1. ΚΥΡΙΑΚΗ. † Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ
ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Βασιλείου ἀρχιεπισκόπου Καισαρείας
Καππαδοκίας τοῦ μεγάλου (†379). ῏Ηχος δ΄, ἑωθινὸν ζ΄ (Τυπικὸν 1ης ᾿Ιαν.
§§4-6).
Εἰς τὴν θ΄.
᾿Απολυτίκιον «῾Η γέννησίς σου, Χριστέ»· κοντάκιον «῾Η παρθένος
σήμερον»· ἀπόλυσις «῾Ο ἐν σπηλαίῳ γεννηθείς...»
Εἰς τὸν ἑσπερινόν.
Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ,
ΕΚΕΚΡΑΞΑ», εἰς στίχους 10, ἀναστάσιμα 4, τὰ 2 ἰδιόμελα τῆς ἑορτῆς
«Συγκαταβαίνων ὁ σωτὴρ» (δὶς) καὶ «Οὐκ ἐπῃσχύνθη» (ἅπαξ), καὶ
τοῦ ἁγίου Βασιλείου 3 προσόμοια «῾Ο ἐπωνύμως κληθεὶς» κ.λπ., Δόξα,
τοῦ ἁγίου «Σοφίας ἐραστής», Καὶ νῦν, τὸ α΄ θεοτοκίον τοῦ ἤχου «῾Ο διὰ
σὲ θεοπάτωρ».
ΕΙΣΟΔΟΣ, «Φῶς
ἱλαρόν», προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα*.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα
στιχηρά*, Δόξα, τοῦ ἁγίου «῾Ο τὴν χάριν τῶν
θαυμάτων», Καὶ νῦν, τῆς ἑορτῆς «Οὐκ ἐπῃσχύνθη».
ΑΠΟΛΥΤΙΚΙΑ «Τὸ φαιδρὸν
τῆς ἀναστάσεως», Δόξα, «Εἰς πᾶσαν τὴν γῆν», Καὶ νῦν,
«Μορφὴν ἀναλλοιώτως».
ΑΠΟΛΥΣΙΣ «῾Ο ἐν τῇ
ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν καὶ
ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν».
Εἰς τὸ
μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ στιχηρὰ
ἰδιόμελα τῆς λιτῆς, ὡς ἐν τῷ Μηναίῳ, τὰ τριαδικὰ «῎Αξιον ἐστί»,
τρισάγιον κ.λπ. καὶ τὸ ἀπολυτίκιον τῆς ἑορτῆς «Μορφὴν
ἀναλλοιώτως».
Εἰς τὸν ὄρθρον.
Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια ὡς ἐν τῷ ἑσπερινῷ.
[Τὸ Ψαλτήριον καὶ ὁ Πολυέλεος.]
ΚΑΘΙΣΜΑΤΑ εἰς τὴν α΄
στιχολογίαν τὰ ἀναστάσιμα, ἀλλὰ εἰς τὸ Καὶ νῦν, τὸ τῆς ἑορτῆς «῾Ο πάντων
ποιητής»· εἰς τὴν β΄ στιχολογίαν τὰ ἀναστάσιμα, ἀλλὰ εἰς τὸ Καὶ νῦν, τὸ
ὁμόηχον τῆς ἑορτῆς «῾Ως ὑπάρχων ἄβυσσος»· εἶτα τὰ διὰ τὸν πολυέλεον
καθίσματα τοῦ μηναίου ὡς ἔχουσιν. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ
προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ζ΄)
μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος, ὁ
τῆς ἑορτῆς μετὰ στίχου «Δόξα σοι, ὁ Θεός», καὶ ὁ τοῦ ἁγίου μετὰ στίχου
«῞Αγιε τοῦ Θεοῦ»· ἀπὸ γ΄ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου,
εἶτα τὰ μεσῴδια καθίσματα τοῦ Μηναίου· ἀφ᾿ ϛ΄ κοντάκιον καὶ οἶκος τοῦ ἁγίου
καὶ τὸ μηνολόγιον τῆς ἡμέρας.
