ­λουν αὐ­τοὶ τὸ εἰ­σο­δι­κόν).

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ. Σῶ­σον ἡ­μᾶς Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.

* * *

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.
(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)

Τὸ ἀ­πο­λυ­τί­κι­ον τοῦ πρω­το­μάρ­τυ­ρος.

Εἶ­τα τὸ Ἀ­πο­λυ­τί­κι­ον τοῦ Ἁ­γί­ου τοῦ Να­οῦ.

Κον­τά­κι­ον τῆς Με­τα­μορ­φώ­σε­ως.
(Ψάλ­λε­ται ἀ­πὸ κζ´ Ἰ­ου­λί­ου ἕ­ως ιγ ´ Αὐ­γού­στου
πλὴν τῆς α´ καὶ ε´ Αὐ­γού­στου).

Ἦ­χος βα­ρύς. Αὐ­τό­με­λον.

­πὶ τοῦ ὄ­ρους * με­τε­μορ­φώ­θης, * καί, ὡς ἐ­χώ­ρουν, * οἱ μα­θη­ταί σου * τὴν δό­ξαν σου, Χρι­στὲ ὁ Θε­ός,* ἐ­θε­ά­σαν­το·* ἵ­να, ὅ­ταν σε ἴ­δω­σι σταυ­ρού­με­νον, * τὸ μὲν πά­θος νο­ή­σω­σιν ἑ­κού­σι­ον, * τῷ δὲ κό­σμῳ κη­ρύ­ξω­σιν, * ὅ­τι σὺ ὑ­πάρ­χεις ἀ­λη­θῶς * τοῦ Πα­τρὸς τὸ ἀ­παύ­γα­σμα.

* * *

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

* * *

ΑΠΟΣΤΟΛΟΣ

Κυ­ρι­α­κῆς Θ´ ἑ­βδο­μά­δος ἐ­πι­στο­λῶν.

Προ­κεί­με­νον καὶ Ἀλ­λη­λού­ϊ­α τοῦ ἤ­χου.

Προ­κεί­με­νον. Ἦ­χος πλ. δ´. (Ψαλ­μὸς οε´).

Εὔ­ξα­σθε καὶ ἀ­πό­δο­τε Κυ­ρί­ῳ τῷ Θε­ῷ ἡ­μῶν.
Στίχ. Γνω­στὸς ἐν τῇ Ἰ­ου­δαί­ᾳ ὁ Θε­ός, ἐν τῷ Ἰσ­ρα­ὴλ μέ­γα τὸ ὄ­νο­μα αὐ­τοῦ.
Πρὸς Κο­ριν­θί­ους Α´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.

(γ´ 9-17)