ΚΑΤΑΒΑΣΙΑΙ διπλαῖ*
«Βυθοῦ ἀνεκάλυψε πυθμένα» καὶ «Στίβει θαλάσσης». Εἶτα ψάλλεται ἡ
θ΄ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων τοῦ Μηναίου μετὰ τῶν μεγαλυναρίων, καὶ ἐν τέλει οἱ
δύο εἱρμοὶ τῆς θ΄ ᾠδῆς «[Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν...] ᾿Απορεῖ
πᾶσα γλῶσσα» καὶ «[Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην...] ῍Ω τῶν
ὑπὲρ νοῦν».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος
Κύριος», τὸ ζ΄ ἀναστάσιμον, τὸ τοῦ ἁγίου «Φιλοσοφίας ἔρωτι» καὶ τὸ
τῆς ἑορτῆς «Τὴν σάρκα περιτέμνεται».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ
ἀναστάσιμα 4 καὶ τὰ τοῦ Μηναίου 4 προσόμοια «Φέρει περιτομὴν» κ.λπ., εἰς
στίχους τὰ δύο τελευταῖα «Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς
καρδίας μου σύνεσιν», «Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ
λαλήσει κρίσιν», Δόξα, τοῦ Μηναίου «᾿Εξεχύθη ἡ χάρις», Καὶ νῦν, τῆς
ἑορτῆς «Συγκαταβαίνων ὁ σωτήρ». Δοξολογία μεγάλη, «Σήμερον
σωτηρία».
Εἰς τὴν λειτουργίαν.
᾿Αντίφωνα τὰ τῆς ἑορτῆς (εἰς τὸ β΄ ἀντίφωνον τὸ ἐφύμνιον αὐτοῦ «...ὁ
σαρκὶ περιτμηθείς»).
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε
προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ
νεκρῶν...».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ
ἀπολυτίκια «Τὸ φαιδρόν», «Μορφὴν ἀναλλοιώτως», «Εἰς πᾶσαν τὴν
γῆν» καὶ τὸ τοῦ ναοῦ· κοντάκιον «῾Ο τῶν ὅλων Κύριος» (ζήτει μετὰ
τὴν γ΄ ᾠδήν). Τρισάγιον.
ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος:
1ης ᾿Ιαν., «Βλέπετε μή τις ὑμᾶς ἔσται» (Κολ. β΄ 8-12)· Εὐαγγέλιον:
ὁμοίως, «῾Υπέστρεψαν οἱ ποιμένες» (Λουκ. β΄ 20-21, 40-52).
Καθεξῆς ἡ λειτουργία τοῦ
μεγάλου Βασιλείου. Εἰς τὸ ᾿Εξαιρέτως «᾿Επὶ σοὶ χαίρει». [Κατὰ τὸ
Τ.Μ.Ε., εἰς τὰ δίπτυχα, μετὰ τὸ «᾿Εν πρώτοις μνήσθητι», λέγεται τὸ παρὸν
μεγαλυνάριον τοῦ ἁγίου·
Τὸν οὐρανοφάντορα τοῦ
Χριστοῦ, μύστην τοῦ Δεσπότου, τὸν φωστῆρα τὸν φαεινόν, τὸν ἐκ Καισαρείας καὶ
Καππαδόκων χώρας, Βασίλειον τὸν μέγαν, πάντες τιμήσωμεν.]
ΚΟΙΝΩΝΙΚΟΝ
«Αἰνεῖτε»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς τὸ ἀπολυτίκιον «Μορφὴν
ἀναλλοιώτως»· «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἀπόλυσις ὡς ἐν τῷ
ἑσπερινῷ.
᾿Ακολουθία τῆς
δοξολογίας ἐπὶ τῇ ἐνάρξει τοῦ νέου ἔτους
Μετὰ τὸ «Εὐλογητὸς ὁ
Θεός», ἀπολυτίκια:
τὸ ἀναστάσιμον «Τὸ φαιδρὸν τῆς
ἀναστάσεως»,
τῆς ἑορτῆς «Μορφὴν
ἀναλλοιώτως»,
καὶ τοῦ ἁγίου «Εἰς
πᾶσαν τὴν γῆν»,
κοντάκιον τῆς ἰνδίκτου,
ἦχος δ΄, πρὸς τὸ «῾Ο ὑψωθείς»,
῾Ο τῶν αἰώνων ποιητὴς
καὶ δεσπότης, ׀ Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως,
׀ τὴν ἐνιαύσιον εὐλόγησον περίοδον ׀
σῴζων τῷ ἐλέει σου τῷ ἀπείρῳ, οἰκτίρμον, ׀ πάντας τοὺς
λατρεύοντας σοὶ τῷ μόνῳ δεσπότῃ ׀ καὶ
ἐκβοῶντας φόβῳ· Λυτρωτά, ׀ εὔφορον πᾶσι τὸ ἔτος
χορήγησον.
Εὐθὺς ἡ δοξολογία
(ἐπιλογὴ στίχων), μεθ᾿ ἣν αἱ ἑξῆς αἰτήσεις τῆς ἐκτενοῦς, τῶν χορῶν ψαλλόντων
ἐκ περιτροπῆς ἀνὰ ἓν τριπλοῦν «Κύριε, ἐλέησον», ἐξαιρέσει τῆς ἕκτης
αἰτήσεως «ὑπὲρ τοῦ διαφυλαχθῆναι», μεθ᾿ ἣν ψάλλουν αὐτὸ ἀνὰ δέκα
ἀμοιβαδὸν τετράκις, πραείᾳ τῇ φωνῇ.