­δελ­φοί, Θε­οῦ ἐ­σμεν συ­νερ­γοί· Θε­οῦ γε­ώρ­γι­ον, Θε­οῦ οἰ­κο­δο­μή ἐ­στε. Κα­τὰ τὴν χά­ριν τοῦ Θε­οῦ τὴν δο­θεῖ­σάν μοι ὡς σο­φὸς ἀρ­χι­τέ­κτων θε­μέ­λι­ον τέ­θει­κα, ἄλ­λος δὲ ἐ­ποι­κο­δο­μεῖ· ἕ­κα­στος δὲ βλε­πέ­τω πῶς ἐ­ποι­κο­δο­μεῖ· θε­μέ­λι­ον γὰρ ἄλ­λον οὐ­δεὶς δύ­να­ται θεῖ­ναι πα­ρὰ τὸν κεί­με­νον, ὅς ἐ­στιν Ἰ­η­σοῦς Χρι­στός. Εἰ δέ τις ἐ­ποι­κο­δο­μεῖ ἐ­πὶ τὸν θε­μέ­λι­ον τοῦ­τον χρυ­σόν, ἄρ­γυ­ρον, λί­θους τι­μί­ους, ξύ­λα, χόρ­τον, κα­λά­μην, ἑ­κά­στου τὸ ἔρ­γον φα­νε­ρὸν γε­νή­σε­ται· ἡ γὰρ ἡ­μέ­ρα δη­λώ­σει· ὅ­τι ἐν πυ­ρὶ ἀ­πο­κα­λύ­πτε­ται· καὶ ἑ­κά­στου τὸ ἔρ­γον ὁ­ποῖ­όν ἐ­στι τὸ πῦρ δο­κι­μά­σει. Εἴ τι­νος τὸ ἔρ­γον με­νεῖ ὃ ἐ­πῳ­κο­δό­μη­σε, μι­σθὸν λή­ψε­ται· εἴ τι­νος τὸ ἔρ­γον κα­τα­κα­ή­σε­ται, ζη­μι­ω­θή­σε­ται, αὐ­τὸς δὲ σω­θή­σε­ται, οὕ­τως δὲ ὡς δι­ὰ πυ­ρός. Οὐκ οἴ­δα­τε ὅ­τι να­ὸς Θε­οῦ ἐ­στε καὶ τὸ Πνεῦ­μα τοῦ Θε­οῦ οἰ­κεῖ ἐν ὑ­μῖν; Εἴ τις τὸν να­ὸν τοῦ Θε­οῦ φθεί­ρει, φθε­ρεῖ τοῦ­τον ὁ Θε­ός· ὁ γὰρ να­ὸς τοῦ Θε­οῦ ἅ­γι­ός ἐ­στιν, οἵ­τι­νές ἐ­στε ὑ­μεῖς.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος πλ. δ´. (Ψαλ­μὸς δ´).

Στίχ. Δεῦ­τε ἀ­γαλ­λι­α­σώ­με­θα τῷ Κυ­ρί­ῳ, ἀ­λα­λά­ξω­μεν τῷ Θε­ῷ τῷ σω­τῆ­ρι ἡ­μῶν.
Προ­φθά­σω­μεν τὸ πρό­σω­πον αὐ­τοῦ ἐν ἐ­ξο­μο­λο­γή­σει καὶ ἐν ψαλ­μοῖς ἀ­λα­λά­ξω­μεν αὐ­τῷ.

ΕΥΑΓΓΕΛΙΟΝ

Κυ­ρι­α­κῆς Θ´ Ματ­θαί­ου

Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιδ´ 22-34).

Τῷ και­ρῷ ἐ­κεί­νῳ ἠ­νάγ­κα­σεν ὁ Ἰ­η­σοῦς τοὺς μα­θη­τὰς αὐ­τοῦ ἐμ­βῆ­ναι εἰς τὸ πλοῖ­ον καὶ προ­ά­γειν αὐ­τὸν εἰς τὸ πέ­ραν, ἕ­ως οὗ ἀ­πο­λύ­σῃ τοὺς ὄ­χλους. Καὶ ἀ­πο­λύ­σας τοὺς ὄ­χλους ἀ­νέ­βη εἰς τὸ ὄ­ρος κατ᾿ ἰ­δί­αν προ­σεύ­ξα­σθαι. ὀ­ψί­ας δὲ γε­νο­μέ­νης μό­νος ἦν ἐ­κεῖ. Τὸ δὲ πλοῖ­ον ἤ­δη μέ­σον τῆς θα­λάσ­σης ἦν, βα­σα­νι­ζό­με­νον ὑ­πὸ τῶν κυ­μά­των· ἦν γὰρ ἐ­ναν­τί­ος ὁ ἄ­νε­μος. Τε­τάρ­τῃ δὲ φυ­λα­κῇ τῆς νυ­κτὸς ἀ­πῆλ­θε πρὸς αὐ­τοὺς ὁ Ἰ­η­σοῦς πε­ρι­πα­τῶν ἐ­πὶ τῆς θα­λάσ­σης. Καὶ ἰ­δόν­τες αὐ­τὸν οἱ μα­θη­ταὶ ἐ­πὶ τὴν θά­λασ­σαν πε­ρι­πα­τοῦν­τα ἐ­τα­ρά­χθη­σαν λέ­γον­τες ὅ­τι φάν­τα­σμά ἐ­στι, καὶ ἀ­πὸ τοῦ φό­βου ἔ­κρα­ξαν. Εὐ­θέ­ως δὲ ἐ­λά­λη­σεν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς λέ­γων· Θαρ­σεῖ­τε, ἐ­γώ εἰ­μι· μὴ φο­βεῖ­σθε. Ἀ­πο­κρι­θεὶς δὲ αὐ­τῷ ὁ Πέ­τρος εἶ­πε· Κύ­ρι­ε, εἰ σὺ εἶ, κέ­λευ­σόν με πρὸς σὲ ἐλ­θεῖν ἐ­πὶ τὰ ὕ­δα­τα· Ὁ δὲ εἶ­πεν· Ἐλ­θέ. Καὶ κα­τα­βὰς ἀ­πὸ τοῦ πλοί­ου ὁ Πέ­τρος πε­ρι­ε­πά­τη­σεν ἐ­πὶ τὰ ὕ­δα­τα ἐλ­θεῖν πρὸς τὸν Ἰ­η­σοῦν. Βλέ­πων δὲ τὸν ἄ­νε­μον ἰ­σχυ­ρὸν ἐ­φο­βή­θη, καὶ ἀρ­ξά­με­νος κα­τα­πον­τί­ζε­σθαι ἔ­κρα­ξε λέ­γων· Κύ­ρι­ε, σῶ­σόν με. Εὐ­θέ­ως δὲ ὁ Ἰ­η­σοῦς ἐ­κτεί­νας τὴν χεῖ­ρα ἐ­πε­λά­βε­το αὐ­τοῦ καὶ λέ­γει αὐ­τῷ· Ὀ­λι­γό­πι­στε! εἰς τί ἐ­δί­στα­σας; Καὶ ἐμ­βάν­των αὐ­τῶν εἰς τὸ πλοῖ­ον ἐ­κό­πα­σεν ὁ ἄ­νε­μος. Οἱ δὲ ἐν τῷ πλοί­ῳ ἐλ­θόν­τες προ­σε­κύ­νη­σαν αὐ­τῷ λέ­γον­τες· Ἀ­λη­θῶς Θε­οῦ υἱ­ὸς εἶ. Καὶ δι­α­πε­ρά­σαν­τες ἦλ­θον εἰς τὴν γῆν Γεν­νη­σα­ρέτ.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Καὶ γί­νε­ται τὸ κή­ρυγ­μα τοῦ θεί­ου λό­γου.

* * *

Καὶ κα­θε­ξῆς ἡ Θεί­α Λει­τουρ­γί­α
τοῦ Ἱ­ε­ροῦ Χρυ­σο­στό­μου.

* * *

Εἰς τό· Ἐ­ξαι­ρέ­τω­ς τῆς Πα­να­γί­ας…

­ξι­όν ἐ­στιν ὡς ἀ­λη­θῶς * μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, *τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον * καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. * Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως * Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

* * *

Κοι­νω­νι­κόν.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν. Ἀλ­λη­λού­ϊ­α.

Με­τὰ τὴν με­τά­δο­σιν. Ἦ­χος β´.

Εἴ­δο­μεν τὸ φῶς τὸ ἀ­λη­θι­νόν, * ἐ­λά­βο­μεν Πνεῦ­μα ἐ­που­ρά­νι­ον, * εὕ­ρο­μεν πί­στιν ἀ­λη­θῆ, * ἀ­δι­αί­ρε­τον Τρι­ά­δα προ­σκυ­νοῦν­τες· * αὕ­τη γὰρ ἡ­μᾶς ἔ­σω­σεν.

Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εί…

Ἦ­χος β´.

Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς *τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.

Με­τὰ τὴν ὀ­πι­σθάμ­βω­νον εὐ­χήν. Ἦ­χος β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (ἐκ γ´)
Ἀ­πό­λυ­σις· Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν...

Δι᾿ εὐ­χῶν... ­μήν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...