«᾿Ελέησον ἡμᾶς, ὁ
Θεός...»
«῎Ετι δεόμεθα ὑπὲρ τῶν
εὐσεβῶν...»
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ
ἀρχιεπισκόπου ἡμῶν...»
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ
εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν,
τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον
τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν
πᾶσιν».
«῎Ετι δεόμεθα ὑπὲρ
εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν καὶ ὑπὲρ τοῦ
εὐλογηθῆναι τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Κυρίου».
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίαν...»
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ
εἰσακοῦσαι...»
«Τοῦ Κυρίου
δεηθῶμεν» καὶ ὁ ἱερεὺς τὴν εὐχήν:
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ
καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος καὶ
ἐπέκεινα παντὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτὸς μεταβολῆς τε
τῶν ὄντων καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρόνον τόν τε γεγονότα τόν τε ὄντα καὶ
τὸν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον
ἐνιαυτὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰσελθεῖν, αὐτός, πανάγαθε Δέσποτα,
τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμβρους
εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώρησαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους
ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ
ὁμονοίᾳ βεβαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν
κοσμουμένους, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς
ὁδεύοντας· τὸ εὐσεβὲς ἡμῶν ἔθνος τῇ δυνάμει σου
κραταίωσον· τὴν νεότητα παιδαγώγησον· τὸ γῆρας
περικράτησον· τοὺς ὀλιγοψύχους παραμύθησον· τοὺς
ἐσκορπισμένους ἐπισυνάγαγε· τοὺς πεπλανημένους ἐπανάγαγε καὶ
σύναψον τῇ ἁγίᾳ σου ᾿Εκκλησίᾳ, ἣν τῇ θείᾳ σου χάριτι καλῶς
διαφύλαξον· λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις τῶν ἀρχόντων ἡμῶν,
ἐνίσχυσον καὶ ἐνδυνάμωσον αὐτούς τε καὶ τὸν φιλόχριστον ἡμῶν
στρατόν· ἐλθέτω ἐφ᾿ ἡμᾶς, Κύριε, ἡ βασιλεία σου, βασιλεία ἀγάπης,
χρηστότητος, δικαιοσύνης καὶ εἰρήνης, καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ
καρδίᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰώνιον Θεὸν εἰς
τοὺς αἰῶνας τῶν αἰώνων.
῾Ο χορὸς «᾿Αμήν»,
ὁ ἱερεὺς τὴν ἀπόλυσιν, ὡς εἰς τὸν ἑσπερινόν, καὶ τὸ «Δι᾿
εὐχῶν».
Εἰδήσεις. 1. ᾿Απὸ τῆς ἑσπέρας τῆς
σήμερον λέγονται εἰς πάσας τὰς τακτικὰς ἀκολουθίας οἱ εἰς τὸ Μηναῖον
εὑρισκόμενοι προεόρτιοι ὕμνοι τῶν Φώτων, οἵ τινες ἀναπληροῦν ἐν ταῖς
καθημεριναῖς τοὺς ὕμνους τῆς Παρακλητικῆς, δι᾿ ὃ καὶ σχολάζει αὕτη μέχρι τῆς
14ης τοῦ μηνὸς πλὴν τῶν Κυριακῶν.
2. Εἰς τοὺς ἑσπερινοὺς
τῶν προεορτίων ἡμερῶν ψάλλονται μετὰ τὸ «Νῦν ἀπολύεις» οἱ διὰ τὰ
ἀπόδειπνα κανόνες τοῦ Μηναίου (βλέπε Τ.Μ.Ε., Δεκ. 25 §23), μεθ᾿ οὓς λέγεται τὸ
τρισάγιον.
3. Διὰ τὰς ἀκολουθίας
τῶν προεορτίων καὶ τῶν μεθεόρτων καθημερινῶν βλέπε ἔμπροσθεν εἰς τὰς
«γενικὰς τυπικὰς διατάξεις» §§52-63.
4. Ἀπὸ 2 μέχρι 5
᾿Ιανουαρίου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται
καταβασίαι οἱ εἱρμοὶ τοῦ α΄ κανόνος τῶν Θεοφανείων «Βυθοῦ ἀνεκάλυψε
πυθμένα», εἰς δὲ τὴν θ. λειτουργίαν (καὶ εἰς τὰς ὥρας μετὰ τὸ τρισάγιον)
ψάλλεται τὸ προεόρτιον κοντάκιον «᾿Εν τοῖς ῥείθροις σήμερον».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά